Saint: ATHANASIA OF AEGINA (#1)
Edition: ‌L. ‌Carras, ‌"The ‌Life ‌of ‌Athanasia ‌of ‌Aegina", ‌Maistor ‌(Canberra, ‌1984), ‌212-224.


βίος ‌καὶ ‌πολιτεία ‌τῆς ‌ὁσίας ‌μητρὸς ‌ἡμῶν ‌'Αθανασίας ‌καὶ ‌μερικὴ ‌τῶν ‌αὐτῆς ‌θαυμάτων ‌διήγησις.

[p. ‌212]

1. ‌τὸ ‌ταῖς ‌τῶν ‌ἁγίων ‌κοινωνεῖν ‌μνείαις, ‌ἀποστολικὸν ‌ὑπάρχει ‌παράγγελμα·; ‌τὸ ‌δὲ ‌καὶ ‌βίους ‌τούτων ‌συγγράφειν ‌καὶ ‌κοινὴν ‌προτιθέναι ‌τοῖς ‌βουλομένοις ‌ὠφέλειαν ‌τῶν ‌λίαν ‌ἐστὶν ‌ἐπαινετὸν ‌καὶ ‌σωτήριον. ‌'Αθανασίας ‌οὖν ‌τῆς ‌μακαρίας ‌τὸν ‌βίον ‌συγγράψαι ‌πειράσομαι, ‌ὀλίγα ‌τινὰ ‌τῶν ‌περὶ ‌αὐτὴν ‌ἐπελθὼν ‌τῷ ‌λόγῳ, ‌ὡς ‌ἂν ‌μὴ ‌τῷ ‌χρόνῳ ‌λήθης ‌βυθοῖς ‌παραδοθέντα ‌ζημιώσῃ ‌τοὺς ‌πλείονας.

2. ‌αὕτη ‌τοίνυν ‌ἡ ‌ἀξιέπαινος ‌καὶ ‌τῆς ‌ἀθανασίας ‌ἐπώνυμος, ‌ἡ ‌καλῶς ‌τὸν ‌βίον ‌τελέσασα ‌καὶ ‌τοῦ ‌δεσπότου ‌τῶν ‌ὅλων ‌ὀφθεῖσα ‌θεράπαινα, ‌πατρὸς ‌μὲν ‌γέγονε ‌Νικήτα, ‌μητρὸς ‌δὲ ‌Εὑρήνης ‌προσαγορευομένων, ‌εὐπατρίδων ‌τε ‌καὶ ‌λίαν ‌τὸν ‌θεὸν ‌φοβουμένων, ‌τὴν ‌δὲ ‌οἴκησιν ‌ἐν ‌νήσῳ ‌ἐπονομαζομένῃ ‌Αὑγίνῃ ‌κεκτημένων·; ‌ἐξ ‌ὧν ‌γεννηθεῖσα ‌καὶ ‌εὑς ‌τὸν ‌βίον ‌ἀναχθεῖσα, ‌σκεῦος ‌εὔχρηστον ‌τοῦ ‌παναγίου ‌ἐχρημάτισε ‌πνεύματος.

3. ‌ἑπταετὴς ‌δὲ ‌γενομένη ‌τό ‌τε ‌ψαλτήριον ‌ἐν ‌ὀλίγῳ ‌καιρῷ ‌ἔμαθεν ‌καὶ ‌πάσαις ‌ταῖς ‌ἁγίαις ‌γραφαῖς ‌προθύμως ‌ἐσχόλαζεν. ‌τοιγαροῦν ‌ἐν ‌μίᾳ ‌τῶν ‌ἡμερῶν ‌καθεζομένη ‌καὶ ‌ἱστὸν ‌κατὰ ‌μόνας ‌ὑφαίνουσα ‌ὁρᾷ ‌φεγγοβόλον ‌ἀστέρα ‌μέχρι ‌τοῦ ‌στήθους ‌αὐτῆς ‌καθιέντα, ‌πλουσίως ‌τε ‌αὐτὴν ‌καταυγάσαντα, ‌καὶ ‌εἶθ' ‌οὕτως ‌ἐξ ‌ὀφθαλμῶν ‌αὐτῆς ‌ἀφανῆ ‌γενόμενον.
ἐκ ‌τούτου ‌οὖν ‌τὴν ‌ψυχὴν ‌δαψιλῶς ‌φωτισθεῖσα, ‌εὑς ‌μῖσος ‌παντελὲς ‌τῆς τοῦ ‌βίου ‌ἦλθεν ‌ματαιότητος. ‌σκοπὸν ‌δὲ ‌ἔχουσαν ‌αὐτὴν ‌τῇ ‌μοναδικῇ ‌προελθεῖν ‌πολιτείᾳ, ‌οἱ ‌γεννήτορες, ‌καὶ ‌μὴ ‌βουλομένην ‌ἀλλὰ ‌καὶ ‌λίαν ‌ἀπαναινομένην, ‌ἀνδρὶ ‌βιαιοτάτως ‌ὑπέζευξαν. ‌μεθ' ‌οὗ ‌δέκα ‌καὶ ‌ἓξ ‌μόνας ‌ἡμέρας ‌συνοικήσασα, ‌χηρείαν ‌ἀθρόως ‌ὑφίσταται·; ‌τῶν ‌γὰρ ‌Μαυρουσίων ‌βαρβάρων ‌ἐν ‌ἐκείνοις ‌περιρ<ρ>ιψάντων ‌τοῖς ‌μέρεσιν, ‌εὑς ‌συμπλοκὴν ‌πολέμου ‌ὁ ‌ἀνὴρ ‌ἐξελθών, ‌κρίμασιν ‌οἷς ‌οἶδε ‌θεός, ‌ἔργον ‌μαχαίρας ‌ἐγένετο. ‌ ‌

4. ‌ἱκανοῦ ‌οὖν ‌παραδραμόντος ‌χρόνου ‌καὶ ‌τῆς ‌'Αθανασίας ‌καθ' ‌ἑαυτὴν ‌ἀγωνιζομένης ‌καὶ ‌πρὸς ‌τὸν ‌μονήρη ‌βίον ‌τὸν ‌νοῦν ‌ἀπευθυνομένης, ‌ ‌βασιλικὸν ‌ἐξαίφνης ‌γεγένηται ‌πρόσταγμα, ‌τὰς ‌ἐν ‌ἀγαμίᾳ ‌τε ‌καὶ ‌χηρείᾳ ‌ὑπαρχούσας ‌ἐθνικοῖς ‌ἀνδράσιν ‌ἐκδίδοσθαι. ‌ἐκ ‌τούτου ‌οὖν, ‌μὴ ‌φθάσασαν ‌ ‌τὴν ‌'Αθανασίαν ‌μονάσαι, ‌ἐπὶ ‌δεύτερον ‌οἱ ‌γεννήτορες ‌συνοικέσιον ‌ἤλασαν.

5. ‌ἀλλὰ ‌καὶ ‌τούτου ‌γενομένου, ‌αὕτη ‌συνήθως ‌τῆς ‌οὑκείας ‌σωτηρίας ‌ἐφρόντιζεν, ‌ταῖς ‌ψαλμωδίαις ‌ἀόκνως ‌προσέχουσα ‌καὶ ‌
[p. ‌213]ταῖς ‌ἀναγνώσεσιν ‌ἐπιμελῶς ‌σχολάζουσα ‌καὶ ‌μηδεμίαν ‌ἐναλλαγὴν ‌τῶν ‌ἀγαθῶν ‌δεχομένη·; ‌πραότητι ‌δὲ ‌καλλωπιζομένη, ‌ταπεινώσει ‌καρδίας ‌ὁσίως ‌ἐπέλαμπεν. ‌ὅθεν ‌καὶ ‌παρὰ ‌πάντων ‌τῶν ‌τοὺς ‌ἀγαθοὺς ‌αὐτῆς ‌καταμανθανόντων ‌τρόπους ‌λίαν ‌ἠγαπᾶτο ‌ἡ ‌ἀξιέπαινος. ‌ἐλεημοσύνῃ ‌δὲ ‌τοσοῦτον ‌διέπρεπεν, ‌ὥστε ‌μὴ ‌ἐπαρκεῖν ‌αὐτῇ ‌τὰ ‌ἐν ‌τῷ ‌οἴκῳ, ‌καίπερ ‌πλεῖστα ‌τυγχάνοντα, ‌πρὸς ‌τὴν ‌πλουσίαν ‌αὐτῆς ‌τῆς ‌χειρὸς ‌διάδοσιν·; ‌τοὺς ‌γὰρ ‌πάντοθεν ‌ἐπιξενουμένους ‌μοναχοὺς ‌φιλοφρόνως ‌δεξιουμένη, ‌χήραις ‌καὶ ‌ὀρφανοῖς ‌καὶ ‌πᾶσι ‌τοῖς ‌ἐνδεέσι ‌δαψιλῶς ‌τὰ ‌πρὸς ‌τὸ ‌ζῆν ‌ἐπεχορήγει. ‌λιμοῦ ‌δέ ‌ποτε ‌γενομένου ‌καὶ ‌πάντων ‌ἀπορίᾳ ‌συνεχομένων, ‌αὕτη ‌οὐ ‌μόνον ‌τοῖς ‌ὁμοπίστοις ‌πλουσίως ‌τὰς ‌τροφὰς ‌ἐδωρεῖτο, ‌ἀλλὰ ‌καὶ ‌τοῖς ‌λεγομένοις ‌'Αθιγγάνοις ‌ὑπὸ ‌τοῦ ‌λιμοῦ ‌τότε ‌πιεζομένοις ‌καὶ ‌πρὸς ‌αὐτὴν ‌παραγινομένοις ‌συμπαθῶς ‌μετεδίδου·; ‌ἐπλήρου ‌γὰρ ‌τὸ ‌κυριακὸν ‌ἐκεῖνο ‌λόγιον ‌τὸ ‌φάσκον·; ‌<<γίνεσθε ‌οὑκτίρμονες ‌ὡς ‌ὁ ‌πατὴρ ‌ὑμῶν ‌ὁ ‌οὐράνιος, ‌ὅτι ‌ἀνατέλλει ‌τὸν ‌ἥλιον ‌αὐτοῦ ‌ἐπὶ ‌πονηροὺς ‌καὶ ‌ἀγαθούς, ‌καὶ ‌βρέχει ‌ἐπὶ ‌δικαίους ‌καὶ ‌ἀδίκους·;>> ‌οὐ ‌μόνον ‌δὲ ‌τροφὰς ‌αὐτοῖς ‌ἐπεχορήγει, ‌ἀλλὰ ‌καὶ ‌ἱματίοις ‌περιέστελλεν ‌καὶ ‌ἑτέραις ‌αὐτοὺς ‌ἐπιδόσεσι ‌παρεμυθεῖτο. ‌ἐν ‌δὲ ‌ταῖς ‌κυριακαῖς ‌καὶ ‌ἑορτασίμοις ‌ἡμέραις ‌τὰς ‌γείτονας ‌ἁπάσας ‌ἀγαπητικῶς ‌πρὸς ‌ἑαυτὴν ‌ἐπισυνάγουσα, ‌τὰς ‌θείας ‌αὐταῖς ‌γραφὰς ‌ἀνεγίνωσκεν, ‌τὸν ‌νοῦν ‌αὐτῶν ‌ὑπανοίγουσα ‌καὶ ‌εὑς ‌τὸν ‌τοῦ ‌κυρίου ‌φόβον ‌καὶ ‌πόθον ‌θεοπρεπῶς ‌ἐμβιβάζουσα. ‌

6. ‌οὕτω ‌κατὰ ‌θεὸν ‌προκόπτουσα ‌καὶ ‌ταῖς ‌ἀρεταῖς ‌ὡς ‌πολυανθὴς ‌λειμὼν ‌εὐθηνουμένη, ‌πείθει ‌τὸν ‌σύζυγον ‌μετά ‌τινας ‌τῆς ‌συμβιώσεως ‌χρόνους ‌ταῖς ‌πολλαῖς ‌αὐτῆς ‌παραινέσεσιν ‌εἴξαντα, ‌ἀποτάξασθαι ‌μὲν ‌τῷ ‌κόσμῳ ‌καὶ ‌τοῖς ‌ἐν ‌αὐτῷ ‌ἅπασιν, ‌τῇ ‌δὲ ‌ἱερᾷ ‌τῶν ‌μοναζόντων ‌προσελθεῖν ‌πολιτείᾳ·; ‌ἐν ‌ᾗ ‌γεγονὼς ‌καὶ ‌ὁσίως ‌διαπρέψας, ‌ἐν ‌κυρίῳ ‌κεκοίμηται.

7. ‌ἡ ‌οὖν ‌μακαρία ‌καιρὸν ‌ἐλευθερίας ‌λαβοῦσα, ‌ὅλην ‌ἑαυτὴν ‌δι' ‌ὅλου ‌τῷ ‌θεῷ ‌ἀνατίθησιν·; ‌εὑροῦσα ‌γὰρ ‌καὶ ‌ἑτέρας ‌πάνυ ‌εὐλαβεῖς ‌γυναῖκας ‌τὸν ‌αὐτὸν ‌ἐχούσας ‌σκοπὸν ‌καὶ ‌πολὺ ‌ζεούσας ‌τῷ ‌πνεύματι, ‌ταύταις ‌ὁμοψύχως ‌προσκολληθεῖσα, ‌τάχιστα ‌τῆς ‌κοσμικῆς ‌συγχύσεως ‌ἀπανίσταται·; ‌καὶ ‌πάντα ‌ὅσα ‌ἐκέκτητο ‌κατὰ ‌τὴν ‌τοῦ ‌κυρίου ‌ἐντολὴν ‌πτωχοῖς ‌διανείμασα, ‌ἐναλλάττει ‌μετὰ ‌τοῦ ‌τρόπου ‌καὶ ‌τὸ ‌κοσμικὸν ‌σχῆμα ‌σὺν ‌ταῖς ‌προειρημέναις ‌τιμίαις ‌γυναιξίν. ‌καὶ ‌ἐν ‌ἑνὶ ‌ἐφησυχάσασαι ‌τόπῳ, προτροπῇ ‌τινος ‌φιλαρέτου ‌καὶ ‌ὁσίου ‌ἀνδρὸς ‌τοῦ ‌καὶ ‌ἀποκείραντος ‌αὐτάς, ‌μετὰ ‌τρεῖς ‌ἢ ‌τέσσαρας ‌χρόνους ‌τὴν ‌ἡγεμονίαν ‌τῶν ‌συνουσῶν, ‌καὶ ‌μὴ ‌βουλομένη, ‌ἀνεδέξατο, ‌πρώτη
[p. ‌214]μὲν ‌παρ' ‌αὐτῶν ‌ὀνομαζομένη, ‌ἐσχάτην ‌δὲ ‌ἑαυτὴν ‌τῷ ‌φρονήματι ‌λογιζομένη ‌καὶ ‌τὸ ‌κυριακὸν ‌ἐκεῖνο ‌ἔργῳ ‌ἀποπληροῦσα ‌λόγιον ‌τὸ ‌φάσκον·; ‌<<ὁ ‌θέλων ‌ἐν ‌ὑμῖν ‌εἶναι ‌πρῶτος, ‌ἔστω ‌πάντων ‌ἔσχατος ‌καὶ ‌πάντων ‌διάκονος.>>  ‌

8. ‌τίς ‌οὖν ‌ἐξείποι ‌λόγος, ‌ποία ‌δὲ ‌παραστήσει ‌γλῶσσα ‌τῆς ‌πολλῆς ‌αὐτῆς ‌ταπεινοφροσύνης ‌τὸ ‌ὕψος; ‌οὐ ‌γὰρ ‌κατεδέξατό ‌ποτε ‌ὑπ' ‌οὐδεμιᾶς ‌αὐτῶν ‌ὑπηρετηθῆναι ‌ἢ ‌ὕδωρ ‌αὐτῇ ‌κατὰ ‌χεῖρας ‌χεθῆναι ‌ἐν ‌παντὶ ‌τῷ ‌τῆς ‌ζωῆς ‌αὐτῆς ‌χρόνῳ, ‌καθὼς ‌αἱ ‌σὺν ‌αὐτῇ ‌πᾶσαι ‌ἀλλήλας ‌μετὰ ‌τὴν ‌ἁγίαν ‌αὐτῆς ‌κοίμησιν ‌διερευνήσασαι ‌πάντας ‌ἐβεβαιώσαντο·; ‌ἀναξίαν ‌ἑαυτὴν ‌ἔχουσα ‌τὸ ‌καὶ ‌συνεῖναι ‌αὐταῖς, ‌μὴ ‌ὅτι ‌γε ‌ὑπ' ‌αὐτῶν ‌ὡς ‌προεστῶσα ‌ ‌ἐξυπηρετεῖσθαι·; ‌ἐγκράτειαν ‌δὲ ‌πολλὴν ‌ἔχουσα, ‌ἄρτου ‌ὀλίγου ‌καὶ ‌ὕδατος ‌μετρίου ‌μετὰ ‌τὸν ‌τῆς ‌ἐννάτης ‌καιρὸν ‌ἀπεγεύετο, ‌τυροῦ ‌ἢ ‌ὑχθύος ‌παντελῶς ‌ἀπεχομένη, ‌ἐν ‌μόνῃ ‌δὲ ‌τῇ ‌τοῦ ‌πάσχα ‌ἑορτῇ ‌τούτων ‌εὐχαρίστως ‌ἀπογευομένη·; ‌ἐν ‌δὲ ‌ταῖς ‌τῆς ‌ἁγίας ‌τεσσαρακοστῆς ‌ἡμέραις ‌διὰ ‌δύο ‌ἐσθίουσα ‌λαχάνοις ‌ὠμοῖς ‌καὶ ‌μόνον ‌ἠρκεῖτο, ‌μηδόλως ‌ἐν ‌ὅλαις ‌ἐκείναις ‌ταῖς ‌ἱεραῖς ‌ἡμέραις ‌ποτοῦ ‌μετέχουσα ‌τὸ ‌σύνολον. ‌

9. ‌ἐν ‌δὲ ‌τῷ ‌καθεύδειν ‌αὐτήν, ‌οὐκ ‌ἐπὶ ‌πλευροῦ ‌ἀλλ' ‌ἐφ' ‌ἑνὶ ‌προσκλινομένη ‌λίθῳ ‌εὑς ‌τοῦτο ‌αὐτὸ ‌εὐτρεπισθέντι, ‌μικρὸν ‌τοῦ ‌ὕπνου ‌μετελάμβανεν·; ‌οὐ ‌μόνον ‌δὲ ‌ἐν ‌τῇ ‌ἁγίᾳ ‌καὶ ‌μεγάλῃ ‌τεσσαρακοστῇ ‌ταύτην ‌ἐπλήρου ‌τὴν ‌ἄσκησιν, ‌ἀλλὰ ‌καὶ ‌ἐν ‌ταῖς ‌ἄλλαις ‌δύο, ‌λέγω ‌δὴ ‌τῶν ‌τε ‌ἁγίων ‌ἀποστόλων ‌καὶ ‌τῆς ‌τοῦ ‌Χριστοῦ ‌ἁγίας ‌γεννήσεως. ‌ἡ ‌δὲ ‌στρωμνὴ ‌αὐτῆς ‌ὑπῆρχεν ‌ἐκ ‌λίθων ‌μειζόνων ‌τῷ ‌ἐδάφει ‌συντεθειμένη, ‌μικρῷ ‌τριχίνῳ ‌ἐφ' ‌ὕπερθεν ‌συγκαλυπτομένη. ‌ἐφ' ‌ἣν ‌τῷ ‌τῆς ‌ἀναπαύσεως ‌καιρῷ ‌προσκλινομένη, ‌δάκρυσι ‌καθ' ‌ἑκάστην ‌νύκτα, ‌προφητικῶς ‌εὑπεῖν, ‌ταύτην ‌κατέβρεχεν·; ‌τοῦ ‌γὰρ ‌θείου ‌ἔρωτος ‌πλουσίως ‌αὐτὴν ‌ἀναφλέγοντος ‌ἔνδοθεν, ‌πλούσιον ‌αὐτῇ ‌καὶ ‌τὸ ‌δάκρυον ‌ἔν ‌τε ‌ταῖς ‌ψαλμωδίαις ‌ἔν ‌τε ‌ταῖς ‌προσευχαῖς ‌ἐξεχεῖτο, ‌ὡς ‌πηγὴν ‌ὑδεῖν ‌μᾶλλον ‌ναμάτων ‌ἐπιλείπουσαν ‌ἢ ‌τοὺς ‌ἁγίους ‌αὐτῆς ‌καὶ ‌τὸν ‌Χριστὸν ‌διηνεκῶς ‌ὁρῶντας ‌ὀφθαλμοὺς ‌δακρύων ‌ἐπαπορεῖν. ‌περιβολὴ ‌δὲ ‌ἦν ‌αὐτῇ ‌ἔνδοθεν ‌μὲν ‌τρίχινον ‌τραχύτητι ‌τὴν ‌σάρκα ‌καταβάλλον, ‌ἔξωθεν ‌δὲ ‌`ράκος ‌ἐξ ‌ἐρίων ‌προβάτων ‌ἀυτό ‌τε ‌τὸ ‌ἀγνοούμενον ‌καὶ ‌τὸ ‌ἱερὸν ‌αὐτῆς ‌ἐπικαλύπτον ‌σωμάτιον. ‌

10. ‌ἠγρύπνει ‌δὲ ‌καθ' ‌ἑαυτὴν ‌καὶ ‌δαυϊτικοὺς ‌ἐμελέτα ‌ψαλμούς, ‌καθ' ‌ ‌ἕνα ‌τῶν ‌καθισμάτων ‌εὐχὴν ‌μετὰ ‌μεγίστης ‌ποιουμένη ‌τῆς ‌νήψεως·; ‌ἡμέρας ‌δέ ‌ποτε ‌μὲν ‌καθ' ‌ἑαυτὴν, ‌ποτὲ ‌δὲ ‌μετὰ ‌τῶν ‌σὺν ‌αὐτῇ ‌στιχολογοῦσα, ‌ἔσπευδεν ‌μηδεμίαν ‌ὥραν
[p. ‌215]ἐκ ‌τῆς ‌τοῦ ‌θεοῦ ‌δοξολογίας ‌τὸ ‌στόμα ‌ἢ ‌τὸν ‌νοῦν ‌ἀπασχολεῖν, ‌κατὰ ‌τὸ ‌ὑπὸ ‌τοῦ ‌ἱεροψάλτου ‌Δαυῒδ ‌ἐπᾳδόμενον·; ‌<<εὐλογήσω ‌τὸν ‌κύριον ‌ἐν ‌παντὶ ‌καιρῷ·; ‌διὰ ‌παντὸς ‌ἡ ‌αἴνεσις ‌αὐτοῦ ‌ἐν ‌τῷ ‌στόματί ‌μου.>> ‌ἀφ' ‌ἧς ‌δὲ ‌ἡμέρας ‌ἐμόνασεν ‌ἕως ‌οὗ ‌πρὸς ‌θεὸν ‌ἐξεδήμησεν, ‌οἱασδηποτοὖν ‌τὸ ‌σύνολον ‌ὀπώρας ‌οὐκ ‌ἀπεγεύσατο. ‌πολλὰς ‌δὲ ‌ὑπομείνασα ‌θλίψεις, ‌ὡς ‌ἅτε ‌ἀδελφῶν ‌προϊσταμένη ‌καὶ ‌τούτων ‌φροντίδα ‌ποιουμένη, ‌ἐκ ‌τῆς ‌πολλῆς ‌ἧς ‌ἐκέκτητο ‌ταπεινοφροσύνης ‌τινί ‌ποτε ‌αὐτῶν ‌οὐκ ‌ἐπέπληξεν·; ‌οὐκ ‌ἐξῆλθεν ‌ὕβρις ‌ἐκ ‌τοῦ ‌τιμίου ‌αὐτῆς ‌στόματος, ‌οὐ ‌πρὸς ‌μικρόν, ‌οὐ ‌πρὸς ‌μέγαν, ‌οὐ ‌πρὸς ‌δοῦλον, ‌οὐ ‌πρὸς ‌ἐλεύθερον, ‌καὶ ‌ταῦτα ‌πολλάκις ‌κατ' ‌ἐπήρειαν ‌διαβολικὴν ‌παρακουομένη·; ‌ἀλλ' ‌ὑπέμενεν ‌πάντας ‌ἐν ‌πραότητι ‌γνώμης καὶ ‌καρδίας ‌εὐθύτητι, ‌πρὸς ‌τὴν ‌μέλλουσαν ‌μισθαποδοσίαν ‌διηνεκῶς ‌ἀποβλέπουσα. ‌ ‌ ‌
11. ‌μετὰ ‌δὲ ‌χρόνους ‌τέσσαρας ‌σὺν ‌ταῖς ‌συνούσαις ‌πεποίηται, ‌ὥστε ‌ἀπαναστῆναι ‌μὲν ‌ἐκ ‌τοῦ ‌τόπου ‌ἐν ‌ᾧ ‌ἐκαθέζοντο, ‌πρὸς ‌ὑδιάζον ‌δὲ ‌καὶ ‌παντελῶς ‌ἀνακεχωρημένον ‌ἀπελθεῖν ‌ὄρος, ‌ἐν ‌ᾧ ‌δυνήσονται ‌κατὰ ‌μόνας ‌θεῷ ‌προσέχειν, ‌πάσης ‌ἐπιμιξίας ‌ἀνθρωπίνης ‌ἀποχωρισθεῖσαι. ‌πάντα ‌οὖν ‌ὅσα ‌εὑς ‌ὑδίαν ‌ἐκέκτηντο ‌χρείαν ‌πτωχοῖς ‌διανείμασαι, ‌διαπύρῳ ‌καρδίᾳ ‌πρὸς ‌τὸν ‌σκοπὸν ‌ηὐτρεπίζοντο. ‌ ‌

12. ‌καὶ ‌δὴ ‌περιτυγχάνουσιν ‌ἀνδρὶ ‌λίαν ‌ἐναρέτῳ ‌τε ‌καὶ ‌φιλοθέῳ, ‌Ματθίᾳ ‌μὲν ‌προσαγορευομένῳ, ‌τῆς ‌δὲ ‌τοῦ ‌πρεσβυτέρου ‌τιμῆς ‌ἀξιουμένῳ ‌ ‌καὶ ‌ἀσκητικῆς ‌ἀφηγουμένῳ ‌μάνδρας. ‌ὅστις ‌φιλόσεμνος ‌ἀνὴρ ‌τὸ ‌διάπυρον ‌τῆς ‌τούτων ‌θεασάμενος ‌γνώμης, ‌πρὸς ‌τὴν ‌μακαρίαν ‌'Αθανασίαν ‌ἔφη·; ‌<<ὁ ‌μὲν ‌σκοπὸς ‌σοῦ ‌τε ‌καὶ ‌τῶν ‌σὺν ‌σοὶ ‌καλὸς ‌καὶ ‌λίαν ‌ἐπαινετός. ‌ ‌ἀλλ' ‌ἐπειδὴ ‌ὁρῶ ‌ὑμᾶς ‌οὕτω ‌τῇ ‌ἀσκήσει ‌καταπεπονημένας ‌καὶ ‌πάνυ ‌ἀδυνάτους ‌τυγχανούσας, ‌παραινῶ ‌μὴ ‌οὕτω ‌σκληροτάτοις ‌ἑαυτὰς ‌ἐκδοῦναι ‌τρόποις·; ‌ἀλλ' ‌εἴπερ ‌τὴν ‌ἐμὴν ‌δέχεσθε ‌βουλήν, ‌ἀπάξω ‌ὑμᾶς ‌ἐν ‌τόπῳ ‌ἐν ‌ᾧ ‌δυνήσεσθε, ‌ἁρμοζόντως ‌καθεσθεῖσαι, ‌ἑαυταῖς ‌καλῶς ‌προσέχειν·; ‌ἕξετε ‌δὲ ‌κἀμὲ ‌συναντιλαμβανόμενον ‌τῇ ‌ἀσθενείᾳ ‌ὑμῶν ‌καὶ ‌διακονοῦντα ‌ὑμῖν ‌ἐξ ‌ὅλης ‌ὑσχύος ‌καὶ ‌προαιρέσεως ‌ἐν ‌οἷς ‌ἂν ‌χρήζετε.>> ‌ταῦτα ‌εὑπών, ‌ ‌πείθει ‌τὴν ‌ὁσίαν ‌ἅμα ‌ταῖς ‌λοιπαῖς ‌ἐπακολουθῆσαι ‌αὐτῷ ‌προθυμότατα. ‌καὶ ‌δὴ ‌πλησίον ‌γενόμενοι, ‌τὸν ‌τόπον ‌ἡ ‌μακαρία ‌θεωρήσασα, ‌σὺν ‌περιχαρείᾳ ‌λέγειν ‌ἀπήρξατο·; ‌<<ἐκ ‌πολλοῦ ‌τοῦτον ‌ἐγὼ ‌τὸν ‌τόπον ‌τοῖς ‌νοεροῖς ‌ἐθεώρουν ‌ὄμμασιν·; ‌καὶ, ‌ὡς ‌οἶμαι, ‌ὧδε ‌καὶ ‌βιώσωμεν ‌τοῦ ‌λοιποῦ ‌καὶ ‌τὸ ‌τοῦ ‌βίου ‌τέλος ‌δεξώμεθα.>> ‌ὑπῆρχεν ‌δὲ ‌ἐν ‌αὐτῷ ‌τῷ ‌τόπῳ ‌ναὸς ‌τοῦ ‌ἁγίου ‌πρωτομάρτυρος ‌Στεφάνου ‌πάνυ ‌περίδοξός ‌τε ‌καὶ ‌ἀρχαιότατος. ‌ ‌ ‌


[p. ‌216]

13. ‌ὁ ‌οὖν ‌μακάριος ‌Ματθίας ‌ἐπινεύσει ‌τοῦ ‌τῆς ‌περιοικίδος ‌ἐπισκόπου ‌ἐν ‌αὐτῷ ‌ταύτας ‌κατασκηνώσας, ‌πᾶσαν ‌αὐταῖς ‌ἐποιεῖτο ‌φροντίδα, ‌ἔχων ‌καὶ ‌αὐτὸς ‌ἄσκησιν ‌μεγίστην, ‌ἐγκράτειάν ‌τε ‌καὶ ‌ἀγρυπνίαν ‌πολλήν, ‌δι' ‌ὅλης ‌γὰρ ‌νυκτὸς ‌τὸ ‌θεῖον ‌ἀποστηθίζων ‌ψαλτήριον ‌καὶ ‌εὐχὰς ‌ὅτι ‌πλείστους ‌ἐπιτελῶν·; ‌ἐν ‌τῷ ‌καθεύδειν, ‌οὐκ ‌ἐπὶ ‌πλευροῦ ‌ἀλλὰ ‌καθεζόμενος ‌τὴν ‌τοῦ ‌ὕπνου ‌χρείαν ‌ἐπλήρου. ‌τοσαύτη ‌δὲ ‌αὐτοῦ ‌ὑπῆρχεν ‌ἡ ‌κατάνυξις ‌ἔν ‌τε ‌ταῖς ‌ψαλμωδίαις, ‌ἔν ‌τε ‌τῇ ‌παραστάσει ‌τῆς ‌θείας ‌καὶ ‌ἀναιμάκτου ‌θυσίας, ‌ὥστε ‌τοὺς ‌ὁρῶντας ‌ἀυτὸν ‌πολλὴν ‌καρποῦσθαι ‌ὠφέλειαν. ‌ἑνὶ ‌δὲ ‌ἱματίῳ ‌ἀρκούμενος ‌τριχίνου ‌τραχύτητι ‌ἔνδοθεν ‌ ‌φορουμένῳ, ‌τὴν ‌σάρκα ‌φρικτῶς ‌κατεδάμαζεν. ‌ ‌ ‌ ‌ ‌

14. ‌πόθον ‌δὲ ‌πολὺν ‌εὑς ‌'Ιωάννην ‌τὸν ‌τοῦ ‌κυρίου ‌ἔχων ‌ἐπιστήθιον, ‌τῆς ‌ἁγίας ‌αὐτοῦ ‌μνήμης ‌ἐνισταμένης, ‌μέλλων ‌τῆς ‌ἀναιμάκτου ‌λειτουργίας ‌ἐφάπτεσθαι, ‌πολλῆς ‌ἐπληρώθη ‌καὶ ‌ἀφάτου ‌τῆς ‌κατανύξεως·; ‌καί ‌φησίν ‌τινι ‌τῶν ‌συμπαρόντων ‌αὐτῷ·; ‌<<ἆρα ‌τίς ‌ἐστιν ‌ἄνθρωπος ‌ὅστις ‌ἄξιος ‌ἐν ‌τῇ ‌σήμερον ‌ἡμέρᾳ ‌γενήσεται ‌τὸν ‌ἅγιον ‌ἀπόστολον ‌'Ιωάννην ‌ἐν ‌τῇ ‌'Εφέσῳ ‌ἀφικόμενος ‌θεάσασθαι;>> ‌καὶ ‌ταῦτα ‌εὑπών, ‌πηγὰς ‌δακρύων ‌ἐξ ‌ὀφθαλμῶν ‌ἔφερεν ‌καὶ ‌στεναγμὸν ‌ἀπὸ ‌καρδίας ‌ἀνέπεμπεν. ‌γίνεται ‌οὖν ‌πρᾶγμα ‌ἄξιον ‌τῆς ‌αὐτοῦ ‌πρὸς ‌τὸν ‌τοῦ ‌κυρίου ‌μαθητὴν ‌ἀγάπης ‌καὶ ‌πίστεως·; ‌καὶ ‌γὰρ ‌ἀπ' ‌ἀρχῆς ‌τῆς ‌θείας ‌μυσταγωγίας ‌μέχρι ‌τῆς ‌αὐτῆς ‌ἱερᾶς ‌συμπληρώσεως ‌ἑώρα ‌τὸν ‌ἅγιον ‌ἀπόστολον ‌ἐν ‌τῷ ‌ἁγίῳ ‌αὐτῷ συνεστῶτα ‌θυσιαστηρίῳ. ‌οὐ ‌μόνον ‌δὲ ‌αὐτὸν ‌τοῦτος ‌τεθέαται, ‌ἀλλὰ ‌καὶ ‌ἕτεροι ‌δύο ‌συμπαρόντες ‌αὐτῷ, ‌τῆς ‌ἀναιμάκτου ‌θυσίας ‌ἐπιτελουμένης. ‌μέχρις ‌οὖν ‌τρίτης ‌ἡμέρας ‌οὕτω ‌τῇ ‌κατανύξει ‌ἐντρυφῶν ‌διετέλεσεν, ‌ὥστε ‌μὴ ‌δύνασθαι ‌αὐτὸν ‌ἀνθρωπίνης ‌μεταλαβεῖν ‌βρώσεως. ‌ ‌

15. ‌τούτῳ ‌τῷ ‌μακαρίῳ ‌Ματθίᾳ ‌προσῆλθέν ‌τις ‌ἄνθρωπος, ‌τὰς ‌τοῦ ‌σώματος ‌ἁρμονίας ‌ὅλας ‌ἔχων ‌παραλελυμένας. ‌ἐφ' ‌ᾧ ‌σπλα<γ>χνισθεὶς ‌ὁ ‌ὅσιος, ‌τὸ ‌μαντίον ‌ὃ ‌περιεβεβέβλητο ‌ἐκβαλών, ‌τοῖς ‌αὐτοῦ ‌περιέθηκεν ‌ὤμοις. ‌τούτου ‌δὲ ‌γενομένου, ‌τρισμὸν ‌μέγαν ‌τῶν ‌ἁρμονιῶν ‌αὐτοῦ ‌ποιησαμένων, ‌ὑγιὴς ‌παραυτίκα ‌ὁ ‌ἄνθρωπος ‌γέγονεν. ‌ἑτέρῳ ‌δὲ ‌ἀνδρὶ, ‌τὸ ‌πρόσωπον ‌ἐκ ‌διαβολικῆς ‌ἐνεργείας ‌διεστραμμένον ‌ἔχοντι, ‌σφραγῖδι ‌τῆς ‌τιμίας ‌χειρὸς ‌αὐτοῦ ‌τὴν ‌ἴασιν ‌ἐχαρίσατο. ‌ἀλλὰ ‌καὶ ‌γυναικὶ ‌γραΐδι, ‌ἀκαθάρτῳ ‌συνεχομένῃ ‌πνεύματι ‌καὶ ‌τῷ ‌μακαρίῳ ‌προσελθούσῃ ‌Ματθίᾳ, ‌ἐν ‌ὀλίγαις ‌ἡμέραις ‌ἐπιμονῇ ‌τῶν ‌αὐτοῦ ‌προσευχῶν ‌ὁ ‌θεὸς ‌τὴν ‌ὑγείαν ‌ἐχαρίσατο. ‌καὶ ‌ἑτέρα ‌δὲ ‌γυνή, ‌μοναδικὸν ‌περικειμένη ‌σχῆμα ‌καὶ ‌πνεύματι ‌ἀκαθάρτῳ ‌χειμαζομένη, ‌τῷ ‌μοναστηρίῳ ‌παρέβαλεν. ‌εὑσελθὼν ‌οὖν ‌ἐξαίφνης ‌ὁ ‌ὅσιος ‌καὶ ‌ταύτην ‌ὑδὼν ‌μόνην ‌ἐν ‌τῇ ‌ἐκκλησίᾳ ‌πάσχουσαν, ‌
[p. ‌217]σπλα<γ>χνισθεὶς ‌ἐπ' ‌αὐτῇ, ‌τὰς ‌χεῖρας ‌εὑς ‌οὐρανὸν ‌ἀνεπέτασεν·; ‌καὶ ‌ἐπὶ ‌ἱκανὸν ‌προσευξάμενος ‌καὶ ‌στραφείς, ‌τρίτον ‌ἐπ' ‌αὐτῇ ‌τὴν ‌τοῦ ‌σταυροῦ ‌σφραγῖδα ‌ἐποίησεν. ‌τούτου ‌δὲ ‌γενομένου, ‌ὁ ‌μὲν ‌πονηρὸς ‌ἐκεῖνος ‌δαίμων ‌ἐδραπέτευσεν, ‌ἡ ‌δὲ ‌μονάζουσα ‌ὑγιὴς ‌τοῦ ‌λοιποῦ ‌διέμεινεν.

16. ‌ταῦτα ‌δὲ ‌διεξήλθομεν, ‌τὸ ‌ὕψος ‌τῆς ‌πολιτείας ‌τοῦ ‌ἀνδρὸς ‌παριστῶντες ‌καὶ ‌τὴν ‌θεόθεν ‌αὐτῷ ‌δοθεῖσαν ‌τῶν ‌σημείων ‌χάριν ‌κατάδηλον ‌τοῖς ‌πᾶσι ‌ποιούμενοι. ‌ἀλλ' ‌οἴμοι, ‌πῶς ‌εὑπεῖν ‌οὐκ ‌ἔχω·; ‌τὸν ‌οὕτως ‌ἅγιον ‌καὶ ‌τῷ ‌θεῷ ‌ἀνακείμενον ‌πλοίῳ ‌ἐπιβάντα ‌καὶ ‌πρὸς ‌τὴν ‌βασιλίδα ‌ἐκπλέοντα ‌μεγαλόπολιν ‌συνέβη, ‌κρίμασιν ‌ἐν ‌οἷς ‌μόνος ‌θεὸς ‌ἐπίσταται, ‌μετὰ ‌τῶν ‌συμπλωτήρων ‌θαλαττίοις ‌ἐναποπνιγῆναι ‌κύμασιν. ‌ ‌ἔνθεν ‌καὶ ‌τοῦ ‌ἁγίου ‌αὐτοῦ ‌ἠμοιρήσαμεν ‌σώματος ‌καὶ ‌οὐκ ‌ἐν ‌θήκαις ‌ἔχομεν ‌τὸ ‌ἱερὸν ‌ἐκεῖνο ‌καὶ ‌μακάριον ‌λείψανον ‌εὐεργετοῦν ‌ἡμᾶς ‌ὅτι ‌μάλιστα·; ‌πάντας ‌γὰρ ‌ὡς ‌ἐν ‌σαρκὶ ‌περιὼν ‌τὴν ‌τῶν ‌ὑαμάτων ‌ἐπλούτει ‌ἐνέργειαν, ‌πολλῷ ‌μᾶλλον ‌μεταστὰς ‌ταύτην ‌τοῖς ‌παρατυγχάνουσι ‌παρεῖχεν ‌ἂν ‌διὰ ‌τῆς ‌τοῦ ‌λειψάνου ‌προσψαύσεως. 

17. ‌τούτου ‌τὴν ‌διακονίαν ‌ἕτερος ‌διεδέξατο ‌πρεσβύτερος, ‌εὐνοῦχος ‌μὲν ‌τὴν ‌φύσιν, ‌'Ιγνάτιος ‌δὲ ‌τὴν ‌κλῆσιν. ‌ὅστις ‌ἐφ' ‌ὁμοίοις ‌τρόποις ‌τῷ ‌προμνημονευθέντι ‌ὁσίῳ ‌διαλάμψας, ‌ἱερῶς ‌ἐν ‌κυρίῳ ‌κεκοίμηται, ‌ταῖς ‌ἐκπεμπομέναις ‌ἀστραπαῖς ‌ἐκ ‌τοῦ ‌ὑαματοφόρου ‌αὐτοῦ ‌τάφου ‌τὰς ‌τῶν ‌δαιμονίων ‌καταφλέγων ‌φάλαγγας. ‌ ‌

18. ‌ἀλλ' ‌ἐπὶ ‌τὴν ‌τοῦ ‌διηγήματος ‌ἀκολουθίαν ‌ἐπανέλθωμεν, ‌τὰ ‌περὶ ‌τῆς ‌ὁσίας ‌μητρὸς ‌ἡμῶν ‌'Αθανασίας ‌διεξερχόμενοι. ‌αὕτη ‌τοίνυν ‌ἡ ‌μακαρία ‌πολλὴν ‌μὲν, ‌ὡς ‌ἔφημεν, ‌ἐκέκτητο ‌τὴν ‌ταπεινοφροσύνην, ‌μεγάλην ‌δὲ ‌καὶ ‌ἀσύγκριτον ‌τὴν ‌πραότητα. ‌πολλάκις ‌γοῦν ‌προσευχομένη ‌καὶ ‌εὑς ‌οὐρανὸν ‌ἀτενίζουσα, ‌ἐκστάσεως ‌ἐπληροῦτο ‌καὶ ‌δείματος·; ‌νεφέλην ‌γὰρ ‌φωτεινὴν ‌ἡλιακὰς ‌ἐπαφιεῖσαν ‌βολὰς ‌ἑώρα, ‌μέσον ‌δὲ ‌αὐτῆς ‌ἄνδρα ‌ὡραῖον ‌καὶ ‌τῇ ‌μορφῇ ‌ἐξαστράπτοντα ‌ὡς ‌ἀσύγκριτον ‌τὴν ‌αὐτοῦ ‌τυγχάνειν ‌ὡραιότητα. ‌πολλάκις ‌γοῦν ‌τοῦτο ‌ὁρῶσα ‌καὶ ‌τὴν ‌τοῦ ‌ἀνδρὸς ‌ὅρασιν ‌καταπληττομένη, ‌καθ' ‌ἑαυτὴν ‌ἔλεγεν·; ‌<<ἆρα ‌τίς ‌τοῦτον ‌τὸν ‌ἄνδρα ‌ἐπὶ ‌τοσοῦτον ‌ἐχαρίτωσεν; ‌ποία ‌δὲ ‌ἀρετὴ ‌λαμπρὸν ‌οὕτω ‌καὶ ‌ὡραιότατον ‌ἀπειργάσατο;>> ‌ταῦτα ‌λογιζομένη ‌καὶ ‌λέγουσα, ‌φωνῆς ‌ἔδοξεν ‌ἀκηκοέναι πρὸς ‌αὐτὴν ‌λεγούσης·; ‌<<τὸν ‌ἄνδρα ‌τοῦτον, ‌ὃν ‌βλέπεις ‌θαυμάζουσα, ‌ἡ ‌ταπεινοφροσύνη ‌καὶ ‌πραότης ‌οὕτω ‌λαμπρὸν ‌ἐναπέδειξεν. ‌ἣν ‌καὶ ‌αὐτὴ ‌μιμουμένη, ‌ὑπερβαλλόντως ‌δῆλον ‌ὅτι ‌λαμπρυνθήσῃ.>> ‌ἡμέρᾳ ‌οὖν ‌καὶ ‌ἡμέρᾳ ‌τοῦτο ‌θεωροῦσα, ‌οὕτως ‌ἑαυτὴν ‌ταῖς ‌δυσὶ ‌ταύταις ‌ἀρεταῖς ‌κατεκόσμει, ‌ὥστε ‌μὴ ‌εὑρίσκεσθαι ‌ἐν ‌αὐτῇ ‌ἴχνος ‌ὀργῆς ‌ἢ ‌ἐπάρσεως.

[p. ‌218]

19. ‌τὴν ‌οὖν ‌εὑς ‌τοιαύτης ‌ἀρετῆς ‌περίβλεπτον ‌ἀνελθοῦσαν ‌ὕψος ‌καὶ ‌καθαρότητι ‌καρδίας ‌τὰ ‌ἐν ‌οὐρανοῖς ‌παραδειχθέντα ‌τεθεαμένην, ‌οὐ ‌ξένον, ‌εὑ ‌καὶ ‌σημείοις ‌παραδόξοις ‌θεὸς ‌κατεκόσμησεν. ‌καὶ ‌γὰρ ‌καθεζομένης ‌αὐτῆς ‌ἐν ‌μιᾷ ‌καὶ ‌τῷ ‌θεῷ ‌προσεχούσης, ‌ἐφίσταταί ‌τις ‌πρὸς ‌αὐτὴν ‌πάνυ ‌τοὺς ‌ὀφθαλμοὺς ‌ἀλγῶν ‌καὶ ‌εὐχὴν ‌ὑπὲρ ‌αὐτοῦ ‌προσαγαγεῖν ‌τῷ ‌θεῷ ‌παρακαλῶν. ‌ἡ ‌δὲ ‌τὸ ‌ταπεινὸν ‌ἐπιδεικνυμένη, ‌ὡς ‌παραμυθουμένη, ‌αὐτὸν ‌ἔλεγεν·; ‌<<κἀμοὶ ‌τοῦτο ‌τὸ ‌πάθος ‌παρηνόχλησεν. ‌ὑπόμεινον ‌οὖν, ‌καὶ ‌δύναταί ‌σε ‌κύριος ‌ὑάσασθαι.>> ‌τοῦ ‌δὲ ‌μὴ ‌ἀφισταμένου ‌ἀλλὰ ‌πιστῶς ‌τῆς ‌ὑάσεως ‌τυχεῖν ‌αὑτουμένου, ‌ἡ ‌μακαρία ‌τὴν ‌ἁγίαν ‌αὐτῆς ‌χεῖρα ‌τοῖς ‌ὀφθαλμοῖς ‌αὐτοῦ ‌ἐπιθεῖσα ‌ἔφη·; ‌<<ὁ ‌τὸν ‌ἐκ ‌γενετῆς ‌τυφλὸν ‌ὑασάμενος ‌Χριστὸς ‌δώῃ ‌σοι ‌τελείαν ‌τοῦ ‌πάθους, ‌ἀδελφέ, ‌θεραπείαν.>> ‌τούτων ‌ἐκεῖνος ‌ἀκούσας ‌καὶ ‌πίστει ‌βεβαίᾳ ‌τοὺς ‌λόγους ‌δεξάμενος, ‌εὐθὺς ‌καὶ ‌πάραυτα ‌τῆς ‌ποθουμένης ‌ὑγείας ‌ἐπέτυχεν.

20. ‌ ‌ἐπειδὴ ‌δὲ ‌τῷ ‌προρρηθέντι ‌τοῦ ‌πρωτομάρτυρος ‌ναῷ ‌καὶ ‌ἑτέρους ‌τρεῖς ‌ἡ ‌μακαρία ‌συνῳκοδόμησεν, ‌τῆς ‌τε ‌πανυμνήτου ‌δεσποίνης ‌ἡμῶν ‌Θεοτόκου, ‌'Ιωάννου ‌τε ‌τοῦ ‌προδρόμου ‌καὶ ‌Νικολάου ‌τοῦ ‌θεοκήρυκος, ‌πρὸς ‌τὴν ‌βασιλίδα ‌τῶν ‌πόλεων, ‌χρείας ‌γενομένης, ‌ἀπάρασα, ‌ἐν ‌μοναστηρίῳ ‌ἐπὶ ‌ἓξ ‌ἢ ‌ἑπτὰ ‌χρόνους ‌ἐκάθισεν, ‌λύπην ‌ἔχουσα ‌καὶ ‌λέγουσα ‌ὅτι·; ‌<<ἐξόριστος ‌ἐκ ‌τοῦ ‌ναοῦ ‌τῆς ‌Θεοτόκου ‌γεγένημαι, ‌καταλιποῦσα ‌αὐτὸν ‌καὶ ‌ὧδε ‌διατρίβουσα.>> ‌ὀπτασίας ‌οὖν ‌αὐτῇ ‌θείας ‌γεγενημένης, ‌ταῖς ‌σὺν ‌αὐτῇ ‌διατριβούσαις ‌εὑπεῖν ‌κατεθάρρησεν·; ‌<<καιρὸς ‌λοιπὸν ‌ἐπέστη ‌πρὸς ‌τὸ ‌ἀπελθεῖν ‌ἡμᾶς ‌ἐν ‌ᾧ ‌πρώην ‌ἐκαθεζόμεθα ‌τόπῳ·; ‌εἶδον ‌γὰρ, ‌ἐν ‌ἐκστάσει ‌γενομένη, ‌τοῦ ‌ναοῦ ‌τῆς ‌δεσποίνης ‌ἡμῶν ‌τῆς ‌ὑπεραγίας ‌Θεοτόκου ‌τὰς ‌πύλας ‌ἀνεῳγμένας ‌καὶ ‌ἀπελθεῖν ‌ἡμᾶς ‌ἐκεῖσε ‌παρακελευομένας.>> ‌καὶ ‌ταῦτα ‌εὑποῦσα, ‌ἐκ ‌μὲν ‌τῆς ‌βασιλίδος ‌τῶν ‌πόλεων ‌ἀπῆρεν·; ‌πρὸς ‌δὲ ‌τὰ ‌Τίμια ‌(οὕτω ‌γὰρ ‌ὁ ‌τόπος ‌ὠνόμασται) ‌τὸ ‌ὄντως ‌τοῦ ‌θεοῦ ‌τίμιον ‌σκεῦος ‌ἀφίκετο·; ‌ἔδει ‌γὰρ, ‌ἔδει ‌δι' ‌αὐτης ‌τιμηθῆναι ‌τὰ ‌Τίμια ‌καὶ ‌τὴν ‌κλῆσιν ‌τοῖς ‌πράγμασιν ‌ἔχειν ‌ἐπαληθεύουσαν, ‌ὡς ‌καί ‌τινι ‌διορατικωτάτῳ ‌πατρὶ ‌πρὸ ‌πολλῶν ‌τῶν ‌χρόνων ‌τεθεώρηται. ‌'Ιωαννίκιος ‌δὲ ‌ἦν ‌οὗτος ‌ὁ ‌περιβόητος, ‌οὗ ‌τὸ ‌κλέος ‌ἀνὰ ‌πᾶσαν ‌τὴν ‌κτίσιν ‌ἐμφέρεται·; ‌οὗτος ‌γὰρ ‌ὁ ‌θεσπέσιος ‌τὸν ‌τόπον ‌ἐκεῖνόν ‌ποτε ‌διερχόμενος ‌προφητικῶς ‌ἀπεφθέγξατο·; ‌<<δεῖ ‌τὸν ‌τόπον ‌τοῦτον ‌τιμηθῆναι ‌διὰ ‌καταθέσεώς ‌τινων ‌ἁγίων ‌σωμάτων.>> ‌ ‌ὃ ‌δὴ ‌καὶ ‌γέγονεν. ‌

21. ‌φθάσασα ‌τοίνυν ‌καὶ ‌ὀλίγας ‌τινὰς ‌ἡμέρας ‌ἐκεῖσε ‌ἐπιβιώσασα, ‌νόσῳ ‌βαρυτάτῃ ‌κατεσχέθη. ‌καὶ ‌δὴ ‌πρὸ ‌δύο ‌καὶ ‌δέκα ‌ἡμερῶν ‌τὴν ‌ἐκ ‌τοῦ ‌βίου ‌μυεῖται ‌μετάστασιν·; ‌ἑώρακεν ‌γὰρ
[p. ‌219]ἄνδρας ‌δύο ‌λευχειμονοῦντας ‌πρὸς ‌αὐτὴν ‌ἐλθόντας ‌καὶ ‌ἐπιδόντας ‌αὐτῇ ‌χάρτην ‌γεγραμμένον ‌καὶ ‌εὑπόντας·; ‌<<ὑδοὺ ‌ἡ ‌ἐλευθερία ‌σου. ‌λάβε ‌ταύτην ‌καὶ ‌εὐφραίνου.>> ‌ ‌ἡ ‌δὲ ‌μακαρία ‌εὑς ‌ἑαυτὴν ‌ἐλθοῦσα ‌καὶ ‌μίαν ‌τῶν ‌ἀδελφῶν ‌προσκαλεσαμένη, ‌πάντα ‌αὐτῇ ‌κατ' ‌ἔπος ‌ἐξηγήσατο. ‌ἐν ‌ὅλαις ‌οὖν ‌ταῖς ‌δύο ‌καὶ ‌δέκα ‌ἐκείναις ‌ἡμέραις ‌ἔμεινεν διηνεκῶς ‌τῇ ‌θεωρίᾳ ‌σχολάζουσα ‌καὶ ‌βρώσεως ‌ἢ ‌πόσεως ‌μὴ ‌μετέχουσα, ‌μηδὲν ‌ἄλλο ‌ἢ ‌τοῦτο ‌λέγουσα·; ‌<<ψάλατε, ‌ἀδελφαί ‌μου, ‌ψάλατε·; ‌καὶ ‌τὸν ‌θεὸν ‌διηνεκῶς ‌αὑνέσατε, ‌ὅπως ‌ἵλεως ‌ταῖς ‌ἁμαρτίαις ‌ἡμῶν ‌γένηται.>> ‌τῆς ‌οὖν ‌δωδεκάτης ‌ἡμέρας ‌ἐνστάσης, ‌λέγει ‌πρὸς ‌αὐτὰς ‌ἡ ‌ὁσία·; ‌<<συναντιλάβεσθέ ‌μου ‌τῇ ‌ἀσθενείᾳ, ‌δέομαι·; ‌καὶ ‌εὑσελθοῦσαι ‌ἐν ‌τῷ ‌εὐκτηρίῳ, ‌ἀπόδοτε ‌τὴν ‌στιχολογίαν ‌μου ‌τῷ ‌θεῷ·; ‌οὐ ‌γὰρ ‌δύναμαι ‌ ‌ἔτι ‌τὸ ‌ψαλτήριον ‌ἀποπληρῶσαι, ‌ἐκλιπούσης ‌μου ‌παντελῶς ‌τῆς ‌δυνάμεως.>> ‌αἱ ‌δὲ ‌πρὸς ‌αὐτὴν ‌μετὰ ‌βοῆς ‌καὶ ‌δακρύων ‌ἀπεκρίθησαν·; ‌<<καὶ ‌ἕως ‌ποίου ‌ψαλμοῦ, ‌κυρία ‌ἡμῶν, ‌κατήντησας; ‌καὶ ‌πόθεν ‌ἡμεῖς ‌τοῦ ‌λοιποῦ ‌ἀπαρξόμεθα;>> ‌ἡ ‌δὲ ‌ἠρέμα ‌ἀποκριθεῖσα ‌ἔφη·; ‌<<τὸν ‌μὲν ‌ἐνενηκοστὸν ‌φέρω ‌ψαλμὸν ‌ἐπὶ ‌στόματος·; ‌ἀτονήσασα ‌δὲ ‌περαιτέρω ‌προβῆναι ‌οὐ ‌δύναμαι.>> ‌αἱ ‌δὲ ‌τούτων ‌ἀκούσασαι, ‌εὑσῆλθον ‌μὲν ‌τάχιστα ‌καὶ ‌τὸ ‌λεῖπον ‌ἀπεπλήρωσαν·; ‌ἐξελθοῦσαι ‌δὲ ‌καὶ ‌ἐπὶ ‌πρόσωπον ‌πεσοῦσαι ‌καὶ ‌μέγα ‌ὀλολυγμὸν ‌ποιήσασαι, ‌εὐχὴν ‌παρὰ ‌τῆς ‌ὁσίας ‌λαβεῖν ‌ἐξῃτήσαντο. ‌ἡ ‌δὲ ‌πάσαις ‌μὲν ‌ἐπίσης ‌ἐπηύξατο, ‌Μαρίναν ‌δὲ ‌καὶ ‌Εὐπραξίαν ‌ἐν ‌ταῖς ‌τιμίαις ‌αὐτῆς ‌ἀγκάλαις ‌περιπλεξαμένη, ‌ἔλεγεν·; ‌<<ὑδού, ‌ἀδελφαί ‌μου ‌ἠγαπημέναι, ‌ἀπὸ ‌τῆς ‌παρούσης ‌ἡμέρας ‌ἀλλήλων ‌χωριζόμεθα. ‌συνάψει ‌δὲ ‌ἡμᾶς ‌πάλιν ‌ὁ ‌κύριος ‌ἐν ‌τῷ ‌αὑῶνι ‌τῷ ‌μέλλοντι·; ‌δώῃ ‌δὲ ‌ὑμῖν ‌εὑρήνην ‌καὶ ‌ἀγάπην ‌καὶ ‌ὁμόνοιαν, ‌καὶ ‌πάντων ‌ἐμπλήσει<ε> ‌τῶν ‌ἀγαθῶν ‌αὐτοῦ.>> ‌ταῦτα ‌καὶ ‌ἕτερα ‌ἐπειποῦσα, ‌ἔλαμψεν ‌τὸ ‌πρόσωπον ‌αὐτῆς ‌ὡς ‌τὸ ‌φῶς, ‌ὥστε ‌τοὺς ‌εὑσερχομένους ‌θεάσασθαι ‌αὐτὴν ‌θαυμάζειν ‌καὶ ‌καταπλήττεσθαι. ‌καὶ ‌ἐπειδὴ ‌ἡ ‌τῆς ‌κοιμήσεως ‌τῆς ‌ὑπεραγίας ‌Θεοτόκου ‌παρῆν ‌ἑορτή, ‌παρεκελεύετο ‌πάσαις ‌λέγουσα·; ‌<<ὁρᾶτε ‌μηδὲν ‌τῶν ‌εὑς ‌τὴν ‌ἑορτὴν ‌συντελούντων ‌ἐάσητε ‌ἄπρακτον·; ‌ἀλλὰ ‌καὶ ‌τὴν ‌τῆς ‌ψαλμωδίας ‌ἀκολουθίαν ‌καὶ ‌τὴν ‌εὑς ‌τοὺς ‌δεομένους ‌κατὰ ‌δύναμιν ‌διακονίαν ‌ἐπιμελῶς ‌ποιήσατε·; ‌εἴθ' ‌οὕτως ‌μετὰ ‌τὴν ‌θείαν ‌λειτουργίαν ‌τὸ ‌ταπεινόν ‌μου ‌τοῦτο ‌τῇ ‌γῇ ‌παραπέμψατε ‌σῶμα.>> ‌ταῦτα ‌τοίνυν ‌ἐντειλαμένη ‌καὶ ‌ταῖς ‌δυσὶν ‌ἀδελφαῖς, ‌ὡς ‌προέφημεν, ‌περιπεπλεγμένη, ‌ἐν ‌εὑρήνῃ ‌ἐπὶ ‌τὸ ‌αὐτὸ ‌ἐκοιμήθη ‌καὶ ‌ὕπνωσεν, ‌ὡς ‌νομίσαι ‌τοὺς ‌ὁρῶντας ‌ὅτι ‌κοινῷ ‌ὕπνῳ ‌ἐπανεπαύσατο·; ‌τό ‌τε ‌γὰρ ‌στόμα ‌καὶ ‌τοὺς ‌ὀφθαλμοὺς ‌εὐφυῶς ‌καμμύσασα, ‌οὐκ ‌ἐδεήθη ‌τῶν ‌εὑς ‌εὐσχημοσύνην ‌ταῦτα ‌μεταγόντων. ‌
[p. ‌220]

22. ‌ἐπιπεσοῦσαι ‌οὖν ‌τῷ ‌ἁγίῳ ‌αὐτῆς ‌λειψάνῳ, ‌τὴν ‌οὑκείαν ‌ἀπεκλαίοντο ‌ ‌ὀρφανίαν, ‌<<ποῦ ‌νῦν ‌ἀπῆρες,>> ‌λέγουσαι ‌<<μῆτερ ‌ἡμῶν ‌ὁσία ‌καὶ ‌τῆς ‌ἀθανασίας ‌ἐπώνυμε; ‌πῶς ‌δὲ ‌ἡμᾶς ‌οὕτως ‌ὀρφανὰς ‌καταλέλοιπας, ‌ἀφανὴς ‌ἐκ ‌τῶν ‌ἡμετέρων ‌γεγενημένη ‌ὄψεων; ‌ποῦ ‌τοῦ ‌λοιποῦ ‌ἐποψόμεθα ‌τὸ ‌ἀγγελοειδές ‌σου ‌πρόσωπον; ‌ποῦ ‌σου ‌φωνῆς ‌ἐπακούσομεν ‌χαροποιούσης ‌ἡμῶν ‌τὰς ‌καρδίας ‌καὶ ‌πρὸς ‌ἀγαθὰς ‌ἐργασίας ‌διεγειρούσης; ‌ἀπεσβέσθη ‌τῆς ‌ἀγαθῆς ‌ἡμῶν ‌ἐλπίδος ‌ἡ ‌θρυαλλίς. ‌σὺ ‌κεκοίμησαι·; ‌καὶ ‌ἡμεῖς ‌τῇ ‌`ραθυμίᾳ ‌ἀπενεκρώθημεν·; ‌οὐκέτι ‌σε ‌ἕξομεν ‌μεθ' ‌ἡμῶν ‌ἀναστρεφομένην·; ‌ἐξελέξατο ‌γάρ ‌σε ‌κύριος ‌πρὸς ‌μονὰς ‌ἀθανάτους.>> ‌ταῦτα ‌καὶ ‌τὰ ‌τούτων ‌ὅμοια ‌αὐτῶν ‌ὀλοφυρομένων, ‌τὸν ‌συνήθη ‌ἐπ' ‌αὐτῇ ‌κανόνα ‌τελέσασαι, ‌μετὰ ‌τὸν ‌τῆς ‌μυσταγωγίας ‌καιρὸν ‌ἐν ‌γλωσσοκόμῳ ‌τὸ ‌ἱερὸν ‌ἐκεῖνο ‌ἐμβαλοῦσαι ‌σῶμα, ‌τῇ ‌γῇ ‌ἁρμοζόντως ‌κατέθεντο. ‌ ‌

23. ‌ἡ ‌οὖν ‌τὴν ‌ἡγεμονίαν ‌αὐτῆς ‌διαδεξαμένη ‌παραμονῇ ‌τῷ ‌τάφῳ ‌χρησαμένη, ‌οὐκ ‌ἀφίστατο ‌ἀπ' ‌αὐτοῦ ‌νυκτὸς ‌καὶ ‌ἡμέρας, ‌δάκρυσιν ‌ὀλοφυρομένη ‌καὶ ‌τὴν ‌στέρησιν ‌τῆς ‌μακαρίας ‌ἀποκλαιομένη. ‌φαίνεται ‌οὖν ‌αὐτῇ ‌κατ' ‌ὄναρ ‌λέγουσα·; ‌<<θάρσει ‌καὶ ‌ἀκριβῶς ‌τοῦτο ‌γίνωσκε, ‌ὅτι ‌τῇ ‌συμπληρώσει ‌τῶν ‌τεσσαράκοντα ‌ἡμερῶν ‌τῆς ‌ἐμῆς ‌τελευτῆς ‌ὃ ‌μέλλω παρὰ ‌θεοῦ ‌λαμβάνειν ‌ἀπολήψομαι.>> ‌ἡ ‌οὖν ‌ταῦτα ‌θεασαμένη, ‌ἔξυπνος ‌γενομένη, ‌διηπόρει ‌τί ‌ἂν ‌εἴη ‌τοῦτο ‌τὸ ‌ὁραθὲν ‌αὐτῇ ‌καὶ ‌παρὰ ‌τῆς ‌ὁσίας ‌λαληθέν.

24. ‌τῆς ‌οὖν ‌τεσσαρακοστῆς ‌ἐφιστάσης ‌ἡμέρας, ‌λήθην ‌αἱ ‌τὸ ‌μοναστήριον ‌οὑκοῦσαι ‌ταύτης ‌λαβοῦσαι, ‌οἷα ‌πολλάκις ‌φιλεῖ ‌συμβαίνειν, ‌μετὰ ‌δύο ‌παρεῖναι ‌ταύτην ‌ἡμέρας ‌ἐνόμιζον. ‌ἑσπέρας ‌τοίνυν ‌γενομένης, ‌φαίνεται ‌τῇ ‌προρρηθείσῃ ‌ἀδελφῇ ‌ἡ ‌μακαρία ‌'Αθανασία ‌λέγουσα·; ‌<<τί ‌οὕτως ‌τῶν ‌τεσσαρακοστῶν ‌μου ‌κατημέλησας, ‌μήτε ‌τὰ ‌πρὸς ‌τὴν ‌τῶν ‌πτωχῶν ‌διάδοσιν ‌μήτε ‌τὰ ‌πρὸς ‌τὴν ‌τῶν ‌φίλων ‌δεξίωσιν ‌ἑτοιμάζουσα;>> ‌ἡ ‌δὲ ‌πρὸς ‌τὴν ‌ὅρασιν ‌ἐκπλαγεῖσα ‌καὶ ‌εὑς ‌ἑαυτὴν ‌ἐλθοῦσα ‌καὶ ‌ἀκριβῶς ‌τὰς ‌ἡμέρας ‌ἀναψηφισαμένη, ‌ἔγνω ‌αὐτὴν ‌εἶναι ‌τὴν ‌ἑσπέραν ‌καθ' ‌ἣν ‌ἔμελλεν ‌ἡ ‌τῶν ‌τεσσαρακοστῶν ‌ἐπιτελεῖσθαι ‌ἱερὰ ‌ψαλμωδία. ‌

25. ‌πρωΐας ‌οὖν ‌ἤδη ‌γενομένης ‌καὶ ‌τῆς ‌θείας ‌ἀπαρχομένης ‌λειτουργίας, ‌δύο ‌τοῦ ‌ἱεροῦ ‌ἐκείνου ‌τῶν ‌μοναζουσῶν ‌χοροῦ ‌προεξάρχουσαι, ‌ὧν ‌ὁ ‌κύριος ‌τοὺς ‌τῆς ‌καρδίας ‌ὀφθαλμοὺς ‌διήνοιξεν ‌πρὸς ‌τὴν ‌τοιαύτην ‌φοβερὰν ‌κατανόησιν, ‌θεωροῦσιν ‌δύο ‌τινὰς ‌ἄνδρας, ‌φοβεροὺς ‌μὲν ‌τῷ ‌εἴδει, ‌ἐξαστράπτοντας ‌δὲ ‌τῇ ‌στολῇ, ‌καὶ ‌μέσον ‌ἔχοντας ‌τὴν ‌μακαρίαν ‌'Αθανασίαν. ‌οἳ ‌καὶ ‌ταύτην ‌ἀγαγόντες ‌καὶ ‌ἐπίπροσθεν ‌τοῦ ‌ἁγίου ‌στήσαντες ‌θυσιαστηρίου, ‌ἐξενεγκόντες ‌πορφύραν ‌ἐκ ‌λίθων ‌καὶ ‌μαργαριτῶν
[p. ‌221]κεκοσμημένην, ‌ἐν ‌σχήματι ‌βασιλίδος ‌ἐνέδυσαν, ‌στεφάνῳ ‌τε ‌σταυροὺς ‌ἔμπροσθεν ‌καὶ ‌ὄπισθεν ‌ἔχοντι ‌τὴν ‌κεφαλὴν ‌αὐτῆς ‌καταστέψαντες ‌καὶ ‌`ράβδον ‌διάλιθον ‌ἐν ‌τῇ ‌χειρὶ ‌δεδωκότες, ‌εὑς ‌τὸ ‌θεῖον ‌ταύτην ‌θυσιαστήριον ‌ἤγαγον. ‌

26. ‌τῆς ‌οὖν ‌ὁράσεως ‌ταύτης ‌κατὰ ‌τὸν ‌καιρὸν ‌τῆς ‌τεσσαρακοστῆς ‌ἡμέρας ‌γενομένης, ‌τὸ ‌γλωσσόκομον, ‌ἐν ‌ᾧ ‌τὸ ‌τῆς ‌ὁσίας ‌ὑπὸ ‌γῆν ‌κατέκειτο ‌λείψανον, ‌τρισμὸν ‌ἤρξατο ‌συνεχῶς ‌ἀποτελεῖν ‌μέχρις ‌ὅλου ‌ἐνιαυτοῦ ‌συμπληρώσεως. ‌καὶ ‌ἐπειδὴ ‌ἐπέστη ‌ἡ ‌τῆς ‌κοιμήσεως ‌αὐτῆς ‌πανσεβάσιμος ‌ἡμέρα, ‌ὑδοὺ ‌ἄνδρες ‌δύο ‌καὶ ‌σὺν ‌αὐτοῖς ‌ταλαίπωρον ‌γύναιον ‌πνεύμασι ‌πονηροῖς ‌συνεχόμενοι ‌ἐφ' ‌ὕπερθεν ‌τοῦ ‌ἁγίου ‌τῆς ‌ὁσίας ‌διηλέγχοντο ‌κορυβαντιῶντες ‌λειψάνου. ‌χερσὶν ‌οὖν ‌τὴν ‌ἐπικειμένην ‌ὕλην ‌ἀποσκευάσαντες, ‌τὴν ‌σορὸν ‌ἔξω ‌μνήματος ‌εἵλκυσαν. ‌τούτου ‌δὲ ‌γενομένου, ‌τὸ ‌μὲν ‌χειμαζόμενον ‌γύναιον ‌πάραυτα ‌τῆς ‌ὑάσεως ‌ἔτυχεν. ‌οἱ ‌δὲ ‌περιτυχόντες ‌ἱεροὶ ‌ἄνδρες ‌τὸ ‌γλωσσόκομον ‌κατανοήσαντες, ‌εὗρον ‌αὐτὸ ‌πάντοθεν ‌μύρον ‌εὐῶδες ‌κρουνηδὸν ‌ἀποστάζον. ‌σπουδῇ ‌οὖν ‌τοῦτο ‌ἀνοίξαντες, ‌εἶδον ‌αὐτὴν ‌οὕτως ‌εὐσχημόνως ‌κειμένην, ‌ὡς ‌νομίσαι ‌προσφάτως ‌αὐτὴν ‌τετελευτηκέναι·; ‌οἵ ‌τε ‌γὰρ ‌φωτοειδεῖς ‌αὐτῆς ‌ὀφθαλμοὶ ‌καὶ ‌τὰ ‌ἅγια ‌αὐτῆς ‌χείλη ‌καὶ ‌πᾶν ‌τὸ ‌μακάριον ‌ἐκεῖνο ‌σῶμα ‌σῶον ‌ὁλόκληρον ‌καὶ ‌ἀσινὲς ‌κατεφαίνετο, ‌ἁπαλῶν ‌οὐσῶν ‌τῶν ‌σαρκῶν ‌καὶ ‌εὐθυβόλως ‌τῶν ‌χειρῶν ‌ἡκόντων ‌καὶ ‌εὑς ‌μηδεμίαν ‌ἐμποδιζομένων ‌κίνησιν. ‌προσκυνήσαντες ‌οὖν ‌καὶ ‌πολλὰς ‌δακρύων ‌καταγαγόντες ‌πηγάς, ‌ἠσφαλίσαντο ‌μὲν ‌τὸ ‌γλωσσόκομον, ‌κατ' ‌ὄψιν ‌δὲ ‌τοῦτο ‌πάντων ‌κεῖσθαι ‌αὑσίως ‌ἐπέκριναν. ‌

27. ‌'Επειδὴ ‌δὲ ‌εὑς ‌ἕτερον ‌μετηνέχθη ‌γλωσσόκομον, ‌ἐν ‌ᾧ ‌καὶ ‌νῦν ‌ὁσίως ‌ἡ ‌μακαρία ‌κατάκειται, ‌τῶν ‌ἱματίων ‌αὐτὴν ‌ἀπαμφιάσασαι ‌αἱ ‌μονάζουσαι, ‌ἑτέρῳ ‌ἐκ ‌νημάτων ‌μὲν ‌σηρῶν ‌πεποιημένῳ, ‌φαιῷ ‌δὲ ‌τὴν ‌χροιὰν ‌τυγχάνοντι, ‌περιβαλεῖν ‌ἐπειρῶντο·; ‌ὑπήκουε ‌δὲ ‌οὐδαμῶς, ‌τὰς ‌χεῖρας ‌πρὸς ‌τῷ ‌στήθει ‌ἐρηρεισμένας ‌ἔχουσα ‌καὶ ‌πρὸς ‌τοῦτο ‌παντελῶς ἀνανεύουσα. ‌μία ‌τοίνυν ‌τοῦ ‌ἱεροῦ ‌ἐκείνου ‌χοροῦ ‌πάσαις ‌ἀρεταῖς ‌διαλάμπουσα ‌καὶ ‌τοῦ ‌ἁγίου ‌κειμήλιον ‌ὑπάρχουσα ‌πνεύματος, ‌γόνυ ‌κλίνασα, ‌τὴν ‌ἁγίαν ‌ἱκέτευε ‌λέγουσα·; ‌<<ὡς ‌μεθ' ‌ἡμῶν ‌ἀναστρεφομένη ‌τὴν ‌ὑπακοήν, ‌κυρία, ‌ἐκέκτησο ‌ἀδιάκριτον, ‌καὶ ‌τὰ ‌νῦν ‌ἐπακοῦσαι ‌ἡμῶν ‌προθυμήθητι ‌καὶ ‌τὸν ‌παρ' ‌ἡμῶν ‌σοι ‌προσαγόμενον ‌εὐτελῆ ‌χιτῶνα ‌περιβαλοῦ.>> ‌ταῦτα ‌ἐκείνη ‌ὡς ‌ζῶσα ‌ἀκούσασα, ‌τάς ‌τε ‌χεῖρας ‌εὐθὺς ‌διεχάλασεν ‌καὶ ‌τὴν ‌τοῦ ‌χιτῶνος ‌περιβολὴν ‌εὑσεδέξατο, ‌εἶθ' ‌οὕτως ‌τε ‌τῷ ‌ἱερῷ ‌προσανεκλίθη ‌γλωσσοκόμῳ.  ‌ ‌ ‌ ‌

[p. ‌222]

28. ‌ἄξιον ‌δὲ ‌ὀλίγων ‌μετὰ ‌ταῦτα ‌ἐπιγινομένων ‌θαυμάτων ‌ἐπιμνησθῆναι, ‌εἶθ' ‌οὕτως ‌τε ‌καταπαῦσαι ‌τὸν ‌λόγον. ‌οὔπω ‌γὰρ ‌πολλῶν ‌παρελθουσῶν ‌ἡμερῶν, ‌κόρη ‌ὡσεὶ ‌ἐτῶν ‌δώδεκα ‌πνεῦμα ‌ἀκάθαρτον ‌ἔχουσα, ‌πίπτουσά ‌τε ‌καὶ ‌ἀφρίζουσα, ‌τῷ ‌τάφῳ ‌τῆς ‌ὁσίας ‌προσερρύη·; ‌καὶ ‌ἐπιμονῇ ‌ἡμερῶν ‌τεσσαράκοντα ‌χρησαμένη, ‌ὑγιὴς ‌χάριτι ‌τοῦ ‌κυρίου ‌ἀπῆλθεν. ‌καὶ ‌ἕτερον ‌δὲ ‌παιδίον ‌ὡσεὶ ‌ἐτῶν ‌ὀκτὼ ‌ἔχον ‌ἐν ‌τῇ ‌χειρὶ ‌δαίμονα, ‌(ἑώρα ‌γὰρ ‌ὡς ‌στρουθόν ‌τινα ‌μέλανα ‌ἐπ' ‌αὐτῇ ‌ἐρχόμενον ‌καὶ ‌καθεζόμενον, ‌ἔνθεν ‌ἐκινεῖτο ‌ἡ ‌χεὶρ ‌καὶ ‌ἐλεεινῶς ‌ἔπασχεν,) ‌ἐν ‌ὅλαις ‌ἑπτὰ ‌ἡμέραις ‌τῷ ‌θείῳ ‌τῆς ‌ὁσίας ‌λειψάνῳ ‌προσκαρτερῆσαν, ‌ὑγιὲς ‌τῇ ‌συνεργείᾳ ‌τοῦ ‌παναγίου ‌γεγένηται ‌πνεύματος.

29. ‌ἀνὴρ ‌δέ ‌τις, ‌δοῦλος ‌μὲν ‌τὴν ‌τύχην, ‌ἐλεύθερος ‌δὲ ‌τὴν ‌πίστιν, ‌κρυπτὸν ‌ἔχων ‌δαιμόνιον ‌καὶ ‌πρὸς ‌τοῦτο ‌ὑδέρῳ ‌τὸ ‌ὅλον ‌σῶμα ‌ἀσκοῦ ‌δίκην ‌ἐξωγκωμένος, ‌εὑς ‌τὸ ‌μοναστήριον ‌παραγέγονεν ‌καὶ ‌τῆς ‌ὑγείας ‌ἐπιτυχεῖν ‌καθικέτευεν. ‌φαίνεται ‌οὖν ‌αὐτῷ ‌κατ' ‌ὄναρ ‌ἡ ‌μακαρία ‌ ‌'Αθανασία ‌λέγουσα·; ‌<<ἀνάμεινον ‌μικρόν, ‌ἀδελφέ, ‌κἀγώ ‌σοι ‌θεοῦ ‌συνεργείᾳ ‌παρέξω ‌τὴν ‌ἴασιν·; ‌ἐκπέμψω ‌γάρ ‌σοι ‌μέρος ‌τι ‌τοῦ ‌σώματός ‌μου, ‌δι' ‌οὗ ‌ ‌παντελῶς ‌τοῦ ‌περιέχοντος ‌`ρυσθήσῃ ‌νοσήματος.>> ‌ ‌ἤκουσεν ‌ὁ ‌ἀνὴρ ‌καὶ ‌ἐθάρσησεν·; ‌καὶ ‌μετὰ ‌μῆνα ‌ἡμερῶν, ‌νυκτὸς ‌ ‌καταλαβούσης, ‌ὡς ‌ἐν ‌ἐκστάσει ‌γίνεται·; ‌καὶ ‌ὁρᾷ ‌ἑαυτὸν ‌πάντοθεν ‌ἐκ ‌τῆς ‌τοῦ ‌ναοῦ ‌στέγης ‌ὕδατι ‌κατιόντι ‌βρεχόμενον. ‌πασῶν ‌οὖν ‌τῶν ‌κανδηλῶν ‌ἀποσβεσθεισῶν, ‌αὐτὸς ‌τῷ ‌ἁγίῳ ‌τῆς ‌ὁσίας ‌λειψάνῳ ‌προσέφυγεν. ‌τρισμοῦ ‌δὲ ‌μεγάλου ‌ἐν ‌τῷ ‌γλωσσοκόμῳ ‌γενομένου, ‌φωνῆς ‌πρὸς ‌αὐτὸν ‌ἐλθούσης ‌ἀκηκοέναι ‌ὁ ‌ἄνθρωπος ‌ἔδοξεν·; ‌<<ἄνοιξον ‌ἐν ‌τάχει ‌τὸ ‌στόμα ‌σου, ‌ἄνοιξον.>> ‌ ‌ὁ ‌δὲ ‌τοῦτο ‌ποιήσας, ‌περιχαρῶς ‌τὸ ‌πεμφθὲν ‌ὑπεδέξατο·; ‌ἅμα ‌δὲ ‌τοῦτο ‌ἐδέξατο, ‌ἅμα ‌τὴν ‌ὑγείαν ‌ἐκληρώσατο. ‌πρωΐας ‌δὲ ‌γενομένης, ‌πάσας ‌τὰς ‌ἐν ‌τῷ ‌μοναστηρίῳ ‌ἐπληροφόρει, ‌τὰ ‌τῆς ‌ὑάσεως ‌αὐτοῦ ‌ἀναβοῶν ‌εὐαγγέλια. ‌καὶ ‌πασῶν ‌ἐπὶ ‌τὸ ‌αὐτὸ ‌συνδραμουσῶν ‌καὶ ‌τὴν ‌αὑτίαν ‌μαθεῖν ‌ἐπιθυμουσῶν, ‌αὐτὸς ‌ἐκ ‌τοῦ ‌κόλπου ‌τὸ ‌δῶρον ‌ἐξήνεγκεν. ‌τοῦτο ‌δὲ ‌ἦν ‌ὁ ‌ὄνυξ ‌τοῦ ‌μεγάλου ‌δακτύλου ‌τοῦ ‌τῆς ‌ὁσίας ‌ποδὸς ‌μικρῷ ‌`ράκει ‌ἐνειλημμένος. ‌ἀπῆλθεν ‌οὖν ‌ὁ ‌ἀνὴρ ‌ὑγιὴς, ‌τὸν ‌θεὸν ‌δοξάζων ‌καὶ ‌τῆς ‌ὁσίας ‌ἀνακηρύττων ‌τὰ ‌θαύματα.
  ‌
30. ‌ἄλλοτε ‌τῆς ‌ἁγίας ‌αὐτῆς ‌μνήμης ‌ἐπιτελουμένης ‌καὶ ‌συνδρομῆς ‌λαοῦ ‌πολλοῦ ‌γεγενημένης, ‌γυνή ‌τις ‌ὀνόματι ‌Θεοδότη ‌τὴν ‌χεῖρα ‌ἐξηραμμένην ‌ἔχουσα, ‌τῆς ‌ὑάσεως ‌τυχεῖν ‌καθικέτευεν. ‌μία ‌τοίνυν ‌τῶν ‌ἀδελφῶν ‌ταύτης ‌κρατήσασα ‌καὶ ‌ὑπὸ ‌τὴν ‌μασχάλην ‌τῆς ‌ὁσίας ‌ἐν ‌τῷ ‌γλωσσοκόμῳ ‌ὑποβαλοῦσα, ‌ὑγιὴς ‌καὶ ‌ὁλόκληρον ‌ταύτην ‌τῇ ‌τοῦ ‌κυρίου ‌ἐξήγαγεν ‌χάριτι. ‌καὶ ‌ἑτέρα ‌δὲ ‌γυνὴ ‌κρυπτὸν ‌πνεῦμα ‌ἔχουσα ‌καὶ ‌ἐπὶ ‌ἱκανὰς ‌
[p. ‌223]ἡμέρας ‌παραμείνασα, ‌ἄπρακτος ‌εὑς ‌τὸν ‌ἴδιον ‌οἶκον ‌μετὰ ‌λύπη ‌ὑπέστρεψεν. ‌ὁρᾷ ‌οὖν ‌τὴν ‌ἁγίαν ‌καθ' ‌ὕπνους ‌τοιαῦτα ‌πρὸς ‌αὐτὴν λέγουσαν·; ‌<<σὺ ‌δόλον ‌τῷ ‌ἀνδρί ‌σου ‌ἐποίησας ‌καὶ ‌τὴν ‌ψυχήν ‌σου ‌δεινῶς ‌ἐθανάτωσας·; ‌τοιγαροῦν ‌ἀπελθοῦσα ‌τὸ ‌σφάλμα ‌ἐξάγγειλον. ‌κἀγώ ‌σε ‌τῆς ‌τοῦ ‌πονηροῦ ‌δαίμονος ‌ἀπολύσω ‌παρενοχλήσεως.>> ‌ταῦτα ‌ἐκείνη ‌ἀκούσασα ‌καὶ ‌ποιήσασα, ‌ὑγιὴς ‌ἐν ‌κυρίῳ ‌γεγένηται. ‌γυνὴ ‌δέ ‌τις ‌ὑπομάζιον ‌παῖδα ‌φέρουσα ‌ἔχοντα ‌τόν ‌τε ‌ὀφθαλμὸν ‌τὸν ‌δεξιὸν ‌ἐσβεσμένον ‌καὶ ‌τὴν ‌χεῖρα ‌καὶ ‌τὸν ‌πόδα ‌κεκρατημένον ‌καὶ ‌ἀνενέργητον, ‌τῇ ‌ὑαματοφόρῳ ‌τῆς ‌ὁσίας ‌τοῦτο<ν> ‌ἐπέρριψε ‌λάρνακι. ‌μετ' ‌ὀλίγας ‌οὖν ‌ἡμέρας ‌ὑγιῆ ‌τοῦτον ‌λαβοῦσα, ‌εὑς ‌τὸν ‌ἴδιον ‌οἶκον ‌ὑπέστρεψεν ‌χαίρουσα.

31. ‌ἑτέρα ‌δὲ ‌γυνὴ ‌φλεγμονὴν ‌μεγίστην ‌περὶ ‌τοὺς ‌ὀφθαλμοὺς ‌παθοῦσα, ‌ὥστε ‌κρέμασθαι ‌αὐτοὺς ‌μήλων ‌δίκην, ‌πρὸς ‌τὴν ‌τῆς ‌ἁγίας ‌ἐπέστη ‌σορόν·; ‌καὶ ‌τὴν ‌κεφαλὴν ‌ἐπάνω ‌τοῦ ‌ἁγίου ‌ἐπιθεῖσα ‌λειψάνου, ‌τῆς ‌ὑγείας ‌ἐπιτυχεῖν ‌ἐλιτάνευεν·; ‌ἐπὶ ‌δύο ‌οὖν ‌ἢ ‌τρεῖς ‌ἡμέρας ‌παραμείνασα, ‌ὑγιὴς ‌ἐν ‌κυρίῳ ‌γεγένηται, ‌τῶν ‌ὀφθαλμῶν ‌αὐτῆς ‌εὑς ‌τὴν ‌προτέραν ‌ἐλθόντων ‌κατάστασιν. ‌παιδίον ‌δὲ ‌ὡς ‌ἐτῶν ‌δύο ‌καὶ ‌δέκα ‌ἔχον ‌τὰς ‌χεῖρας ‌καὶ ‌τοὺς ‌πόδας ‌ἐψυγμένους, ‌τῷ ‌τάφῳ ‌τῆς ‌ὁσίας ‌προσερρύη. ‌οὔπω ‌δὲ ‌ὀλίγων ‌παρελθουσῶν ‌ἡμερῶν, ‌ἐπισκέψεως ‌θείας ‌ὁ ‌παῖς ‌ἀξιωθεὶς, ‌οὑκείοις ‌ποσὶ ‌περιπατῶν ‌εὑς ‌τὰ ‌ἴδια ‌ὑπέστρεψεν, ‌τὴν ‌μεγίστην ‌τῆς ‌ὁσίας ‌θαυματουργίαν ‌πάντων ‌ἐπ' ‌αὐτῷ ‌καταπλαγέντων. ‌

32. ‌κόρη ‌δέ ‌τις, ‌Μαρία ‌μὲν ‌προσαγορευομένη, ‌τῷ ‌δὲ ‌μοναστηρίῳ ‌οὑκοῦσα, ‌πάθος ‌δεινὸν ‌περὶ ‌τὸν ‌τράχηλον ‌ἔσχηκεν. ‌ᾕτινι ‌κατ' ‌ὄναρ ‌ἡ ‌ὁσία ‌ἐπιφανεῖσα ‌ἔφη·; ‌<<τὸ ‌στιχάριόν ‌μου ‌τὸ ‌τρίχινον ‌λαβοῦσα ‌ἐν ‌ᾧ ‌πάσχεις ‌ἐπίθες ‌τόπῳ.>> ‌ὅπερ ‌ἐκείνη, ‌ἔξυπνος ‌γενομένη, ‌ποιήσασα, ‌πάραυτα ‌τῆς ‌ὑάσεως ‌θαυμασίως ‌ἐπέτυχεν. ‌Μαρίνα ‌δὲ, ‌ἡ ‌ἀνωτέρω ‌μνημονευθεῖσα, ‌πάθος ‌δεινὸν ‌ἐν ‌τῇ ‌κοιλίᾳ ‌ἐπὶ ‌πολλοὺς ‌χρόνους ‌ἐκέκτητο·; ‌φύλλον ‌οὖν ‌δάφνης ‌λαβοῦσα ‌ἐκ ‌τῶν ‌ἐν ‌τῷ ‌γλωσσοκόμῳ ‌τότε ‌κειμένων ‌καὶ ‌τῷ ‌πάθει ‌τρεῖς ‌ἡμέρας ‌ἐπιθεμένη, ‌τέλειαν ‌τὴν ‌ὑγείαν ‌ἐκαρπώσατο. ‌ ‌

33. ‌ταῦτα ‌ὅσον ‌ὑπόμνησιν ‌μόνην ‌τοῖς ‌φιλοθέοις ‌ὑμῖν ‌παρασχεῖν ‌μετρίως ‌παρ' ‌ἡμῶν ‌ἤδη ‌λέλεκται·; ‌καθ' ‌ἔπος ‌γὰρ ‌πάντα ‌οὐκ ‌ἐμοὶ ‌μόνον ‌ἀδύνατον ‌διηγήσασθαι, ‌ἀλλ' ‌οὐδὲ ‌τοῖς ‌λίαν ‌ὑπὲρ ‌ἐμὲ ‌ὑπεραναβεβηκόσι ‌τὸν ‌βίον ‌καὶ ‌τούτῳ ‌τὸν ‌λόγον ‌κεκτημένοις ‌ἐξισούμενον. ‌βραχὺς ‌δὲ ‌λίαν ‌ὢν ‌καὶ ‌λόγου ‌ὑψηγορικοῦ ‌παντελῶς ‌ἀμοιρῶν, ‌τῇ ‌μικρᾷ ‌ταύτῃ ‌διακονίᾳ ‌ἐμαυτὸν ‌ἐκδέδωκα, ‌οὐ ‌πλάσμασί ‌τισιν ‌ἐξακολουθήσας ‌τὸ ‌σύνολον, ‌ἀλλ' ‌οἷσπερ ‌αὐτὸς ‌ἐγώ ‌τε ‌οὑκείοις ‌ἐθεασάμην
[p. ‌ ‌224]ὄμμασι, ‌καὶ ‌γυναιξὶν ‌ὁσίαις ‌ἀληθείας ‌λόγον ‌ἐρευγομέναις ‌καὶ ‌τῇ ‌πανολβίῳ ‌μητρὶ ‌ἡμῶν ‌ἐν ‌παντὶ ‌τῷ ‌τῆς ‌ζωῆς ‌αὐτῆς ‌συνδιαπρεψάσαις ‌βίῳ ‌καὶ ‌πάντα ‌τὰ ‌αὐτῆς ‌καλῶς ‌ἐπισταμέναις ‌καταπειθήσας. ‌ὧν ‌τὸν ‌βίον ‌καὶ ‌τὴν ‌ἐνάρετον ‌πολιτείαν ‌μεγίστην ‌οὖσαν ‌καὶ ‌ὠφελείας ‌πρόξενον ‌ἐν ‌καιρῷ ‌τῷ ‌προσήκοντι ‌ἄλλοις ‌γράψαι ‌παρήσωμεν.

34. ‌σὺ ‌δέ, ‌ὦ ‌μακαρία ‌καὶ ‌τῆς ‌ἀθανασίας ‌ἐπώνυμε ‌καὶ ‌τῶν ‌θεοειδῶν ‌ἀγγέλων ‌συνόμιλε ‌--- ‌ἡ ‌καλῶς ‌διὰ ‌Χριστὸν ‌πτωχεύσασα ‌καὶ ‌χαρίσμασιν ‌ἐνθέοις ‌πλουτήσασα, ‌ἡ ‌διηνεκῶς ‌πενθήσασα ‌καὶ ‌τὴν ‌ἐκεῖσε ‌εὑροῦσα ‌παράκλησιν, ‌ἡ ‌τῇ ‌πραότητι ‌ὡραϊσθεῖσα ‌καὶ ‌τὴν ‌τῶν ‌πραέων ‌γῆν ‌ἁπολαβοῦσα, ‌ἡ ‌ἐν ‌λιμῷ ‌καὶ ‌δίψει ‌πολιτευσαμένη ‌καὶ ‌τὴν ‌ἀδιάρρευστον ‌τρυφὴν ‌εὑρομένη, ‌ἡ ‌ἐλεήμονα ‌κτησαμένη ‌ψυχὴν ‌καὶ ‌μεγάλως ‌ὑπὸ ‌θεοῦ ‌ἐλεηθεῖσα, ‌ἡ ‌καθαρότητι ‌καρδίας ‌τὰς ‌λαμπηδόνας ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌δεξαμένη, ‌ἡ ‌ἐκ ‌παθῶν ‌τὴν ‌ψυχὴν ‌εὑρηνεύσασα ‌καὶ ‌τοῦ ‌ἁγίου ‌δειχθεῖσα καταγώγιον ‌πνεύματος, ‌ἡ, ‌ὡς ‌ἔπος ‌εὑπεῖν, ‌πάντων ‌τῶν ‌ἀγαθῶν ‌θησαυρὸς ‌γενομένη ‌καὶ ‌διὰ ‌τοῦτο ‌ἀρρήτου ‌φωτὸς ‌καταξιουμένη, ‌ταῖς ‌τῶν ‌ὁσίων ‌ἀγέλαις ‌συναγελάζουσα ‌καὶ ‌ταῖς ‌τῶν ‌δικαίων ‌χορείαις ‌περιχαρῶς ‌συγχορεύουσα ‌--- ‌μέμνησο ‌ἡμῶν ‌τῶν ‌ἐπὶ ‌σοὶ ‌κατακαλλυνομένων, ‌μέμνησο·; ‌περίεπέ ‌σου ‌ὅπερ ‌οὑκείοις ‌ἱδρῶσι ‌συνεστήσω ‌ποίμνιον·; ‌ἐπόπτευε ‌ἡμῶν ‌τὴν ‌ζωὴν ‌πολλαῖς ‌τρικυμίαις ‌τοῦ ‌βίου ‌κυματουμένην, ‌ὡς ‌ἂν, ‌εὐχαῖς ‌σου ‌ὁσίως ‌βιώσαντες ‌καὶ ‌τῶν ‌τοῦ ‌διαβόλου ‌παγίδων ‌δειχθέντες ‌ἀνώτεροι, ‌σὺν ‌σοὶ ‌τῶν ‌αὑωνίων ‌ἀγαθῶν ‌ἀξιωθείημεν ‌χάριτι ‌καὶ ‌φιλανθρωπίᾳ ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ. ‌μεθ' ‌οὗ ‌τῷ ‌πατρὶ ‌ἅμα ‌τῷ ‌ἁγίῳ ‌πνεύματι ‌δόξα, ‌τιμὴ ‌καὶ ‌προσκύνησις ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν. ‌

**********************************************************