Saint: ELIAS OF HELIOPOLIS (# 110)
Edition: ‌ed. ‌A. ‌Papadopoulos-Kerameus, ‌Sylloge ‌PPSb ‌19.3 ‌(1907), ‌42-59.

[p. ‌42]
μηνὶ ‌Φεβρουαρίῳ ‌α'.

ὑπόμνημα ‌καθ' ‌ἱστορίαν ‌τῆς ‌ἀθλήσεως ‌τοῦ ‌ἁγίου ‌μεγαλομάρτυρος ‌'Ηλία ‌τοῦ ‌νέου, ‌τοῦ ‌ἀπὸ ‌`Ηλιουπολιτῶν, ‌ἐν ‌Δαμασκῷ ‌μαρτυρήσαντος.

 
1. ‌τὴν ‌τῶν ‌πολλῶν ‌ἀντιλογίαν ‌ἢ ‌δυσπιστίαν ‌περὶ ‌τῶν ‌ἁγίων ‌μεγαλομαρτύρων ‌ἤδη ‌προανεσκευασάμεθα, ‌τῆς ‌δυσσεβείας ‌ἀποκαθάραντες ‌ἐν ‌ταῖς ‌προλαβούσαις ‌ἡμῖν ‌δυσὶν ‌ἱστορίαις ‌τοὺς ‌πιστούς·; ‌νυνὶ ‌δὲ ‌κἀν ‌ταύτῃ, ‌τρίτῃ ‌μετ' ‌ἐκείνας ‌οὔση, ‌προλαμβάνομεν, ‌τὴν ‌ἀεὶ ‌διδομένην ‌ἄφεσιν ‌τοῖς ‌ἁμαρτωλοῖς ‌παραμυθίαν ‌τε ‌καὶ ‌παράκλησιν ‌πᾶσι ‌προσφωνοῦντες, ‌τοῖς ‌ὅλως ‌ἔχουσι ‌κἂν ‌μικρὰν ‌ἐλπίδα ‌σωτηρίας.

 
2. ‌ἐν ‌γοῦν ‌τῷ ‌κατὰ ‌Λουκᾶν ‌εὐαγγελίῳ ‌ἀναγέγραπται ‌ὅτι ‌"ἠρώτα ‌τις ‌τῶν ‌Φαρισαίων" ‌τὸν ‌κύριον ‌ἡμῶν ‌'Ιησοῦν ‌Χριστόν, ‌"ἵνα ‌φάγῃ ‌μετ' ‌αὐτοῦ·; ‌καὶ ‌εὑσελθὼν ‌εὑς ‌τὴν ‌οὑκίαν ‌τοῦ ‌Φαρισαίου ‌ἀνεκλίθη, ‌καὶ ‌ὑδοὺ ‌γυνὴ ‌ἐν ‌τῆ ‌πόλει, ‌ἥτις ‌ἦν ‌ἁμαρτωλός, ‌γνοῦσα ‌ὅτι ‌ἀνάκειται ‌ἐν ‌τῇ ‌οὑκίᾳ ‌τοῦ ‌Φαρισαίου, ‌κομίσασα ‌ἀλάβαστρον ‌μύρου, ‌στᾶσα ‌παρὰ ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌ὀπίσω ‌κλαίουσα, ‌ἤρξατο ‌βρέχειν ‌τοὺς ‌πόδας ‌αὐτοῦ, ‌καὶ ‌ταῖς ‌θριξὶ ‌τῆς ‌κεφαλῆς ‌αὑτῆς ‌ἐξέμαξε ‌καὶ ‌κατεφίλει ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌καὶ ‌ἤλειφε ‌τῷ ‌μύρῳ. ‌ ‌ὑδὼν
[p. ‌43]δὲ ‌ὁ ‌Φαρισαῖος ‌ὁ ‌καλέσας ‌αὐτὸν ‌εἶπεν ‌ἐν ‌ἑαυτῷ·; ‌<< ‌οὗτος, ‌εὑ ‌ἦν ‌προφήτης, ‌ἐγίνωσκε ‌τίς ‌καὶ ‌ποταπὴ ‌ἡ ‌γυνή, ‌ἥτις ‌ἅπτεται ‌αὐτοῦ, ‌ὅτι ‌ἁμαρτωλός ‌ἐστι.>> ‌ ‌καὶ ‌ἀποκριθεὶς ‌ὁ ‌'Ιησοῦς ‌εἶπεν ‌πρὸς ‌αὐτόν·; ‌<< ‌Σίμων, ‌{Σίμων,} ‌ἔχω ‌σοί ‌τι ‌εὑπεῖν.>> ‌ ‌ὁ ‌δέ ‌φησι·; ‌<< ‌διδάσκαλε, ‌εὑπέ.>> ‌<< ‌δύο ‌χρεωφειλέται ‌ἦσαν ‌δανειστῇ ‌τινι. ‌ ‌ὁ ‌εἷς ‌ὤφειλε ‌δηνάρια ‌πεντακόσια, ‌ὁ ‌δὲ ‌ἕτερος ‌πεντήκοντα. ‌ ‌μὴ ‌ἐχόντων ‌δὲ ‌αὐτῶν ‌ἀποδοῦναι, ‌ἀμφοτέροις ‌ἐχαρίσατο. ‌ ‌τίς ‌οὖν ‌αὐτῶν ‌πλέον ‌ἀγαπήσει;>> ‌ἀποκριθεὶς ‌δὲ ‌ὁ ‌Σίμων ‌εἶπεν·; ‌<< ‌ὑπολαμβάνω, ‌ὅτι ‌ᾧ ‌τὸ ‌πλεῖον ‌ἐχαρίσατο.>> ‌ ‌ὁ ‌δὲ ‌εἶπεν ‌αὐτῷ·; ‌<< ‌ὀρθῶς ‌ἔκρινας.>> ‌ ‌καὶ ‌στραφεὶς ‌πρὸς ‌τὴν ‌γυναῖκα ‌τῷ ‌Σίμωνι ‌ἔφη·; ‌<< ‌βλέπεις ‌ταύτην ‌τὴν ‌γυναῖκα; ‌εὑσῆλθόν ‌σου ‌εὑς ‌τὴν ‌οὑκίαν, ‌ὕδωρ ‌εὑς ‌τοὺς ‌πόδας ‌μου ‌οὐκ ‌ἔδωκας, ‌αὕτη ‌δὲ ‌τοῖς ‌δάκρυσιν ‌ἔβρεξέ ‌μου ‌τοὺς ‌πόδας ‌καὶ ‌ταῖς ‌θριξὶν ‌αὑτῆς ‌ἐξέμαξε. ‌ ‌φίλημά ‌μοι ‌οὐκ ‌ἔδωκας·; ‌αὕτη ‌δέ, ‌ἀφ' ‌ἧς ‌εὑσῆλθον, ‌οὐ ‌διέλιπεν ‌καταφιλοῦσά ‌μου ‌τοὺς ‌πόδας. ‌ ‌ἐλαίῳ ‌τὴν ‌κεφαλήν ‌μου ‌οὐκ ‌ἤλειψας, ‌αὕτη ‌δὲ ‌μύρῳ ‌ἤλειψέ ‌μου ‌τοὺς ‌πόδας·; ‌οὗ ‌χάριν ‌λέγω ‌σοι, ‌ἀφέωνται ‌αὐτῆς ‌αἱ ‌ἁμαρτίαι, ‌διότι ‌ἠγάπησε ‌πολύ·; ‌ᾧ ‌δὲ ‌ὀλίγον ‌ἀφίεται, ‌ὀλίγον ‌ἀγαπᾷ.>> ‌ ‌εἶπεν ‌δὲ ‌αὐτῇ·; ‌<< ‌ἀφέωνταί ‌σου ‌αἱ ‌ἁμαρτίαι.>> ‌ ‌καὶ ‌ἤρξαντο ‌οἱ ‌συνανακείμενοι ‌αὐτῷ ‌λέγειν ‌ἐν ‌ἑαυτοῖς·; ‌<< ‌τίς ‌οὗτός ‌ἐστιν, ‌ὃς ‌καὶ ‌ἁμαρτίας ‌ἀφίησιν;>> ‌ ‌εἶπεν ‌δὲ ‌πρὸς ‌τὴν ‌γυναῖκα·; ‌<< ‌ἡ ‌πίστις ‌σου ‌σέσωκέ ‌σε, ‌πορεύου ‌ἐν ‌εὑρήνῃ.>>" ‌ ‌εὑ ‌γοῦν ‌ἁμαρτωλὸς ‌ἦν ‌ἡ ‌γυνή, ‌ὡς ‌ἤκουσας, ‌διὰ ‌δὲ ‌τὰ ‌δάκρυα ‌ἐκεῖνα ‌καὶ ‌τὸ ‌βαλεῖν ‌τὸ ‌μύρον ‌ἀφῆκεν ‌αὐτῇ ‌ὁ ‌φιλάνθρωπος ‌'Ιησοῦς ‌τὰς ‌ἁμαρτίας ‌αὐτῆς ‌τὰς ‌πολλάς, ‌τούτοις ‌τοῖς ‌νεομάρτυσι ‌διὰ ‌τὰς ‌πολλὰς ‌θλίψεις ‌αὐτῶν ‌καὶ ‌τὴν ‌ἔκχυσιν ‌τοῦ ‌ὑδίου ‌αἵματος ‌οὐ ‌δοκεῖς ‌ἀφεθῆναι ‌τὰς ‌τυχὸν ‌μεγάλας ‌ἢ ‌μικρὰς ‌ἁμαρτίας ‌αὐτῶν; ‌ ‌κρίνατε ‌ὑμεῖς, ‌οἵτινες ‌ὡς ‌Φαρισαῖοι ‌διαλογίζεσθε, ‌εὑ ‌ἀφεθῇ ‌τοῖς ‌νεομάρτυσι ‌τὰ ‌παραπτώματα·; ‌κατὰ ‌γὰρ ‌καὶ ‌τοὺς ‌ἄλλους ‌εὐαγγελιστάς, ‌ὡς ‌σαφέστερον ‌ἐν ‌τῷ ‌κατὰ ‌Ματθαῖον ‌ἔγνωμεν, ‌οὐ ‌δεῖ ‌κόπους ‌παρέχειν ‌τῇ ‌ὡς ‌νῦν ‌γυναικὶ ‌ψυχῇ ‌ἡμῶν, ‌ἔργον ‌τοῦτο ‌γινώσκουσιν, ‌ὅτι ‌καλὸν ‌εὑργάσατο.

[p. ‌44]

 3. ‌καί ‌γε ‌οὗτος ‌ὁ ‌προκείμενος ‌ἡμῖν ‌μέγας ‌νεομάρτυς ‌οὐχ ‌ὡς ἡμεῖς ‌εὑς ‌τοὺς ‌πτωχοὺς ‌τῶν ‌ἁγίων ‌ποιοῦντες ‌καὶ ‌κοινωνοῦντες ‌διὰ ‌φιλοφροσύνην ‌τοῖς ‌αὐτῶν ‌παθήμασιν, ‌ἀλλ' ‌εὑς ‌ἑαυτὸν ‌ἀνέστη ‌ἔσθ' ‌ὅτε ‌μύρον ‌βάλλων ‌κατὰ ‌τοῦ ‌σώματος, ‌τὸ ‌ἴδιον ‌αὐτοῦ ‌αἷμα, ‌πρὸς ‌τὸν ‌ἐνταφιασμὸν ‌τοῦ ‌μεγάλου ‌θεοῦ ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ ‌καὶ ‌σωτῆρος. ‌ ‌τούτου ‌ἕνεκεν ‌εὑρήσεται ‌καὶ ‌νῦν ‌<ὡς> ‌τότε ‌Χριστός·; ‌"ἀμὴν ‌λέγω ‌ὑμῖν, ‌ὅτι ‌ὅπου ‌ἐὰν ‌κηρυχθῇ ‌τὸ ‌εὐαγγέλιον ‌τοῦτο ‌ἐν ‌ὅλῳ ‌τῷ ‌κόσμῳ, ‌λαληθήσεται ‌καὶ ‌ὃ ‌ἐποίησεν ‌οὗτος ‌ὡς ‌ἐκείνη ‌εὑς ‌μαρτύριον ‌αὐτοῦ." ‌ ‌ἀλλὰ ‌μηδαμῶς ‌ὀνειδισθείημεν ‌ὡς ‌ἐκεῖνος ‌ὁ ‌Φαρισαῖος ‌συγκαλούμενοι ‌Χριστόν, ‌μᾶλλον ‌δὲ ‌συγκαλοῦντος ‌ἡμᾶς ‌Χριστοῦ ‌φαγεῖν ‌τὸν ‌ἄρτον ‌ἐν ‌ἐκκλησίᾳ ‌αὑτοῦ, ‌τὸ ‌πανάγιον ‌αὐτοῦ ‌καὶ ‌ζωοποιὸν ‌σῶμα, ‌καὶ ‌ὡς ‌πρὸς ‌ἐκεῖνον ‌λέγοντος·; ‌"καὶ ‌ὕδωρ, ‌ὃ ‌ποτήριον ‌ψυχροῦ ‌γέγραπται, ‌ἐπὶ ‌τοῦ ‌σταθέντος ‌τῇ ‌ὁδῷ ‌τοῦ ‌μαρτυρίου ‌εὑς ‌ὄνομα ‌μαθητοῦ ‌οὐκ ‌ἐποτίσατε·; ‌οὗτοι ‌δὲ ‌<οἱ> ‌νεομάρτυρες ‌τοῖς ‌δάκρυσι ‌καὶ ‌κρουνοῖς ‌τῶν ‌αἱμάτων ‌ἅμα ‌τε ‌τοὺς ‌πόδας ‌καὶ ‌ὅλην ‌τὴν ‌σάρκα ‌ἐξέμαξαν. ‌ ‌φίλημά ‌μοι ‌τῆς ‌πρὸς ‌ἀλλήλους ‌ἀγάπης ‌οὐκ ‌ἐδώκατε, ‌οὗτοι ‌δὲ ‌καὶ ‌τὴν ‌ψυχὴν ‌ἑαυτῶν ‌ὑπὲρ ‌τῆς ‌πίστεως ‌τέθεικαν. ‌ ‌ἐλαίῳ ‌φιλανθρωπίας, ‌τῆς ‌εὑς ‌τοὺς ‌ὁμογενεῖς ‌ἐλεημοσύνης, ‌τὴν ‌κεφαλήν ‌μου ‌οὐκ ‌ἠλείψατε·; ‌οὗτοι ‌δὲ ‌ξίφει ‌τὴν ‌κεφαλὴν ‌δι' ‌ἐμὲ ‌ἀπετμήθησαν. ‌ ‌τούτου ‌χάριν ‌εἴρηται·; ‌<< ‌ἀφέωνται ‌αὐτῶν ‌αἱ ‌ἁμαρτίαι ‌, ‌κἂν ‌πολλαὶ ‌καὶ ‌πλείους ‌εὑσίν, ‌ὅτι ‌ἠγάπησαν ‌πολύ, ‌ἢ ‌ὑμῖν ‌τοῖς ‌τὰ ‌μάταια ‌καυχωμένοις ‌λόγῳ ‌ἀγαπᾶν.>>

 
4. ‌καὶ ‌κηρυχθήσεται ‌ἐν ‌ὅλῳ ‌τῷ ‌κόσμῳ ‌ὃ ‌ἐποίησε ‌καὶ ‌οὗτος ‌εὑς ‌μαρτύριον ‌αὑτοῦ·; ‌τί ‌δὲ ‌ἐποίησε ‌συγγράψομαι ‌ἐξ ‌αὐτῆς, ‌τὴν ‌χάριν ‌αὐτοῦ ‌ἐπικαλεσάμενος ‌καὶ ‌τὴν ‌ἐπίπνοιαν ‌τοῦ ‌παναγίου ‌πνεύματος ‌τῇ ‌ἀνοίξει ‌τοῦ ‌στόματος ‌ἐφελκόμενος·; ‌καὶ ‌μελλήσω ‌δὲ ‌διὰ ‌τὸ ‌πολλοὺς ‌ἐπιποθεῖν ‌ἀκούειν ‌ἐν ‌συντόνῳ ‌προσοχῇ ‌καὶ ‌ἐντελέστερον ‌τὰ ‌περὶ ‌αὐτοῦ ‌διηγήσασθαι, ‌οὐ ‌προκρίνων ‌συλλογισμῶν ‌περιπλοκὰς ‌καὶ ‌ἐγκωμίων ‌διασκευάς, ‌ἀλλὰ ‌τὰ ‌πράγματα ‌ὡς ‌ἐγένοντο ‌
[p. ‌45]ἁπλῇ ‌φράσει, ‌πρὸς ‌τὸ ‌<εἶναι> ‌πᾶσιν ‌τῇ ‌παρούσῃ ‌ἱστορίᾳ ‌τὸ ‌εὐπειθὲς ‌καὶ ‌εὔελπι ‌τοῦ ‌εὐφρανθῆναι ‌τὴν ‌εὐφροσύνην, ‌ἐφ' ‌ᾗ ‌εὐφρανθῆναι ‌ἔδει, ‌καὶ ‌χαρῆναι ‌πᾶσαν ‌ψυχὴν ‌εὐσεβῆ ‌καὶ ‌φιλόθεον, ‌ὅτι ‌ὁ ‌υἱὸς ‌ἡμῶν ‌οὗτος ‌τῆς ‌ἐνεγκαμένης ‌αὐτὸν ‌πατρίδος ‌οὐχὶ ‌νεκρὸς ‌ἦν ‌καὶ ‌ἀνέζησεν, ‌ἀλλ' ‌ὅτι ‌ζῶν ‌ἦν ‌καὶ ‌νενέκρωται ‌διὰ ‌τὴν ‌ἐναποκειμένην ‌ἐλπίδα ‌ἐν ‌τοῖς ‌οὐρανοῖς. ‌ ‌διό, ‌διαστολῆς ‌ἐντιθεμένης, ‌ὡς ‌ἀρχῇ ‌τὸν ‌λόγον ‌ἐνθήσω ‌καὶ ‌ἀπεντεῦθεν ‌ὅπως ‌εἶχε ‌περιπετείας ‌σὺν ‌πάσῃ ‌ἀληθείᾳ ‌διηγήσομαι.

 
5. ‌οὗτος ‌ὁ ‌ἅγιος ‌νεομάρτυς ‌καὶ ‌τοῦ ‌Χριστοῦ ‌ἀθλητὴς ‌'Ηλίας ‌γένους ‌μὲν ‌ἦν ‌τῶν ‌αὐτοχθόνων ‌πρὸς ‌τῷ ‌Λιβάνῳ ‌τῆς ‌δευτέρας ‌Φοινίκης ‌εὐσεβεστάτων ‌`Ηλιουπολιτῶν, ‌ἀνατροφῆς ‌χριστιανικῆς ‌καὶ ‌βίου ‌ὑδιωτικοῦ, ‌τέχνην ‌μετερχόμενος ‌ἣν ‌καλοῦσι ‌τεκτονικήν, ‌τὰ ‌μέτρια ‌τῶν ‌ξύλων ‌ἐγχειριζόμενος. ‌ ‌οὗτος ‌μετὰ ‌μητρὸς ‌ἐνδεοῦς ‌καὶ ‌ἀδελφῶν ‌δύο ‌καταλιπὼν ‌`Ηλιούπολιν ‌τὴν ‌ἑαυτοῦ ‌πατρίδα, ‌μετανίσταται ‌εὑς ‌Δαμασκὸν ‌μητρόπολίν ‌τε ‌οὖσαν ‌καὶ ‌μεγάλην, ‌ἐν ‌ᾗ ‌διαζῆν ‌εὐχερέστερον ‌ἤλπισεν. ‌ ‌καὶ ‌δὴ ‌αὐτόθι ‌γενόμενος ‌ἐκμισθοῦται ‌πρός ‌τινα ‌Σύρον ‌μὲν ‌ὄντα ‌τῷ ‌γένει, ‌παράσιτον ‌δὲ ‌καὶ ‌προσανακείμενόν ‌τινι ‌τῶν ‌'Αράβων, ‌καὶ ‌ἐκ ‌τούτου ‌διαρκεῖ ‌πρὸς ‌αὐτὸν ‌ἔτη ‌δύο ‌κατὰ ‌τὴν ‌αὐτὴν ‌τέχνην ‌μετερχόμενος·; ‌κατ' ‌ἐπήρειαν ‌δὲ ‌τοῦ ‌διαβόλου ‌καὶ ‌συναινέσει ‌τοῦ ‌῎Αραβος ‌ὁ ‌μὲν ‌παράσιτος ‌Σύρος ‌ἀφίσταται ‌τῆς ‌πίστεως ‌Χριστοῦ, ‌ἐμμένει ‌δὲ ‌τὴν ‌τέχνην ‌ἐγχειριζόμενος ‌καὶ ‌παῖς ‌ὢν ‌'Ηλίας ‌ὁ ‌νῦν ‌μεγαλομάρτυς, ‌ἀγνοήσας ‌τὰ ‌νοήματα ‌τοῦ ‌πονηροῦ, ‌παραμένει ‌τῷ ‌ἀποστάτῃ ‌ἐκμεμισθωμένος ‌τῇ ‌τέχνῃ.

 
6. ‌μετ' ‌οὐ ‌πολὺν ‌δὲ ‌χρόνον ‌ὁ ‌μὲν ‌῎Αραψ, ‌ὁ ‌ἀντιλήπτωρ ‌τοῦ ἀποστάτου, ‌ὃν ‌εἶχεν ‌υἱὸν ‌μνηστευσάμενος ‌ἀποθνῇσκει·; ‌ὁ ‌δὲ ‌υἱὸς ‌αὐτοῦ ‌μετὰ ‌ταῦτα ‌γεννήσας ‌παιδίον ‌[καὶ] ‌παραινέσει ‌τῶν ‌συμπαικτῶν ‌αὐτοῦ ‌ποιεῖ ‌τὰ ‌γενέθλια ‌τοῦ ‌παιδίου, ‌δεῖπνον ‌ἑτοιμασάμενος·; ‌καὶ ‌τοῦ ‌δείπνου ‌τελουμένου ‌καὶ ‌τοῦ ‌ἀποστάτου ‌εὐωχουμένου, ‌προσκαλοῦνται ‌'Ηλίαν ‌τὸν ‌μεγαλομάρτυρα ‌πρὸς ‌ὑπηρεσίαν·; ‌ἦν ‌δὲ ‌'Ηλίας ‌ὡσεὶ ‌ἐτῶν ‌δώδεκα. ‌ ‌ὑπηρέτει ‌οὖν ‌ἀστειευόμενος ‌καὶ ‌συγχαίρων ‌τῷ ‌δείπνῳ ‌ὡς ‌οἷά ‌τε ‌παῖς ‌ὑπάρχων ‌καὶ ‌ἀπονήρευτος. ‌
[p. ‌46]ἐπιστραφέντες ‌δὲ ‌οἱ ‌συνανακείμενοι ‌σὺν ‌τῷ ‌ἀντιλήπτορι ‌τοῦ ‌ἀποστάτου ‌λέγουσι ‌πρὸς ‌τὸν ‌μάρτυρα·; ‌<<πόθεν ‌εἶ, ‌παιδίον, ‌ὅτι ‌σε ‌ἀστεῖον ‌ὁρῶμεν ‌καὶ ‌συγχαῖρον ‌ἡμῖν;>> ‌ ‌ἀπεκρίθη ‌δὲ ‌ὁ ‌ἀποστάτης ‌ἀντιλαμβανόμενος ‌τὴν ‌ἀπόκρισιν·; ‌<<ἐκμεμισθωμένος ‌μοί ‌ἐστιν ‌ἐν ‌τῇ ‌τέχνῃ ‌μου, ‌ἀγαθὸς ‌δὲ ‌ὢν ‌ὡς ‌ὁρᾶτε.>> ‌διαλαβόντες ‌οὖν ‌ἐκεῖνοι ‌λέγουσιν ‌πρὸς ‌τὸν ‌ἅγιον·; ‌<<εὑ ‌θέλεις, ‌παιδίον, ‌ἀφίστασαι ‌καὶ ‌σὺ ‌τῆς ‌χριστιανικῆς ‌πίστεως ‌καὶ ‌γίνῃ ‌ὡς ‌ἡμεῖς, ‌συμμένων ‌οὐκέτι ‌ὡς ‌μισθωτὸς ‌τῷ ‌αὐθέντῃ ‌σου, ‌ἀλλ' ‌ὡς ‌υἱός.>> ‌ἀπεκρίθη ‌κατευθὺ ‌ὁ ‌ἅγιος·; ‌<<δειπνεῖν ‌συνήχθητε, ‌μὴ ‌γὰρ ‌δημηγορεῖν·; ‌ἄφετε ‌ταῦτα ‌λέγειν ‌μοι.>> ‌ ‌ἀνταπεκρίθησαν ‌ἐκεῖνοι·; ‌<<τέως ‌προσελθὼν ‌φάγε ‌μεθ' ‌ἡμῶν.>> ‌ ‌καὶ ‌προσελθὼν ‌ἐν ‌ἀκακίᾳ ‌ὁ ‌ἅγιος ‌καὶ ‌φαγὼν ‌διήρκει ‌τῇ ‌ὑπηρεσίᾳ, ‌καί ‌τινες ‌ἀναστάντες ‌τοῦ ‌δείπνου ‌ὠρχοῦντο, ‌καὶ ‌κρατήσαντες ‌τὸν ‌ἅγιον ‌συνορχεῖσθαι ‌παρεσκεύαζον·; ‌καὶ ‌δὴ ‌συστραφέντες ‌λύουσι ‌τὴν ‌ζώνην ‌τοῦ ‌ἁγίου ‌καὶ ‌`ρίπτουσιν ‌ἐκ ‌πλαγίου·; ‌τὸ ‌δὲ ‌ἔνθεν, ‌πρὸς ‌τὸ ‌μὴ ‌κωλύεσθαι ‌`ρᾳδίως ‌ἐκλύεσθαι ‌τὸ ‌σῶμα ‌πρὸς ‌τὴν ‌ὄρχησιν, ‌λύεται ‌δὲ ‌καὶ ‌τὸ ‌δεῖπνον ‌τῆς ‌πονηρᾶς ‌συσκευῆς.

 
7. ‌καὶ ‌τῆς ‌νυκτὸς ‌διελθούσης, ‌ἀναστὰς ‌τὸ ‌πρωὶ ‌ὁ ‌ἅγιος ‌μεγαλομάρτυς ‌'Ηλίας, ‌ἐπεὶ ‌κατὰ ‌τὸν ‌οἶκον ‌ἐκεκοίμηντο ‌ἅμα ‌πάντες ‌οἱ ‌συνδειπνήσαντες, ‌περιζώννυται ‌κατὰ ‌τὸ ‌ἔθος ‌τῆς ‌χριστιανικῆς ‌πολιτείας ‌τὴν ‌ὑδίαν ‌αὑτοῦ ‌ζώνην, ‌καὶ ‌νιψάμενος ‌τὸ ‌πρόσωπον ‌ἐξῄει ‌τοῦ ‌οἴκου ‌πορευόμενος ‌θεῷ ‌προσεύξασθαι. ‌ ‌ἐπικράξας ‌δέ ‌τις ‌ἐμπεφορημένος ‌τοῦ ‌ὀψινοῦ ‌μεθύσματος ‌λέγει·; ‌<<'Ηλία, ‌ποῦ ‌ὑπάγεις;>> ‌ ‌ἀνταπεκρίθη ‌ὁ ‌ἅγιος·; ‌<<ὑπάγω ‌εὔξασθαι.>> ‌διαλαβὼν ‌δέ ‌τις ‌ἕτερος ‌λέγει ‌τῷ ‌ἁγίῳ·; ‌<<καὶ ‌οὐκ ‌ὀψὲ ‌ἠρνήσω ‌τὴν ‌πίστιν ‌σου;>> ‌ ‌καταφρονήσας ‌οὖν ‌ὁ ‌ἅγιος ‌τοῦ ‌λόγου ‌καὶ ‌μηδ' ‌ἐπιστραφεὶς ‌πρὸς ‌τὸν ‌εὑπόντα, ‌ἀλλὰ ‌πορευθεὶς ‌εὑς ‌τὴν ‌προσευχήν, ‌κἀκεῖθεν ‌ὑποστρέψας ‌ἔρχεται ‌εὑς ‌τὸ ‌ἐργαστήριον ‌καὶ ‌εὑρίσκει ‌τὸν ‌ἀποστάτην. ‌ ‌καὶ ‌λέγει ‌αὐτῷ ‌κἀκεῖνος·; ‌<<ὄντως, ‌'Ηλία, ‌εὑ ‌μὴ ‌ὅτι ‌ἐγὼ ‌ἐκώλυσα ‌τοὺς ‌ἑταίρους ‌ἡμῶν, ‌ἔμελλον ‌ἂν ‌λυπῆσαί ‌σε ‌σήμερον, ‌ὅτι ‌λέγουσιν ‌ὀψὲ ‌ἠρνήσω ‌τὸν ‌Χριστόν·; ‌ἀλλ' ‌ἐργάζου ‌καὶ ‌ἔσο ‌ἄφοβος.>> ‌ ‌ταῦτα ‌ἀκούσας ‌ἐθαμβήθη ‌ὁ ‌ἅγιος, ‌καὶ ‌μικρὸν ‌ἡσυχάσας, ‌αὖθις ‌κατὰ ‌τὸν ‌
[p. ‌47]καιρὸν ‌τοῦ ‌ἀρίστου ‌ἀναχωρήσας ‌ἔρχεται ‌πρὸς ‌τοὺς ‌ἀδελφοὺς ‌αὑτοῦ ‌καὶ ‌διηγεῖται ‌αὐτοῖς ‌τὰ ‌συμβάντα ‌αὐτῷ·; ‌καὶ ‌γνώμης ‌γενόμενος ‌τοῦ ‌μείζονος ‌ἀδελφοῦ, ‌ἅμα ‌δὲ ‌καὶ ‌τῆς ‌μητρὸς ‌ἑαυτοῦ, ‌ἔρχονται ‌πρὸς ‌τὸν ‌ἀποστάτην ‌καὶ ‌λέγουσι ‌πρὸς ‌αὐτόν·; ‌<<ἄνθρωπε, ‌ὑδοὺ ‌ὁ ‌ἀδελφὸς ‌ἔτος ‌ἔχει ‌πρὸς ‌σὲ ‌καὶ ‌τοῦ ‌ἐκμισθώματος ‌αὐτοῦ ‌ὑπελείφθη ‌τι ‌παρὰ ‌σοί·; ‌δὸς ‌ἡμῖν ‌τὸ ‌δίκαιον ‌ἡμῶν ‌καὶ ‌ἀπελεύσεται ‌ὁ ‌ἀδελφὸς ‌ἡμῶν ‌ἀπὸ ‌σοῦ, ‌ὅτι ‌συνείδομεν ‌ἀπολῦσαι ‌αὐτὸν ‌εὑς ‌`Ηλιούπολιν ‌τὴν ‌πατρίδα ‌ἡμῶν.>> ‌ ‌ἀπεκρίθη ‌ὁ ‌ἀποστάτης ‌καὶ ‌λέγει·; ‌<<οὐκ ‌ἔχετε ‌τίποτε ‌προσυπολειφθὲν ‌τοῦ ‌ἐκμισθώματος ‌τοῦ ‌παιδός·; ‌πλὴν ‌οὐδὲ ‌ἀφῶ ‌τὸν ‌παῖδα ‌ἀπελθεῖν ‌ἀπ' ‌ἐμοῦ, ‌καθότι ‌ἀπέστη ‌τῆς ‌πίστεως ‌ὑμῶν ‌τῶν ‌χριστιανῶν, ‌καὶ ‌ἔχω ‌κατ' ‌αὐτοῦ ‌μάρτυρας.>>

 
8. ‌γεναμένης ‌οὖν ‌ἀντιλογίας ‌ἐντεῦθεν ‌ὑπ' ‌ἀμφοτέρων, ‌καὶ ‌τοῦ ‌μὲν ‌ἁγίου ‌ἐκδιηγουμένου ‌τὰ ‌κατὰ ‌τὸν ‌πονηρὸν ‌δεῖπνον ‌λεχθέντα ‌καὶ ‌τοῦ ‌ἀποστάτου ‌διισχυριζομένου ‌ἀπαγαγεῖν ‌τὸν ‌ἅγιον ‌πρὸς ‌τὸν ‌ἡγεμόνα, τότε ‌ἀφέντες ‌οἱ ‌ἀδελφοὶ ‌τοῦ ‌ἁγίου ‌ὃν ‌ἐζήτουν ‌μισθὸν ‌αὐτοῦ, ‌καὶ ‌τὸ ‌δοκεῖν ‌κατευνάσαντες ‌τὸν ‌ἀποστάτην, ‌λαβόντες ‌τὸν ‌ἅγιον ‌λέγουσιν ‌οἱ ‌ἀδελφοὶ ‌αὐτοῦ·; ‌<<ἀδελφέ, ‌συνορῶμεν ‌ὅπως ‌ἐπαναχθῇς ‌εὑς ‌`Ηλιούπολιν ‌τὴν ‌πατρίδα ‌ἡμῶν ‌κἀκεῖσε ‌ὡς ‌δύνασαι ‌ἐργαζόμενος ‌διαρκέσῃς ‌ἐπὶ ‌χρόνον, ‌ἕως ‌ἂν ‌παρέλθῃ ‌ὁ ‌λόγος ‌οὗτος·; ‌φοβούμεθα ‌γάρ, ‌μήπως ‌σοῦ ‌ὁρωμένου ‌ἐνταῦθα ‌πάλιν ‌ἀνακινηθῇ ‌ὁ ‌ἀποστάτης ‌καὶ ‌συσκευάσῃ ‌τὸν ‌πειρασμόν·; ‌θέλων ‌γὰρ ‌οὗτος ‌ἔχειν ‌σε ‌δοῦλον ‌ἑαυτοῦ ‌εὑς ‌τὰ ‌τοιαῦτα ‌μετετράπη.>> ‌ ‌κατευνάσας ‌δὲ ‌τότε ‌ὁ ‌ἅγιος ‌ὑποστρέφει ‌εὑς ‌`Ηλιούπολιν, ‌καὶ ‌ἐν ‌τοῖς ‌ἐπιχωρίοις ‌ἐργαζόμενος ‌διήρκεσεν ‌ἐπὶ ‌ἔτη ‌ὀκτώ·; ‌καὶ ‌μετὰ ‌ταῦτα ‌λογισάμενος ‌κατῆλθεν ‌εὑς ‌Δαμασκόν, ‌καὶ ‌συνιδόντες ‌οἱ ‌ἀδελφοὶ ‌αὐτοῦ ‌λέγουσι ‌τῷ ‌ἁγίῳ·; ‌<<ἤδη ‌χρόνος ‌ὀκτὼ ‌ἐνιαυτῶν ‌διελθὼν ‌λήθην ‌ἐνεποίησε ‌τῷ ‌ἀποστάτη ‌περὶ ‌τοῦ ‌λογισμοῦ ‌ἐκείνου, ‌οὗ ‌εἶχεν ‌περὶ ‌σοῦ·; ‌ἔκτοτε ‌γάρ, ‌ἀφ' ‌οὗ ‌ἀπελήλυθας ‌ἀπ' ‌αὐτοῦ, ‌πολλάκις ‌ἀπαντήσαντες ‌αὐτῷ ‌καὶ ‌συντυχόντες ‌οὐδὲν ‌εἶπεν ‌ἡμῖν ‌περὶ ‌σοῦ. ‌ ‌νῦν ‌οὖν ‌συνορῶμεν ‌τοῦ ‌μὴ ‌χωρισθῆναί ‌σε ‌ἀφ' ‌ἡμῶν, ‌καὶ ‌ταῦτα ‌τῆς ‌μητρὸς ‌ἡμῶν ‌λυπουμένης·; ‌ἀλλὰ ‌νέος ‌ὢν ‌λοιπὸν ‌τῇ ‌ἡλικίᾳ, ‌ἤδη ‌γὰρ ‌τὸ ‌εὑκοστὸν ‌διῆλθες ‌ἔτος,
[p. ‌48]καὶ ‌γενειάζειν ‌ἀρξάμενος ‌πιστεύῃ ‌ὡς ‌ἀνὴρ ‌ἐν ‌τῇ ‌τέχνῃ·; ‌ἄνοιξον ‌ἐργαστήριον ‌καὶ ‌ἔσο ‌ἐν ‌Δαμασκῷ ‌σὺν ‌ἡμῖν ‌διατρίβων.>>

 
9. ‌ἐπείσθη ‌οὖν ‌ὁ ‌ἅγιος, ‌καὶ ‌τῆς ‌σκέψεως ‌λοιπὸν ‌εὑς ‌ἔργον ‌ἐλθούσης, ‌σχολάζων ‌τῷ ‌ἐργαστηρίῳ ‌αὑτοῦ ‌σάγματα ‌καμήλων ‌ποιῶν ‌ἐπίπρασκεν. ‌ ‌μαθὼν ‌δὲ ‌ὁ ‌ἀποστάτης ‌καὶ ‌φθονήσας ‌τῷ ‌ἁγίῳ, ‌ἐπεὶ ‌πλησίον ‌ἦν ‌ἀγχιθύρως ‌κατὰ ‌τὸ ‌ἐργαστήριον, ‌ἔρχεται ‌πρὸς ‌τὸν ‌ἅγιον ‌καὶ ‌λέγει ‌αὐτῷ·; ‌<<ἑταῖρε, ‌ποῦ ‌ἦς ‌τὰ ‌ἔτη ‌ταῦτα; ‌διὰ ‌τί ‌σήμερον ‌ἐλθὼν ‌ἐπικόπτεις ‌κατ' ‌ἐμοῦ; ‌ ‌νῦν ‌οὖν ‌ἐλθὲ ‌καὶ ‌ἐργάζου ‌πάλιν ‌σὺν ‌ἐμοὶ ‌κοινωνός ‌μου ‌γινόμενος.>> ‌ ‌λέγει ‌μειδιάσας ‌ὁ ‌ἅγιος·; ‌<<ἠδίκησάς ‌με, ‌τοῦ ‌μισθοῦ ‌ἀποστερήσας ‌με·; ‌θέλεις ‌πάλιν ‌ἀδικῆσαί ‌με;>> ‌ ‌ἐδάχθη ‌ὁ ‌ἀποστάτης ‌ἐπὶ ‌τούτῳ, ‌καὶ ‌λέγει ‌πρὸς ‌τὸν ‌ἅγιον·; ‌<<ὄντως ‌ἠδίκησά ‌σε ‌ἀφήσας ‌ἀρνησάμενον ‌μένειν ‌ἐν ‌τῇ ‌πίστει ‌σου.>> ‌ ‌καὶ ‌προσφωνήσας ‌τὸν ‌υἱὸν ‌τοῦ ‌ἀποθανόντος ‌῎Αραβος, ‌τοῦ ‌καὶ ‌ἀντιλήπτορος ‌αὐτοῦ, ‌οὗ ‌καὶ ‌τὸ ‌πονηρὸν ‌δεῖπνον ‌προεγράφη, ‌λέγει ‌πρὸς ‌αὐτόν·; ‌<<οὐ ‌μαρτυρεῖς, ‌ὅτι ‌οὗτος ‌ὁ ‌'Ηλίας ‌ἀπέστη ‌ἀρνησάμενος ‌τὸν ‌Χριστὸν ‌κατὰ ‌τὴν ‌ἑσπέραν ‌ἐκείνην;>> ‌ ‌καὶ ‌ἀπεκρίθη·; ‌<<ναί.>> ‌ ‌καὶ ‌λέγει ‌ὁ ‌ἀποστάτης ‌τῷ ‌ἁγίῳ·; ‌<<ἄγωμεν ‌πρὸς ‌τὸν ‌ἔπαρχον.>>

 
10. ‌καὶ ‌ἐπισύρας ‌τῇ ‌χειρὶ ‌τὸν ‌ἅγιον ‌παρέστησε ‌Λεϊθί ‌τινι ‌οὕτω ‌καλουμένῳ, ‌συμμαρτυροῦντος ‌τοῦ ‌νεωτέρου ‌ταῦτα ‌οὕτως ‌ἔχειν. ‌ ‌ἠρώτησεν ‌οὖν ‌ὁ ‌ἔπαρχος ‌τὸν ‌ἅγιον, ‌εὑ ‌ἀληθῆ ‌εὑσι ‌τὰ ‌λεχθέντα ‌περὶ ‌αὐτοῦ·; ‌ὁ ‌δέ ‌φησιν·; ‌<<οὐδαμῶς·; ‌μὴ ‌γένοιτό ‌μοι ‌ἀρνήσασθαι ‌πίστιν, ‌ἣν ‌ἐν ‌αὐτῇ ‌ἐγεννήθην, ‌ἀλλὰ ‌Χριστὸν ‌ὁμολογῶ, ‌καὶ ‌προσκυνῶ ‌αὐτῷ ‌ὡς ‌θεῷ ‌ὄντι ‌οὐρανοῦ ‌τε ‌καὶ ‌γῆς ‌καὶ ‌θαλάσσης.>> ‌ ‌λέγει ‌ὁ ‌ἔπαρχος·; ‌<<δεδόσθω ‌ ‌μὴ ‌ἀρνήσασθαί ‌σε ‌πώποτε·; ‌ἐπεὶ ‌παρέστης, ‌προτρεπόμεθά ‌σε ‌ἀρνήσασθαι ‌καὶ ‌προσελθεῖν ‌τῇ ‌τῶν ‌'Αράβων ‌θρῃσκείᾳ ‌καὶ ‌τυχεῖν ‌παρ' ‌ἡμῶν ‌πάσης ‌τιμῆς.>> ‌ ‌ἀπεκρίθη ‌ὁ ‌ἅγιος·; ‌<<μὴ ‌γένοιτό ‌μοι ‌τοῦτο ‌ποιῆσαι ‌εὑς ‌τὸν ‌αὑῶνα·; ‌χριστιανὸς ‌γάρ ‌εὑμι, ‌ἐκ ‌πατέρων ‌χριστιανῶν ‌καταγόμενος, ‌καὶ ‌ὑπὲρ ‌τῆς ‌πίστεως ‌ταύτης ‌ἑτοίμως ‌ἔχω ‌ἀποθανεῖν.>> ‌ ‌ἔφη ‌ὁ ‌ἔπαρχος·; ‌ ‌<<τῶν ‌μαρτύρων ‌κατηγορούντων, ‌δέχομαι ‌κατὰ ‌σοῦ ‌τὴν ‌μαρτυρίαν ‌καὶ ‌ἐκβιάζομαί ‌σε ‌ἀρνήσασθαι, ‌ἐπεὶ ‌μήτε ‌δυνατόν ‌ἐστι ‌παραχωρηθῆναι ‌
[p. ‌49]τοὺς ‌ἅπαξ ‌ποτὲ ‌τὴν ‌ἡμετέραν ‌θρῃσκείαν ‌ἀναδεξαμένους.>> ‌ ‌ἔφη ‌ὁ ‌ἅγιος·; ‌ ‌<<σὺ ‌μὲν ‌ὁ ‌δικάζων ‌ὡς ‌ἂν ‌ἐθέλοις ‌τοὺς ‌κατηγόρους ‌μου ‌δέχῃ, ‌ἐγὼ ‌δέ ‌σοι ‌θερμότερον ‌λέγω, ‌ὅτι ‌χριστιανός ‌εὑμι, ‌καὶ ‌προδίδωμί ‌σοι ‌(εὑ ‌δέοι) ‌τὸ ‌σῶμά ‌μου, ‌ἵνα ‌μὴ ‌βίᾳ ‌ἀλλὰ ‌προθυμίᾳ ‌τὴν ‌πίστιν ‌μου ‌ἐνδείξωμαι.>>
 
11. ‌κελεύει ‌οὖν ‌ὁ ‌δικάζων ‌ἐκδυθέντα ‌τὸν ‌ἅγιον ‌μαστιχθῆναι, ‌ἕως ‌(φησί) ‌βιασθεὶς ‌προσέλθῃ ‌τῇ ‌ἀρνήσει, ‌ᾗ ‌κατηγορεῖται. ‌ ‌γυμνώσαντες ‌οὖν ‌τὸν ‌ἅγιον ‌μεγαλομάρτυρα ‌καὶ ‌τοῖς ‌σχοινίοις ‌ἐκτείναντες ‌τύπτουσι ‌λεπτοῖς ‌βουνεύροις, ‌ἕως ‌οὗ ‌τὸ ‌αἷμα ‌αὐτοῦ ‌κατέρρευσεν·; ‌ἐδυσώπησε ‌δὲ ‌τὸν ‌δικάζοντα ‌παύσασθαι ‌τοὺς ‌τύπτοντας, ‌φωνὴν ‌ἀφιεὶς ‌μικρὰν ‌παρακλήσεως, ‌τὴν ‌φιλανθρωπίαν ‌τοῦ ‌δικάζοντος ‌ὑφειμένως ‌αὑτούμενος. ‌ ‌καὶ ‌λέγει ‌ὁ ‌δικάζων·; ‌<< ‌τί ‌ἔν, ‌νεώτερε; ‌εὑ ‌θέλεις, ‌ἄρνησαι ‌τὸν ‌Χριστὸν ‌καὶ ‌πορεύου.>> ‌ ‌ἀπεκρίθη ‌ὁ ‌ἅγιος·; ‌<< ‌οὐ ‌διὰ ‌τοῦτό ‌σου ‌τὴν ‌φιλανθρωπίαν ‌ἐπεκαλεσάμην ‌ἐφ' ‌ᾧ ‌ἀρνήσομαι, ‌ἀλλ' ‌ἵνα ‌συμπαθήσῃς ‌τῷ ‌ἁπαλῷ ‌τῆς ‌νεότητός ‌μου ‌καὶ ‌τῇ ‌φύσει ‌τῇ ‌ἀνθρωπίνῃ, ‌ἀπολύσῃς ‌δέ ‌με ‌ἐμμένειν ‌κατὰ ‌τὴν ‌πίστιν ‌μου, ‌ᾗ ‌ἐγὼ ‌ἐκ ‌πατέρων ‌διαζῶν ‌εὑμι.>> ‌ ‌ὁ ‌δικάζων ‌εἶπεν·; ‌<<μὴ ‌νομίσῃς ‌ὅτι ‌ἀπολυθήσῃ ‌τῆς ‌δίκης ‌ταύτης, ‌εὑ ‌μὴ ‌πρότερον ‌ἀρνήσῃ ‌ὃν ‌πιστεύεις ‌Χριστόν.>> ‌ ‌ὁ ‌ἅγιος ‌ἔφη·; ‌<<λοιπὸν ‌ἐκ ‌σοῦ ‌τὸ ‌τύπτειν, ‌ἐξ ‌ἐμοῦ ‌τὸ ‌τύπτεσθαι.>> ‌ ‌αὕτη ‌ὑδιοτρόπως ‌φωνὴ ‌πρὸς ‌τὸν ‌δικάζοντα ‌τοῦ ‌μεγαλομάρτυρος·; ‌<<ἐκ ‌σοῦ ‌τὸ ‌διδόναι, ‌ἐξ ‌ἐμοῦ ‌τὸ ‌μὴ ‌ἐνδιδόναι. ‌ ‌ὑδού ‌σοι ‌παρέστηκα ‌γεγονὼς ‌ἀδαμάντινος.>>

 
12. ‌τότε ‌ἐμμανὴς ‌γεγονὼς ‌ἐπὶ ‌τῇ ‌ἀποκρίσει ‌τοῦ ‌ἁγίου ‌ὁ ‌δικαστής, ‌προστίθησιν ‌αὐτῷ ‌μάστιγας ‌πλείους, ‌καὶ ‌σιδηρώσας ‌κελεύει ‌αὐτὸν ‌συρθῆναι ‌ἐκ ‌ποδῶν ‌εὑς ‌τὸ ‌δεσμωτήριον. ‌ ‌ἐσύρετο ‌οὖν ‌ὁ ‌ἅγιος ‌μάρτυς, ‌καὶ ‌κάτωθεν ‌τῆς ‌γῆς ‌ἀντιτυπούσης ‌πρὸς ‌τὰς ‌πληγάς, ‌ἃς ‌ἀπὸ ‌τῶν ‌μαστίγων ‌εἶχεν ‌ἀπὸ ‌κεφαλῆς ‌ἕως ‌ζώσεως, ‌συναπέσπα ‌τὰς ‌σάρκας ‌ἅμα ‌τε ‌ἁπαλὰς ‌οὔσας ‌τῇ ‌ἡλικίᾳ, ‌καὶ ‌κατακλεισθεὶς ‌ἔκειτο ‌ὀδυνώμενος ‌ταῖς ‌πληγαῖς. ‌ ‌ταχέως ‌δὲ ‌ἡ ‌φήμη ‌εὑς ‌πᾶσαν ‌τὴν ‌πόλιν ‌τὰ ‌περὶ ‌τοῦ ‌ἀθλητοῦ ‌διαγγέλλουσα ‌ἐξήρχετο, ‌καὶ ‌παραγίνονται ‌οἱ ‌ἀδελφοὶ ‌τοῦ ‌ἁγίου ‌κλαίοντες ‌ἐπ' ‌αὐτῶ, ‌καὶ ‌παρεκάλουν ‌ὑπομεῖναι ‌τοῖς ‌ὑπὲρ ‌Χριστοῦ ‌παθήμασιν. ‌ὁ ‌δὲ ‌μεγαλομάρτυς ‌τοῦ ‌Χριστοῦ ‌'Ηλίας ‌ἀναβλέψας ‌εὑς ‌τὸν ‌οὐρανὸν
[p. ‌50]εἶπεν ‌παρακαλῶν ‌τοὺς ‌ἑαυτοῦ ‌ἀδελφούς·; ‌<<πιστεύσατε, ‌ἀδελφοί ‌μου, ‌ὅτι ‌οὐ ‌μὴ ‌καταισχύνω ‌ὑμᾶς, ‌οὐδ' ‌οὐ ‌μὴ ‌καθυβρισθῇ ‌δι' ‌ἐμοῦ ‌ἡ ‌πίστις ‌τοῦ ‌Χριστοῦ·; ‌ἀλλ' ‌εὑ ‌καὶ ‌δεῖ ‌τι ‌πλέον ‌παθεῖν ‌ὑπομενῶ. ‌ ‌ἀπολογοῦμαι ‌δὲ ‌καὶ ‌ὑμῖν ‌περὶ ‌μιᾶς ‌φωνῆς, ‌ἧς ‌πρὸς ‌τὸν ‌δικάζοντα ‌εἶπον ‌ἐπικαλεσάμενος ‌τὴν ‌φιλανθρωπίαν ‌αὐτοῦ, ‌ὡς ‌οὐκέτι ‌οὐ ‌μὴ ‌αὐτὸν ‌ἐπικαλέσομαι, ‌ἀλλ' ‌ἢ ‌τὸν ‌κύριόν ‌μου ‌'Ιησοῦν ‌Χριστόν, ‌τὸν ‌ἀληθινὸν ‌θεὸν ‌ἡμῶν·; ‌αὐτὸν ‌ἐπικαλέσομαι ‌καὶ ‌αὐτὸς ‌ἔσται ‌μοι ‌βοηθός. ‌ ‌ὅπερ ‌δὲ ‌καὶ ‌εἶδον ‌ἐν ‌ὁράματι ‌διὰ ‌τῆς ‌διελθούσης ‌νυκτός, ‌ἀπαγγελῶ ‌ὑμῖν. ‌ ‌εἶδον ‌ἐμαυτὸν ‌ἐν ‌παστοφορίῳ ‌καθεσθέντα ‌ἐν ‌ἐπιδόξῳ ‌τόπῳ, ‌καὶ ‌ἕτερόν ‌τινα ‌θάλαμον ‌ἐπιπλακέντα ‌μοι ‌ἀπὸ ‌ἀνθέων ‌διαφόρων ‌καὶ ‌στεφάνους ‌ἐπικρεμαμένους ‌μοι·; ‌καὶ ‌ἐπιστραφεὶς ‌εἶδον ‌καί ‌τινα ‌μαῦρον ‌Αὑθίοπα ‌παραστάντα ‌μοι, ‌ἐπιδεικνύοντά ‌μοι ‌σταυρὸν ‌καὶ ‌ἐπαπειλοῦντά ‌μοι ‌θάνατον, ‌καὶ ‌ξίφη ‌καὶ ‌πῦρ ‌καὶ ‌ἄλλα ‌πολλὰ ‌φόβητρα ‌βρύχοντα ‌κατ' ‌ἐμοῦ. ‌ ‌ἐγὼ ‌δὲ ‌κατεγέλων ‌αὐτοῦ·; ‌ἔχαιρον ‌δὲ ‌(ὡς ‌ἐδόκουν) ‌ἐγκαθήμενος ‌καὶ ‌τοῖς ‌ἄνθεσι ‌τῶν ‌στεφάνων ‌ἐπετερπόμην. ‌ ‌καὶ ‌νῦν ‌ὑμῖν ‌λέγω, ‌ἀδελφοί ‌μου, ‌ὅτι ‌ἢ ‌σταυροῦσί ‌με ‌ἢ ‌καίουσι ‌πυρί, ‌ἢ ‌καὶ ‌ἅμα ‌πάντα ‌παθεῖν ‌ἔχω·; ‌ἀλλ' ‌εὐαγγελίζω ‌ὑμῖν, ‌ὅτι ‌προεθέμην ‌πάντα ‌ὑπομεῖναι ‌ὑπὲρ ‌τῆς ‌ἐλπίδος ‌ταύτης, ‌ἧς ‌ἔχω ‌εὑς ‌Χριστόν, ‌καὶ ‌βλέπω ‌ἐμαυτὸν ‌ἐν ‌χαρᾷ ‌πολλῇ ‌καὶ ‌θερμῇ ‌πίστει, ‌καὶ ‌μικρὸν ‌ἀλγῶ ‌καὶ ‌ὀδυνῶμαι ‌ἐκ ‌τῶν ‌μαστίγων ‌τούτων·; ‌καὶ ‌νῦν ‌μὴ ‌κλαίετε ‌ἐπ' ‌ἐμοί, ‌ἀλλὰ ‌τὸ ‌καλὸν ‌ποιήσαντες ‌πορεύεσθε ‌ἐν ‌εὑρήνῃ.>> ‌ ‌ἐπέστη ‌δὲ ‌ἐπὶ ‌τούτοις ‌ὁ ‌δεσμοφύλαξ ‌ἐμβριμώμενος ‌τοῖς ‌ἀδελφοῖς ‌τοῦ ‌ἁγίου, ‌καὶ ‌ἐξέβαλε ‌πάντας ‌τοῦ ‌δεσμωτηρίου ‌λέγων·; ‌<<ἐπετράπην ‌μηδένα ‌ἀφιέναι ‌προσελθεῖν ‌τῷ ‌ἁγίῳ, ‌μηδὲ ‌ἐπιμελείας ‌παντοίας ‌παραχωρεῖν ‌τυχεῖν ‌αὐτόν, ‌ἀλλ' ‌ἢ ‌ἀρνησάμενον ‌ἀπολύειν, ‌ἢ ‌ἐμμένοντα ‌τιμωρεῖσθαι.>>

 
13. ‌μεθ' ‌ἡμέρας ‌δὲ ‌ὀλίγας ‌ἐξάγουσιν ‌τὸν ‌ἅγιον ‌'Ηλίαν ‌σιδηροδέσμιον ‌πρὸς ‌Λεϊθὶ ‌τὸν ‌δικάζοντα, ‌καὶ ‌ἀναβλέψας ‌πρὸς ‌τὸν ‌ἅγιον ‌εἶπεν·; ‌<<νεανία, ‌ἐρωτώμενος ‌τὰ ‌εὑς ‌εὑρήνην ‌ἄρνησαι ‌Χριστὸν ‌καὶ ‌πορεύου. ‌ ‌τί ‌σοι ‌κέρδος ‌γένηται, ‌εὑ ‌καταβῇς ‌εὑς ‌῞Αιδου ‌ἐν ‌διαφθορᾷ;>> ‌ἀπεκρίθη ‌ὁ ‌ἅγιος ‌μετὰ ‌παρρησίας ‌καὶ ‌λέγει·; ‌<<χριστιανός ‌εὑμι ‌καὶ ‌εἶπόν ‌σοι· ‌ἐκ ‌σοῦ ‌τὸ ‌τύπτειν, ‌ἐξ ‌ἐμοῦ ‌τὸ ‌τύπτεσθαι.>> ‌ ‌κελέυει ‌οὖν
[p. ‌51]πάλιν ‌τύπτεσθαι ‌ὑπὸ ‌ἀνδρῶν ‌ὑσχυρῶν ‌τοῖς ‌βουνεύροις, ‌καὶ ‌ἅμα ‌τῇ ‌ἀρχῇ, ‌ἐπεὶ ‌σαπεῖσα ‌ἦν ‌ἡ ‌σάρξ, ‌ἐνεμπύασε ‌καὶ ‌ἀπερρύη ‌ὑχῶρα ‌πολύν, ‌ἅμα ‌καὶ ‌σκωλήκων ‌ἐκπιπτόντων ‌καὶ ‌δυσωδίας ‌διαδοθείσης. ‌ ‌τότε ‌μὴ ‌ἐνέγκας ‌ὁ ‌δικάζων ‌τὴν ‌θέαν ‌τῆς ‌φθορᾶς, ‌κελεύει ‌κατὰ ‌γῆν ‌ἐπὶ ‌πρόσωπον ‌`ριφέντα ‌τὸν ‌ἅγιον ‌τύπτεσθαι ‌`ράβδοις ‌ἀπὸ ‌τῆς ‌ὀσφύος ‌μέχρι ‌τῶν ‌ποδῶν ‌καθ' ‌ἑκατέρων, ‌ἐλπίζων ‌ἢ ‌περικρατὴς ‌γενέσθαι ‌τοῦ ‌γενναίου ‌ἀθλητοῦ, ‌ἢ ‌θανατῶσαι ‌αὐτόν. ‌ ‌ἐπὶ ‌πολὺ ‌δὲ ‌τυπτηθεὶς ‌ὁ ‌ἅγιος ‌καὶ ‌μηδεμίαν ‌φωνὴν ‌ἀφεὶς ‌πρὸς ‌τὸν ‌δικάζοντα, ‌τὸν ‌δὲ ‌κύριον ‌ἡμῶν ‌'Ιησοῦν ‌Χριστὸν ‌ἐπικαλούμενος ‌ἐνίσχυεν ‌αὐτόν. ‌ ‌κατέπληξε ‌δὲ ‌τὸν ‌δικαστήν, ‌ὅτι ‌περ ‌φησί ‌<< ‌πρότερον ‌μικρὸν ‌πειρασθεὶς ‌ἐπεκαλεῖτο ‌τὴν ‌ἡμετέραν ‌φιλανθρωπίαν·; ‌νῦν ‌δὲ ‌τὰ ‌μείζω, ‌οὐδὲ ‌ἐπεστράφη.>> ‌ ‌ὄντως ‌οὐδὲν ‌στερρότερον ‌τοῦ ‌πάντα ‌παθεῖν ‌προελομένου.

 
14. ‌κελεύει ‌οὖν ‌κατ' ‌αὐτοῦ ‌πάλιν ‌εὑς ‌τὸ ‌δεσμωτήριον ‌συρόμενον ‌ἀπάγειν·; ‌καὶ ‌τότε ‌συρομένου ‌τοῦ ‌ἁγίου ‌συνήρχετο ‌τὸ ‌πλῆθος ‌τῶν ‌ἀγοραίων, ‌οἱ ‌μὲν ‌αὐτὸν ‌συμπατοῦντες ‌οἱ ‌δὲ ‌πτύοντες, ‌ἄλλοι ‌δὲ ‌καὶ ‌ἐπιρρίπτοντες ‌ὅσα ‌ταῖς ‌ἀγοραῖς ‌τῶν ‌καταρριπτουμένων ‌ἐτύγχανον. ‌ ‌καὶ ‌κατακλεισθεὶς ‌κατ' ‌ἐκείνην ‌τὴν ‌νύκτα, ‌ἐπιτρυχόμενος ‌τὸ ‌σῶμα ‌διετέλει, ‌καὶ ‌θεωρεῖ ‌περὶ ‌αὑτὸν ‌ὡς ‌χύσιν ‌τινὰ ‌φωτὸς ‌γινομένην, ‌καὶ ‌(ὡς ‌ὁ ‌δεσμοφύλαξ ‌τισὶ ‌διηγήσατο) ‌φωναὶ ‌ψαλλόντων ‌ἐξηκούοντο ‌ἀπὸ ‌τοῦ ‌φωτός. ‌ ‌οὐ ‌γάρ ‌τις ‌ποτὲ ‌διελέχθη ‌αὐτῷ, ‌ἀφ' ‌οὗ ‌τὸ ‌δεύτερον ‌κατεκλείσθη·; ‌ἐν ‌παραστάσει ‌τοῦ ‌βήματος ‌καὶ ‌εἴποτε ‌ἐξαγομένῳ ‌τις ‌τῶν ‌γειτόνων ‌ἄρα ‌ὑπάρχων ‌συνελάλει ‌τῷ ‌μάρτυρι, ‌καίτοι ‌γε ‌παραστὰς ‌ὁ ‌ἅγιος ‌'Ηλίας ‌ὡμολόγησε ‌Χριστὸν ‌ἑωρακέναι ‌ἐπαλείφοντα ‌αὐτὸν ‌καὶ ‌ἐνισχύοντα ‌πρὸς ‌τὸν ‌ἀγῶνα.

 
15. ‌τότε ‌πορευθεὶς ‌Λεϊθὶ ‌πρὸς ‌τὸν ‌Μουχάμαδ, ‌τετράρχην ‌ὄντα ‌καὶ ‌ἡγεμόνα ‌ἐξ ‌ἀνεψιῶν ‌Μααδὶ ‌τοῦ ‌βασιλέως ‌'Αράβων, ‌ἀνεδίδαξε ‌πᾶσαν ‌τὴν ‌περιπέτειαν ‌τοῦ ‌ἁγίου ‌καὶ ‌ὅσα ‌εὑς ‌αὐτὸν ‌ἐνεδείξατο ‌νικῆσαι ‌θέλων ‌αὐτόν·; ‌καὶ ‌θαυμάσας ‌ὁ ‌ἡγεμὼν ‌κελεύει ‌παραστῆναι ‌τὸν ‌ἅγιον, ‌καὶ ‌παρέστη. ‌ ‌λέγει ‌οὖν ‌ὁ ‌ἡγεμών·; ‌<<νεώτερε, ‌διηγήσατό ‌μοι ‌Λεϊθὶ ‌τὰ ‌περὶ ‌σοῦ ‌καὶ ‌ἐμεμψάμην ‌αὐτόν, ‌ὅτι ‌τοσαῦτα ‌εὑς ‌σὲ ‌εὑργάσατο·; ‌ἀλλ' ‌ὑδοὺ ‌ὑπεραπολογοῦμαί ‌σοι ‌ἐγώ, ‌καὶ ‌ἀποδύομαι ‌τὰ ‌ἱμάτιά ‌μου ‌καὶ ‌ἐνδύσω ‌σε ‌αὐτὰ ‌τιμῶν ‌σε ‌
[p. ‌52]ἀνθ' ‌ὧν ‌ἠτίμασέν ‌σε·; ‌καὶ ‌παρέχω ‌σοι ‌ἵππον ‌καὶ ‌ἅρμα ‌καὶ ‌χρυσίον ‌καὶ ‌κόρην ‌ὡραίαν ‌εὑς ‌γυναῖκα·; ‌μόνον ‌πείσθητί ‌μοι ‌σήμερον ‌θρῃσκὸς ‌σὺν ‌ἡμῖν ‌γινόμενος.>> ‌ ‌ἀπεκρίθη ‌ὁ ‌ἅγιος·; ‌<<συνεφωνήθη ‌ὑμῖν ‌ἀμφοτέροις ‌τὰ ‌εὑς ‌ἀπώλειάν ‌μου ‌ἐπιτηδεῦσαι·; ‌ὁ ‌μὲν ‌γὰρ ‌βάσανα ‌καὶ ‌ἀπειλάς, ‌ὁ ‌δὲ ‌κολακείας ‌καὶ ‌φιλοτιμίας ‌προβάλλεσθε. ‌ ‌νῦν ‌οὖν ‌ἄκουσον, ‌ἡγεμόν·; ‌ἐγὼ ‌χριστιανός ‌εὑμι ‌καὶ ‌τὰς ‌τιμάς, ‌ἃς ‌προβάλλῃ, ‌ἐφ' ‌αἷς ‌ἅπαξ ‌ἀπατηθῆναι ‌καὶ ‌ἀρνήσασθαι ‌τὸν ‌Χριστόν ‌μου, ‌οὐ ‌προσδέχομαι.>> ‌ ‌ἔφη ‌ὁ ‌ἡγεμών·; ‌<<τάχα ‌δοκεῖς, ‌ὅτι ‌τυπτόμενος ‌ἀπολύῃ, ‌καὶ ‌διὰ ‌τοῦτο ‌τούτοις ‌ἐμμένεις; ‌ ‌γνῶθι ‌οὖν ‌ὅτι ‌ἦλθε ‌παρὰ ‌Μααδὶ ‌κρατηθῆναι ‌πάντας ‌τοὺς ‌κατηγορουμένους ‌τῷ ‌ἐγκλήματι ‌τούτῳ, ‌δηλονότι ‌τοὺς ‌προσερχομένους ‌εὑς ‌τὴν ‌τῶν ‌'Αράβων ‌πίστιν ‌καὶ ‌αὖθις ‌εὑς ‌χριστιανοὺς ‌μετατρεπομένους, ‌καὶ ‌εὑ ‌μὴ ‌προτραπέντες ‌ἀποστῶσιν ‌τῆς ‌πίστεως ‌Χριστοῦ ‌ἀποθνῄσκειν. ‌ ‌καὶ ‌νῦν ‌προκατηγορηθέντα ‌σε, ‌εὑ ‌μὲν πείσομεν, ‌καλῶς·; ‌εὑ ‌δὲ ‌μή, ‌γίνωσκε ‌ὅτι ‌ἀποκτενοῦμέν ‌σε ‌πολλαῖς ‌βασάνοις.>> ‌ ‌ἀποκριθεὶς ‌δὲ ‌ὁ ‌ἅγιος ‌'Ηλίας ‌εἶπεν·; ‌<<εἶδον ‌ταῦτα ‌πάντα, ‌ἃ ‌λέγεις, ‌ἐν ‌ὁράματι ‌τῆς ‌νυκτός, ‌ἤτοι ‌ἀποτμηθέντα ‌καὶ ‌σταυρωθέντα ‌καὶ ‌καυθέντα, ‌καὶ ‌ἡτοίμασα ‌ἐμαυτὸν ‌πάντα ‌προθύμως ‌παθεῖν ‌ὑπὲρ ‌τοῦ ‌καθεσθῆναι ‌εὑς ‌τὸ ‌παστοφόριον ‌καὶ ‌τοὺς ‌θαλάμους ‌περιπλακῆναί ‌με ‌καὶ ‌τοὺς ‌στεφάνους ‌τοὺς ‌ἀκηράτους ‌ἐπιστεφθῆναί ‌με. ‌ ‌ποίει ‌οὖν ‌ὃ ‌κελεύεις, ‌καὶ ‌ἄρξαι ‌ὅθεν ‌βούλει.>>

 
16. ‌εὑσῆλθον ‌οὖν ‌ἐπὶ ‌τούτοις, ‌παρεστῶτος ‌τοῦ ‌ἁγίου, ‌δύο ‌υἱοὶ ‌τοῦ ‌ἡγεμόνος, ‌καὶ ‌τὴν ‌αὑτίαν ‌τῶν ‌ἐπικειμένων ‌σιδήρων ‌καὶ ‌τῶν ‌μαστίγων ‌μαθόντες ‌καὶ ‌ἐπιστραφέντες ‌πρὸς ‌τὸν ‌ἅγιον ‌μετὰ ‌συμπαθείας ‌καὶ ‌ἐλέους, ‌κολακεύοντες ‌εἶπον ‌τῷ ‌ἁγίῳ ‌μεθ' ‌ὅρκων ‌φρικτῶν, ‌ὧν ‌ἔχουσι ‌καθ' ‌ἑαυτῶν ‌ἀπομνύμενοι ‌τὴν ‌τοῦ ‌Μωάμεθ ‌θρῃσκείαν. ‌ ‌ὑπέσχοντο ‌ἀντιλαβέσθαι ‌αὐτοῦ ‌ὡς ‌οὑκείου ‌ἀδελφοῦ ‌ ‌καὶ ‌ἄγειν ‌διὰ ‌πάσης ‌τιμῆς ‌καὶ ‌συστρατεύειν ‌ἑαυτοῖς, ‌καὶ ‌ἵνα ‌ἀναγράψωνται ‌τὸ ‌ὄνομα ‌αὐτοῦ ‌εὑς ‌τοὺς ‌βασιλικοὺς ‌αὑτῶν ‌κώδικας, ‌εὑ ‌ἀρνηθείη ‌τὸ ‌ὄνομα ‌τοῦ ‌Χριστοῦ·; ‌ὁ ‌δὲ ‌μυκτηρίσας ‌αὐτοὺς ‌ἵστατο ‌ἀτρέμας. ‌ ‌τότε ‌κελεύει ‌ὁ ‌ἡγεμὼν ‌Λεϊθὶ ‌τὸν ‌ἔπαρχον ‌λαβόντα ‌τὸν ‌ἅγιον ‌ταῖς ‌αὐταῖς ‌βασάνοις ‌ἀποστρέφειν, ‌ἕως ‌ἂν ‌ἢ ‌αὐτοῦ ‌ἐξαρνουμένου ‌
[p. ‌53]ἀπολυθῇ, ‌ἢ ‌ἐπιμένοντος ‌ἀποκτανθῆναι·; ‌καιρὸς ‌δὲ ‌ἦν ‌χειμερινός, ‌μὴν ‌'Ιανουάριος. ‌ ‌καὶ ‌ἐξώσας ‌αὐτὸν ‌ἀπὸ ‌τοῦ ‌ἡγεμόνος ‌φέρει ‌εὑς ‌τόπον ‌λεγόμενον ‌Πρασινά, ‌καὶ ‌κελεύει ‌αὐτὸν ‌παρίστασθαι ‌γυμνὸν ‌πρὸ ‌τοῦ ‌βήματος, ‌ἕως ‌ἄν ‌φησι ‌σκέψηται ‌περὶ ‌αὐτοῦ.

 
17. ‌τότε ‌τῆς ‌φύσεως ‌μὴ ‌ἀντισχούσης ‌τὴν ‌τοῦ ‌ψύχους ‌κρυώδη ‌ἀντιπάθειαν, ‌καὶ ‌ὡς ‌ἤδη ‌μετὰ ‌τὴν ‌τῆς ‌γυμνώσεως ‌βίαν ‌πάλιν ‌ὡσαύτως ‌εὑς ‌δεσμωτήριον ‌ἀπενεχθέντος, ‌κἀκεῖ ‌μηδενὸς ‌θάλπους ‌παραμυθουμένου ‌αὐτήν, ‌ἀντιπάσχει ‌τῷ ‌ἁγίῳ ‌καὶ ‌γίνεται ‌συμφορὰ ‌μεγάλη ‌πρὸς ‌τῇ ‌ἀθλήσει ‌τῷ ‌ἁγίῳ·; ‌ἥ ‌τε ‌γὰρ ‌κοιλία ‌ψυχθεῖσα ‌ἐφέρετο ‌δυσεντερίαν ‌νοσήσασα, ‌καὶ ‌θεωρεῖται ‌ἐν ‌ἅπασι ‌μεγάλη ‌ὑπομονὴ ‌τοῦ ‌μάρτυρος. ‌ἡ ‌γὰρ ‌φύσις ‌αὐτοῦ ‌ἀντέπραττε ‌καὶ ‌τὰ ‌ἔξωθεν ‌ἐπετείνετο, ‌καὶ ‌οἱ ‌περὶ ‌αὐτὸν ‌ἀτημέλητοι, ‌καὶ ‌ὁ ‌καιρὸς ‌οὐκ ‌ὀξὺς ‌οὐδὲ ‌σύντομος, ‌ἀλλὰ ‌μέχρι ‌τῶν ‌τεσσαράκοντα ‌ἡμερῶν ‌ἐξετείνετο·; ‌οἱ ‌δὲ ‌βαστάζοντες ‌ὥσπερ ‌νεκρὸν ‌καὶ ‌ἐπιρρίπτοντες ‌κατὰ ‌κτήνους ‌οὗ ‌ἂν ‌κατατυγχάνοντες ‌ἐχειροῦντο, ‌ἔφερον ‌εὑς ‌τὸ ‌δικαστήριον ‌καὶ ‌ἔρριπτον ‌ὡς ‌ἄταφον ‌ἐβδελυγμένον ‌νεκρόν, ‌μηδενὸς ‌τῶν ‌πιστῶν ‌προσεγγίσαι ‌τολμῶντος·; ‌καὶ ‌αὖθις ‌οἱ ‌αὐτοὶ ‌ὑπηρέται ‌ἀνθυποστρέφοντες ‌τὸν ‌ἅγιον ‌εὑς ‌τὸ ‌δεσμωτήριον, ‌τοῖς ‌αὐτοῖς ‌περιαντλούμενον ‌πάθεσι ‌κατελίμπανον.

 
18. ‌φέρεται ‌δὲ ‌φᾶσις ‌περὶ ‌αὐτοῦ, ‌ὡς ‌ὅτι ‌πρώτῃ ‌Φεβρουαρίου ‌μηνός, ‌ἥτις ‌ἐστὶ ‌πρὸ ‌μιᾶς ‌τῆς ‌ὑπαντῆς ‌τοῦ ‌κυρίου ‌'Ιησοῦ, ‌κατ' ‌αὐτὴν ‌τὴν ‌ἡμέραν ‌τελειωθέντα ‌πρὸς ‌κύριον ‌ἐκδεδημηκέναι. ‌ ‌ἀλλά ‌γε ‌παρήσωμεν ‌τὴν ‌τοῦ ‌τέλους ‌ἡμέραν, ‌τὰ ‌λείποντα ‌δὲ ‌ἀνταναπληρώσωμεν.

 
19. ‌ἔτι ‌οὖν ‌αὐτοῦ ‌τοῦ ‌ἁγίου ‌ὑπάρχοντος ‌ἐν ‌τῷ ‌δεσμωτηρίῳ ‌καὶ ‌τοῖς ‌δεινοῖς ‌κατατρυχομένου ‌πάθεσιν, ‌ἐπέμφθησάν ‌τινες ‌παρὰ ‌τοῦ ‌κρατοῦντος ‌εὑς ‌τὸ ‌δεσμωτήριον ‌πρὸς ‌τὸν ‌μάρτυρα ‌ἐξαπατῆσαι ‌τοῦτον ‌βουλόμενοι·; ‌καὶ ‌οἱ ‌ἀπεσταλμένοι ‌ἦσαν ‌ἐκ ‌τῶν ‌ἐν ‌αὐτοῖς ‌πεπιστευμένων ‌'Αράβων, ‌οἳ ‌καὶ ‌`ρητορείας ‌καὶ ‌θωπείας ‌προσάγοντες ‌τῷ ‌μεγαλομάρτυρι, ‌οὐδὲν ‌ἄλλο ‌ἢ ‌γενναιότερον ‌τὸν ‌μάρτυρα ‌τῇ ‌ὁμολογίᾳ ‌ἀπεδείκνυον. ‌ ‌καὶ ‌ἀναστὰς ‌ὁ ‌ἀθλητὴς ‌παραδόξῳ ‌θαύματι ‌
[p. ‌54]καὶ ‌ἀθρόᾳ ‌μεταβολῇ ‌τοῦ ‌ὑψίστου ‌θεοῦ, ‌περιζώννυται ‌τὴν ‌ἑαυτοῦ ‌ζώνην, ‌καὶ ‌νιψάμενος ‌τὸ ‌πρόσωπον ‌καθῆστο ‌ἐν ‌τῷ ‌δεσμωτηρίῳ ‌ὡς ‌μηδὲν ‌ἐνάντιον ‌παθών, ‌ἀλλ' ‌ὅλως ‌ἀνθηρὸς ‌τῷ ‌προσώπῳ ‌καὶ ‌χαίρων ‌τῇ ψυχῇ ‌διετέλει. ‌ ‌ἐν ‌τούτοις ‌δὲ ‌ὤν, ‌τῶν ‌δημίων ‌ἐπιστάντων, ‌ἐξάγουσι ‌τὸν ‌ἅγιον ‌περιπατοῦντα ‌τοῖς ‌σιδήροις ‌ἐπὶ ‌τοῦ ‌βήματος, ‌καί ‌τις ‌τεθεαμένος ‌τὸν ‌ἅγιον ‌τῷ ‌ἀνθηρῷ ‌τῷ ‌προσώπῳ ‌εἶπεν ‌πρὸς ‌Λεϊθί·; ‌<<οὗτος ‌εὑς ‌τροφὴν ‌ἦν ‌καὶ ‌διὰ ‌τοῦτο ‌οὐκ ‌ᾔσθετο ‌τῶν ‌βασάνων.>> ‌ ‌κελεύει ‌οὖν ‌γυμνωθέντα ‌τὸν ‌ἅγιον ‌δώδεκα ‌σπάθη ‌χερσὶ ‌στρατιωτῶν ‌περιίστασθαι ‌τῷ ‌ἀθλητῇ ‌κύκλωθεν ‌ἀναρριπίζοντας ‌ὡς ‌δῆθεν ‌ἐκθροοῦντας ‌τοὺς ‌στρατιώτους ‌[lege: ‌στρατιώτας] ‌τὸν ‌μάρτυρα ‌καὶ ‌τὸ ‌δοκεῖν ‌τύπτειν ‌καὶ ‌κατακόπτειν ‌αὐτὸν ‌πειρωμένους. ‌ ‌ἐπὶ ‌τούτοις ‌οὖν ‌συνέφθασε ‌καί ‌τις ‌ἀπὸ ‌τοῦ ‌ἡγεμόνος ‌μέγας ‌γέρων ‌λογοθέτης, ‌τίμιος ‌ἐν ‌ὑποκρίσει ‌παρὰ ‌πᾶν ‌τὸ ‌γένος ‌τῶν ‌'Αράβων, ‌καὶ ‌προσελθὼν ‌τῷ ‌ἁγίῳ ‌ἐπήλειφε ‌παρακαλῶν ‌μόνον ‌ἓν ‌`ρήμα ‌εὑπεῖν ‌καὶ ‌ἀπολυθῆναι ‌ὅπου ‌ἂν ‌ἐθέλοι ‌πορεύεσθαι·; ‌καὶ ‌προσαγαγὼν ‌ἔνδεσμον ‌πολλοῦ ‌χρυσίου ‌ὑπεδείκνυεν ‌τῷ ‌ἁγίῳ ‌νεομάρτυρι ‌λέγων·; ‌<<ταῦτα ‌ὑπὲρ ‌τῆς ‌ὕβρεως ‌καὶ ‌βασάνων, ‌ἃς ‌ὑπέμεινας, ‌παρέχομέν ‌σοι·; ‌λαβὼν ‌πορεύου.>> ‌ ‌ὁ ‌δὲ ‌κλίνας ‌τὴν ‌κεφαλὴν ‌καὶ ‌κρούσας ‌τῇ ‌χειρὶ ‌καὶ ‌πολλὰ ‌τὸν ‌ματαιογέροντα ‌καταλοιδορησάμενος ‌καὶ ‌καταμεμψάμενος ‌ἀπεπέμψατο.

 
20. ‌καί ‌φησι ‌Λεϊθὶ ‌πρὸς ‌τὸν ‌ἅγιον·; ‌<<ἄθλιε, ‌ὑδοὺ ‌`ρόπαλα ‌περιέθηκα ‌καὶ ‌ξίφη ‌περιΐστανταί ‌σοι·; ‌οὐ ‌μὴ ‌παύσομαι ‌τύπτων ‌σε ‌τοῖς ‌`ροπάλοις ‌καὶ ‌κατατέμνων ‌σε ‌τοῖς ‌ξίφεσιν, ‌ἕως ‌ἂν ‌ἀποψύχοντα ‌ἴδω, ‌καὶ ‌τότε ‌ἀποκεφαλίζων ‌σε ‌κρεμάσω ‌ἐπὶ ‌ξύλον, ‌καὶ ‌τὸ ‌τελευταῖον ‌καύσας ‌πυρὶ ‌`ρίψω ‌εὑς ‌τὰ ‌`ρεῖθρα ‌τοῦ ‌ποταμοῦ, ‌ὅπως ‌μὴ ‌ᾖ ‌σου ‌μνημόσυνον ‌ἐπὶ ‌τῆς ‌γῆς ‌.>> ‌ ‌καὶ ‌προσκλίνας ‌πρὸς ‌τὸ ‌οὖς ‌τινος ‌τῶν ‌στρατιωτῶν ‌ἐπιτρέπει ‌θήγειν ‌τῷ ‌ξίφει ‌ἀποτεμνόμενος ‌τοῦ ‌ὤμου ‌τοῦ ‌ἁγίου, ‌ὅπως ‌(φησί) ‌φοβηθεὶς ‌ἀποφύγῃ ‌ἀρνησάμενος. ‌ ‌ὁ ‌δὲ ‌στρατιώτης ‌ἐπελθὼν ‌δαιμονικῇ ‌αὐθαδείᾳ, ‌ἀνατείνας ‌τὸ ‌ξίφος ‌φησίν·; ‌<<ἐπετράπημεν ‌κατακόψαι ‌σε, ‌ὦ ‌ἄθλιε·; ‌εὑπὲ ‌`ρῆμα ‌καὶ ‌σῷζου.>> ‌ ‌ὁ ‌δὲ ‌ἅγιος ‌μηδὲν ‌ἀποκριθείς, ‌τῇ ‌χειρὶ ‌μόνον ‌κατένευσεν ‌ἀποτμηθῆναι·; ‌καὶ ‌κατάξας ‌τὸ ‌ξίφος ‌ὁ ‌στρατιώτης, ‌ἅπτεται ‌
[p. ‌ ‌55]τοῦ ‌ὤμου ‌τοῦ ‌ἁγίου ‌πλήξας ‌ἱκανῶς. ‌ ‌τότε ‌ἐστράφη ‌πρὸς ‌ἀνατολὰς ‌ὁ ‌ἅγιος, ‌καὶ ‌τάχα ‌Χριστὸν ‌τὸν ‌ἀθλοθέτην ‌αὑτοῦ ‌καθορῶν ‌κλίνει ‌τὰ ‌γόνατα, ‌καὶ ‌τὰς ‌χεῖρας ‌ἄμφω ‌ἐπερείσας ‌τῇ ‌γῇ ‌ἐξήπλου ‌τὸν ‌τράχηλον, ‌καὶ ‌ὁ ‌ἔπαρχος ‌θυμωθεὶς ‌τῇ ‌προθυμίᾳ ‌τοῦ ‌ἁγίου ‌προσφωνεῖ ‌ἀποτμηθῆναι ‌αὐτόν. ‌ ‌τότε ‌οἱ ‌μὲν ‌ἐχέφρονες ‌τῶν ‌στρατιωτῶν ‌ἀνέστειλαν ‌τὰ ‌ξίφη, ‌μὴ ‌βουλόμενοι ‌ὑπὲρ ‌πίστεως ‌ἀποτέμνειν ‌τὸν ‌ἅγιον, ‌καὶ ‌ἐμβοῶντος ‌τοῦ ‌ἐπάρχου ‌κρουσθῆναι ‌αὐτῷ ‌ἔστησαν ‌εὑς ‌μισθὸν ‌τοῦ ‌μέλλοντος ‌κρούειν ‌τῷ ‌ἁγίῳ ‌εἴκοσι ‌ἀργύρους, ‌καί ‌τις ‌τῶν ‌Περσῶν ‌διαλαβὼν ‌τὸ ‌ξίφος ‌ἀμφοτέραις ‌ταῖς ‌χερσὶ ‌κρούει ‌κατὰ ‌τοῦ ‌τραχήλου ‌τοῦ ‌ἁγίου ‌καὶ ‌διὰ ‌τρίτου ‌ἀποτέμει ‌αὐτόν.

 
21. ‌καὶ ‌λοιπὸν ‌ἔκειτο ‌ἐσφαγμένος ‌ὥσπερ ‌ἀρνίον ‌ὁ ‌ἅγιος, ‌καί ‌τις ‌παρελθὼν ‌τῶν ‌μεγιστάνων, ‌μήπω ‌μαθὼν ‌τὰ ‌κατὰ ‌τὸν ‌ἅγιον ‌νεομάρτυρα ‌'Ηλίαν, ‌ἐπυνθάνετο ‌περὶ ‌τῆς ‌σφαγῆς·; ‌καὶ ‌μαθὼν ‌ὅτι ‌ὑπὲρ ‌τῆς ‌πίστεως ‌αὐτοῦ ‌ἀπεκτάνθη, ‌θαυμάσας ‌καὶ ‌θέλων ‌ὑδεῖν ‌ὁποίας ‌ἂν ‌ᾖ ‌τότε ‌θέας, ‌κλίνας ‌καὶ ‌κατασχὼν ‌τὰς ‌τρίχας ‌τοῦ ‌ἁγίου, ‌κουφίζει ‌ἀνθυποστρέψας ‌τὸ ‌πρόσωπον ‌τοῦ ‌ἁγίου ‌πρὸς ‌ἑαυτόν, ‌καὶ ‌ὑδοὺ ‌ὡς ‌ζῶντος ‌βλέπει ‌τὸ ‌πρόσωπον ‌τοῦ ‌ἁγίου ‌καὶ ‌ἔκλαμπρον ‌πάνυ. ‌ ‌καὶ ‌στενάξας, ‌<<μέγα>> ‌φησίν ‌<<ὑπὲρ ‌πίστεως ‌ἀποθανεῖν·; ‌οὗτος ‌οὐκ ‌ἀπέθανεν, ‌ἀλλὰ ‌ζῇ.>> ‌κελεύει ‌οὖν ‌ὁ ‌δικαστὴς ‌ἑλκυσθῆναι ‌τὸ ‌σῶμα ‌καὶ ‌κρεμασθῆναι ‌ἔξω ‌τῶν ‌πυλῶν ‌ἐν ‌τῷ ‌κήπῳ, ‌κεκλεῖσθαι ‌δὲ ‌τὴν ‌πύλην ‌τοῦ ‌παραδείσου ‌πρὸς ‌τὸ ‌ἀκριβῶς ‌φυλάττεσθαι ‌τοῦ ‌ἁγίου ‌τὸ ‌σῶμα ‌προσέταξε, ‌μή ‌τις ‌τῶν ‌χριστιανῶν ‌πλησιάσας ‌ἀφέληταί ‌τι ‌ἐξ ‌αὐτοῦ ‌εὐλογίαν. ‌ ‌τότε ‌καὶ ‌τὸν ‌τόπον, ‌ἐν ‌ᾧ ‌ἀπετμήθη, ‌πλύναντες ‌οἱ ‌δήμιοι ‌καὶ ‌τὸν ‌χοῦν ‌ἐπισυνάξαντες ‌`ρίπτουσιν ‌εὑς ‌τὸ ‌μέγα ‌`ρεῦμα ‌τοῦ ‌παρακειμένου Χρυσορρόου ‌ποταμοῦ·; ‌καὶ ‌μέντοι ‌διαρκεῖ, ‌κρεμαμένου ‌ἐπὶ ‌ξύλου ‌τοῦ ‌ἁγίου ‌νεομάρτυρος ‌'Ηλία ‌ἀπὸ ‌μηνὸς ‌Φεβρουαρίου ‌πρώτης ‌τοῦ ‌ἐξακισχιλιοστοῦ ‌διακοσιοστοῦ ‌ὀγδοηκοστοῦ ‌ἐβδόμου ‌ἔτους ‌ἕως ‌ἡμερῶν ‌ιδ'.

 
22. ‌οὐκ ‌ἐγκαταλιμπάνει ‌κύριος ‌ἀγέραστον ‌τὸν ‌ἑαυτοῦ ‌ἀθλητήν, ‌ἀλλὰ ‌πλείοσιν ‌ἐμφανείαις ‌δοξάσας ‌γεράσμιον ‌αὐτοῦ ‌τὴν ‌τελείωσιν ‌ἀνέδειξεν·; ‌καὶ ‌γὰρ ‌πολλοὶ ‌μετὰ ‌ταῦτα ‌διηγοῦντο ‌ὅσα ‌ἐτεθέαντο.
[p. ‌56]ἔτι ‌αὐτοῦ ‌ἐπὶ ‌τοῦ ‌σταυροῦ ‌κρεμαμένου, ‌οἱ ‌μὲν ‌κανδήλαν ‌πάμφωτον ‌ἔλεγον ‌βλέπειν ‌ὑπὲρ ‌κεφαλῆς ‌αὐτοῦ ‌λάμπουσαν, ‌οἱ ‌δὲ ‌ἀστέρα ‌ἔκλαμπρον ‌πάνυ, ‌μέγιστον ‌κατὰ ‌τὸν ‌τῆς ‌σελήνης ‌κύκλον, ‌μηδέποτε ‌ἄλλοτε ‌φανέντα, ‌εὑ ‌μὴ ‌τότε ‌ἀφ' ‌οὗ ‌τὸ ‌ἅγιον ‌σῶμα ‌ἐκρεμάσθη ‌τοῦ ‌νέου ‌μεγαλομάρτυρος ‌κατὰ ‌τὸν ‌τόπον ‌ἐκεῖνον. ‌ ‌ὡς ‌δὲ ‌καί ‌τινες ‌ἄλλοι ‌διηγοῦνται, ‌μέχρι ‌καὶ ‌νῦν ‌χρηματίζει ‌ὁ ‌αὐτὸς ‌ἀστὴρ ‌ἐν ‌τῷ ‌τόπῳ ‌ἐκείνῳ ‌κατὰ ‌καιροὺς ‌τοὺς ‌αὐτοὺς ‌κατὰ ‌τὸν ‌τόπον ‌τῆς ‌ὁσίας ‌ταφῆς ‌τοῦ ‌ἁγίου, ‌δηλοῦντος ‌καὶ ‌ὑπομνηματίζοντος ‌ὅτι ‌"τίμιος ‌ἐναντίου ‌κυρίου ‌ὁ ‌θάνατος ‌τῶν ‌ἁγίων ‌αὐτοῦ."

 23. ‌καί ‌τις ‌ἕτερος ‌τῶν ‌ἐπιχωρίων ‌`Ηλιουπόλεως, ‌γνωστὸς ‌τῷ ‌ἁγίῳ ‌μεγαλομάρτυρι, ‌μηδέπω ‌μαθὼν ‌τὴν ‌συμβᾶσαν ‌περιπέτειαν ‌τῷ ‌ἁγίῳ, ‌κατῄει ‌εὑς ‌Δαμασκὸν ‌ἐμπορίας ‌ἕνεκα·; ‌καὶ ‌κατὰ ‌τὴν ‌ὁδὸν ‌πλησίον ‌ἢ ‌μικρῷ ‌πλέον ‌δεκαπέντε ‌σημείων ‌τῆς ‌μητροπόλεως ‌ὁρᾷ ‌ἐρχόμενον ‌κατὰ ‌πρόσωπον ‌τὸν ‌ἅγιον ‌μεγαλομάρτυρα ‌'Ηλίαν ‌μονώτατον ‌ἐν ‌λευκοῖς ‌ἱματίοις ‌ἠμφιεσμένον ‌καὶ ‌ἐκλαμπούσῃ ‌δόξῃ ‌περιηυγασμένον, ‌ἐποχούμενον ‌ἵππῳ ‌λευκῷ. ‌ ‌καί ‌φησιν ‌ὁ ‌ἅγιος ‌πρὸς ‌τὸν ‌ἐπιχώριον·; ‌<<χαίροις, ‌ἀγαπητέ.>> ‌ ‌ἐπιστραφεὶς ‌δὲ ‌ὁ ‌ἐπιχώριος ‌λέγει·; ‌<<κύρι ‌'Ηλία.>> ‌ ‌ἀπεκρίθη ‌ὁ ‌ἅγιος·; ‌<<ἐγώ ‌εὑμι.>> ‌ ‌λέγει ‌ὁ ‌ἐπιχώριος·; ‌<<ὄντως, ‌εὑ ‌μὴ ‌σὺ ‌προαγορεύσας ‌ἐλάλησας, ‌οὐκ ‌ἂν ‌ἐπέγνων ‌σε·; ‌θεωρῶ ‌γάρ ‌σε ‌ἐν ‌ἄλλῃ ‌τάξει ‌καὶ ‌καταστάσει, ‌παρ' ‌ἣν ‌πάλαι ‌ἐπιστάμην. ‌ ‌ἆρα ‌ἐλεύσῃ ‌κατὰ ‌τὸ ‌ἔθος ‌πρὸς ‌ἡμᾶς ‌εὑς ‌τὸ ‌χωρίον, ‌ὅπως ‌τὰ ‌ἄροτρα ‌ἡμῶν ‌κατὰ ‌τὴν ‌τέχνην ‌τῆς ‌τεκτονικῆς ‌ποιήσῃς;>> ‌ ‌ἔφη ‌οὖν ‌ὁ ‌ἅγιος·; ‌<<εὑσέρχῃ ‌εὑς ‌Δαμασκὸν ‌καὶ ‌λαληθήσεταί ‌σοι ‌ἐκεῖ ‌τὰ ‌περὶ ‌ἐμοῦ.>> ‌καὶ ‌εὐθέως ‌ἄφαντος ‌γέγονεν ‌ὁ ‌ἅγιος. ‌ ‌καταπλαγεὶς ‌δὲ ‌ὁ ‌ἐπιχώριος ‌ἀπῄει ‌θαμβούμενος ‌ὅπως ‌τε ‌εἶδε ‌τὸν ‌ἅγιον, ‌ὅπως ‌τε ‌εὐθὺς ‌ἄφαντος ‌γέγονε. ‌ ‌καὶ ‌γοῦν ‌φθάσας ‌πρὸς ‌τὴν ‌πύλην ‌ἔξω ‌Δαμασκοῦ, ‌ἐστράφη ‌πρὸς ‌τὸν ‌σταυρὸν ‌τοῦ ‌ἁγίου ‌καὶ ‌ἐπιγινώσκει ‌αὐτὸν ‌κρεμάμενον, ‌καὶ ‌δὴ ‌ἐρωτᾷ ‌τινας ‌ἐπιχωρίους, ‌οὓς ‌καὶ ‌ἔτυχεν ‌ἐκεῖ ‌ἐκπορευομένους ‌τῆς ‌πόλεως, ‌καί ‌φησιν·; ‌<<ἀδελφοί, ‌οὐχ ‌οὗτός ‌ἐστιν ‌'Ηλίας ‌ὁ ‌`Ηλιουπολίτης, ‌ὁ ‌τέκτων;>> ‌ ‌ἀπεκρίθησαν ‌ἐκεῖνοι·; ‌<<ναί, ‌οὗτός ‌ἐστι, ‌καὶ ‌ἀφ' ‌ἡμερῶν ‌πολλὰ ‌διὰ ‌Χριστὸν ‌παθὼν ‌ἀπεκτάνθη ‌καὶ ‌
[p. ‌57]ἐκρεμάσθη, ‌ὡς ‌ὁρᾷς.>> ‌ ‌τότε ‌ἀνέκραξεν ‌ὁ ‌ἐπιχώριος ‌μετ' ‌ἐκπλήξεως·; ‌<<μὰ ‌τὸν ‌θεὸν ‌τὸν ‌ἁγίασαντα ‌αὐτόν, ‌σήμερον ‌πρὸ ‌δύο ‌ὡρῶν ‌ὑπηντήθην ‌αὐτῷ ‌πρόσωπον ‌πρὸς ‌πρόσωπον ‌ἐπὶ ‌ἵππῳ ‌καθημένῳ ‌ἐν ‌λευκοῖς ‌ἱματίοις, ‌καὶ ‌ταῦτά ‌μοι ‌εἶπεν.>> ‌ ‌

 
24. ‌ἔτι ‌τοῦ ‌λόγου ‌διηγουμένου, ‌ὁρᾷ ‌τινας ‌τῶν ‌πιστῶν ‌διαπορευομένους ‌καὶ ‌πρὸς ‌τὸν ‌σταυρὸν ‌τοῦ ‌ἁγίου ‌κλίνοντας ‌τὰς ‌ἑαυτῶν ‌κεφαλάς, ‌καὶ ‌σφραγιζομένους ‌τῷ ‌σημείῳ ‌τοῦ ‌σταυροῦ ‌τὸ ‌πρόσωπον, ‌καί ‌τις ‌κατ' ‌αὐτὸ ‌γενόμενος ‌διηγεῖτο ‌μαθὼν ‌τὰ ‌τοῦ ‌ἐπιχωρίου, ‌ὅτι ‌<<κἀγὼ ‌διηγήσομαι ‌ὑμῖν ‌ὅσα ‌ἐγνώρισεν ‌ὁ ‌θεὸς ‌δοξάζων ‌τὸν ‌ἅγιον ‌αὑτοῦ ‌νέον ‌μεγαλομάρτυρα ‌χθές·; ‌γείτων ‌δέ ‌εὑμί ‌τινος ‌῎Αραβος, ‌καὶ ‌κατὰ ‌τὴν ‌νύκτα ‌ἤκουσα ‌τοῦ ‌γείτονός ‌μου ‌προσφωνοῦντος ‌τοὺς ‌ἑαυτοῦ ‌καὶ ‌λέγοντος ‌τῇ ‌'Αράβων ‌διαλέκτῳ, ‌" ‌ἀναστάντες ‌ἴδετε ‌ὅσα ‌ποιοῦσιν ‌οἱ ‌χριστιανοὶ ‌οὗτοι ‌τῷ ‌φονευθέντι ‌καὶ ‌σταυρωθέντι." ‌ ‌καὶ ‌ἀναστάντες ‌οἱ αὐτοῦ ‌διηρώτων ‌πυθόμενοι ‌τί ‌γέγονεν·; ‌ὁ ‌δὲ ‌ἔλεγεν·; ‌" ‌ἀπὸ ‌ὥρας ‌ἱκανῆς ‌παρακύπτων ‌ἤμην ‌διὰ ‌τῆς ‌θυρίδος, ‌καὶ ‌ἔβλεπον ‌ὅτι ‌ἐκρέμασαν ‌οἱ ‌χριστιανοὶ ‌πολυκάνδηλον ‌μέγα ‌ἄνωθεν ‌τῆς ‌κεφαλῆς ‌τοῦ ‌ἐσταυρωμένου ‌ἐξάπτον, ‌καὶ ‌ἐπισυνάξαντες ‌τὰ ‌παπαδίσκια ‌αὑτῶν ‌καὶ ‌τὰ ‌ἀββαδίσκια ‌αὑτῶν ‌χοροὺς ‌περιέστησαν ‌κύκλῳ ‌τοῦ ‌σταυροῦ ‌αὐτοῦ, ‌καὶ ‌ἔψαλλον ‌ὑμνοῦντες ‌τοὺς ‌ἄθλους ‌αὐτοῦ. ‌ ‌ἀλλὰ ‌καὶ ‌αὐτὸν ‌τὸν ‌'Ηλίαν ‌εἶδον ‌συμψάλλοντα ‌τοῖς ‌χοροῖς ‌τῶν ‌παίδων ‌καὶ ‌προσφωνοῦντα. ‌ ‌αὐτὸς ‌ὁ ‌φονευθεὶς ‌ὡς ‌ζῶν ‌ἔψαλλε ‌τοῖς ‌χοροῖς·; ‌οὐκ ‌ἐπιτήδευμά ‌ἐστι ‌χριστιανῶν, ‌ἀλλὰ ‌θεοῦ ‌ἐπιστασία, ‌δεικνύντος ‌ἡμῖν ‌ὅτι ‌οὗτος ‌ὁ ‌πεφονευμένος ‌μεγάλης ‌δόξης ‌ἠξίωται ‌ὑπὲρ ‌τῆς ‌πίστεως ‌αὑτοῦ ‌φονευθείς." ‌ ‌διηγησάμενος ‌οὖν ‌ὁ ‌῎Αραψ ‌ταῦτα ‌τοῖς ‌τοῦ ‌οἴκου ‌αὑτοῦ, ‌παρακύπτει ‌ὑδεῖν ‌καὶ ‌οὐκ ‌εἶδεν ‌οὐδὲν ‌οὐκέτι, ‌καὶ ‌ἐλθὼν ‌εὑς ‌ἑαυτὸν ‌ἔφη·; ‌" ‌ἀληθῶς ‌οὐκ ‌ἦν ‌ἀνθρώπων ‌τοιαῦτα ‌ἐπιτηδεύειν, ‌τῶν ‌φυλάκων ‌περιισταμένων ‌καὶ ‌κωλυόντων ‌πάντα ‌ἄνθρωπον ‌πλησιάσαι ‌νύκτα ‌καὶ ‌ἡμέραν.">>

 25. ‌τότε ‌πορευθεὶς ‌ὁ ‌῎Αραψ ‌διηγήσατο ‌μυστικῶς ‌Λεϊθὶ ‌τῷ ‌ἐπάρχῳ ‌τῆς ‌πόλεως·; ‌ὃς ‌ἅμα ‌τῇ ‌διηγήσει ‌ἀκούσας ‌ἐντέλλεται ‌πρὸ ‌τοῦ ‌πλατυνθῆναι ‌τὰς ‌ὀπτασίας ‌κατενεχθῆναι ‌τὸ ‌σῶμα ‌τοῦ ‌ἁγίου ‌ἀπὸ ‌τοῦ ‌σταυροῦ ‌καὶ ‌καυθῆναι ‌πυρί, ‌ἵνα ‌μὴ ‌(φησί) ‌λαβόντες ‌οἱ ‌
[p. ‌58]χριστιανοὶ ‌ναοὺς ‌κτίσωσι ‌καὶ ‌ἑορτὰς ‌ἐπιτελῶσι ‌πανηγυρίζοντες ‌τὴν ‌μνήμην ‌αὐτοῦ. ‌ ‌τότε ‌κατάγουσιν ‌οἱ ‌ὑπηρέται ‌τὸ ‌σῶμα ‌τοῦ ‌ἁγίου, ‌καὶ ‌σχίσαντες ‌τὸ ‌ξύλον ‌τοῦ ‌σταυροῦ ‌αὐτοῦ ‌καὶ ‌ὑποστρώσαντες, ‌εἶτα ‌ἐνθέντες ‌τὸ ‌σῶμα ‌καὶ ‌ἐπιθέντες ‌ἄλλην ‌ὕλην ‌ὑφάπτουσι ‌πῦρ·; ‌καὶ ‌ἡ ‌μὲν ‌φλὸξ ‌ἐκουφίζετο ‌ἐπὶ ‌πολὺ ‌ἕως ‌ὕψους ‌οὐρανοῦ, ‌τὸ ‌δὲ ‌ἱερώτατον ‌σῶμα ‌ἔμενεν ‌ἄκαυστον, ‌οἶμαι ‌δὲ ‌διὰ ‌τὸ ‌γεγράφθαι ‌τῷ ‌Δαυὶδ ‌πρὸς ‌τὸ ‌εὑρημένον·; ‌"ἐκέκραξαν ‌οἱ ‌δίκαιοι ‌καὶ ‌ὁ ‌κύριος ‌εὑσήκουσεν ‌αὐτῶν·;" ‌καὶ ‌"κύριος ‌φυλάσσει ‌πάντα ‌τὰ ‌ὀστᾶ ‌αὐτῶν·; ‌ἓν ‌ἐξ ‌αὐτῶν ‌οὐ ‌συντριβήσεται." ‌ ‌ἀλλ' ‌οἱ ‌ἀναιδεῖς ‌κακῶς ‌ἁμαρτάνοντες, ‌ἑτέραν ‌ὕλην ‌φρυγάνων ‌πλείονα ‌τῆς ‌πρώτης ‌ἐπιθέντες, ‌ἡ ‌μὲν ‌φλὸξ ‌εὑς ‌τὸν ‌οὐρανὸν ‌ἀναφερομένη ‌ἐνειλίσσετο ‌τῇ ‌πυρκαϊᾷ, ‌τὸ ‌δὲ ‌σῶμα ‌αὐτοῦ ‌οἷον ‌ἀπεφύλακτο ‌ἐν ‌τῇ ‌καμίνῳ ‌τὰ ‌σώματα ‌τῶν ‌ἁγίων ‌τριῶν ‌παίδων ‌(ἐπεὶ ‌μηδὲ ‌τοῦτο ‌προσκεκυνήκει ‌ὑνδάλματι ‌τῷ ‌αὑθρινῷ), ‌μὴ ‌καμψάντων ‌γόνυ ‌εὑκόνι ‌τῇ ‌Περσικῇ. ‌ ‌πάλιν ‌ἐκ ‌τρίτου ‌πλέον ‌τῶν ‌τριάκοντα ‌φορτίων ‌ἀμπελίνων ‌φρυγάνων ‌`ρίψαντες ‌τῇ ‌πυρκαϊᾷ, ‌οὐδὲν ‌καινότερον ‌ἐποίουν ‌δρῶντες ‌τάδε ‌οἱ ‌ὑπηρέται ‌ἢ ‌μικρὸν ‌φλογίσαντες ‌τὸ ‌σῶμα. ‌ ‌ὕστερον ‌ἀποκαμόντες ‌καὶ ‌εὑς ‌μέλη ‌συγκόψαντες ‌`ρίπτουσιν ‌εὑς ‌τὸ ‌μέγα ‌`ρεῦμα ‌τοῦ ‌παρακειμένου ‌ποταμοῦ, ‌ἵνα ‌κἀν ‌τούτῳ ‌συνάψῃ ‌ψάλλων ‌ὁ ‌μάρτυς, ‌ὡς ‌λέγει ‌Δαυίδ·; ‌"διήλθομεν ‌διὰ ‌πυρὸς ‌καὶ ‌ὕδατος, ‌καὶ ‌ἐξήγαγες ‌ἡμᾶς ‌εὑς ‌ἀναψυχήν." ‌ ‌τότε ‌θάμβος ‌εἶχε ‌τοὺς ‌ὑπηρέτας.

 
26. ‌μετὰ ‌δὲ ‌ταῦτα ‌ἐμφανίζεται ‌ὁ ‌ἅγιος ‌μεγαλομάρτυς ‌πολλοῖς ‌τῶν ‌κατὰ ‌Δαμασκὸν ‌φιλοχρίστων ‌ἀδελφῶν ‌καὶ ‌ὑποδείκνυσιν ‌αὐτοῖς ‌τινὰ ‌τῶν ‌διασπασθέντων ‌αὑτοῦ ‌ἁγίων ‌μελῶν, ‌ὅπου ‌κατασυρέντα ‌διὰ ‌τοῦ ‌`ρεύματος ‌ἐφύλαξεν ‌ὁ ‌Χριστός·; ‌καὶ ‌διασκοπήσαντες ‌καὶ ‌ἀναλαβόμενοι ‌ἔχουσιν ‌οὐ ‌φανερῶς, ‌καὶ ‌αὐτὰ ‌μυρίζοντες ‌καὶ ‌τιμῶντες ‌κρυπτῶς ‌ἐν ‌μυστηρίῳ, ‌ἵνα ‌μὴ ‌πάλιν ‌διαγνωσθέντα ‌τὰ ‌λείψανα ‌τοῦ ‌ἁγίου ‌ἀφανισμῷ ‌παραδοθῇ. ‌ ‌καὶ ‌γοῦν ‌ἐμφανίζεται ‌ὁ ‌ἅγιος ‌μείζονα ‌δύναμιν ‌τῆς ‌ψυχικῆς ‌αὑτοῦ ‌ἐνεργείας, ‌χάριν ‌ἔχων ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌ἐγκαθημένην ‌τοῖς ‌λειψάνοις ‌καὶ ‌τὴν ‌ἴασιν ‌παρεχομένην, ‌ἐμφανιζομένην ‌δὲ ‌καὶ ‌τοῖς ‌ἐπικεκλημένοις ‌αὐτὸν ‌τὸν ‌
[p. ‌59]ἅγιον. ‌ ‌ἄγγελον ‌δὲ ‌καὶ ‌τὸν ‌ἑαυτοῦ ‌βλέποντα ‌δεσπότην ‌ἔχων ‌ἐν ‌οὐρανοῖς ‌ὀξύτατον ‌λειτουργικὸν ‌πνεῦμα ‌εὑς ‌διακονίαν ‌ἀποστελλόμενον ‌ὁ ‌δεσπότης ‌κεχάρικε ‌τὰς ‌ἀντοψίας ‌καὶ ‌ἐπιφοιτήσεις ‌διακονοῦντα, ‌καὶ οὐκοῦν ‌"πίστει ‌πλείονα ‌θυσίαν" ‌αὑτόν, ‌ὡς ‌῎Αβελ ‌παρὰ ‌Κάιν, ‌'Ηλίας ‌προσενέγκας ‌τῷ ‌θεῷ ‌βασάνοις ‌καὶ ‌θανάτῳ ‌καὶ ‌πυρὶ ‌καὶ ‌ὕδατι, ‌δι' ‌ὧν ‌ἐμαρτυρήθη ‌εἶναι ‌δίκαιος, ‌συμμαρτυροῦντος ‌ἐπὶ ‌τοῖς ‌δώροις ‌αὐτοῦ ‌τοῦ ‌θεοῦ, ‌ὡς ‌δι' ‌αὐτῆς ‌ἀποθανὼν ‌ἔτι ‌λαλεῖ. ‌ ‌ὡς ‌πᾶς ‌τις ‌τῶν ‌ἐν ‌κεφαλαίοις ‌ἀπαριθμηθέντων ‌κατὰ ‌πίστιν ‌ἁγίων ‌τῇ ‌γραφῇ, ‌καὶ ‌ἡμεῖς ‌πίστει ‌αὐτὸν ‌ἐπικαλούμενοι ‌εὑρήσομεν ‌βοηθὸν ‌ἐν ‌πάσῃ ‌θλίψει, ‌λαλοῦντα ‌δὲ ‌καὶ ‌τὴν ‌χάριν ‌διδόντα ‌καὶ ‌πρεσβεύοντα ‌διηνεκῶς ‌ὑπὲρ ‌τῶν ‌ὁμοπίστων ‌καὶ ‌ὁμοδούλων ‌αὐτοῦ ‌χριστιανῶν, ‌ἐν ‌Χριστῷ ‌'Ιησοῦ ‌τῷ ‌κυρίῳ ‌ἡμῶν, ‌ᾧ ‌ἡ ‌δόξα ‌καὶ ‌τὸ ‌κράτος ‌σὺν ‌τῷ ‌ἀνάρχῳ ‌πατρὶ ‌καὶ ‌τῷ ‌παναγίῳ ‌πνεύματι ‌εὑς ‌τοὺς ‌αὑῶνας. ‌ ‌ἀμήν. ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌

*************************************************************