Saint: JOHN OF DAMASCUS (# 114)
Edition: ‌Migne, ‌PG ‌94 ‌(Paris ‌1860), ‌429-490.

[p. ‌429]

βίος ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌'Ιωάννου ‌τοῦ ‌Δαμασκηνοῦ ‌συγγραφεὶς ‌παρὰ ‌'Ιωάννου ‌πατριάρχου ‌`Ιεροσολύμων

 
1. ‌τοῖς ‌τετηρήκασι ‌τὸ ‌κατ' ‌εὑκόνα ‌ἀρρύπωτον ‌καὶ ‌ἀδιαλώβητον, ‌διηρθρωμένον ‌τε, ‌καὶ ‌ὡς ‌ἀρχῆθεν ‌εὖ ‌ἔχον, ‌ἢ ‌καὶ ‌διαχυθὲν ‌πολλάκις, ‌ἢ ‌`ρυπωθὲν ‌ἀνακαλεσαμένοις, ‌εὑς ‌τιμὴν ‌ποιεῖσθαι ‌εὑώθασιν ‌οἱ ‌ἄνθρωποι ‌τὰ ‌θεῖα ‌τούτων ‌μορφώματα. ‌ ‌ὅσοι ‌δὲ ‌φιλοτιμώτερον ‌τὸ ‌σέβας ‌ἐνδείκνυνται, ‌καὶ ‌ἡ ‌χεὶρ ‌αὐτοῖς ‌σὺν ‌τῷ ‌πλουτεῖν ‌μεγαλοπρεπὴς ‌περιφανεστέραις ‌ταῖς ‌ὕλαις ‌κέχρηται ‌καὶ ‌λαμπραῖς, ‌καὶ ‌ταύταις ‌τοὺς ‌τούτων ‌χαρακτῆρας ‌ἐντυποῦσι, ‌μείζω ‌τὴν ‌τιμὴν
[p. ‌432]ἐντεῦθεν ‌ἀφοσιοῦσθαι ‌τοῖς ‌ἁγίοις ‌οὑόμενοι. ‌ ‌εὑ ‌οὖν ‌περὶ ‌τὴν ‌ἐκείνων ‌μορφὴν ‌οὕτω ‌τὸ ‌λαμπρὸν ‌ἐπισπεύδουσι, ‌τί ‌ἄρα ‌δέον ‌περὶ ‌τῆς ‌ἱστορίας ‌αὐτοῖς ‌τῶν ‌πράξεων ‌ἠμελημένους ‌ἐᾷν ‌τοὺς ‌λόγους ‌καὶ ‌ἀκαλλεῖς; ‌ ‌οὐμενοῦν. ‌ ‌τοῖς ‌γὰρ ‌ἀγροικοτέροις ‌συγγνώμη, ‌ὡς ‌ἔχουσι, ‌σχεδιάζουσι ‌λόγους ‌τὰς ‌πράξεις ‌ἐξιστορούντας ‌τῶν ‌εὐαρεστησάντων ‌Χριστῷ·; ‌οἷς ‌δὲ ‌λόγος ‌τὸ ‌σπουδαζόμενον ‌γέγονεν, ‌οὐ ‌συγγνωστέον, ‌βίους ‌ἁγίων ‌παρεωραμένοις ‌ἐσχεδιασμένους ‌ὡς ‌ἔτυχε, ‌καὶ ‌μᾶλλον ‌ἀνδρῶν ‌τοιούτων, ‌οἷς ‌πνοὴ ‌καὶ ‌ζωὴ ‌τὸ ‌λόγοις ‌ἐπαγρυπνεῖν ‌ἐχρημάτισε, ‌καὶ ‌λόγῳ ‌καθῃραμένοις, ‌τὸν ‌νοῦν ‌μὲν ‌ἐξ ‌ἀγνοίας ‌καὶ ‌λήθης, ‌τὴν ‌δὲ ‌ψυχὴν ‌ἐξ ‌ἐμπαθοῦς ‌ἁπάσης ‌κινήσεως. ‌ ‌καὶ ‌παρ' ‌ὧν ‌κατακεκόσμηται ‌τὸ ‌περίγειον, ‌καὶ ‌ἅπας ‌διαπεφώτισται ‌νοῦς, ‌λόγοις, ‌εὑς ‌οὓς ‌ἐκεῖνοι ‌ἐπόνησαν, ‌οὐ ‌τῆς ‌θύραθεν ‌σοφίας ‌τὸ ‌χαρίεν ‌μόνον ‌ἔχουσιν, ‌ἀλλὰ ‌καὶ ‌τὸ ‌τοῦ ‌παρακλήτου ‌φῶς ‌δαψιλὲς ‌ἀποπέμπουσιν.


 
2. ‌τούτων ‌εἷς ‌καὶ ‌τῶν ‌ἐν ‌πρώτοις ‌τεταγμένων ‌ἐστὶν ‌ὁ ‌πολὺς ‌'Ιωάννης, ‌ᾧ ‌τὸ ‌ἐπώνυμον ‌ἐκ ‌τῆς ‌πατρίδος ‌τῆς ‌Δαμασκοῦ ‌πόλεως ‌ἐπισυνῆπται ‌περιφανῶς. ‌ ‌οὗτος ‌γὰρ ‌οὐκ ‌ἐλάσσων ‌φωστὴρ ‌τοῦ ‌ἐκκλησιαστικοῦ ‌στερεώματος ‌ἐχρημάτισεν, ‌ἀλλὰ ‌καὶ ‌πάμμεγας ‌καὶ ‌λαμπρότατος·; ‌οὐκ ‌ἐν ‌νυκτὶ ‌φαίνων ‌μόνον ‌αἱρέσεως ‌διεσκεδασμένης ‌ἁπανταχοῦ, ‌ἀλλὰ ‌καὶ ‌λύων ‌πᾶσαν ‌νύκτα ‌κακόδοξον, ‌ταῖς ‌τῶν ‌λόγων ‌ἐπιτολαῖς. ‌ ‌νὺξ ‌μὲν ‌γὰρ ‌διεσκέδαστο ‌πανταχοῦ ‌τῆς ‌οὑκουμένης, ‌ἀμαυροῦσα ‌τοὺς ‌λαμπροὺς ‌χαρακτῆρας ‌τῶν ‌σεβασμίων ‌εὑκόνων, ‌καὶ ‌βαθεῖα ‌ἦν ‌ἡ ‌σκοτόμαινα·; ‌ὁ ‌δὲ ‌ταύτην ‌διαχέων ‌τε ‌καὶ ‌ποιούμενος, ‌οὐχ ‌ὁ ‌τυχὼν ‌ἐτύγχανεν ‌ἄνθρωπος, ‌ἵνα ‌καὶ ‌παρὰ ‌μέρος ‌τῆς ‌οὑκουμένης ‌διασπείρῃ ‌τὸ ‌κακόν, ‌ἀλλ' ‌ἀνὴρ ‌ἐκεῖνος ‌ἐν ‌χειρὶ ‌κατέχων, ‌ἵνα ‌οὕτως ‌εἴπω, ‌τῆς ‌οὑκουμένης ‌τὰ ‌πέρατα, ‌διὰ ‌τὸ ‌τὴν ‌σκηπτρουχίαν ‌ἐπέχειν ‌τῆς ‌τῶν ‌`Ρωμαίων ‌ἀρχῆς. ‌ ‌ἐντεῦθεν ‌καὶ ‌πολὺς ‌ἦν ‌ὁ ‌πνέων ‌πανταχοῦ, ‌καὶ ‌βίᾳ ‌πολλῇ ‌τὰ ‌σεβάσμια ‌καθαιρούμενος ‌ἐκτυπώματα, ‌καὶ ‌τῶν ‌σεβομένων ‌αὐτά, ‌οὓς ‌μὲν ‌κατάβρωμα ‌ἐποιήσατο ‌ὁ ‌λεοντώνυμός ‌τε ‌καὶ ‌λεοντόγνωμος, ‌ὡς ‌λέων ‌ἁρπάζων ‌καὶ ‌ὠρυόμενος, ‌οὓς ‌δὲ ‌τῶν ‌ὀρθοδόξων, ‌ἄλλον ‌ἀλλαχόσε ‌διέσπειρε ‌τῷ ‌βρυχήματι, ‌καὶ ‌ὑπογαίοις ‌μυχοῖς ‌ἀνέπεισε ‌κρύπτεσθαι. ‌ ‌καὶ ‌πολλοὶ ‌λέουσι ‌συνοικεῖν ‌καὶ ‌δράκουσιν ‌ᾑρετίσαντο, ‌ἢ ‌τὴν ‌συναυλίαν ‌ποιεῖσθαι ‌μετ' ‌ἐκείνου ‌καὶ ‌τῶν ‌ἐκείνου ‌θεραπευτῶν·; ‌ἄλλοι ‌τῷ ‌φόβῳ ‌εὑς ‌τὰ ‌μακρὰν ‌τῆς ‌οὑκουμένης ‌ἀπέτρεχον ‌τέρματα·; ‌λέων ‌γὰρ ‌ἐρεύξεται ‌
[p. ‌433]καὶ ‌τίς ‌οὐ ‌φοβηθήσεται; ‌καὶ ‌αὐτοῦ ‌ἀπέφευγον ‌ὡς ‌ἐκ ‌προσώπου ‌ὄφεως.
 

 
3. ‌ὁ ‌δὲ ‌χαριτώνυμος ‌οὗτος ‌ἀνὴρ ‌καὶ ‌πλήρης ‌πνευματικῆς ‌χάριτος, ‌τῷ ‌θυμῷ ‌ζέσας ‌κατὰ ‌μόνου ‌τοῦ ‌ὄφεως, ‌ἵνα ‌καὶ ‌ζῆλος ‌εἴη ‌καὶ ‌ἀρετὴ ‌ὁ ‌θυμός, ‌οὐ ‌τὴν ‌Θρᾴκην ‌τότε ‌οὑκῶν, ‌εὑς ‌Σαυρομάτας ‌ἀπέτρεχεν, ‌οὐδ' ‌ἐκ ‌Βύζαντος ‌εὑς ‌`Ηρακλείους ‌στήλας ‌ἀπέφευγεν, ‌οὔτε ‌μὴν ‌ἐξ ‌ἀνακτόρων ‌εὑς ‌ἐρήμους ‌διέβαινε ‌διὰ ‌τὸν ‌τοῦ ‌λέοντος ‌βρυχηθμόν, ‌ἀλλ' ‌ἐν ‌Δαμασκῷ ‌τὸ ‌πρότερον, ‌ἐν ‌Παλαιστίνῃ ‌δὲ ‌ὕστερον ‌ποιούμενος ‌τὰς ‌διατριβάς, ‌καὶ ‌ἐν ‌ἐρήμῳ ‌τόπῳ ‌ἀσκούμενος, ‌ἀντεπαλαμᾶτο ‌πρὸς ‌τὸν ‌Λέοντα ‌γενναιότατα, ‌καὶ ‌τὴν ‌καρδίαν ‌ἐκείνου ‌ἐκ ‌τηλικούτου ‌διαστήματος ‌λόγοις ‌χαλκευθεῖσι ‌τῷ ‌τοῦ ‌παρακλήτου ‌πυρὶ ‌καὶ ‌στομωθεῖσι ‌τῷ ‌ζωηρῷ ‌ὕδατι, ‌ὡς ‌τριλόγχοις ‌δόρασιν, ‌ὁ ‌ἐμὸς ‌διέπειρε ‌τρισαριστεύς. ‌ ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌ἐν ‌τῷ ‌καθήκοντι ‌τόπῳ ‌λαμπρότερον ‌ὁ ‌λόγος ‌ἐμπλατυνεῖ. ‌ ‌τούτου ‌τοίνυν ‌τὸν ‌βίον, ‌ὡς ‌ἔτυχεν, ‌ἐσχεδιασμένον ‌ἀγροϊκιστί, ‌παρορατέον, ‌καὶ ‌μᾶλλον ‌μόνον ‌διαλέκτῳ ‌καὶ ‌γράμμασι ‌τοῖς ‌'Αραβικοῖς; ‌οὐμενοῦν. ‌ ‌διὸ ‌διηγητέον ‌οἵας ‌`ρίζης ‌εὐγενοῦς ‌ὁ ‌εὐθαλέστατος ‌βλαστὸς ἀνατέθηλε, ‌καὶ ‌οἵα ‌πατρὶς ‌αὐτὸν ‌ἀναδοῦναι ‌αὐχεῖ.


 
4. ‌Δαμασκὸς ‌πόλις ‌αὕτη ‌ἐστίν·; ‌ὡς ‌γὰρ ‌ἐπὶ ‌Παύλου ‌μέγα ‌φρονεῖ, ‌πρώτη ‌τὸν ‌οὐρανοδρόμον ‌ὑδοῦσα ‌μεταθέμενον ‌τὴν ‌δυσσέβειαν, ‌καὶ ‌ἀντὶ ‌μισοχρίστου ‌γεγονότα ‌φιλόχριστον, ‌οὕτω ‌κἀπὶ ‌τῷ ‌ἀνδρὶ ‌τούτῳ ‌ἀγερωχεῖ ‌κόσμιόν ‌τι ‌καὶ ‌σεμνόν, ‌οὐκ ‌ἐξ ‌ἑτέρωθεν ‌ἥκοντι, ‌οὐδ' ‌ἐξ ‌ἑτέρας ‌θρησκείας ‌μεταθεμένῳ ‌εὑς ‌τὴν ‌ὀρθότομον, ‌ἀλλ' ‌ὡς ‌αὐτὴ ‌τοῦτον ‌προενεγκοῦσα ‌`ριζόθεν, ‌καὶ ‌μαιεύσασα ‌πλέον ‌τὰ ‌πρὸς ‌εὐσέβειαν, ‌ἢ ‌τὴν ‌σωματικὴν ‌ὕπαρξιν, ‌καὶ ‌τοῖς ‌λόγοις ‌ἐκθρέψασα, ‌μέγα ‌κομπάζει ‌ἐπὶ ‌τῷ ‌οὑκείῳ ‌βλαστῷ. ‌ ‌βρενθύεταί ‌τε ‌καὶ ‌γέγηθε ‌πλέον ‌ἐπ' ‌αὐτῷ, ‌ἢ ‌ἐφ' ‌οἷς ‌ἄλλοις ‌ἔχει ‌λαμπροῖς ‌πρὸς ‌περιφάνειαν, ‌κἂν ‌ὡρῶν ‌εὐκρασίας ‌ἐρεῖς, ‌κἂν ‌ὑδάτων ‌γλυκέων ‌καὶ ‌διειδῶν ‌ἐπιρροίας, ‌οἷς ‌πολλοῖς ‌κατακλύζεται. ‌ ‌οὐ ‌καρπῶν ‌εὐγενῶν ‌δαψίλεια ‌τὴν ‌πόλιν ‌ταύτην ‌ἐπαίρει ‌καὶ ‌ἀνυψοῖ, ‌ὡς ‌τὸ ‌ἐκ ‌ταύτης ‌ἀναθηλῆσαι ‌τὸ ‌καλὸν ‌τοῦτο ‌δένδρον ‌καὶ ‌εὐγενές, ‌τὸ ‌παρὰ ‌τὰς ‌διεξόδους ‌
[p. ‌436]τῶν ‌ὑδάτων ‌ἐκτραφέν, ‌καὶ ‌τοὺς ‌καρποὺς ‌ἀποδεδωκὸς ‌τοῦ ‌πνεύματος ‌κατὰ ‌καιρόν, ‌οὗ ‌οἱ ‌καρποί, ‌διὰ ‌παντὸς ‌νεαροί ‌τινές ‌εὑσι ‌παρ' ‌ἡμῖν, ‌καὶ ‌ὡραῖοι ‌τοῦ ‌ὑδεῖν, ‌καὶ ‌γλυκεῖς ‌εὑς ‌τὸ ‌γεύσασθαι, ‌καὶ ‌τοὺς ‌ἁπτομένους ‌καὶ ‌γευομένους ‌οὐκ ‌εὐφραίνουσι ‌μόνον, ‌ἀλλὰ ‌δὴ ‌καὶ ‌πιαίνουσί ‌τε ‌καὶ ‌αὔξουσι ‌τὸν ‌ἐσθίοντα, ‌καὶ ‌εὑς ‌ἄνδρα ‌τέλειον ‌τὸν ‌ἐν ‌πνεύματι ‌ἀνάγουσι ‌καὶ ‌τελειοῦσιν. ‌ ‌οὕτω ‌δεδόξασται ‌καὶ ‌ἡ ‌πόλις ‌Δαμασκὸς ‌ἐπὶ ‌τούτῳ ‌αὐτῆς ‌τῷ ‌γεννήματι, ‌ἢ ‌ἐπὶ ‌τοῖς ‌ἄλλοις ‌ἅπασιν, ‌οἷς ‌πεπλούτηκεν ‌ἀγαθοῖς ‌καὶ ‌τερπνοῖς. ‌ ‌αὕτη ‌μὲν ‌ἡ ‌ἐνεγκαμένη ‌τὸν ‌ἄνδρα ‌τοῦτον.


 
5. ‌πρόγονοι ‌δ' ‌εὐσεβεῖς, ‌καὶ ‌μόνοι ‌τετηρηκότες ‌τὴν ‌τῆς ‌εὐσεβείας ‌ἄνθην ‌καὶ ‌τὴν ‌ὀσμὴν ‌τῆς ‌τοῦ ‌Χριστοῦ ‌γνώσεως ‌ἐν ‌μέσῳ ‌τῶν ‌ἀκανθῶν. ‌ ‌οὗτοι ‌γὰρ ‌καὶ ‌μόνοι ‌διεσώσαντο ‌τὴν ‌χριστεπώνυμον ‌κλῆσιν, ‌ὡς ‌κλῆρον ‌λαμπρόν ‌τε ‌καὶ ‌ἀναφαίρετον, ‌μηδὲν ‌λυμηνάμενοι ‌τὸ ‌ὀρθόδοξον, ‌ἀφ' ‌οὗπερ ‌οἱ ‌τῆς ‌῎Αγαρ ‌
[p. ‌437]τῆς ‌πόλεως ‌κατεκράτησαν. ‌ ‌ἔνθεν ‌τοι ‌ἡ ‌ἀρετὴ ‌αὐτοὺς ‌ἐπισήμους ‌πεποίηκεν ‌ἐν ‌μέσοις ‌τοῖς ‌ἀσεβέσιν, ‌ὡς ‌αὑδουμένων ‌αὐτὴν ‌καὶ ‌τῶν ‌πολεμίων ‌αὐτῶν·; ‌ἢ ‌μᾶλλον, ‌ὡς ‌Δανιὴλ ‌ἐδόξασε ‌θεὸς ‌παρὰ ‌τοῖς ‌'Ασσυρίοις, ‌δι' ‌ἣν ‌εὐσέβειαν ‌ἀνεδείξατο, ‌καὶ ‌'Ιωσὴφ ‌ἐν ‌Αὑγύπτῳ, ‌ἐπιτρόπους ‌καὶ ‌κυρίους ‌ἐν ‌ἀλλοτρίοις ‌καὶ ‌ἐχθροῖς ‌τοὺς ‌αὑχμαλώτους ‌καταστησάμενος·; ‌οὕτω ‌κἀνταῦθα ‌τοὺς ‌τοῦ ‌'Ιωάννου ‌προπάτορας ‌πραγμάτων ‌καθίστησιν ‌ἐπιτρόπους ‌ἐν ‌αὐτοῖς ‌τοῖς ‌Σαρακηνοῖς·; ‌καὶ ‌κρατοῦσι ‌κἀνταῦθα ‌οἱ ‌εὐσεβεῖς ‌αὑχμάλωτοι ‌τῶν ‌αὑχμαλωτισάντων ‌αὐτοὺς ‌ἀσεβῶν. ‌ ‌ὢ ‌θαυμασιῶν ‌θεοῦ ‌μεγάλων, ‌καὶ ‌τεραστίων ‌τῶν ‌ἐξαισίων! ‌ ‌οὐδὲν ‌ἀρετῆς ‌ὑψηλότερον·; ‌ ‌οὐδὲν ‌εὐσεβείας ‌ἐστὶ ‌τιμιώτερον, ‌ἢ ‌μετεωρότερον. ‌ ‌ὡς ‌γὰρ ‌σημαῖα ‌ἐπὶ ‌βουνοῦ, ‌μᾶλλον ‌δ' ‌ὡς ‌λύχνος ‌ἐν ‌νυκτί, ‌καὶ ‌ὥσπερ ‌σπέρμα ‌τῷ ‌'Ισραὴλ, ‌καὶ ‌οἷον ‌σπινθὴρ ‌ἐν ‌σποδιᾷ, ‌τὸ ‌τῶν ‌προπατόρων ‌γένος ‌τοῦ ‌'Ιωάννου ‌ἐν ‌Δαμασκῷ ‌καταλέλειπται, ‌ἵνα ‌τὸν ‌λαμπρὸν ‌τοῦτον ‌προενέγκῃ ‌πυρσόν, ‌ὃ ‌δὲ ‌φωτίσῃ ‌πάντα ‌τά ‌πέρατα. ‌ ‌τοιοῦτοι ‌μὲν ‌τῷ ‌εὐφημουμένῳ ‌ὑπῆρξαν ‌οἱ ‌προπάτορες.


 
6. ‌ὁ ‌πατὴρ ‌δέ, ‌ὡς ‌`ρίζης ‌ἀγαθῆς ‌τοιαύτης ‌ἀναδοθείς, ‌ἐπ' ‌εὐσεβείᾳ ‌καὶ ‌ταῖς ‌ἄλλαις ‌ἀρεταῖς ‌τοὺς ‌τεκόντας ‌ὑπερβάλλεσθαι ‌φιλονεικῶν, ‌μείζω ‌τὴν ‌θεοφιλίαν ‌ἐπεδείξατο. ‌ ‌ἔδει ‌γὰρ ‌τῷ ‌οὕτω ‌λαμπρῷ ‌καὶ ‌εὑς ‌ἄκραν ‌ἀρετῆς ‌περιωπὴν ‌πεφθακέναι ‌μέλλοντι, ‌τὸν ‌προσεχέστερον ‌τῆς ‌γενέσεως ‌αἴτιον, ‌περιφανέστερον ‌τῶν ‌πρὸ ‌αὐτοῦ γενέσθαι, ‌ἵν' ‌ὥσπερ ‌ἐκ ‌τῆς ‌καθ' ‌εἱρμὸν ‌προβάσεως, ‌ἡ ‌πρὸς ‌τὸ ‌ὕψος ‌ἀναδρομὴ ‌γένηται ‌κατὰ ‌λόγον ‌εὔτακτον, ‌ὡς ‌δόξαι ‌παρὰ ‌τῆς ‌θείας ‌προνοίας ‌ἄνωθεν ‌οὑκονομεῖσθαι ‌τὰ ‌κατὰ ‌τὸν ‌μέγαν ‌τοῦτον ‌καὶ ‌μεγαλώνυμον, ‌οἷον ‌ἄρα ‌συμβέβηκε ‌κἀπὶ ‌τοῦ ‌Βαπτιστοῦ ‌'Ιωάννου. ‌ ‌ἐπεὶ ‌γὰρ ‌μείζων ‌τῶν ‌πρὸ ‌τούτου ‌προφητῶν ‌ἀναλάμψειν ‌ἔμελλε, ‌καὶ ‌πάσης ‌ἱερωσύνης ‌ἐπέκεινα ‌ἐνεργῆσαι ‌μυστήριον, ‌τὸ ‌τοῦ ‌δεσπότου ‌μου ‌βάπτισμα ‌ὑπὸ ‌τῆς ‌προνοίας ‌προῳκονήμητο, ‌οὐκ ‌ἐκ ‌τῶν ‌τυχόντων ‌προβήσεσθαι, ‌ἐκ ‌ἱερατικῆς ‌δὲ ‌φύλης, ‌καὶ ‌προφήτην ‌εἶναι ‌τὸν ‌φύσαντα. ‌ ‌οὕτω ‌γοῦν ‌κἀνταῦθα, ‌ὁ ‌τοῦ ‌'Ιωάννου ‌πατήρ, ‌ἀνὴρ ‌ὑπὸ ‌τῆς ‌προνοίας ‌τάττεται ‌τὰ ‌μάλιστα ‌εὐσεβὴς ‌καὶ ‌φιλάνθρωπος. ‌ ‌διοικητὴς ‌γὰρ ‌τῶν ‌δημοσίων ‌πραγμάτων ‌τῶν ‌ἀνὰ ‌τὴν ‌χώραν ‌πᾶσαν ‌καταστὰς ‌διὰ ‌τὸ ‌περιὸν ‌αὐτῷ ‌τῆς ‌τε ‌ἀρετῆς ‌καὶ ‌τῆς ‌ἄλλης ‌τοῦ ‌βίου ‌περιφανείας, ‌καὶ ‌ἐφ' ‌οἷς ‌ἐκόμα ‌πλούτῳ ‌συχνῷ, ‌οὐκ ‌εὑς ‌κώμους ‌καὶ ‌μέθας ‌καὶ ‌δαπάνας ‌ἀκαίρους ‌ἐχρῆτο ‌τοῖς ‌χρήμασιν, ‌ἀλλ' ‌ὅσον ‌ἐν ‌χρυσῷ ‌ἦν ‌αὐτῷ ‌καὶ ‌ὕλαις ‌ἑτέραις ‌`ρᾷστα ‌κινουμέναις, ‌ὤνιον ‌ἐποιεῖτο ‌τῶν ‌εὑς ‌αὑχμαλωσίαν ‌ἀγομένων ‌Χριστιανῶν·; ‌ἢν ‌δὲ ‌ἄλλην ‌εἶχε ‌κτῆσιν ‌ἀκίνητον·; ‌πλείστη ‌δὲ ‌τούτῳ ‌ἐτύγχανεν ‌κατὰ ‌τὴν ‌'Ιουδαίαν ‌καὶ ‌Παλαιστίνην·; ‌εὑς ‌ἀνάπαυσιν ‌ἐδίδου, ‌[p. ‌440]καὶ ‌τὴν ‌τοῦ ‌βίου ‌αὐτάρκειαν ‌τοῖς, ‌ὅσοι ‌τῶν ‌ἐξωνημένων ‌Χριστιανῶν, ‌τὴν ‌ἐν ‌ἐκείνοις ‌τοῖς ‌τόποις ‌προῄρηντο ‌κατοίκησιν, ‌τοὺς ‌δ' ‌ἄλλους, ‌ἐλευθέρῳ ‌φωτὶ ‌καὶ ‌ποδί, ‌ὅπη ‌βούλοιντο, ‌συνεχώρει ‌πορεύεσθαι. ‌ ‌τοιαύτη ‌τοῦ ‌ἀνδρὸς ‌ἡ ‌φιλάνθρωπος ‌ἀρετή. ‌ ‌πολλὰ ‌γὰρ ‌ἔχων, ‌ὡς ‌μηδὲν ‌ἔχων ‌ἐτύγχανε, ‌νύκτωρ ‌καὶ ‌μεθ' ‌ἡμέραν ‌τὰ ‌προσόντα ‌θεῷ ‌ἀποκτώμενος.
 

 
7. ‌οὕτως ‌ἔχων, ‌οὐ ‌φιλοξενίας, ‌ὡς ‌'Αβραάμ, ‌ἀλλὰ ‌φιλανθρωπίας ‌λαμβάνει ‌μισθόν, ‌τόκον ‌θαυμαστόν, ‌εὑ ‌καὶ ‌μὴ ‌ἐξ ‌ἐπαγγελίας, ‌ἀλλὰ ‌θείας ‌προγνώσεως ‌καὶ ‌προορίσεως. ‌ ‌προέγνω ‌γὰρ ‌ὁ ‌θεὸς ‌τὸν ‌'Ιωάννην ‌ὁποῖος ‌ἔσται, ‌καὶ ‌προώρισε ‌τοῦτον ‌ἐκ ‌τοῦδε ‌γενήσεσθαι ‌τοῦ ‌ἀνδρός, ‌εὑς ‌μισθὸν ‌αὐτῷ, ‌ἧς ‌φιλανθρωπίας ‌ποιεῖν ‌ἐνείθιστο, ‌εὑς ‌τοὺς ‌τῆς ‌ἐλευθερίας ‌ἀντικληρωσαμένους ‌αὑχμαλωσίαν ‌δεινήν. ‌ ‌τίκτεται ‌οὖν ‌αὐτῷ ‌παῖς ‌οὕτος ‌ὁ ‌λαμπρός, ‌καὶ ‌ἁπαλῷ ‌τῷ ‌σώματι ‌ἔτι, ‌τῇ ‌διὰ ‌τῆς ‌πνευματικῆς ‌μητρὸς ‌ἀναγεννήσει, ‌τέκνον ‌φωτὸς ‌ὁ ‌πατὴρ ‌τὸν ‌υἱὸν ‌ἀπεργάζεται, ‌πρᾶγμα ‌ποιῶν, ‌οὐ ‌τότε ‌`ρᾷον, ‌οὐδ' ‌ἐν ‌μέσοις ‌ἐκείνοις ‌τοῖς ‌ἔθνεσιν ‌εὐκατατόλμητον ‌τοῖς ‌πολλοῖς. ‌ ‌εἶτα ‌φροντὶς ‌τῷ ‌πατρὶ ‌τοῦ ‌παιδός, ‌οὐ ‌κελητίζειν ‌αὐτὸν ‌μαθεῖν, ‌οὐδὲ ‌δόρυ ‌κινεῖν ‌δεξιῶς, ‌οὐκ ‌ἐκ ‌τόξου ‌βάλλειν ‌ὀϊστὸν ‌εὐστοχώτατα, ‌ἢ ‌θηρίοις ‌μάχεσθαι, ‌καὶ ‌συναμείβειν ‌τὴν ‌φυσικὴν ‌ἡμερότητα ‌εὑς ‌θηριώδη ‌ὠμότητα, ‌οἷα ‌γίνεται ‌τοῖς ‌πολλοῖς ‌τὸν ‌θυμὸν ‌ταρασσομένοις ‌συχνῶς, ‌καὶ ‌μανιῶδες ‌ἄιττουσι, ‌καὶ ‌παράπληκτον·; ‌ἐφ' ‌οἷς ‌οὐκ ‌ἐζητεῖτο ‌τῷ ‌τοῦ ‌'Ιωάννου ‌πατρὶ ‌Χείρων ‌ἄλλος ‌τις ‌ὀρεσίτροφος, ‌μυελοῖς ‌ἐλάφων ‌ἐκτρέφειν ‌τὸν ‌διδασκόμενον, ‌ἀλλ' ‌ἀνὴρ ‌ἀνηρευνᾶτο ‌πᾶσαν ‌παιδείαν ‌ἐξησκημένος, ‌ἐν ‌ἐπιστήμῃ ‌τυγχάνων ‌λόγου ‌παντοίου, ‌καὶ ‌λόγους ‌ἀγαθοὺς ‌τῆς ‌ψυχικῆς ‌καρδίας ‌ἐξερευγόμενος, ‌ἵνα ‌καὶ ‌τὸν ‌αὐτοῦ ‌παῖδα ‌τοιούτοις ‌ἐκθρέψῃ ‌τοῖς ‌ἐδωδίμοις ‌καὶ ‌καρυκεύμασι·; ‌καὶ ‌τὴν ‌ἱερὰν ‌ἐπιθυμίαν ‌ὁ ‌θεὸς ‌ἀποπληροῖ ‌τῷ ‌ἀνδρί, ‌καὶ ‌τῷ ‌ζητοῦντι ‌εὕρηται ‌ὁ ‌ζητούμενος. ‌ ‌ὁ ‌δὲ ‌τρόπος ‌τῆς ‌τοῦ ‌ζητουμένου ‌εὑρήσεως ‌τοιοσδί.


 
8. ‌οἱ ‌ἐκ ‌Δαμασκοῦ ‌βάρβαροι, ‌τὴν ‌κατὰ ‌θάλασσαν ‌ποιούμενοι ‌ἔφοδον ‌ὡς ‌αὐτοῖς ‌εἴθιστο, ‌πολλοὺς ‌τότε ‌Χριστιανοὺς ‌ἐληΐσαντο, ‌καὶ ‌καταβάντες ‌εὑς ‌θάλασσαν ‌ἐν ‌πλοίοις, ‌ᾐχμαλώτευσαν ‌αὑχμαλωσίαν ‌πολλήν, ‌καὶ ‌εὑς ‌τὴν ‌πόλιν ‌αὐτῶν ‌ἀγαγόμενοι, ‌οὓς ‌μὲν ‌τοῖς ‌ὠνουμένοις ‌προέθεντο, ‌οὓς ‌δὲ ‌μαχαίρας ‌εἷλκον ‌ποιήσασθαι ‌ἀνάλωμα. ‌ ‌τούτοις ‌καί τις ‌συναπεκληρώθη ‌ἀνὴρ ‌σχῆμα ‌ἠμφιεσμένος ‌μοναδικόν, ‌
[p. ‌441]ἐξ ‌'Ιταλίας ‌ὁρμώμενος, ‌κόσμιος ‌τὴν ‌ὄψιν, ‌κοσμιώτερος ‌τὴν ‌ψυχήν, ‌καὶ ‌τὴν ‌κλῆσιν ‌Κοσμᾶς. ‌ ‌καί ‌τις ‌σεμνότης ‌αὐτοῦ ‌τῷ ‌προσώπῳ ‌ἐπέπρεπε ‌καταμηνύουσα ‌τὴν ‌ἐντὸς ‌κατάστασιν. ‌ ‌τούτου ‌προσέπιπτον ‌τοῖς ‌ποσὶν ‌οἱ ‌ἑλκόμενοι ‌πρὸς ‌σφαγήν, ‌ἐλιπάρουν ‌ἵλεων ‌αὐτοῖς ‌τὸν ‌θεὸν ‌ποιήσασθαι ‌καὶ ‌ὑπὲρ ‌ὧν ‌ἡμαρτήκασιν, ‌ἄφεσιν ‌εὑρεῖν ‌τῷ ‌φιλανθρώπῳ ‌ἐπεύχεσθαι. ‌ ‌οἱ ‌οὖν ‌βάρβαροι ‌τὴν ‌τῶν ‌τεθνηξομένων ‌ἐκείνων ‌δυσωπίαν ‌ὁρῶντες, ‌ἣν ‌ἐποιοῦντο ‌πρὸς ‌τὸν ‌σεμνοήθη ‌ἐκεῖνον, ‌προσιόντες ‌ἐπυνθάνοντο ‌τοῦ ‌ἀνδρός, ‌τίς ‌τε ‌εἴη ‌τὴν ‌ἐν ‌τῷ ‌κόσμῳ ‌ἀξίαν, ‌καὶ ‌ποῖος ‌τὴν ‌περιφάνειαν ‌ἐν ‌Χριστιανοῖς. ‌ ‌ὁ ‌δὲ ‌ἀπεκρίνατο, ‌εὑπών·; ‌<<οὐδενὸς ‌ἀξιώματος ‌ἄλλου ‌τῶν ‌κατὰ ‌κόσμον, ‌ἱερατικὸν ‌δὲ ‌χρῖσμα ‌περικείμενον ‌κέκτημαι. ‌ ‌ἄχρειος ‌δέ ‌τίς ‌εὑμι, ‌μονότροπος, ‌καὶ ‌φιλοσοφίαν ‌ἐξησκηκώς, ‌οὐ ‌μόνον ‌τὴν ‌καθ' ‌ἡμᾶς ‌καὶ ‌φιλόθεον, ‌ἀλλ' ‌ἣν ‌καὶ ‌οἱ ‌θύραθεν ‌σοφοὶ ‌διετάξαντο.>> ‌ὡς ‌δὲ ‌ταῦτα ‌ἔφησε, ‌δακρύων ‌ὑπεπλήσθη ‌τοὺς ‌ὀφθαλμούς.


 
9. ‌οὐ ‌μακρὰν ‌δὲ ‌ὁ ‌τοῦ ‌'Ιωάννου ‌πατὴρ ‌ἑστηκώς, ‌καὶ ‌οὕτως ‌ἔνδακρυν ‌τὸν ‌ἄνδρα ‌ἑωρακώς, ‌προσῄει ‌παρακαλέσων ‌τῆς ‌συμφορᾶς, ‌καί ‌φησιν·; ‌<<ἵνα ‌τί, ‌ὦ ‌ἄνθρωπε ‌τοῦ ‌θεοῦ, ‌τὴν ‌τοῦ ‌κόσμου ‌στέρησιν ‌προσκλαίεις, ‌ὁ ‌πάλαι ‌τούτῳ ‌ἀποταξάμενος, ‌καὶ ‌νεκρωθείς, ‌ὡς ‌ὁρῶ ‌ἐκ ‌τοῦ ‌σχήματος;>> ‌ ‌καὶ ‌ὁ ‌μοναχὸς ‌ἀπεκρίνατο·; ‌<<οὐ ‌ταύτης ‌τῆς ‌ζωῆς ‌τὴν ‌στέρησιν ‌ἀποδύρομαι·; ‌ἐγὼ ‌γάρ, ‌ὡς ‌εἴρηκας, ‌τῷ ‌κόσμῳ ‌νενέκρωμαι. ‌ ‌τοῦτο ‌δέ ‌με ‌ἀνιᾷ, ‌ὅτι ‌πᾶσαν ‌μετῄειν ‌ἀνθρωπίνην ‌σοφίαν, ‌καὶ ‌τὴν ‌ἐγκύκλιον ‌προϋπεθέμην ‌ὥσπερ ‌θεμέλιον. ‌ ‌τῇ ‌`ρητορικῇ ‌τὴν ‌γλῶσσαν ‌ἐξήσκημαι·; ‌ταῖς ‌διαλεκτικαῖς ‌μεθόδοις ‌καὶ ‌ἀποδείξεσι ‌τὸν ‌λόγον ‌πεπαίδευμαι·; ‌τὴν ‌ἠθικὴν ‌μετῄειν ‌ὅσην ‌ὁ ‌Σταγειρίτης, ‌καὶ ‌ὅσην ‌ὁ ‌τοῦ ‌'Αρίστωνος ‌παραδέδωκε·; ‌τὰ ‌περὶ ‌τὴν ‌φυσικὴν ‌θεωρίαν ‌ἅπασαν, ‌ὡς ‌ἱκανὸν ‌ἀνθρώπῳ ‌ἐντεθεώρηκα·; ‌ἀριθμητικῆς ‌δὲ ‌τοὺς ‌λόγους ‌μεμάθηκα·; ‌γεωμετρίαν ‌εὑς ‌ἄκρον ‌ἐξήσκημαι·; ‌ἁρμολογίας ‌δὲ ‌μουσικῆς ‌καὶ ‌ἀναλογίας ‌εὐτάκτους ‌σεμνοπρεπῶς ‌κατώρθωκα·; ‌ὅσα ‌τε ‌περὶ ‌τὴν ‌οὐράνιον ‌κίνησιν, ‌τὴν ‌τῶν ‌ἀστέρων ‌περιφορὰν ‌οὐ ‌παρέλιπον, ‌ἵν' ‌ἐκ ‌μεγέθους ‌καὶ ‌καλλονῆς ‌τῶν ‌κτισμάτων ‌ἀναλόγως ‌τῇ ‌περὶ ‌τούτων ‌μου ‌γνώσει, ‌καὶ ‌τὴν ‌περὶ ‌τοῦ ‌κτίστου ‌θεωρίαν ‌ἀνάλογον ‌ἕξοιμι. ‌
[p. ‌444]ὁ ‌γὰρ ‌τρανοτέραν ‌τὴν ‌τῶν ‌κτισμάτων ‌ἐσχηκὼς ‌γνῶσιν, ‌τρανότερόν ‌τε ‌κατανοεῖ, ‌καὶ ‌διὰ ‌θαύματος ‌ποιεῖται ‌πλείονος ‌τὸν ‌ταῦτα ‌δημιουργήσαντα. ‌ ‌ἐντεῦθεν ‌εὑς ‌τὰ ‌τῆς ‌θεολογίας ‌μετέβην ‌μυστήρια, ‌ἥν ‌τε ‌παῖδες ‌`Ελλήνων ‌παρέδωκαν, ‌καὶ ‌ἣν ‌οἱ ‌καθ' ‌ἡμᾶς ‌θεολόγοι ‌διεσάφησαν ‌ἀπλανέστατα. ‌ ‌τούτων ‌οὖν ‌μεστὸς ‌γεγονώς, ‌οὔπω ‌καὶ ‌ἄλλῳ ‌μεταδοῦναι ‌τῆς ‌ἐξ ‌αὐτῶν ‌ὠφελείας ‌πέφθακα, ‌οὐδὲ ‌παῖδα ‌τεκεῖν ‌διὰ ‌φιλοσοφίας ‌πατρόμοιον. ‌ ‌φιλοῦσι ‌γάρ, ‌ὥσπερ ‌οἱ ‌πολλοί, ‌φυσικοὺς ‌παῖδας ‌τεκεῖν, ‌ἐντεῦθεν ‌τὴν ‌τοῦ ‌γένους ‌διαδοχὴν ‌διαμένειν ‌οὑόμενοι·; ‌οὕτω ‌καὶ ‌οἱ ‌φιλοσοφίαν ‌ἐκμελετήσαντες, ‌τέκνα ‌διατεκεῖν ‌διὰ ‌διδασκαλίας ‌καὶ ‌μυήσεως ‌ποθοῦσιν, ‌ἵνα ‌τὸ ‌κατὰ ‌φιλοσοφίαν ‌γένος ‌χρυσοῦν ‌ἐν ‌βίῳ ‌μέχρι ‌παντὸς ‌διασώζηται·; ‌οἱ ‌δὲ ‌τοῦ ‌τόκου ‌τούτου ‌θαυμασίου ‌παραίτιοι, ‌ἀθάνατον ‌κληρούνται ‌τὴν ‌εὔκλειαν. ‌ ‌ἄλλως ‌τε ‌τοῦτο ‌τῆς ‌ἀγαθότητος ‌ἴδιον, ‌τὸ ‌μεταδιδόναι ‌καὶ ‌ἄλλοις, ‌ὧν ‌πεπλούτηκέ ‌τις ‌χρηστῶν. ‌ ‌ὁ ‌γοῦν ‌μὴ ‌οὕτως ‌ἔχων, ‌μηδ' ‌οὕτως ‌ἐθέλων, ‌οὐκ ‌ἐν ‌τῷ ‌ἀγαθῷ ‌κεῖται, ‌ἀλλ' ‌ἐν ‌τῷ ‌πονηρῷ, ‌ὡς ‌ὑπερηφανίας ‌καὶ ‌φθόνου ‌μεστός, ‌ἐφ' ‌οἷς ‌ἂν ‌ἄλλοις ‌μεταδοῦναι ‌μὴ ‌βούλεται, ‌εἴ ‌τινος ‌εὐμοίρησεν ‌ἀγαθοῦ. ‌ ‌διὸ ‌καὶ ‌ὃ ‌δοκεῖ ‌ἔχειν, ‌αἵρεται ‌ἀπ' ‌αὐτοῦ, ‌ὡς ‌ἐπὶ ‌τοῦ ‌δούλου ‌ἐκείνου, ‌τοῦ ‌μὴ ‌καταβαλόντος ‌τοῖς ‌τραπεζίταις ‌τὸ ‌τάλαντον. ‌ ‌ἐγὼ ‌δὲ ‌τὴν ‌ἀγαθὴν ‌μερίδα ‌ἐκλέλεγμαι, ‌καὶ ‌σφόδρα ‌ᾑρούμην ‌τῆς ‌προσούσης ‌μοι ‌σοφίας ‌ἄλλοις ‌γενέσθαι ‌μεταδοτικός. ‌ ‌ἐπεὶ ‌δὲ ‌οὐκ ἔτυχον ‌τοῦ ‌ποθουμένου, ‌ἵνα ‌τοῖς ‌πιστοῖς ‌ἐκείνοις ‌δούλοις ‌συνταχθῶ, ‌τοῖς ‌τάλαντα ‌ποιησαμένοις ‌ἐν ‌διπλῷ ‌διὰ ‌τῆς ‌πρὸς ‌ἑτέρους ‌χρήσεως, ‌οὔτε ‌μὴν ‌τέκνον ‌διὰ ‌φιλοσοφίας ‌ἀπέτεκον, ‌καὶ ‌ἄπειμι, ‌ὡς ‌ἄν ‌τις ‌εἴποι, ‌ἄπαις, ‌καὶ ‌ἄθλιος, ‌ὡς ‌ὁρᾷς, ‌κατονοῦμαι ‌τὸ ‌πρόσωπον, ‌καὶ ‌σκυθρωπάζω ‌δεινῶς.>>


 
10. ‌τούτων ‌ἀκηκοὼς ‌τῶν ‌`ρημάτων, ‌ὁ ‌ἐρῶν ‌τοιοῦδε ‌θησαυροῦ, ‌ἀπεκρίνατο·; ‌<<ἔα, ‌ὦ ‌μακάριε ‌ἄνθρωπε, ‌καὶ ‌τὴν ‌ψυχὴν ‌παρηγόρησον·; ‌ἴσως ‌γὰρ ‌δῷη ‌σοι ‌Κύριος ‌τὰ ‌αὑτήματα ‌τῆς ‌καρδίας ‌σου.>> ‌ ‌ταῦτα ‌εὑπὼν ‌ὁ ‌τοῦ ‌'Ιωάννου ‌πατήρ, ‌ὡς ‌εἶχε ‌ποδῶν, ‌εὑς ‌τὸν ‌τῶν ‌Σαρακηνῶν ‌ἀπέτρεχεν ‌ἄρχοντα, ‌καὶ ‌ποσὶν ‌ἐκείνου ‌προσέπιπτε, ‌τὸν ‌κόσμιον ‌Κοσμᾶν ‌ἐξαιτούμενος, ‌καὶ ‌τῆς ‌αὑτήσεως ‌οὐκ ‌ἐκπέπτωκε·; ‌λαμβάνει ‌δὲ ‌δῶρον ‌τὸν ‌πολλοῦ ‌ὄντως ‌ἄξιον, ‌καὶ ‌ἀπαγαγὼν ‌εὑς ‌τὸν ‌ἴδιον ‌οἶκον, ‌παρηγόρει ‌τὸν ‌ἄνδρα, ‌καὶ ‌τῆς ‌μακρᾶς ‌κακοπαθείας ‌ἀνέψυχε, ‌καὶ ‌τοιαῦτα ‌λέγων ‌προσέθετο·; ‌<<οὐκ ‌εἶ ‌μόνον ‌ἐλεύθερος ‌τοῦ ‌λοιποῦ, ‌ἀλλὰ ‌καὶ ‌κοινωνόν ‌σε ‌τοῦ ‌οἴκου ‌μου ‌τίθημι, ‌καὶ ‌
[p. ‌445]συνδέσποτον, ‌κατ' ‌ἐμὲ, ‌συμμέτοχόν ‌μοι ‌πάσης ‌χαρᾶς ‌τε ‌καὶ ‌θλίψεως. ‌ ‌τοῦτο ‌δὲ ‌μόνον ‌πρὸς ‌τῆς ‌σῆς ‌αὑτῶ ‌τιμιότητος, ‌ἵνα ‌τοῦτον ‌δή ‌μοι ‌τὸν ‌ἐκ ‌φύσεως ‌υἱὸν ‌'Ιωάννην, ‌καὶ ‌τοῦτον ‌δῆτα ‌τὸν ‌ἕτερον ‌τὸν ‌ὁμωνυμοῦντά ‌σοι, ‌ὃν ‌καὶ ‌εὑς ‌υἱὸν ‌ἐποιησάμην ‌πνευματικόν, ‌ἐξ ‌`Ιεροσολύμων ‌ὁρμώμενον, ‌καὶ ‌ἀφ' ‌ἁπαλῶν ‌ἀπορφανισθέντα ‌τῷ ‌σώματι, ‌πᾶσαν, ‌ἣν ‌οἶδας, ‌παιδείαν ‌καὶ ‌φιλοσοφίαν, ‌τὴν ‌θύραθεν, ‌καὶ ‌ἡ ‌τοῦ ‌πνεύματος ‌χάρις ‌τοὺς ‌ἀξίους ‌ἐμυσταγώγησεν, ‌ἐκπαιδεύσῃς ‌καὶ ‌διδάξῃς ‌ἐπιμελέστατα.>> ‌ ‌ὁ ‌δὲ ‌φιλόσοφος, ‌πρὸς ‌ἅπερ ‌ἀκήκοεν, ‌ἵππος ‌ἦν ‌εὐθὺς ‌δεσμὸν ‌ἀπορρήξας, ‌καὶ ‌κροαίνων ‌κατὰ ‌πεδίου·; ‌ἢ ‌ἔλαφός ‌τις ‌διψῶσα, ‌καὶ ‌πρὸς ‌πηγὰς ‌ὑδάτων ‌ἐκπεμπομένη. ‌ ‌εἶπες ‌ἂν ‌αὐτὸν ‌οἷόν ‌τινα ‌Μίδαν ‌μεγάλοις ‌ἐντετυχέναι ‌θησαυροῖς ‌τοῦ ‌χρυσοῦ. ‌ ‌τοιοῦτον ‌ἔχων ‌πρὸς ‌τὸ ‌πρᾶγμα ‌τὸ ‌πρόθυμον, ‌τοὺς ‌νέους ‌ἀναλαμβάνεται, ‌καὶ ‌καθίσταται ‌τούτοιν ‌διδάσκαλος.


 
11. ‌ὁ ‌δὲ ‌'Ιωάννης ‌ἀετὸς ‌ἦν ‌ἀέρα ‌διαπετώμενος, ‌ὡς ‌πτέρυξι ‌χρώμενος, ‌εὐφυίᾳ ‌φύσεως ‌καὶ ‌σπουδῇ ‌προαιρέσεως. ‌ ‌ὁ ‌δὲ ‌κατὰ ‌πνεῦμα ‌τούτου ‌ἀδελφὸς ‌καὶ ‌συμμύστης ‌αὐτοῦ ‌Κοσμᾶς, ‌ναῦς ‌ἦν ‌ἱστίοις ‌πτερυσσομένη, ‌καὶ ‌φορτὶς ‌φερομένη ‌καθ' ‌ὑδάτων, ‌τῷ ‌πνεύματι ‌ἐξουρίας ‌αὐτῷ ‌τε ‌πνέοντι, ‌καὶ ‌ζεφυρῶδες ‌ἀπὸ ‌πρύμνης ‌φυσῶντι. ‌ ‌οὕτως ‌τάχει ‌φύσεως ‌καὶ ‌σπουδῆς ‌συντονίᾳ ‌διὰ ‌βραχέων ‌συνελέγη ‌τούτοις ‌ἅπαν ‌σπουδαιότατον ‌μάθημα, ‌ὅσον ‌γραμματικῆς, ‌ὅσον ‌διαλεκτικῆς ‌τε ‌καὶ ‌ἀποδεικτικῆς. ‌ ‌τῇ ‌δὲ ‌ἠθικῇ ‌φιλοσοφίᾳ ‌οὐ ‌τὸν ‌νοῦν ‌μόνον ‌ἐκόσμουν ‌διὰ ‌τῆς ‌κατὰ ‌ταύτην ‌μαθήσεως, ‌ἀλλὰ ‌καὶ ‌τὸ ‌τῆς ‌ψυχῆς ‌ταραχῶδες ‌κατέστελλον. ‌ ‌καὶ ‌ὡς ‌ἀετὸς ‌δὲ ‌βλέπων ‌ὀξύ, ‌οὕτως ‌ἦσαν ‌ἐκεῖνοι ‌πρὸς ‌τοὺς ‌τῶν ‌φύσεων ‌λόγους ‌ἀσκαρδαμυτὶ ‌ἀτενίζοντες. ‌ ‌ἀναλογίας ‌δὲ ‌καὶ ‌ἀριθμητικὰς ‌οὕτως ‌ἐξησκήκασιν ‌εὐφυῶς, ‌ὡς ‌Πυθαγόραι ‌ἢ ‌Διοφάνται. ‌ ‌γεωμετρίας ‌δὲ ‌τὴν ‌ἀπόδειξιν ‌οὕτως ‌ἐξεπαιδεύθησαν, ‌ὡς ‌Εὐκλείδας ‌τινὰς ‌τούτους ‌δοκεῖν, ‌καὶ ‌οἵτινες ‌ἄλλοι ‌παρόμοιοι. ‌ ‌περὶ ‌δὲ ‌τὴν ‌ἁρμονικὴν ‌τοιοῦτοι ‌γεγόνασιν, ‌ὁποῖοι ‌ἄρα ‌ἐξ ‌ὧν ‌ἐμουσουργήσασαν ‌θείων ‌μελισμάτων ‌τοῖς ‌συνετοῖς ‌καταφαίνονται. ‌ ‌περὶ ‌δὲ ‌ἀστρονομίας, ‌[p. ‌448]ὅσον ‌ἐν ‌διαστήμασι ‌καὶ ‌σχηματισμοῖς ‌καὶ ‌ἀναλογίαις ‌τῶν ‌ἀποστάσεων, ‌κἂν ‌μικρὰ ‌διεξῆλθε ‌περὶ ‌αὐτῶν ‌εὑς ‌βραχεῖαν ‌τῶν ‌ὑδιωτῶν ‌εἴδησιν, ‌οἷος ‌ὁ ‌'Ιωάννης ‌ἐξ ‌ὧν ‌γέγραφε ‌καταφαίνεται ‌·; ‌τοιοῦτος ‌δὴ ‌πάντως ‌καὶ ‌ὁ ‌Κοσμᾶς. ‌ ‌ἀλλ' ‌ὁ ‌περὶ ‌τούτου ‌λόγος ‌ἑτέροις ‌κείσθω·; ‌ὁ ‌'Ιωάννης ‌γὰρ ‌ἡμῖν ‌τῶν ‌ἐγκωμίων ‌ὑπόθεσις.

 
12. ‌τὸ ‌δὲ ‌ἐν ‌θεολογίαις ‌αὐτοῦ ‌καὶ ‌ἀκριβείαις ‌δογμάτων ‌τίς ‌οὐκ ‌ἐπιγνώσεται ‌καὶ ‌θαυμάζεται, ‌ἐκ ‌τῆς ‌στοιχειωτικῆς ‌αὐτοῦ ‌βίβλου, ‌μᾶλλον ‌δὲ ‌παντελείου ‌ἐν ‌δόγμασιν, ‌ἣν ‌ἄν ‌τις ‌παντὸς ‌λόγου ‌ὀρθοῦ ‌νομοθεσίας ‌ἐρεῖ, ‌καὶ ‌πλάκας ‌Μωσαϊκάς, ‌οὐκ ‌ἁμαρτήσει ‌τοῦ ‌ἀληθοῦς; ‌ ‌ἀλλ' ‌οἶδα ‌ὡς ‌ἐν ‌τοῖς ‌ἔμπροσθεν ‌ἔδει ‌με ‌τὰ ‌τῆς ‌βίβλου ‌ἐκείνης ‌ποιεῖσθαι ‌ἐγκώμια, ‌καὶ ‌οὐκ ‌ἐν ‌τοῖς ‌νῦν. ‌ ‌ἀλλὰ ‌εὑρήκαμεν ‌ταῦτα ‌πρὸς ‌ἀπόδειξιν ‌ἧς ‌ἐπαιδεύθη ‌παιδείας, ‌καὶ ‌ὅπως ‌ταύτην ‌μετῄει ‌ἅπασαν ‌μετ' ‌ἐπιστήμης ‌καὶ ‌ἀκριβείας·; ‌καὶ ‌τὸ ‌θαυμάσιον, ‌ὅτι ‌οὐκ ‌ἐφυσιώθη ‌τῇ ‌γνώσει, ‌ἀλλ' ‌ὥσπερ ‌ ‌τὰ ‌τῶν ‌φυτῶν ‌εὐγενῆ ‌βλαστήματα, ‌ἐπιπληθύνοντι ‌τῷ ‌καρπῷ ‌βαρυνόμενα, ‌κάτω ‌νεύει ‌πρὸς ‌τὴν ‌γῆν, ‌οὕτω ‌δὴ ‌καὶ ‌ὁ ‌πολὺς ‌'Ιωάννης, ‌ἐπιπληθυνομένης ‌αὐτῷ ‌τῆς ‌τῶν ‌λόγων ‌ἐπικαρπίας, ‌κάτω ‌νεύων ‌ἐτύγχανεν·; ‌οὐ ‌πρὸς ‌γῆν ‌δέ, ‌ἀλλὰ ‌πρὸς ‌τὸ ‌βυθιώτερον ‌τοῦ ‌κατὰ ‌φιλοσοφίαν ‌πελάγους ‌ἀποσκοπῶν, ‌ἔτι ‌ἐπιπλέων ‌αὐτῷ, ‌ὡς ‌μετά ‌τινος ‌πλοίου ‌τῆς ‌κοσμικῆς ‌προσπαθείας. ‌ ‌ἐπόθει ‌δὲ ‌καὶ ‌τὸ ‌πλοῖον ‌τοῦ ‌κόσμου ‌τούτου ‌ἀποσκευάσασθαι, ‌καὶ ‌τὰ ‌ἱμάτια ‌τῆς ‌σωματικῆς ‌προσπαθείας ‌τέλεον ‌ἀπεκδύσασθαι, ‌καὶ ‌οὕτω ‌γυμνῷ ‌τῷ ‌νοῒ ‌τὸ ‌πέλαγος ‌διανήξασθαι, ‌καὶ ‌εὑσδῦναι ‌κατὰ ‌βυθοῦ, ‌ἵν' ‌εὑρήσῃ ‌τὸν ‌ἀποκείμενον ‌ἐκεῖ ‌μαργαρίτην ‌τὸν ‌πολύτιμον. ‌ ‌τοῦτο ‌τοίνυν ‌ποθῶν, ‌καὶ ‌πρὸς ‌τοῦτο ‌ἀποσκοπούμενος, ‌πρὸς ‌τὸν ‌πυθμένα ‌τοῦ ‌βάθους ‌ὑποκλινόμενος ‌ἦν. ‌ ‌καὶ ‌οὐκ ‌ἐφυσιοῦτο ‌τῇ ‌γνώσει, ‌ἀλλ' ‌ἐταπεινοῦτο ‌τῷ ‌ἔρωτι ‌τῆς ‌μυστικωτέρας ‌σοφίας. ‌ ‌οὕτως ‌οὖν ‌πλήρης ‌ἦν ‌αὐτῷ ‌ἡ ‌νοητὴ ‌λαμπὰς ‌τῆς ‌ψυχῆς, ‌τοῦ ‌τῆς ‌κοσμικῆς ‌σοφίας ‌ἐλαίου, ‌ἵνα ‌καὶ ‌τὸ ‌ἄϋλον ‌φῶς ‌ἄνωθεν ‌καταπτὰν ‌ἐπὶ ‌τὴν ‌λαμπάδα ‌ταύτην ‌ὑφάψῃ, ‌καὶ ‌πυρσοειδὴς ‌ὁ ‌'Ιωάννης ‌ἀναφανῇ.


 
13. ‌ἐπὶ ‌τούτοις, ‌ὁ ‌τούτου ‌διδάσκαλος, ‌ἐκ ‌τοῦ ‌μαθητοῦ, ‌ὡς ‌ἔοικεν, ‌ὁδηγηθεὶς ‌πρὸς ‌τοῦτον ‌τὸν ‌ἔρωτα, ‌πρόσεισι ‌τῷ ‌πατρὶ ‌τοῦ ‌παιδός, ‌καί ‌φησιν·; ‌<<ὑδού ‌σοι ‌τὰ ‌τῆς ‌ἐπιθυμίας ‌τετέλεσται, ‌καὶ ‌οἱ ‌[p. ‌449]παῖδες ‌ἐμοῦ ‌κατὰ ‌σοφίαν ‌ὑπέρκεινται. ‌ ‌οὐ ‌γὰρ ‌ἤρκεσαν ‌αὐτοῖς ‌γενέσθαι ‌ὡς ‌ὁ ‌διδάσκαλος, ‌ἀλλὰ ‌μεγέθει ‌φύσεως, ‌καὶ ‌ἀνενδότοις ‌πόνοις, ‌ἴσως ‌καὶ ‌τοῦ ‌θεοῦ ‌ἐπαυξήσαντος ‌τούτοις ‌τὸ ‌τῆς ‌σοφίας ‌χάρισμα, ‌ὑψιπετέστεροί ‌μου ‌πρὸς ‌ὕψος ‌φιλοσοφίας ‌γεγόνασιν. ‌ ‌οὐ ‌χρειώδης ‌τοίνυν ‌αὐτοῖς ‌εὑμι ‌τοῦ ‌λοιποῦ. ‌ ‌ἤτω ‌δὲ ‌τοῦ ‌πόνου ‌μισθός, ‌τὸ ‌παρὰ ‌σοῦ ‌ἐαθῆναί ‌με ‌εὑς ‌μοναχῶν ‌ἀσκητήριον ‌ἀπελθεῖν, ‌κἀκεῖ ‌ἐπιστημόνως ‌ζητῆσαι ‌τὴν ‌ἀνωτάτω ‌σοφίαν. ‌ ‌ἡ ‌γὰρ ‌φιλοσοφία, ‌ἥνπερ ‌προπεπαίδευμαι, ‌πρὸς ‌ἐκείνην ‌με ‌παραπέμπεται, ‌καὶ ‌δυοῖν ‌κάλλιον ‌καταπλουτισθῆναί ‌με ‌τοῖν ‌καλοῖν, ‌καὶ ‌προσεπικτήσασθαι ‌τῇ ‌πρότερον ‌σοφίᾳ, ‌καὶ ‌τὴν ‌ἀϋλοτάτην, ‌καὶ ‌ὑπὲρ ‌ἔννοιαν, ‌καὶ ‌ἣν ‌ὁ ‌γυμνὸς ‌νοῦς ‌ὁ ‌πάντη ‌ἀπηλλαγμένος ‌τοῦ ‌σώματος, ‌μυεῖσθαι ‌δεδύνηται.>> ‌ ‌ἤλγησεν ‌ἐπὶ ‌τῷ ‌λόγῳ ‌τοῦ ‌φιλοσόφου ‌ὁ ‌'Ιωάννου ‌πατήρ. ‌ ‌πλὴν ‌οὐκ ‌εἶχε ‌κατασχεῖν, ‌ἵνα ‌μὴ ‌δόξῃ ‌φαῦλα ‌τὰ ‌μισθώματα ‌τῆς ‌τῶν ‌λόγων ‌διδασκαλίας ‌αὐτῷ ‌ἀποδίδοσθαι. ‌ ‌ἐφοδιασάμενος ‌δὲ ‌αὐτὸν ‌δαψιλεστάτοις ‌πρὸς ‌τὴν ‌χρείαν ‌ἐφοδίοις, ‌ἐν ‌εὑρήνῃ ‌ἀπέλυσεν. ‌ ‌ὁ ‌δὲ ‌πρὸς ‌τὴν ‌ἐν ‌ἐρήμῳ ‌τοῦ ‌ἁγίου ‌Σάβα ‌λαύραν ‌ἀπιών, ‌καὶ ‌ἕως ‌τελευτῆς ‌μεμενηκώς, ‌πρὸς ‌τὴν ‌αὐτοσοφίαν ‌θεὸν ‌μετακεχώρηκε. ‌ ‌συνεξεδήμησε ‌δὲ ‌διὰ ‌θανάτου ‌καὶ ‌ὁ ‌τοῦ ‌'Ιωάννου ‌πατήρ. ‌ ‌ὁ ‌δὲ ‌τῶν ‌Σαρακηνῶν ‌ἀρχηγὸς ‌τὸν ‌'Ιωάννην ‌εὑσκαλεσάμενος, ‌προεχειρίζετο ‌πρωτοσύμβουλον. ‌ ‌ὁ ‌δ' ‌ἀνένευεν, ‌ἀλλαχόσε ‌προσνενευκυῖαν ‌ἔχων ‌τὴν ‌ἔφεσιν·; ‌ὅμως ‌ἱκανῶς ‌βιασθείς, ‌ἀντιτείνειν ‌ἔτι ‌οὐκ ‌ἴσχυσε·; ‌καὶ ‌καθίσταται ‌οὗτος ‌ἐν ‌μείζονι ‌ἀρχῇ ‌παρὰ ‌τὸν ‌γεννήσαντα.


 
14. ‌ἦν ‌δὲ ‌τὰ ‌τῆς ‌`Ρωμαϊκῆς ‌ἀρχῆς ‌διιθύνων ‌τότε ‌Λέων ‌ὁ ‌῎Ισαυρος, ‌ὃς ‌κατὰ ‌τῶν ‌σεβασμίων ‌
[p. ‌452]εὑκόνων, ‌καὶ ‌τοῦ ‌ὀρθοδόξου ‌τῆς ‌'Εκκλησίας ‌πληρώματος, ‌ὡς ‌λέων ‌ἁρπάζων ‌καὶ ‌ὠρυόμενος ‌ἦν, ‌ἐκείνας ‌μὲν ‌κατακαίων ‌τῷ ‌πυρὶ ‌τῆς ‌θηριώδους ‌μανίας, ‌τοὺς ‌δ' ‌αὐτῶν ‌προσκυνητὰς ‌ἁρπάζων, ‌καὶ ‌ἀπολλύων, ‌καὶ ‌ὀδοῦσι ‌τυραννικῆς ‌δυσσεβείας ‌διασπαράσσων ‌ἐλεεινῶς. ‌ ‌ταῦτα ‌εὑς ‌ἀκοὰς ‌τοῦ ‌'Ιωάννου ‌ἐνέπεσε, ‌καὶ ‌τὸν ‌ζῆλον ‌μιμεῖται ‌τοῦ ‌'Ηλίου, ‌καὶ ‌τοῦ ‌ὁμωνυμοῦντος ‌τὸν ‌ἔλεγχον, ‌οἷα ‌τοῦ ‌πνεύματος ‌χρίσαντος ‌αὐτὸν ‌ἀοράτως, ‌καὶ ‌πρὸ ‌τῆς ‌χρίσεως ‌τῆς ‌δυσσεβείας ‌ἀντίπαλον, ‌καὶ ‌τὸν ‌λόγον ‌προβάλλεται, ‌οἷα ‌τοῦ ‌πνεύματος ‌μάχαιραν, ‌ὅπλον ‌τμητικὸν ‌ἀνελεῖν ‌τὸ ‌τοῦ ‌θηριογνώμονος ‌δόγμα ‌ὡς ‌κεφαλήν. ‌ ‌ἐπιστολιμαίους ‌τοίνυν ‌λόγους ‌ὑπὲρ ‌τῆς ‌τῶν ‌σεβασμίων ‌
[p. ‌453]εὑκόνων ‌τιμῆς, ‌τοῖς ‌εὑδόσιν ‌αὐτὸν ‌ὀρθοδόξοις ‌ἐξέπεμπεν, ‌ἄγαν ‌δεικνὺς ‌ἐμφιλοσοφώτατα, ‌ἀναγκαίαν ‌εἶναι ‌τὴν ‌τῶν ‌θείων ‌ἐκτυπωμάτων ‌προσκύνησιν. ‌ ‌κἀκείνους ‌παρήγγειλε ‌πρὸς ‌ἄλλους ‌λέγειν ‌τὰ ‌ὅμοια, ‌καὶ ‌τὰς ‌αὐτοῦ ‌δεικνύειν ‌πᾶσιν ‌ἐπιστολάς. ‌ ‌καὶ ‌διὰ ‌πάντων ‌ἔσπευδεν ‌ὁ ‌τῆς ‌ἀληθείας ‌νέος ‌ἀθλητής, ‌ὡς ‌διὰ ‌κύκλου ‌τινὸς ‌τὰς ‌οὑκείας ‌ἐπιστολὰς ‌ἀπὸ ‌χειρῶν ‌εὑς ‌χεῖρας ‌διαβαίνειν ‌τοῖς ‌πιστοῖς, ‌καὶ ‌κρατύνεσθαι ‌τὸ ‌ὀρθόδοξον, ‌καὶ ‌κατὰ ‌Παῦλον ‌ἠπείγετο ‌κύκλῳ ‌διαλαβεῖν ‌τὸ ‌περίγειον, ‌εὑ ‌καὶ ‌μὴ ‌τῷ ‌ποδί, ‌ἀλλὰ ‌δι' ‌ἐπιστολῶν ‌τῷ ‌τῆς ‌ἀληθείας ‌κηρύγματι.


 
15. ‌ἤκουσται ‌ταῦτα ‌τῷ ‌βασιλεῖ ‌Λέοντι, ‌καί ‌τινας ‌τῶν ‌ὁμογνωμόνων ‌εὑσκαλεσάμενος, ‌ἐπεὶ ‌μὴ ‌ἔφερε ‌τὴν ‌τῆς ‌ἀσεβείας ‌αὐτοῦ ‌στηλίτευσιν, ‌ἣν ‌τρανῶς ‌διεκήρυττον ‌τὰ ‌τοῦ ‌'Ιωάννου ‌γράμματα, ‌παρήγγειλεν ‌αὐτοῖς, ‌τὸ ‌τῆς ‌εὐσεβείας ‌προσωπεῖον ‌περιθεμένοις, ‌διὰ ‌σπουδῆς ‌ποιήσασθαι ‌καὶ ‌διαλαλιὰν ‌θέσθαι, ‌οὑκειόγραφον ‌εὑρέσθαι ‌τοῦ ‌'Ιωάννου ‌ἐπιστολήν. ‌ ‌οἱ ‌δὲ ‌τῆς ‌κακίας ‌ὑπασπισταί, ‌οὐκ ‌ἀνῆκαν ‌πάντα ‌κάλων ‌κινοῦντες, ‌τὸν ‌δόλον ‌ὑποκρυψάμενοι, ‌καὶ ‌ἀναζητοῦντες ‌ὃ ‌προσετάγησαν, ‌ἕως ‌εὑρόντες, ‌τῷ ‌βασιλεῖ ‌ἐνεχείρισαν. ‌ ‌καὶ ‌οὗτος ‌δὲ ‌προσκεκληκώς ‌τινας ‌τῶν ‌ὑπογραφέων ‌αὐτοῦ, ‌τῶν ‌τοῦ ‌'Ιωάννου ‌γραμμάτων ‌προετίθει ‌τοὺς ‌τύπους ‌εὑς ‌μίμησιν, ‌τόν ‌τε ‌τῆς ‌γραφῆς ‌χαρακτῆρα, ‌ὅσον ‌ἐν ‌διανοίᾳ, ‌καὶ ‌ὅσον ‌ἐν ‌λέξεσιν. ‌ ‌εὗρεν ‌οὖν ‌ἐν ‌τούτῳ ‌ὑπηρετήσοντας ‌ἱκανούς·; ‌καὶ ‌δὴ ‌κελεύει ‌ὡς ‌ἐκ ‌τοῦ ‌'Ιωάννου ‌πρὸς ‌αὐτὸν ‌δὴ ‌τὸν ‌δυσώνυμον ‌βασιλέα, ‌ἐγχαράξαι ‌γραμμάτιον ‌τοιοῦδε ‌τοῦ ‌σκοποῦ ‌ἐχόμενον·; ‌<<χαῖρε, ‌ὦ ‌βασιλεῦ·; ‌κἀγὼ ‌συγχαίρω ‌τῷ ‌κράτει ‌σου ‌διὰ ‌τὴν ‌ταυτότητα ‌τῆς ‌ἡμῶν ‌πίστεως. ‌ ‌εὐγνωμοσύνην ‌τε ‌καὶ ‌σέβας ‌τὸ ‌προσῆκον ‌ἀπονέμω ‌τῇ ‌βασιλικῇ ‌σου ‌ὑπεροχῇ, ‌δι' ‌ἣν ‌καὶ ‌ταῦτα ‌ποιῷ ‌[lege: ‌ποιῶ] ‌πρὸς ‌γνῶσίν ‌σου. ‌ ‌ὡς ‌ἡ ‌καθ' ‌ἡμᾶς ‌πόλις ‌αὕτη ‌περὶ ‌τὴν ‌φυλακὴν ‌ἠμελημένη ‌πάντη ‌τυγχάνει, ‌τὸ ‌ἐνταῦθά ‌τε ‌στρατιωτικὸν ‌τῶν ‌'Αγαρηνῶν, ‌ἀσθενὲς ‌καὶ ‌εὐαρίθμητον. ‌ ‌φεῖσαι ‌οὖν, ‌πρὸς ‌θεοῦ, ‌καὶ ‌τῆς ‌πόλεως ‌ταύτης, ‌καὶ ‌παρ' ‌ἐλπίδα ‌πᾶσαν ‌χεῖρα ‌γενναίαν, ‌καὶ ‌πολυπληθῆ ‌πεπομφώς, ‌ἀλλαχοῦ ‌προσποιουμένην ‌πορεύεσθαι, ‌ἕξεις ‌τὴν ‌πόλιν ‌ἀκονιτί·; ‌
[p. ‌456]οὐ ‌μετρίως ‌γὰρ ‌κἀγὼ ‌πρὸς ‌τοῦτον ‌συναροῦμαί ‌σοι ‌τὸν ‌σκοπόν, ‌ὅτι ‌καὶ ‌ὑπὸ ‌χεῖρα ‌ἐμὴν ‌πᾶσα ‌ἡ ‌χώρα, ‌καὶ ‌ἡ ‌πόλις ‌ἐπιτελεῖ.


 
16. ‌τούτου ‌γενομένου ‌τοῦ ‌γράμματος, ‌γράμμα ‌ἕτερον ‌διαχαράττει ‌ἐκ ‌τῆς ‌αὐτοῦ ‌δυσμενείας ‌ὁ ‌δυσσεβὴς ‌πρὸς ‌τὸν ‌ἄρχοντα ‌τῶν ‌ἐν ‌Δαμασκῷ ‌Σαρακηνῶν, ‌οὕτως ‌ἔχων ‌τοῦ ‌σκοποῦ·; ‌<<ὡς ‌οὐδὲν ‌οἶδα ‌τῆς ‌εὑρήνης ‌μακαριώτερον, ‌οὐδὲ ‌τῆς ‌φιλίας ‌εὐδαιμονέστερον, ‌καὶ ‌τὸ ‌τηρεῖν ‌τὰς ‌εὑρηνικὰς ‌συνθήκας ‌ἐπαινετὸν ‌καὶ ‌φιλόθεον, ‌διὰ ‌ταῦτα ‌παντὸς ‌ἄλλου ‌προτίθεμαι, ‌ἀδιαλύτους ‌φυλάττειν, ‌ἃς ‌διεθέμην ‌εὑρηνικὰς ‌φιλίας ‌πρὸς ‌τὴν ‌σὴν ‌εὐγένειαν·; ‌καίτοι ‌πρὸς ‌τὸ ‌ταύτας ‌διαλύσαι ‌κρυφίως, ‌καὶ παρασπονδῆσαι ‌δολερῶς, ‌ὑπό ‌τινος ‌τῶν ‌ὑπὸ ‌σὲ ‌τελούντων ‌Χριστιανῶν ‌πολλάκις ‌ἐκκαλούμενος ‌διὰ ‌γραμμάτων ‌αὐτοῦ ‌πολλῶν, ‌διαβεβαιουμένων ‌ἀσφαλῶς, ‌καὶ ‌πλεῖστά ‌μοι ‌συμβαλέσθαι ‌πρὸς ‌τὸ ‌τὴν ‌ὑπὸ ‌σὲ ‌χειρώσασθαι ‌πόλιν, ‌ἂν ‌πολυπληθὲς ‌ἀφήσω ‌κατ' ‌αὐτῆς ‌στράτευμα. ‌ ‌ἔνθεν ‌τοι ‌καὶ ‌μίαν ‌τῶν ‌ὑπ' ‌ἐκείνου ‌μοι ‌πεμπομένων ‌ἐπιστολῶν ‌ἀντεξαπέστειλά ‌σοι, ‌βέβαια ‌παριστῶν, ‌ἅπερ ‌σοι ‌ἔγραψα, ‌ἵνα ‌γνῷς ‌οἷος ‌ἐγὼ ‌περὶ ‌τὰς ‌φιλίας ‌ἀληθής ‌τε ‌καὶ ‌ἀπαράσπονδος, ‌ἐπιγνοίης ‌δὲ ‌καὶ ‌τὸ ‌δυσνοῦν ‌καὶ ‌δολερὸν ‌τοῦ ‌ταῦτα ‌γράψαι ‌πρός ‌με ‌τολμήσαντος. ‌ ‌


 
17. ‌ταῦτα ‌οὖν ‌ἄμφω ‌τὰ ‌γράμματα ‌ὁ ‌λεοντώνυμος ‌καὶ ‌ὀφιογνώμων ‌τὸν ‌δόλον, ‌διά ‌τινος ‌ἐξαπέστειλε ‌πρὸς ‌τὸν ‌βάρβαρον. ‌ ‌ὁ ‌δὲ ‌ταῦτα ‌δεξάμενος, ‌ἐπικαλεῖται ‌τὸν ‌'Ιωάννην ‌καὶ ‌τὸ ‌δολερὸν ‌ἐκεῖνο ‌γραμμάτιον ‌αὐτῷ ‌ὑποδείκνυσιν. ‌ ‌ὁ ‌δὲ ‌'Ιωάννης ‌τοῦτο ‌διεξιών, ‌τοὺς ‌τῶν ‌γραμμάτων ‌τύπους ‌τοῖς ‌ἑαυτοῦ ‌παρεικάζεσθαι ‌συγκατέθετο·; ‌τὰ ‌δὲ ‌αὐτοῖς ‌ἐμφερόμενα, ‌μὴ ‌τὸ ‌παράπαν ‌εὑδέναι, ‌μηδεὶς ‌εὑς ‌νοῦν ‌βαλέσθαι ‌ποτὲ ‌προσέθετο. ‌ ‌οὐκ ‌ἠγνόησε ‌δὲ ‌τὸν ‌δόλον, ‌καὶ ‌τὴν ‌τοῦ ‌βασιλέως ‌ἐπιβουλήν, ‌ἀναγνούς. ‌ ‌ἀλλ' ‌ὁ ‌μισόχριστος ‌ἐκεῖνος ‌ἄρχων ‌πρὸς ‌τὰ ‌ὑπὸ ‌τοῦ ‌'Ιωάννου ‌λεγόμενα, ‌ὄνος ‌ἦν ‌λύρας ‌ἀκούων, ‌τοῦτο ‌δὴ ‌φάναι ‌τὸ ‌τῆς ‌παροιμίας·; ‌καὶ ‌ἐκωφώθη ‌μὲν ‌ἐξ ‌ἀγαθῶν ‌`ρημάτων ‌καὶ ‌ἀληθῶν. ‌ ‌οὐκ ‌ἐσίγησε ‌δὲ ‌τοῦ ‌μὴ ‌ἄδικον ‌ἀποφθέγξασθαι ‌πρόσταγμα, ‌ἀλλ' ‌εὐθὺς ‌κελεύει ‌τὴν ‌δεξιὰν ‌κοπῆναι ‌τοῦ ‌'Ιωάννου. ‌ ‌καὶ ‌δεομένου ‌βραχὺν ‌χρόνον ‌δοθῆναι ‌οἱ ‌πρὸς ‌ἀπολογίαν ‌τε ‌καὶ ‌ἀφήγησιν ‌τῆς ‌κατ' ‌αὐτοῦ ‌μανίας ‌τοῦ ‌δυσσεβοῦς, ‌οὐκ ‌ἀνῆκεν, ‌οὐδὲ ‌ἠνέσχετο, ‌ὅλος ‌ὑπὸ ‌τῆς ‌μανίας ‌ἐκστὰς ‌ὁ ‌βάρβαρος. ‌ ‌καὶ ‌δὴ ‌ἐκκέκοπται ‌δεξιά, ‌ἡ ‌ποιήσασα ‌δύναμιν ‌τοῖς ‌ὀρθοδόξοις ‌ἐν ‌θεῷ, ‌δι' ‌ὧν ‌γέγραφεν·; ‌ἐκκέκοπται ‌δεξιά, ‌ἡ ‌ἐλέγχουσα ‌τοὺς ‌μισοῦντας ‌τὸν ‌κύριον, ‌καὶ ‌ἀντὶ ‌μέλανος ‌ᾧ ‌ἐβάπτετο ‌πρότερον ‌λογογραφοῦσα ‌τὴν ‌τῶν ‌εὑκόνων ‌προσκύνησιν, ‌οὑκείῳ ‌αἵματι ‌βάπτεται. ‌ ‌ἐκκοπεῖσαν ‌τοίνυν ‌ἐκείνην, ‌τὴν ‌δεξιὰν ‌κυρίου, ‌ἵν' ‌οὕτως ‌εἴπω, ‌ἐπὶ ‌τῆς ‌ἀγορᾶς ‌ἐμετεώρισαν.


 
18. ‌ἑσπέρας ‌οὖν ‌καταλαβούσης, ‌καὶ ‌εὑς ‌πέρας ‌λῆξαι ‌τοὺς ‌θυμοὺς ‌τοῦ ‌τυράννου ‌ὑποτοπάσας ‌ὁ ‌
[p. ‌457]'Ιωάννης, ‌πρεσβείαν ‌πρὸς ‌ἐκεῖνον ‌ἐστείλατο, ‌δυσωπῶν ‌καὶ ‌τοιαῦτα ‌φθεγγόμενος·; ‌<<τὰ ‌τῆς ‌ὀδύνης ‌μοι ‌ἐπιτείνεται, ‌καὶ ‌οὐ ‌φορητά ‌μοι ‌καθέστηκε, ‌καὶ ‌οὐκ ‌ἂν ‌ἀνεθῇ ‌μοι ‌ἡ ‌τῆς ‌ἀλγηδόνος ‌ἀκίς, ‌ἕως ‌ἐπ' ‌ἀέρος ‌ἡ ‌χείρ ‌μου ‌ἐκκοπεῖσα ‌ἐκκρέμαται·; ‌κέλευσον ‌οὖν ‌αὐτὴν ‌χαρισθῆναί ‌μοι, ‌ὡς ‌ἂν ‌ὑπὸ ‌γῆν ‌κατακρύψω, ‌καὶ ‌παρακμάσῃ ‌τὸ ‌πολυώδυνον.>> ‌εἶξεν ‌οὖν ‌εὐθὺς ‌ὁ ‌τύραννος ‌πρὸς ‌τὴν ‌δέησιν, ‌καὶ ‌δίδοται ‌τῷ ‌δικαίῳ ‌ἡ ‌χείρ. ‌ ‌ὁ ‌δὲ ‌ταύτην ‌εὑληφώς, ‌εὑς ‌τὸ ‌κατ' ‌οἶκον ‌αὐτοῦ ‌εὐκτήριον ‌εἴσεισι, ‌καὶ ‌ὅλος ‌πρηνὴς ‌πεσὼν ‌πρός ‌τινος ‌θείας ‌εὑκόνος ‌τὸν ‌θεῖον ‌χαρακτῆρα ‌φερούσης ‌τῆς ‌Θεομήτορος, ‌καὶ ‌τὴν ‌ἐκκοπεῖσαν ‌δεξιὰν ‌τῇ ‌πρὶν ‌ἁρμονίᾳ ‌παραθείς, ‌ἐκ ‌βάθους ‌καρδίας ‌τῆς ‌φιλευσπλάγχνου ‌ἐδεῖτο, ‌στεναγμοῖς ‌καὶ ‌δάκρυσιν ‌ἐκβοώμενος·;
 
 δέσποινα, ‌πάναγνε ‌μῆτερ, ‌ἡ ‌τὸν ‌θεόν ‌μου ‌τεκοῦσα,
 διὰ ‌τὰς ‌θείας ‌εὑκόνας ‌ἡ ‌δεξιά ‌μου ‌ἐκόπη·;
 οὐκ ‌ἀγνοεῖς ‌τὴν ‌αὑτίαν ‌δι' ‌ἣν ‌ἐμάνη ‌ὁ ‌Λέων. ‌
 πρόφθασον ‌τοίνυν ‌ὡς ‌τάχος, ‌καὶ ‌ἴασαί ‌μου ‌τὴν ‌χεῖρα.
 ἡ ‌δεξιὰ ‌τοῦ ‌ὑψίστου, ‌ἡ ‌ἀπὸ ‌σοῦ ‌σαρκωθεῖσα,
 πολλὰς ‌ποιεῖ ‌τὰς ‌δυνάμεις, ‌διὰ ‌τῆς ‌σῆς ‌μεσιτείας·;
 τὴν ‌δεξιάν ‌μου ‌καὶ ‌ταύτην ‌νῦν ‌ὑασάσθω ‌λιταῖς ‌σου,
 ὡς ‌ἂν ‌σοὺς ‌ὕμνους, ‌οὓς ‌δοίης, ‌καὶ ‌τοῦ ‌ἐκ ‌σοῦ ‌σαρκωθέντος,
 εὐρυθμικαῖς ‌ἁρμονίαις ‌συγγράψηται, ‌θεοτόκε,
 καὶ ‌συνεργὸς ‌χρηματίσῃ ‌τῆς ‌ὀρθοδόξου ‌λατρείας.
 δύνασαι ‌γὰρ ‌ὅσα ‌θέλεις, ‌ὡς ‌τοῦ ‌θεοῦ ‌μήτηρ ‌οὖσα.

 ταῦτα ‌λέγων ‌ὁ ‌'Ιωάννης ‌σὺν ‌δάκρυσιν, ‌εὑς ‌ὕπνον ‌ἐτράπετο, ‌ὁρᾷ ‌τὴν ‌τῆς ‌θεομήτορος ‌ἁγίαν ‌εὑκόνα ‌ὅμμασιν ‌εὐσπλάγχνοις ‌καὶ ‌ἱλαροῖς ‌πρὸς ‌αὐτὸν ‌ἀποβλέπουσάν ‌τε ‌καὶ ‌λέγουσαν·; ‌<<ἴδε ‌ὑγιὴς ‌γέγονέ ‌σου ‌ἡ ‌χείρ·; ‌μὴ ‌μέλλε ‌λοιπόν, ‌ἀλλὰ ‌κάλαμον ‌ταύτην ‌γραμματέως ‌ποίησον ‌ὀξυγράφου, ‌ὡς ‌ἐπηγγείλω ‌μοι ‌νῦν.>>


 
19. ‌ἀφυπνισθεὶς ‌οὖν, ‌καὶ ‌ὑαθείς, ‌εἴτα ‌περιεργασάμενος ‌τὴν ‌κεκομμένην, ‌καὶ ‌ὑαθεῖσαν ‌ταύτην ‌ὑδών, ‌ἠγαλλιάσατο ‌τῷ ‌πνεύματι ‌ἐπὶ ‌θεῷ ‌τῷ ‌σωτῆρι ‌αὐτοῦ, ‌καὶ ‌τῇ ‌τούτου ‌μητρί, ‌ὅτι ‌ἐποίησεν ‌αὐτῷ ‌μεγαλεῖα ‌ὁ ‌δυνατός. ‌ ‌καὶ ‌στὰς ‌ἐπὶ ‌τοὺς ‌πόδας, ‌τὰς ‌χεῖρας ‌αὐτοῦ ‌εὑς ‌ὕψος ‌ἀνέτεινε, ‌καὶ ‌μέλος ‌ᾖσε ‌θεϊκὸν ‌τὸ ‌τῷ ‌καιρῷ ‌προσφορώτατον. ‌ ‌καὶ ‌ἦν ‌δι' ‌ὅλης ‌τῆς ‌νυκτὸς ‌πανοικὶ ‌εὐφραινόμενος ‌καὶ ‌ἄιδων ‌ᾆσμα ‌καινὸν ‌θεῷ ‌εὐχαριστήριον. ‌<<ἡ ‌δεξιά ‌σου ‌χείρ,>> ‌λέγων, ‌<<κύριε, ‌δεδόξασται ‌ἐν ‌ὑσχύϊ, ‌ἡ ‌δεξιά ‌σου ‌χεὶρ ‌τὴν ‌θραυσθεῖσάν ‌μου ‌δεξιὰν ‌ὑάσατο, ‌καὶ ‌διὰ ‌ταύτης ‌θραύσῃ ‌ἐχθρούς, ‌τοὺς ‌μὴ ‌τιμῶντας ‌τὴν ‌σεβασμίαν ‌εὑκόνα ‌σου, ‌καὶ ‌τὴν ‌τῆς ‌τεκούσης ‌σε. ‌ ‌καὶ ‌τῷ ‌πλήθει ‌τῆς ‌δόξης ‌σου ‌τοὺς ‌ὑπεναντίους ‌εὑκονοθραύστας ‌συντρίψεις ‌διὰ ‌τῆς ‌χειρός ‌μου.>> ‌ ‌ἦν ‌οὖν ‌νὺξ ‌ἐκείνη ‌ἐκείνῳ ‌ἡμέρα, ‌καὶ ‌φῶς ‌οὐχὶ ‌σκότος, ‌καὶ ‌ἵν' ‌οὕτως ‌ἐρῶ ‌τὸ ‌προφητικὸν ‌
[p. ‌460]μεθ' ‌ὑπαλλαγῆς, ‌ἦχος ‌ἦν ‌ἐκεῖ ‌καθαρὸς ‌ἑορταζόντων, ‌καὶ ‌φωνὴ ‌ἀγαλλιάσεως ‌ἐν ‌σκηνῇ ‌δικαίου ‌ἀνδρός.

 ταῦτα ‌οὐκ ‌ἐν ‌κρυπτῷ, ‌οὐδ' ‌ἡσυχῆ ‌τετέλεστο, ‌ἀλλὰ ‌διέβαινεν ‌ὁ ‌θαυμάσιος ‌ἐκεῖνος ‌φθόγγος ‌καὶ ‌ἐναρμόνιος ‌ἀλαλαγμὸς ‌εὑς ‌τοὺς ‌ἐκ ‌γειτόνων, ‌καὶ ‌κυκλόσε. ‌ ‌καὶ ‌εὐθὺς ‌ἀπῄεσάν ‌τινες ‌τῶν ‌μισοχρίστων ‌Σαρακηνῶν ‌παρὰ ‌τὸν ‌οὑκεῖον ‌ἄρχοντα, ‌μὴ ‌ἐκκεκόφθαι ‌τῷ ‌'Ιωάννῃ ‌τὴν ‌δεξιὰν ‌λέγοντες, ‌ἄλλου ‌δέ ‌τινος, ‌δούλου ‌τυχόν, ‌ἢ ‌ἄλλως ‌ὑπηρετουμένου ‌αὐτοῦ, ‌καὶ ‌δι' ‌εὔνοιαν ‌προδεδωκότος ‌ἑαυτὸν ‌ἀντὶ ‌τοῦ ‌δεσπότου ‌αὐτοῦ. ‌ ‌τοὺς ‌δὲ ‌τὴν ‌ἐκκοπὴν ‌προσταχθέντας, ‌χρήμασιν ‌ἀνταλλάξασθαι ‌τὴν ‌ποινήν. ‌ ‌ὁ ‌γὰρ ‌'Ιωάννης ‌οἴκοι ‌καθήμενος, ‌οὕτως ‌ἄιδει ‌καὶ ‌τέρπεται, ‌ὡς ‌γαμήλια ‌εἴποις ‌πανηγυρίζειν ‌αὐτόν, ‌καὶ ‌ἐπιθαλάμιον ‌ποιεῖσθαι ‌τῶν ‌ὑμεναίων ‌ἠχήν·; ‌μᾶλλον ‌δὲ ‌ὑπὲρ ‌ἐκεῖνα ‌ἡ ‌τούτου ‌ἔοικεν ‌ἀγαλλίασις.


 
20. ‌τούτων ‌οὕτω ‌προαγγελθέντων, ‌προσεκαλεῖτο ‌καὶ ‌ὁ ‌'Ιωάννης·; ‌ὁ ‌δὲ ‌ἀφικόμενος ‌ἐκελεύετο ‌δεικνύειν ‌τὴν ‌ἐκκοπεῖσαν ‌δεξιάν, ‌ἧς ‌ἐμφανισθείσης ‌ὑπεφαίνετο ‌καί ‌τις ‌γραμμὴ ‌τῆς ‌διακοπῆς, ‌τοῦτο ‌οὑκονομούσης ‌τῆς ‌θεομήτορος, ‌τὴν ‌ἐκκοπὴν ‌ἀψευδεστάτην ‌καταμηνύουσα. ‌ ‌ἐφ' ‌οἷς ‌ὁ ‌βάρβαρος ‌ἔφησε·; ‌<<τίς ‌ὁ ‌ἐξιασάμενός ‌σε ‌ὑατρός, ‌'Ιωάννη, ‌καὶ ‌τίνα ‌τὰ ‌ἐπιτεθέντα ‌σοι ‌φάρμακα;>> ‌ ‌ὁ ‌δὲ ‌λαμπρᾷ ‌τῇ ‌φωνῇ ‌καὶ ‌μεγάλῃ ‌κήρυξ ‌τοῦ ‌θαύματος ‌γίνεται, ‌<<καὶ ‌ὁ ‌κύριός ‌μου,>> ‌φησίν, ‌<<ὁ ‌παντοδυνατώτατος ‌ὑατρός, ‌ὃς ‌καὶ ‌οὐχ ‌ὑστερίζουσαν ‌ἔχει ‌τὴν ‌δύναμιν ‌πρὸς ‌τὴν ‌θέλησιν.>> ‌ ‌καὶ ‌ὁ ‌βάρβαρος ‌ἀπεκρίνατο·; ‌<<ὡς ‌εἴκασμαι, ‌ἄνθρωπε, ‌ἐπ' ‌ἀνευθύνοις ‌ὃ ‌πέπονθας, ‌πέπονθας. ‌ ‌καὶ ‌λοιπὸν ‌ἡμῖν ‌σύγγνωθι, ‌ἐφ' ‌οἷς ‌ἀπερισκέπτοις ‌καὶ ‌ἀλογίστοις ‌ταῖς ‌ἀποφάσεσιν ‌ἐπηνέγκαμέν ‌σοι ‌τὴν ‌τιμωρίαν. ‌ ‌ἴθι ‌τοίνυν ‌τὴν ‌προτέραν ‌ἐφέπων ‌ἀρχήν, ‌καὶ ‌πρῶτος ‌ἔσῃ ‌ἐν ‌τοῖς ‌ἡμετέροις ‌συμβούλοις. ‌ ‌οὐ ‌γὰρ ‌πράξαιμέν ‌τι ‌πώποτε ‌τοῦ ‌λοιποῦ ‌ἄνευ ‌σῆς ‌παραινέσεώς ‌τε ‌καὶ συμβουλῆς.>>


 
21. ‌ὁ ‌δὲ ‌πεσὼν ‌χαμαί, ‌προσεκύνησε·; ‌καὶ ‌πρηνὴς ‌κείμενος ‌ἐδέετο ‌ἐκείνου ‌ἐφ' ‌ὥραν ‌ἱκανήν, ‌συγχωρηθῆναί ‌οἱ, ‌καὶ ‌ἄλλην ‌ἐάσαι ‌τοῦτον ‌ὁδὸν ‌τὴν ‌ἐρασμιωτέραν ‌ὁδεῦσαι, ‌καὶ ‌ἀκολουθῆσαι ‌τῷ ‌λέγοντι·; ‌"ἐγώ ‌εὑμι ‌ἡ ‌ὁδός." ‌ ‌ὁ ‌δὲ ‌βάρβαρος ‌οὐκ ‌ἐδίδου ‌τὴν ‌συγχώρησιν. ‌ ‌καὶ ‌ἦν ‌ὑδεῖν ‌μονομάχους, ‌ὡς ‌ἄν ‌τις ‌εἴποι, ‌τὸν ‌βάρβαρον, ‌καὶ ‌τὸν ‌δίκαιον. ‌ ‌ὁ ‌μὲν ‌πολλοῖς ‌ἠγωνίζετο ‌ἐπέχειν ‌τὸν ‌'Ιωάννην ‌τοῖς ‌τοῦ ‌κόσμου ‌δεσμοῖς·; ‌ὁ ‌δὲ ‌βίαιός ‌τις ‌ἦν ‌ταῦτα ‌ἀπορρῆξαι ‌μετὰ ‌σπουδῆς, ‌καὶ ‌ἀγγελικαῖς ‌πετάσαι ‌τοῖς ‌πτέρυξι. ‌ ‌καὶ ‌στάδιον ‌τότε ‌ἠνεῳγμένον ‌μέγα ‌ἐτύγχανεν, ‌ἀγωνοθέτης ‌δὲ ‌Χριστὸς ‌προεκάθητο, ‌καὶ ‌τὸ ‌θέατρον ‌οἱ ‌ἄγγελοι. ‌ ‌ἐρεῖ ‌δέ ‌τις ‌δικαίως, ‌καὶ ‌τοὺς ‌πονηροὺς ‌ἐξ ‌ἀριστερῶν ‌παραθαρρύνειν ‌τὸν ‌βάρβαρον, ‌καὶ ‌ἐπαλείφειν ‌πρὸς ‌πιθανότητας. ‌ ‌νικᾷ ‌δὲ ‌μετὰ ‌πολλῆς ‌ἀναρρήσεως ‌ὁ ‌ἐμὸς ‌μονομάχος, ‌καὶ ‌πιθανὰ ‌πάντα ‌τοῦ ‌ἀντιπάλου ‌
[p. ‌461]ὡς ‌βέλη ‌νηπίων ‌λελόγισται. ‌ ‌καὶ ‌νικητὴς ‌ἄπεισιν ‌ἀναδεδεμένος ‌τὴν ‌κεφαλὴν ‌ταινίᾳ ‌περιφανεῖ, ‌καὶ ‌τὸν ‌οἶκον ‌εἴσεισι ‌φαιδρωπός, ‌ὁ ‌πρὶν ‌ἐξιὼν ‌αὐτὸν ‌σκυθρωπός.


 
22. ‌καὶ ‌δύο ‌προκειμένων ‌αὐτῷ ‌τῶν ‌δεσποτικῶν ‌ἀποφάσεων, ‌τῆς ‌μὲν ‌πωλεῖν ‌τὰ ‌ὑπάρχοντα ‌καὶ ‌πένησιν ‌διανέμειν ‌ὁριζομένης·; ‌τῆς ‌δὲ ‌καταλιμπάνειν ‌οὑκίας ‌καὶ ‌ἀγροὺς ‌καὶ ‌τἄλλα ‌πάντα, ‌ἕνεκεν ‌τοῦ ‌ὀνόματος ‌τοῦ ‌δεσπότου, ‌οὔτε ‌περὶ ‌τὴν ‌προτέραν ‌ποιεῖται ‌τὴν ‌σχολήν, ‌ἵν' ‌ἴσως ‌μὴ ‌ἐμβραδύνῃ·; ‌οὔτε ‌κατὰ ‌τὴν ‌δευτέραν ‌ποιεῖ, ‌ἵνα ‌ὡς ‌ἔτυχε ‌ταῦτα ‌εὑακότος, ‌ἔριδες ‌προβαῖεν, ‌καὶ ‌διαμάχαι ‌πολλαὶ ‌τῶν ‌καθ' ‌αἷμα ‌ᾠκειωμένων ‌αὐτῷ, ‌ἄλλων ‌ἄλλο ‌προβεβλημένων ‌τοῦ ‌κληρονομεῖν ‌δίκαιον, ‌ἀλλὰ ‌μέσος ‌ἀμφοτέρων ‌χωρεῖ, ‌καὶ ‌ὡς ‌εἶχε ‌τὰ ‌ὑπάρχοντα ‌διανειμάμενος ‌πένησιν, ‌αὑχμαλώτοις, ‌δούλοις ‌τοῖς ‌ἑαυτοῦ, ‌οὓς ‌δὴ ‌καὶ ‌ἐλευθερίας ‌ἠξίωσε·; ‌συγγενέσι ‌καὶ ‌τοῖς ‌θείοις ‌καθιερώσας ‌ναοῖς·; ‌ὡς ‌ἐξῆλθε ‌γυμνὸς ‌ἐκ ‌κοιλίας ‌μητρὸς ‌αὐτοῦ, ‌οὕτω ‌γυμνὸς ‌ἐξῆλθε ‌τοῦ ‌κόσμου, ‌πλὴν ‌τῶν ‌ἀναγκαίων ‌ἐπιβλημάτων, ‌καὶ ‌ἀπιὼν ‌εὑς ‌`Ιεροσόλυμα ‌καὶ ‌τὴν ‌προσήκουσαν ‌προσκύνησιν ‌ποιησάμενος ‌ἐν ‌τόποις ‌τούτοις ‌τοῖς ‌σεβασμίοις, ‌ὡς ‌ἔλαφος ‌διψῶσα ‌τὸν ‌θεόν, ‌εὑς ‌τὴν ‌ἔρημον ‌ἔξεισι ‌καὶ ‌τὴν ‌τοῦ ‌θεοφόρου ‌Σάβα ‌λαύραν ‌καταλαμβάνει, ‌ἔχων ‌ὀπαδόν, ‌οὐ ‌τῆς ‌ὁδοῦ ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌τοῦ ‌σκοποῦ ‌κοινωνόν, ‌Κοσμᾶν ‌τὸν ‌αὐτῷ ‌συμμετασχόντα ‌καὶ ‌ἀναγωγῆς ‌καὶ ‌παιδεύσεως. ‌εἶπες ‌ἂν ‌αὐτοὺς ‌ζεῦγος ‌ἱερὸν ‌εἶναι, ‌καὶ ‌ὑπὸ ‌τὸν ‌ζυγὸν ‌τρέχειν ‌τοῦ ‌Χριστοῦ, ‌ὡς ‌ἂν ‌ἄρωνται ‌αὐτὸν ‌ἐπαυχένιον.


 
23. ‌ὁ ‌γοῦν ‌'Ιωάννης, ‌ὃς ‌τοῦ ‌λόγου ‌ἐστὶν ‌ὑπόθεσις, ‌τὴν ‌θείαν ‌ἐκείνην ‌μάνδραν ‌εὑσιών, ‌τοῦ ‌ποιμένος ‌πίπτει ‌παρὰ ‌τοὺς ‌πόδας, ‌λιπαρῶς ‌ἐξαιτούμενος ‌ὡς ‌ἓν ‌τῶν ‌ἐκεῖ ‌προβάτων ‌ταγῆναι, ‌ἀπολωλὸς ‌ἑαυτὸν ‌καλῶν, ‌καὶ ‌ἐξ ‌ἐρήμων ‌ὀρέων ‌ἄρτι ‌ἐπιστρέφοντα ‌πρὸς ‌
[p. ‌464]τὸν ‌ποιμένα ‌Χριστόν. ‌ἤσθη ‌τοίνυν ‌ὁ ‌τῆς ‌ποίμνης ‌προεστὼς ‌ἐπ' ‌αὐτῷ, ‌καὶ ‌τῆς ‌προαιρέσεως ‌ἐμακάριζε. ‌καὶ ‌δόξαν ‌αὐτῷ ‌διὰ ‌τοῦ ‌βίου ‌περιφανὲς ‌καὶ ‌τῆς ‌γνώσεως ‌τὸ ‌περιόν, ‌ἑνὶ ‌τῶν ‌μεγάλων ‌παραδοῦναι ‌γερόντων ‌τὸν ‌νέηλυν, ‌ὡς ‌ἂν ‌ὑπ' ‌ἐκείνῳ ‌καθηγεμόνι ‌ταττόμενος, ‌ἀπλανῶς ‌ἐπιπορεύηται ‌τὴν ‌ὁδὸν ‌τὴν ‌τοῦ ‌θεοῦ·; ‌ὃν ‌ᾤετο ‌ἐκ ‌τῶν ‌τῆς ‌μονῆς ‌μοναχῶν ‌ἐν ‌πᾶσι ‌καλοῖς ‌ἐπίσημον ‌εὑσκαλεῖται ‌πρῶτον, ‌καὶ ‌ἐγχειρίζειν ‌αὐτῷ ‌τὸν ‌'Ιωάννην ‌ἐπιχειρεῖ·; ‌ὁ ‌δὲ ‌ἀπαναινόμενος ‌ἦν, ‌οὐχ ‌ἱκανὸν ‌εἶναι ‌ἑαυτὸν ‌φάσκων ‌εὑς ‌ποιμαντικὴν ‌ἀνδρὸς ‌τοιούτου, μέγα ‌τὸ ‌κλέος ‌ἀραμένου ‌ἐπὶ ‌σοφίᾳ. ‌παρῆκε ‌τουτονὶ ‌τὸν ‌γέροντα ‌ὁ ‌ποιμενάρχης, ‌καὶ ‌μετ' ‌αὐτὸν ‌ἕτερον ‌εὑσκαλεῖται. ‌καὶ ‌ὁ ‌δέυτερος ‌τὰ ‌ὅμοια ‌τῷ ‌προτέρῳ ‌ἔλεγε. ‌τρίτος ‌μετ' ‌ἐκείνους ‌ἄλλος ‌εὑσήγετο, ‌μετὰ ‌δὲ ‌τούτους ‌οὐκ ‌ὀλίγοι ‌ἕτεροι. ‌καὶ ‌ἤρξαντο ‌ἀπὸ ‌μιᾶς ‌παραιτεῖσθαι ‌ἅπαντες ‌τὴν ‌προστασίαν ‌τοῦ ‌'Ιωάννου.


 
24. ‌μετὰ ‌δὲ ‌τοὺς ‌πολλούς, ‌ἄλλος ‌εὑσήγετο ‌γέρων, ‌τὸ ‌ἦθος ‌ἁπλοῦς, ‌τὴν ‌γνῶσιν ‌πολύς, ‌καὶ ‌πρόθυμος, ‌πρόθυμον ‌τὸν ‌'Ιωάννην ‌δεξάμενος, ‌εὑς ‌τὸ ‌κελλίον ‌τὸ ‌ἴδιον ‌ἄπεισι ‌σὺν ‌αὐτῷ. ‌καὶ ‌τὸ ‌καλὸν ‌θεμέλιον ‌πρῶτον ‌αὐτῷ ‌ὑποτίθησι, ‌τὸ ‌μηδὲν ‌πράττειν ‌ὑδίῳ ‌θελήματι, ‌θύειν ‌δὲ ‌θεῷ ‌ἱδρῶτας, ‌ἐν ‌προσευχαῖς ‌διὰ ‌τὸ ‌τούτων ‌ἐκτενὲς ‌καὶ ‌ἐπίπονον, ‌καὶ ‌ἐξ ‌ὀφθαλμῶν ‌δακρύειν ‌ἐφιέμενον ‌τῆς ‌ἐπὶ ‌τῷ ‌προτέρῳ ‌βίῳ ‌καθάρσεως, ‌ἃ ‌θυσία ‌καθαρὰ ‌λελόγισται ‌τῷ ‌Χριστῷ ‌ὑπὲρ ‌πᾶν ‌ἄλλο ‌θυμίαμα. ‌καὶ ‌τοῦτο ‌μὲν ‌πρῶτον, ‌κατὰ ‌τὰ ‌διὰ ‌τοῦ ‌σώματος ‌ἐνεργούμενα·; ‌εὑς ‌τὰ ‌κατὰ ‌ψυχὴν ‌δέ, ‌μηδεμίαν ‌ζωγραφεῖν ‌κοσμικὴν ‌φαντασίαν, ‌μηδ' ‌εὑκονίζειν ‌ἐν ‌αὐτῇ ‌τύπους ‌πραγμάτων ‌οὐ ‌καθηκόντων, ‌τὸν ‌νοῦν ‌δὲ ‌ἀπὸ ‌παντὸς ‌φυσήματος ‌διακένου ‌διατηρεῖν·; ‌μήτε ‌μὴν ‌τῷ ‌τῶν ‌μαθημάτων ‌πλήθει ‌ἐπαίρεσθαι, ‌καὶ ‌ἐν ‌οἷς ‌μεμάθηκε, ‌τὸ ‌πᾶν ‌καταλαβεῖν ‌μὴ ‌οἴεσθαι·; ‌μήτε ‌ἔφεσιν ‌ἔχειν ‌ὀπτασιῶν ‌τινῶν, ‌καὶ ‌ἀποκρύφων ‌ἀποκαλύψεων, ‌μήτ' ‌ἐπαρθήσεσθαί ‌οἱ ‌τὸν ‌νοῦν·; ‌ἑαυτῷ ‌τεθαρρηκέναι ‌ποτὲ ‌ἢ ‌δόξαι ‌σχεῖν ‌γνῶσιν ‌ἀνεπισφαλῆ, ‌ἕως ‌ἂν ‌διχάζηται, ‌ἀλλ' ‌εὑδέναι ‌δειλοὺς ‌τοὺς ‌οὑκείους ‌λογισμούς, ‌καὶ ‌τὰς ‌αὐτοῦ ‌ἐπινοίας ‌ἐπισφαλεῖς·; ‌σπεύδειν ‌δὲ ‌μὴ ‌ἐᾷν ‌σκεδάννυσθαι ‌τὴν ‌διάνοιαν, ‌ἀλλ' ‌ἐπείγεσθαι ‌ταύτην ‌συνάγειν ‌ἐπιμελέστατα, ‌ἵν' ‌οὕτω ‌δή, ‌ὁ ‌μὲν ‌νοῦς ‌αὐτῷ ‌φωτισθείη ‌πρὸς ‌θεοῦ, ‌καθαρθείη ‌δὲ ‌ἡ ‌ψυχή, ‌καὶ ‌τὸ ‌σῶμα ‌καθαγνισθείη, ‌καὶ ‌τέλος, ‌τὸ ‌σῶμα ‌σὺν ‌τῇ ‌ψυχῇ ‌ἐπισυναφθείη ‌τῷ ‌νοΐ, ‌καὶ ‌τὸ ‌τριπλοῦν ‌ἁπλοῦν ‌γένηται ‌διὰ ‌τὴν ‌πρὸς ‌τὴν ‌ἁπλουστάτην ‌τριάδα ‌ἕνωσιν, ‌καὶ ‌γένηται ‌ἄνθρωπος, ‌οὐ ‌σαρκικός, ‌οὐδὲ ‌ψυχικός, ‌ἀλλὰ ‌τὸ ‌ὅλον ‌πνευματικός, ‌μεταστοιχειωθέντων ‌τῶν ‌δύο ‌γνωμικῇ ‌προαιρέσει ‌εὑς ‌τὸ ‌τρίτον ‌καὶ ‌πρῶτον·; ‌λέγω ‌δῆτα ‌τὸν ‌νοῦν. ‌ ‌οὕτω ‌δὴ ‌ὁ ‌πατὴρ ‌τῷ ‌παιδί, ‌τῷ ‌μαθητῇ ‌ὁ ‌διδάσκαλος ‌ὑποθέμενος, ‌προσυπέθετο ‌αὐτῶ ‌καὶ ‌τοῦτο, ‌εὑπών·; ‌<<μὴ ‌πρός ‌τινας ‌ἐπιστείλῃς ‌ἐπιστολήν. ‌ ‌μὴ ‌τὸ ‌παράπαν ‌φθέγξῃ ‌τι ‌τῶν ‌τῆς ‌ἔξω ‌παιδείας. ‌ ‌σιωπὴν ‌
[p. ‌465]δὲ ‌ἄσκει ‌μετὰ ‌συνέσεως·; ‌οἶδας ‌γὰρ ‌τοῦτο ‌μὴ ‌μόνον ‌τῶν ‌καθ' ‌ἡμᾶς ‌φιλοσόφων ‌εἶναι ‌παράγγελμα, ‌ἀλλὰ ‌καὶ ‌Πυθαγόρας ‌ἐκεῖνος ‌ὁ ‌Σάμιος ‌τοῖς ‌ἑαυτοῦ ‌μαθηταῖς ‌ἄρτι ‌μυουμένοις, ‌αὐτῷ ‌τὰ ‌τῆς ‌φιλοσοφίας ‌μυστήρια, ‌πολυετῆ ‌παρήγγελλε ‌τὴν ‌σιγήν. ‌ ‌καὶ ‌μὴ ‌δόξῃς ‌καλὸν ‌εἶναι, ‌τὸ ‌τὰ ‌καλὰ ‌παρὰ ‌καιρὸν ‌φθέγγεσθαι·; ‌εὑς ‌τοῦτο ‌γὰρ ‌ὁ ‌Δαβὶδ ‌ὁδηγείτω ‌σε, ‌ὅς ‌φησιν, ‌ὅτι ‌"ἐσίγησα ‌ἐξ ‌ἀγαθῶν." ‌ ‌εἶτα ‌τί ‌ἐντεῦθεν ‌αὐτῷ ‌συμβέβηκε ‌λέγοντος ‌ἄκουσον·; ‌"ἐθερμάνθη ‌ἡ ‌καρδία ‌μου ‌ἐντός ‌μου," ‌τῷ ‌πυρὶ ‌πάντως ‌τοῦ ‌πρὸς ‌θεὸν ‌ἔρωτος, ‌ἐν ‌τῇ ‌κατὰ ‌διάνοιαν ‌δὲ ‌μελέτῃ ‌τὸ ‌πῦρ ‌ἐκεῖνο ‌τῷ ‌προφήτῃ ‌ἐξήφθη.>>


 
25. ‌ταῦτα ‌τῷ ‌'Ιωάννῃ ‌ὁ ‌γέρων ‌παρήγγελλε, ‌καὶ ‌οὐκ ‌ἦν ‌καθ' ‌ὑδάτων ‌γράφων, ‌οὐδὲ ‌κατὰ ‌πετρῶν ‌σπείρων, ‌ἀλλ' ‌εὑς ‌γῆν ‌ἀγαθήν. ‌ ‌χρόνος ‌οὖν ‌παρῆλθεν ‌ἱκανός, ‌καὶ ‌ὁ ‌'Ιωάννης ‌ἦν ‌διὰ ‌πάσης ‌πείρας ‌τῷ ‌γέροντι ‌παιδοτριβούμενος, ‌καὶ ‌κατὰ ‌πάντα ‌τὴν ‌ὑπακοὴν ‌ἀνεπισφαλῆ ‌ἐνδεικνύμενος. ‌ ‌καὶ ‌οὐκ ‌ἦν ‌ἀντιλογία ‌τῷ ‌'Ιωάννῃ ‌ἐν ‌οἷς ‌προσετάττετο. ‌ ‌οὐκ ‌ἦν ‌γογγυσμὸς ‌ἐν ‌γλώσσῃ, ‌οὐδὲ ‌διαλογισμὸς ‌ἐν ‌καρδίᾳ, ‌ὅλως ‌ἀνακρίνων ‌ἐντός, ‌ἅπερ ‌ὁ ‌ἐπιστάτης ‌αὐτῷ ‌διωρίζετο. ‌ ‌ἀλλὰ ‌τοῦτο ‌μόνον ‌ἐν ‌μέσῃ ‌διανοίᾳ ‌ἐγκεκολαμμένον ‌εἶχεν, ‌πλαξὶν ‌ἕως ‌βάθους, ‌ἐπὶ ‌παντὸς ‌ἔργου ‌καὶ ‌προστάγματος, ‌τὸ ‌ποιεῖν, ‌ὡς ‌Παῦλος παρακελεύεται, ‌τὸ ‌ἐπιτεταγμένον ‌χωρὶς ‌γογγυσμοῦ ‌καὶ ‌διαλογισμῶν. ‌ ‌τί ‌γὰρ ‌κέρδος ‌τῷ ‌ποιοῦντι ‌χρηστὸν ‌οἷον ‌δήποτε, ‌ἂν ‌ἐπικάθηταί ‌οἱ ‌τοῖς ‌χείλεσι ‌γογγυσμός, ‌ἢ ‌τῇ ‌καρδίᾳ ‌ἐμφωλεύει, ‌ὡς ‌ὄφις, ‌διαλογισμὸς ‌πονηρός; ‌ ‌πότε ‌βελτιωθήσεται ‌ἡ ‌ψυχὴ ‌τῷ ‌οὕτω ‌διακονοῦντι; ‌πότε ‌τὴν ‌ἐπὶ ‌τὸ ‌πρόσω ‌σχοίη ‌προκοπήν; ‌ ‌διὰ ‌τοῦτο ‌πονοῦσιν ‌[οἱ ‌πολλοὶ ‌τάχα ‌τὸ ‌δοκεῖν, ‌περὶ ‌τὰ ‌τῆς ‌ἀρετῆς, ‌καὶ ‌πονοῦσιν] ‌εὑκῆ ‌πρὸς ‌τὰ ‌ἔμπροσθεν ‌οὐ ‌προσκόπτοντες.


 
26. ‌εἶτα ‌τοῖς ‌μείζοσι ‌τῆς ‌ὑπακοῆς ‌ἀγωνίσμασιν ‌ἐγγυμνάζων ‌ὁ ‌γέρων ‌τὸν ‌ἀθλητὴν ‌τί ‌μηχανᾶται; ‌ ‌σπυρίδας ‌ἃς ‌εἶχον ‌ἐργόχειρον, ‌πολλὰς ‌συναγηοχώς, ‌πρόφασιν ‌προβάλλεται ‌τοιανδί, ‌εὑρηκὼς ‌τῷ ‌'Ιωάννῃ ‌οὑτωσίν·; ‌<<ὡς ‌ἤκουσταί ‌μοι, ‌τέκνον, ‌ἐν ‌Δαμασκῷ ‌πολλοῦ ‌πωλεῖσθαι ‌τὰς ‌σπυρίδας ‌ἤπερ ‌ἐν ‌τοῖς ‌τῆς ‌Παλαιστίνης ‌μέρεσι, ‌καὶ ‌χρειῶν, ‌ὡς ‌οἶδας, ‌πολλῶν ‌ἡμῖν ‌δεῖ·; ‌ἀνελόμενος ‌οὖν ‌ἁπάσας, ‌ἐκεῖ ‌ὡς ‌τάχους ‌ἔχεις ‌πορεύου, ‌καὶ ‌μὴ ‌ἄλλως ‌ταύτας ‌πωλήσῃς, ‌μηδὲ ‌παρὰ ‌μικρὸν, ‌εὑ ‌μὴ ‌ὥσπερ ‌σοι ‌ἐντέλλομαι.>> ‌ὑπὲρ ‌τὸ ‌διπλάσιον ‌τοῦ ‌ἀξίου ‌τὸ ‌τίμημα ‌ὁρισάμενος. ‌ ‌οὐκ ‌ἀντεῖπεν ‌δέ, ‌οὐδὲ ‌τὸν ‌ἐπιτάξαντος ‌λόγον ‌ἀνέκρινεν, ‌
[p. ‌468]ὁ ‌μέχρι ‌θανάτου ‌ὑπήκοος, ‌ἐπωμίζεται ‌δὲ ‌τὸν ‌φόρτον, ‌ὁ ‌πτερωτὸς ‌τὴν ‌ὑπακοήν, ‌καὶ ‌εὑς ‌Δαμασκὸν ‌ἄπεισιν, ‌ὁ ‌πρὶν ‌περίοπτος ‌ἐν ‌αὐτῇ, ‌`ρακενδυτῶν, ‌αὐχμηρὸς ‌καὶ ‌`ρυπῶν. ‌ ‌καὶ ‌περιῄει ‌τὴν ‌ἀγορὰν ‌τὴν ‌τῶν ‌σπυρίδων ‌ποιούμενος ‌διαπώλησιν. ‌ ‌ὡς ‌οὖν ‌πολλοῦ ‌ταύτας ‌ἐποιεῖτο ‌τιμήματος, ‌γέλωτα ‌παρεῖχε, ‌καὶ ‌δι' ‌ὀνείδους ‌καὶ ‌ὕβρεων ‌τοῖς ‌πᾶσιν ‌ἐγένετο. ‌ ‌εἷς ‌τοίνυν ‌τῶν ‌ἐξυπηρετουμένων ‌αὐτῷ, ‌ὅτε ‌περιφανὴς ‌ἐν ‌τῇ ‌πόλει ‌διέπρεπε, ‌κατὰ ‌πρόσωπον ‌στὰς ‌καὶ ‌τὴν ‌ὄψιν ‌ἐκείνου ‌εὑς ‌διάνοιαν ‌ἐμβαλλόμενος, ‌ἐγνώρισε ‌τὸν ‌οὕτω ‌ταπεινόν, ‌τὸν ‌οὕτω ‌δυσείμονα, ‌ὅστις ‌εἴη ‌καὶ ‌οἷος ‌ἐτύγχανε. ‌ ‌καὶ ‌συντριβεὶς ‌τὴν ‌καρδίαν ‌πρόσεισιν, ‌ὡς ‌μηδὲν ‌εὑδὼς ‌ὁ ‌εὑδώς, ‌καὶ ‌τὴν ‌σπυρίδων ‌ἐξώνησιν ‌ἐποιήσατο ‌δοὺς ‌αὐτῷ ‌ὅσον ‌ἐπεζητήθη ‌τὸ ‌τίμημα. ‌ ‌ὁ ‌δὲ ‌τοῦτο ‌λαβών, ‌παλινοδίαν ‌ποιεῖται ‌πρὸς ‌τὸν ‌στειλάμενον, ‌καὶ ‌οἷά ‌τις ‌νικηφόρος ‌ἐπάνεισι, ‌γενναίως ‌εὑς ‌τοὔδαφος ‌καταβαλὼν ‌τὸν ‌ἀντίπαλον, ‌ὃς ‌ἦν ‌ὁ ‌τῆς ‌κενῆς ‌δόξης ‌καὶ ‌ὑπερηφανίας ‌γεννήτωρ.


 
27. ‌ἐκ ‌γειτόνων ‌δὲ ‌[τῷ ‌καθηγεμόνι] ‌τοῦ ‌'Ιωάννου, ‌μοναχός ‌τις ‌ἐτύγχανεν, ‌ὃς ‌τὴν ‌ἐπὶ ‌γῆς ‌καταλιπὼν ‌παροικίαν, ‌πρὸς ‌τὴν ‌οὐράνιον ‌μονὴν ‌μετηλλάξατο, ‌καὶ ‌πρὸς ‌θεὸν ‌ἐξεδήμησεν. ‌ ‌ἦν ‌δ' ‌ἐκείνῳ ‌ἀδελφὸς ‌κατὰ ‌σάρκα·; ‌οὗτος ‌ἡττηθεὶς ‌τῆς ‌συμφορᾶς, ‌οὐδ' ‌ὅλως ‌εἶχε ‌στέγειν ‌τὸν ‌ἀδελφικὸν ‌θάνατον. ‌ ‌ὁ ‌γοῦν ‌'Ιωάννης ‌παρηγόρει ‌τὸν ‌ἀδελφόν, ‌καὶ ‌λόγοις, ‌ὡς ‌εἶχε, ‌τοῦ ‌πένθους ‌ἀνεκαλεῖτο. ‌ ‌δυσωπεῖ ‌δὲ ‌τοῦτον ‌ὁ ‌πενθῶν, ‌καί ‌τι ‌αὐτῷ ‌μελουργῆσαι ‌τροπάριον ‌ἐκλιπαρεῖ, ‌παρηγοροῦν ‌τὸ ‌πένθος, ‌τὴν ‌ψυχὴν ‌καταψῶν. ‌ ‌ἐδεδοίκει ‌δὲ ‌ὁ ‌'Ιωάννης ‌τὴν ‌τοῦ ‌γέροντος ‌ἐντολήν, ‌καὶ ‌πρὸς ‌τὴν ‌αἴτησιν ‌οὐ ‌κατένευεν. ‌ ‌ὁ ‌δ' ‌αὑτούμενος ‌οὐκ ‌ἀφίστατο ‌δυσωπῶν. ‌ ‌<<καὶ ‌ἵνα ‌τί, ‌ἔλεγε, ‌ψυχὴν ‌ὀδυνωμένου ‌οὐκ ‌ἐλεεῖς, ‌καὶ ‌μικρὸν ‌ἐπιπάσσεις ‌αὐτῇ ‌φάρμακον ‌ἀκεσώδυνον; ‌ ‌ἂν ‌ὑατρὸς ‌ἦσθα ‌σωματικός, ‌ὀδύνη ‌δέ ‌με ‌σωματικὴ ‌περιέπειρεν, ‌εὑ ‌μὴ ‌τὸ ‌κατὰ ‌δύναμιν ‌προσῆξάς ‌μοι ‌φάρμακον; ‌ ‌κἀγὼ ‌δεινῶς ‌ἔπασχον, ‌καὶ ‌ἴσως ‌τὴν ‌ἐπὶ ‌θάνατον, ‌οὐκ ‌ἔμελλες ‌δίκας ‌ὑφέξειν ‌παρὰ ‌θεῷ ‌ταύτης ‌τῆς ‌παροράσεως; ‌ ‌καὶ ‌νῦν ‌ἐν ‌μείζονι ‌πάθει ‌παρορῶν ‌με ‌πάσχοντα, ‌οὐ ‌μείζους ‌ὑφέξεις ‌τὰς ‌δίκας; ‌ ‌εὑ ‌δὲ ‌καὶ ‌δεδίττῃ ‌τὴν ‌τοῦ ‌γέροντος ‌ἐντολήν, ‌ἴσθι ‌ἐν ‌ἀπορρήτῳ ‌μοι ‌κεῖσθαι ‌τὸ ‌πρᾶγμα, ‌καὶ ‌ἀνεξάκουστον.>> ‌ ‌κάμπτεται ‌τοῖς ‌λόγοις ‌τούτοις ‌ὁ ‌'Ιωάννης, ‌καὶ ‌τροπάριον ‌αὐτῷ ‌ἐπὶ ‌νεκρῷ ‌συντίθησιν ‌εὐαρμόνιον, ‌ὃ ‌καὶ ‌μέχρι ‌τοῦ ‌νῦν ‌παρὰ ‌τοῖς ‌πάντων ‌στόμασιν ‌ἄιδεται, ‌τὸ ‌πάντα ‌ματαιότης ‌τὰ ‌ἀνθρώπινα.
 
[p. ‌469]
 28. ‌ἀπῆν ‌δέ ‌ποτε ‌τοῦ ‌κελλίου ‌ὁ ‌τοῦ ‌'Ιωάννου ‌καθηγούμενος·; ‌ὁ ‌δὲ ‌ἐντὸς ‌τῆς ‌κέλλης ‌ἐναρμονίως ‌ὑπῇδε ‌τὸ ‌εὑρημένον ‌τροπάριον, ‌καὶ ‌ὁ ‌γέρων ‌ἐκτὸς ‌πεφθακώς, ‌τὴν ‌μελουργικὴν ‌φθογγὴν ‌ἐκείνην ‌ἐνωτίζεται, ‌καὶ ‌μετ' ‌ὀργῆς ‌ὅτι ‌πολλῆς ‌τῷ ‌'Ιωάννῃ ‌φησίν·; ‌<<οὕτως ‌ἐπιλέλησαι ‌τῶν ‌ἀρχῆθέν ‌σου ‌ὑποσχέσεων; ‌καὶ ‌ἀντὶ ‌πενθοῦντος ‌καὶ ‌σκυθρωπάζοντος, ‌διακεχυμένος ‌κάθῃ, ‌καὶ ‌θρυπτόμενος ‌τοῖς ‌μελίσμασιν.>> ‌ ‌ὁ ‌δὲ ‌τὴν ‌αὑτίαν ‌ἐξεῖπε ‌τῷ ‌γέροντι, ‌καὶ ‌τὸ ‌τοῦ ‌βιαζομένου ‌πένθος ‌προὐβάλλετο, ‌καὶ ‌πρηνὴς ‌πεσών, ‌ἐξῃτεῖτο ‌συγγνώμην. ‌ ‌καὶ ‌ὁ ‌γέρων, ‌οἷα ‌λίθος ‌καὶ ‌ὡς ‌ἄκμων ‌ἵστατο, ‌μηδ' ‌ὅλως ‌τῷ ‌ἱκετεύοντι ‌ἐνδιδούς, ‌καὶ ‌ἐξέβαλεν ‌αὐτὸν ‌τῆς ‌κέλλης ‌εὐθύς.


 
29. ‌ὁ ‌δὲ ‌θαυμαστὸς ‌ἐκεῖνος ‌ἀνὴρ ‌εὑς ‌μνήμην ‌εὐθὺς ‌τῆς ‌προγονικῆς ‌παρακοῆς ‌γίνεται, ‌καὶ ‌τῆς ‌ἐκ ‌τοῦ ‌παραδείσου ‌διὰ ‌ταύτην ‌ἐκπτώσεως. ‌ ‌καὶ ‌οὐκ ‌εἶχεν ‌ὅποι ‌καὶ ‌γένηται, ‌ἢ ‌ποῖ ‌τράπηται. ‌ ‌καὶ ‌πλέον ‌ἦν ‌πενθῶν ‌ὑπὲρ ‌τὸν ‌ἀποβαλόντα ‌τὸν ‌ἀδελφόν, ‌τοιάδε ‌ἔλεγε ‌καθ' ‌ἑαυτόν, ‌ὡς ‌<<ἐκεῖνος ‌μὲν ‌ἀδελφὸν ‌ἀπεβάλετο, ‌ἐγὼ ‌δὲ ‌τὴν ‌ἐμὴν ‌ψυχὴν ‌διὰ ‌τῆς ‌παρακοῆς ‌ἀπολώλεκα.>> ‌ ‌τέλος ‌ἑτέροις ‌γέρουσι ‌πρόσεισιν, ‌οὓς ‌τῶν ‌ἄλλων ‌ᾔδει ‌ἐξαιρέτους ‌πρὸς ‌ἀρετήν, ‌καὶ ‌πρέσβεις ‌προβάλλεται ‌πρὸς ‌τὸ ‌τὸν ‌γέροντα ‌δυσωπῆσαι ‌καὶ ‌δεηθῆναι, ‌ὡς ‌ἂν ‌παρακληθείη, ‌καὶ ‌συγγνοίη ‌τῷ ‌'Ιωάννῃ ‌τὸ ‌ἔγκλημα. ‌ ‌ἀπῆλθον ‌οὖν ‌ἐκεῖνοι, ‌καὶ ‌ἐδυσώπησαν·; ‌ὁ ‌δὲ ‌οὐκ ‌ἐνεδίδου, ‌ὡς ‌ἀνδριάς, ‌οὐδὲ ‌παρεχώρει ‌τῷ ‌μαθητῇ ‌τῆς ‌εὑς ‌τὸ ‌κελλίον ‌εὑσόδου.


 
30. ‌Καί ‌τις ‌τῶν ‌μοναχῶν ‌ἐκείνων ‌ἀποκρινάμενος ‌εἴρηκεν·; ‌<<ἐξὸν ‌ἄλλην ‌ἐντολὴν ‌δοθῆναι ‌τῷ ‌ἁμαρτήσαντι ‌καὶ ‌μὴ ‌ἐκπεσεῖν ‌τῆς ‌συναυλίας ‌τῆς ‌μετὰ ‌σοῦ.>> ‌ ‌καὶ ‌ὁ ‌δυσωπούμενος ‌ἔφησε·; ‌<<ταύτην ‌τῷ ‌'Ιωάννῃ ‌ἐντολὴν ‌ὁρίζομαι, ‌εἴγε ‌βούλεται ‌συγγνωμονηθῆναι ‌αὐτῷ ‌τὴν ‌παρακοήν, ‌πᾶσαν ‌διελθεῖν ‌τὴν ‌τῆς ‌λαύρας ‌περιοχήν, ‌καὶ ‌δι' ‌ἑαυτοῦ ‌ἐκκαθᾶραι ‌τὰ ‌ἐν ‌ταῖς ‌κέλλαις ‌τῶν ‌μοναχῶν ‌τῶν ‌`ρυπασμάτων ‌οὑκίδια.>> ‌ ‌οἱ ‌δὲ ‌ἀκούσαντες, ‌ἐπὶ ‌τῷ ‌λόγῳ ‌ἐγκαλυψάμενοι, ‌κατηφεῖς ‌ἀπῄεσαν, ‌καὶ ‌τὸ ‌τοῦ ‌γέροντος ‌ἀνένδοτον ‌ἐκπληττόμενοι. ‌ ‌οὓς ‌προσυπαντήσας ‌ὁ ‌'Ιωάννης, ‌καὶ ‌τὴν ‌συνήθη ‌βαλὼν ‌μετάνοιαν, ‌ᾔρετο ‌περὶ ‌τῆς ‌πατρικῆς ‌αὐτῷ ‌ἀποφάσεως. ‌ ‌οἱ ‌δὲ ‌τὴν ‌αὐστηρίαν ‌τοῦ ‌γέροντος ‌ἐκπλήττεσθαι ‌ἀπεκρίναντο, ‌καὶ ‌τὴν ‌ἀπόφασιν ‌δι' ‌αὑδοῦς ‌εἶχον ‌ἐξειπεῖν·; ‌ὁ ‌δὲ ‌καὶ ‌λίαν ‌αὐτοὺς ‌ἀνακαλύψεσθαι ‌προσδυσωπῶν ‌ἦν. ‌ ‌πεισθέντες ‌οὖν ‌τὴν ‌ἀσχήμονα ‌ἐκείνην ‌ἀνακάθαρσιν ‌λέγουσιν. ‌ ‌ὁ ‌δ' ‌ἀκηκοὼς ‌ἤσθη ‌μᾶλλον ‌παρ' ‌ἐλπίδα ‌πᾶσαν ‌αὐτῶν, ‌καὶ ‌`ρᾷον ‌εἶναί ‌μοι ‌τοῦτό ‌φησι, ‌καὶ ‌πρὸς ‌ἡδονὴν ‌μάλιστα. ‌ ‌εὐθὺς ‌οὖν ‌ἄπεισι, ‌καὶ ‌τὰ ‌τῆς ‌καθάρσεως ‌ἐργαλεῖα ‌ἐζητηκώς, ‌καὶ ‌λαβὼν ‌πρόσεισι ‌τῇ ‌κέλλῃ ‌τοῦ ‌ἐκεῖ ‌γειτονοῦντος ‌τῷ ‌γέροντι, ‌καὶ ‌εὑσιὼν ‌ἐν ‌αὐτῇ, ‌χεῖρας ‌μολύνειν ‌
[p. ‌472]ἐκείνας ‌ἤρξατο, ‌ἃς ‌πολλοῖς ‌πρότερον ‌εὐωδίαζε ‌τοῖς ‌ἀρώμασι, ‌καὶ ‌τὴν ‌χριστοθεράπευτον ‌δεξιάν, ‌ὢ ‌τῆς ‌πολλῆς ‌τοῦ ‌ἀνδρὸς ‌ταπεινώσεως, ‌κοπροπηλόφυρτον ‌ἔθετο.
 

 
31. ‌πυθόμενος ‌δ' ‌ὁ ‌γέρων ‌τὴν ‌εὑς ‌ὐπακοὴν ‌τοῦ ‌'Ιωάννου ‌προθυμίαν ‌πολλήν, ‌καὶ ‌τὸ ‌τῆς ‌ἀληθοῦς ‌καὶ ‌πολλῆς ‌ἐκείνου ‌ταπεινώσεως ‌βάθος, ‌μᾶλλον ‌καὶ ‌ὕψωμα, ‌ἐπιδραμὼν ‌περιέβαλλεν ‌αὐτόν, ‌καὶ ‌περιεπλέκετο ‌τῷ ‌τραχήλῳ, ‌τὰς ‌δὲ ‌χεῖρας ‌περιεπτύσσετο, ‌τὰ ‌ὄμματα ‌κατησπάζετο, ‌κατεφίλει ‌τοὺς ‌ὤμους. ‌<<ὦ ‌οἷον,>> ‌ἔλεγεν, ‌<<ἀθλητὴν τῆς ‌μακαρίας ‌ὑπακοῆς ‌ἐγὼ ‌ἀπέτεκον ‌ἐν ‌Χριστῷ.>> ‌ὁ ‌δὲ ‌'Ιωάννης ‌πλέον ‌αὑδούμενος ‌τοὺς ‌λόγους ‌τοῦ ‌γέροντος, ‌πρηνὴς ‌ἔπιπτε, ‌καὶ ‌τὸ ‌ἔδαφος ‌τοῖς ‌δάκρυσιν ‌ἔβρεχεν, ‌ὡς ‌θεοῦ ‌προσπίπτων ‌ἐνώπιον. ‌οὐ ‌γὰρ ‌ἐφυσιώθη ‌τοῖς ‌λόγοις ‌τοῖς ‌πατρικοῖς, ‌οὐδὲ ‌ἐξωγκώθη ‌τοῖς ‌ἐγκωμίοις ‌τοῦ ‌γέροντος, ‌ἀλλ' ‌ἐταπεινοῦτο ‌πλέον, ‌καὶ ‌ὁ ‌νοῦς ‌αὐτοῦ ‌μάλιστα ‌συνετρίβετο. ‌οὕτως ‌οἶδα ‌τοὺς ‌συνετοὺς ‌τοῖς ‌ἐπαίνοις ‌ταπεινουμένους, ‌καὶ ‌συντριβομένους ‌τοῖς ‌ἐγκωμίοις, ‌καὶ ‌ἀνυψουμένους ‌πρὸς ‌τὸν ‌θεόν. ‌ ‌ἐπὶ ‌τούτοις ‌ἀνίστησιν ‌ὁ ‌πατὴρ ‌τὸν ‌υἱόν, ‌καὶ ‌λαβόμενος ‌τῆς ‌χειρὸς ‌εὑς ‌τὸ ‌κελλίον ‌αὐτοῦ ‌μετὰ ‌χαρᾶς ‌εἴσεισιν. ‌εἶπες ‌ἂν ‌τὸν ‌'Ιωάννην ‌ὑδών, ‌ὡς ‌εὑς ‌τὸν ‌ἐν ‌'Εδὲμ ‌παράδεισον ‌πάλιν ‌ἀποκαθίσταται ‌νῦν. ‌ ‌ἐν ‌ἑαυτῷ ‌δὲ ‌τὸν ‌παλαιὸν ‌'Αδὰμ ‌διὰ ‌τῆς ‌παρακοῆς ‌τυπώσας ‌τὸ ‌πρότερον, ‌τὸν ‌νέον ‌ἐτύπου ‌Χριστόν, ‌καὶ ‌αὖθις ‌ἐν ‌ἑαυτῷ ‌διὰ ‌τῆς ‌ἄκρας ‌ἐκείνης ‌ὑπακοῆς.


 
31. ‌μετ' ‌οὐ ‌πολὺ ‌δὲ ‌ὄναρ ‌τῷ ‌γέροντι ‌ἐπιφαίνεται ‌ἡ ‌πανύμνητος ‌καὶ ‌πανάμωμος ‌καί ‌φησιν·; ‌<<ἵνα ‌τί ‌πηγὴν ‌ἐνέφραξας, ‌οὕτω ‌μὲν ‌ἡδὺ ‌τὸ ‌νᾶμα ‌προχέειν ‌ἔχουσαν, ‌οὕτω ‌δὲ ‌διειδές, ‌οὕτω ‌δὲ ‌δαψιλές ‌τε ‌καὶ ‌νεκταρῶδες ‌ὕδωρ ‌ἀναπαύσεως ‌τῶν ‌ψυχῶν; ‌ὕδωρ ‌ὑπὲρ ‌τὸ ‌ἐκ ‌πέτρας ‌ἐν ‌ἐρήμῳ ‌βλύσαν ‌ξενοπρεπῶς; ‌ὕδωρ, ‌οὗ ‌πιεῖν ‌Δαβὶδ ‌ἐπεθύμησεν; ‌ὕδωρ, ‌ὃ ‌τῇ ‌Σαμαρείτιδι ‌Χριστὸς ‌ἐπηγγείλατο; ‌ἔα ‌φέρεσθαι ‌τὴν ‌πηγήν. ‌δραμεῖται ‌πολλὴ ‌καὶ ‌πᾶσαν ‌διελεύσεται ‌τὴν ‌οὑκουμένην, ‌ὡς ‌ὕδωρ ‌πολὺ ‌κατακαλύψαι ‌θαλάσσας ‌αἱρέσεων. ‌μεταβαλεῖ ‌δὲ ‌ταύτας ‌πρὸς ‌θαυμασίαν ‌γλυκύτητα. ‌οἱ ‌διψῶντες, ‌ἐπὶ ‌τὸ ‌ὕδωρ ‌τοῦτο ‌μετὰ ‌σπουδῆς ‌πορευέσθωσαν·; ‌καὶ ‌ὅσοι ‌μὴ ‌ἔχουσιν ‌ἀργύριον ‌βίου ‌καθαροῦ, ‌πωλήσαντες ‌τὰς ‌ἐμπαθείας, ‌ἐκ ‌τοῦ ‌'Ιωάννου ‌ἀγορασάτωσαν ‌ἐν ‌δόγμασι ‌καὶ ‌ἔργοις ‌ἀκραιφνῆ ‌καθαρότητα. ‌οὕτος ‌εὑλήφει ‌τὴν ‌προφητικὴν ‌κιθάραν, ‌καὶ ‌τὸ ‌Δαυϊτικὸν ‌ἐκεῖνο ‌ψαλτήριον, ‌καὶ ‌ἄισει ‌ἄισματα ‌καινά, ‌ἄισματα ‌Κυρίῳ ‌τῷ ‌θεῷ. ‌ὑπερβαλεῖται ‌τὴν ‌Μωσέως ‌ᾠδὴν ‌τοῖς ‌μελουργήμασι, ‌
[p. ‌473]καὶ ‌τὴν ‌χοραυλίαν ‌Μαρίας. ‌μῦθος ‌ἐλεγχθήσεται ‌τὰ ‌τοῦ ‌'Ορφέως ‌ἀνόνητα ‌μελῳδήματα. ‌τὴν ‌πνευματικὴν ‌καὶ ‌οὐράνιον ‌μελουργίαν ‌οὗτος ‌ἄισεται. ‌τοὺς ‌Χερουβικοὺς ‌ὕμνους ‌οὗτος ‌μιμήσεται, ‌καὶ ‌πάσας ‌τὰς ‌ἐκκλησίας, ‌τὰς ‌θυγατέρας ‌`Ιερουσαλήμ, ‌αὐτὸς ‌νεάνιδας ‌τυμπανιστρίας ‌ποιήσεται ‌ᾀδούσας ‌ᾆσμα ‌καινὸν ‌Θεῷ, ‌τὴν ‌νέκρωσιν ‌Χριστοῦ ‌ἀπαγγέλλων, ‌καὶ ‌τὴν ‌ἀνάστασιν. ‌οὗτος ‌ὀρθοτομήσει ‌τὰ ‌τῆς ‌πίστεως ‌δόγματα ‌καὶ ‌στηλιτεύσει ‌πάσης ‌αἱρέσεως ‌διαστροφὴν ‌καὶ ‌λοξότητα. ‌ ‌καὶ ‌ἐκ ‌καρδίας ‌αὐτοῦ ‌ἐξερεύξεται ‌λόγους ‌ἀγαθοὺς ‌καὶ ‌ἐρεῖ ‌τὰ ‌τοῦ ‌βασιλέως ‌ἔργα ‌τὰ ‌ὑπερθαύμαστα.>>


 
32. ‌περὶ ‌δὲ ‌τὴν ‌ἕω ‌εὑσκαλεῖται ‌τὸν ‌'Ιωάννην ‌ὁ ‌μυηθεὶς ‌τὰ ‌ἀπόρρητα, ‌καί ‌φησιν·; ‌<<ὦ ‌τέκνον ‌τῆς ‌ὑπακοῆς ‌τοῦ ‌Χριστοῦ·; ‌ἄνοιξόν ‌σου ‌τὸ ‌στόμα, ‌ἵν' ‌ἑλκύσῃς ‌τὸ ‌πνεῦμα·; ‌μᾶλλον ‌δὲ ‌ὃ ‌προειλήφεις ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌σου, ‌ἐξερεύγου ‌διὰ ‌τοῦ ‌στόματος. ‌τὸ ‌στόμα ‌σου ‌γὰρ ‌λαλήσει ‌σοφίαν, ‌ὅτι ‌μελέτην ‌ἔσχες ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌τῆς ‌συνέσεως ‌πολλήν. ‌ ‌ἄνοιξόν ‌σου ‌τὸ ‌στόμα, ‌οὐκ ‌ἐν ‌παραβολαῖς, ‌ἀλλ' ‌ἐν ‌ἀληθείαις·; ‌οὐκ ‌ἐν ‌αὑνίγμασιν, ‌ἀλλ' ‌ἐν ‌δόγμασιν. ‌λάλησον ‌εἴσω ‌τῆς ‌ὁρώσης ‌`Ιερουσαλὴμ ‌θεόν, ‌τῆς ‌εὑρηνικῆς ‌ἐκκλησίας ‌αὐτοῦ, ‌οὐ ‌λόγους ‌εὑκῆ, ‌καὶ ‌εὑς ‌ἀέρα ‌`ρέοντας, ‌ἀλλ' ‌οὓς ‌ἔγραφε ‌τὸ ‌πνεῦμα ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌σου. ‌ἀνῆλθες ‌εὑς ‌τὸ ‌ὄρος ‌τὸ ‌Σίναιον ‌τῶν ‌ὀπτασιῶν ‌θεοῦ ‌καὶ ‌ἀποκαλύψεων, ‌κἂν ‌ἐταπείνωσας ‌ἑαυτὸν ‌ἕως ‌τῶν ‌ἀβύσσων ‌τῆς ‌πολλῆς ‌ταπεινώσεως. ‌νῦν ‌ἄνελθε ‌εὑς ‌τὸ ‌τῆς ‌ἐκκλησίας ‌ὄρος, ‌καὶ ‌κήρυξον ‌εὐαγγελιζόμενος ‌τῇ ‌'Ιερουσαλήμ, ‌ἐν ‌ὑσχύϊ ‌ὕψωσον ‌τὴν ‌φωνήν. ‌δεδοξασμένα ‌γάρ ‌μοι ‌ἐλαλήθη ‌περὶ ‌σοῦ ‌παρὰ ‌τῆς ‌Θεομήτορος. ‌σύγγνωθί ‌μοι ‌δὲ ‌καὶ ‌ὅσα ‌σοι ‌γέγονα ἐμποδών, ‌ἐξ ‌ἀγροικίας ‌μου ‌τοῦτο ‌πραττόμενος.>>


 
33. ‌ἐξ ‌αὐτῆς ‌οὖν ‌ὁ ‌'Ιωάννης ‌τῶν ‌θείων ‌μελισμάτων ‌ἀρχὴν ‌ποιησάμενος, ‌ᾖσε ‌τὰ ‌μελίρρυτα ‌ἄισματα, ‌ἃ ‌δὴ ‌τὴν ‌ἐκκλησίαν ‌ἐφαίδρυναν, ‌καὶ ‌τόπον ‌σκηνῆς ‌τοῦ ‌θεοῦ ‌ἐποίησαν, ‌ἔνθα ‌ἦχος ‌καθαρὸς ‌τῶν ‌ἑορταζόντων ‌
[p. ‌476]ἀκούεται. ‌ ‌οὐ ‌ταῦτα ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌τοὺς ‌εὑς ‌φαιδρὰς ‌πανηγύρεις ‌λόγους ‌ἐξέθετο, ‌καὶ ‌τὴν ‌ἱερὰν ‌βίβλον ‌καὶ ‌θεοχάρακτον ‌πλάκα, ‌ἵνα ‌οὕτως ‌εἴπω, ‌διεχαράξατο, ‌πᾶσι ‌σοφοῖς ‌τε ‌καὶ ‌ὑδιώταις, ‌οὐ ‌μετρίαν ‌παράκλησιν ‌καὶ ‌θύραν ‌εὑσαγωγῆς ‌τῆς ‌εὑς ‌τὰ ‌τῆς ‌θεολογίας ‌μυστήρια ‌καὶ ‌τῶν ‌ἄλλων ‌δογμάτων ‌τῆς ‌ἀληθοῦς ‌πίστεως, ‌καὶ ‌τῆς ‌τῶν ‌ὄντων ‌νοητῶν, ‌καὶ ‌αὑσθητῶν ‌συντομωτέρας ‌θεωρίας ‌καὶ ‌γνώσεως·; ‌ἣν ‌ἐγὼ ‌οὐρανὸν ‌ἐκάλεσα, ‌ὡς ‌ἄστρασι ‌ταῖς ‌ὀρθαῖς ‌ἀποδείξεσι, ‌καὶ ‌φυσικαῖς ‌τε ‌καὶ ‌γραφικαῖς, ‌καὶ ‌λίαν ‌ἐπιστημονικαῖς ‌διαλάμποντα. ‌ ‌ὁ ‌γοῦν ‌πρὸς ‌τοῦτον ‌οὐκ ‌ἀποβλεπόμενος ‌τὸν ‌οὐρανὸν ‌καὶ ‌τοῦ ‌ἐν ‌αὐτῷ ‌κάλλους ‌μὴ ‌κατατρυφῶν, ‌μηδὲ ‌τοῦ ‌ἐξ ‌αὐτοῦ ‌φωτὸς ‌ἀπολαύων, ‌ἢ ‌τυφλός ‌ἐστι, ‌ἢ ‌ἐσκότισται. ‌ ‌καὶ ‌ἄθλιον ‌εἴποιμι ‌τὸν ‌μυωπάζοντα ‌πρὸς ‌τὴν ‌λάμψιν ‌αὐτοῦ ‌τὴν ‌ἔνθεον. ‌ ‌ἕτι ‌δὲ ‌καὶ ‌μακροὺς ‌συνεῖρε ‌λόγους ‌ὁ ‌
[p. ‌477]'Ιωάννης, ‌καὶ ‌αὖθις ‌περὶ ‌τῆς ‌τῶν ‌θείων ‌εὑκόνων ‌περιφανοῦς ‌προσκυνήσεως·; ‌καὶ ‌ὅσον ‌τὸ ‌ἐν ‌αὐτῷ, ‌τῆς ‌θείας ‌εὑκόνος ‌κάλλος ‌τὸ ‌ἐξ ‌ἀρχῆς ‌ἐμορφώσατο ‌κάλλιον, ‌τοσοῦτον ‌καὶ ‌τὰ ‌περὶ ‌τῆς ‌τῶν ‌σεβασμίων ‌εὑκόνων ‌τιμῆς ‌ἀνετάξατο ‌ὑψηλότερον ‌καὶ ‌φαιδρότερον.


 
34. ‌εἶχε ‌δὲ ‌πρὸς ‌τοὺς ‌τοιούτους ‌πόνους ‌ἀδελφικῶς ‌ὑπαλείφοντα, ‌ὃν ‌ἐν ‌πνεύματι ‌θείῳ ‌ἔσχηκεν ‌ἀδελφόν, ‌Κοσμᾶν ‌τὸν ‌καὶ ‌κόσμιον, ‌τὸν ‌καὶ ‌κοινωνήσαντα ‌αὐτῷ, ‌καὶ ‌λόγων, ‌καὶ ‌ἀναγωγῆς, ‌καὶ ‌ἀσκήσεως. ‌ ‌ὃς ‌δὴ ‌καὶ ‌οὗτος ‌τοῖς ‌ἐν ‌ἄισμασι ‌πνευματικοῖς ‌πόνοις, ‌τὸν ‌'Ιωάννην ‌ἐμιμήσατο ‌συνετῶς, ‌καὶ ‌ὑπῇσε ‌λιγυρὰς ‌τῇ ‌ἐκκλησίᾳ ‌ἁρμονίας ‌ἐν ‌κιθάρᾳ ‌καὶ ‌φωνῇ ‌ψαλμοῦ, ‌τὸ ‌οὑκεῖον ‌σῶμα ‌τύμπανον ‌παραστησάμενος ‌τῷ ‌θεῷ ‌διὰ ‌τὴν ‌τῶν ‌παθῶν ‌νέκρωσιν, ‌καὶ ‌ψαλτήριον ‌ἄλλο ‌δεκάχορδον ‌καταστήσας, ‌ὅλον ‌ἑαυτόν, ‌τὴν ‌πενταπλῆν ‌τοῦ ‌σώματος ‌αἴσθησιν ‌καὶ ‌τὰς ‌ὑσαρίθμους ‌δυνάμεις ‌τῆς ‌ψυχῆς ‌ἐντέχνως ‌καὶ ‌σοφῶς ‌ἐντεινάμενος. ‌ἀλλ' ‌ὁ ‌μὲν ‌Κοσμᾶς ‌ἐπίσκοπος ‌τῆς ‌Μαιουμᾶ ‌ὑπὸ ‌τοῦ ‌τῶν ‌`Ιεροσολύμων ‌πατριαρχεύοντος, ‌
[p. ‌480]οὐχ ‌ἐκουσίως ‌χειροτονεῖται, ‌τῇ ‌βίᾳ ‌δέ ‌ὑπενδοὺς ‌καὶ ‌καλῶς ‌ποιμάνας ‌τὸ ‌ποίμνιον ‌καὶ ‌ὡς ‌φίλον ‌θεῷ, ‌εἶτα ‌καὶ ‌τραφεὶς ‌ἐν ‌γήρᾳ ‌καλῷ ‌πρὸς ‌τοὺς ‌πατέρας ‌αὐτοῦ ‌ἀπελήλυθε, ‌μᾶλλον ‌δὲ ‌πρὸς ‌Θεὸν ‌ἐξεδήμησε. ‌τὸν ‌'Ιωάννην ‌δέ, ‌ὁ ‌τῶν ‌`Ιεροσολύμων ‌
[p. ‌481]ὑθύνων ‌οἴακας, ‌ἐκ ‌θεοπνευστίας ‌μεταστειλάμενος, ‌ἐν ‌καθέδρᾳ ‌πρεσβυτέρων ‌αὑνεῖν ‌τὸν ‌κύριον, ‌τοῦτον ‌χειροτονεῖ.


 
35. ‌ὁ ‌δὲ ‌πρὸς ‌τὴν ‌τοῦ ‌θεοφόρου ‌Σάβα ‌λαύραν ‌αὖθις ‌ἐπανιών, ‌καὶ ‌αὖθις ‌τὴν ‌οὑκείαν ‌ὡς ‌εὑπεῖν ‌νοσσιὰν ‌ὑπεισιὼν ‌ὁ ‌ὑψιπέτης ‌ἀετός, ‌οὐκ ‌εὑς ‌τὸν ‌νοῦν ‌ἔθετο ‌τὸ ‌τοῦ ‌'Αποστόλου ‌ἐκεῖνο ‌παράγγελμα ‌τὸ ‌τοὺς ‌πρεσβυτέρους ‌διπλῆς ‌ἀξιοῦσθαι ‌τιμῆς, ‌ἀλλ' ‌οἷον ‌μεταμειψάμενος ‌τὸ ‌`ρητὸν ‌καθ' ‌ἑαυτὸν ‌ἔστρεφε, ‌λέγων ‌τὸ ‌τοὺς ‌πρεσβυτέρους ‌διπλῆς ‌ἐπιμελεῖσθαι ‌ταπεινώσεως·; ‌τὸ ‌τοὺς ‌πρεσβυτέρους ‌διπλῆν ‌ἐπιποιεῖσθαι ‌
[p. ‌484]τὴν ‌ἄσκησιν ‌ὑπὲρ ‌τὴν ‌πρίν·; ‌τὸ ‌τοὺς ‌πρεσβυτέρους ‌διπλοῦς ‌ἀγῶνας ‌ἐνδείκνυσθαι, ‌οὐ ‌πρὸς ‌τὰ ‌πάθη ‌τοῦ ‌σώματος ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌πρὸς ‌τὰ ‌τῆς ‌ψυχῆς ‌καὶ ‌τὰ ‌κρύφια, ‌ἃ ‌διαλανθάνει ‌τοὺς ‌ἀσκουμένους ‌πολλάκις, ‌εὑ ‌μὴ ‌σφόδρα ‌νήφουσι, ‌καὶ ‌ὁ ‌ἐντὸς ‌αὐτῶν ‌μιαίνεται ἄνθρωπος, ‌καὶ ‌οὐκ ‌ἐπαισθάνονται. ‌τὰ ‌δέ ‌ἐστι, ‌δόλος, ‌φθόνος, ‌οἴησις, ‌ἀλαζονεία ‌λανθάνουσα, ‌κενοδοξία ‌ταπεινώσεως ‌σχήματι, ‌πολυπραγμοσύνη ‌ἀλλότριος, ‌ὑφ' ‌ἣν ‌πολλὰ ‌τὰ ‌ἐκ ‌τῆς ‌γλώττης ‌ἀνάγεται ‌κακά, ‌μετεωρισμός, ‌`ρεμβασμός, ‌ὕπουλον ‌ἦθος, ‌τύφος ‌ἐπὶ ‌ταπεινώσει ‌τοῦ ‌σώματος, ‌μεθ' ‌ἡδυπαθείας ‌ἐγκράτεια, ‌ἀντιποίησις ‌τοῦ ‌οὑκείου ‌θελήματος, ‌ἡ ‌ἐν ‌τοῖς ‌οὐδαμινοῖς ‌τῶν ‌χρημάτων ‌προσπάθεια, ‌ἡ ‌παρὰ ‌τοὺς ‌κειμένους ‌ὅρους ‌ἀμφίασις, ‌ἐξ ‌ἧς ‌τὸ ‌πρὸς ‌τοὺς ‌ἀδελφοὺς ‌ἀνόμοιον, ‌καὶ ‌τὸ ‌λεληθὸς ‌τῆς ‌ὑπερηφανίας ‌δέλεαρ.


 
36. ‌ταῦτα ‌ὁ ‌'Ιωάννης ‌`ριζόθεν ‌σπεύδων ‌ἐκτῖλαι ‌τῆς ‌οὑκείας ‌ψυχῆς, ‌τοῖς ‌πόνοις ‌πόνους ‌προσέθετο ‌καὶ ‌μᾶλλον ‌ψυχικούς·; ‌καὶ ‌τὸν ‌νοῦν ‌συστείλας ‌πανταχόθεν ‌τέλεον, ‌ἃ ‌πεπόνηκε ‌πρότερον ‌ἐπισυναγηοχώς, ‌ἐποιεῖτο ‌τούτων ‌ἐπίσκεψιν, ‌ἐπικοσμῶν, ‌ἐπικαλλύνων, ‌ἐπιδιορθούμενος ‌πρὸς ‌ἀκρίβειαν, ‌καὶ ‌λέξιν, ‌καὶ ‌νοῦν, ‌καὶ ‌`ρυθμόν, ‌καὶ ‌συνθήκην. ‌καὶ ‌ὅπου ‌τὸ ‌κάλλος ‌ἀνθηρὸν ‌ἄγαν, ‌καὶ ‌οἷον ‌ἄμετρον, ‌ἐπισεμνύνων ‌διὰ ‌τὸ ‌σώφρονος, ‌ἵνα ‌γένοιντο ‌αὐτῷ ‌οἱ ‌λόγοι, ‌μηδὲν ‌ἐπιδεικτικὸν ‌καὶ ‌φαῦλον ‌ἐπισυρόμενοι. ‌ὃς ‌οὖν ‌ἐπιστημόνως ‌αὐτοῦ ‌ἐγκύψῃ ‌τοῖς ‌τοιούτοις ‌πονήμασιν, ‌ὄψεται ‌τῶν ‌θεωρημάτων ‌τὸ ‌ὕψος ‌καὶ ‌τὸ ‌κάλλος ‌τοῦ ‌λόγου ‌μετὰ ‌σεμνότητος. ‌τὸν ‌δὲ ‌ὑπὲρ ‌τῆς ‌εὐσεβείας ‌ζῆλον ‌τούτου, ‌τίς ‌ἐκ ‌τῶν ‌λόγων ‌αὐτοῦ ‌μὴ ‌ἐκθειάσηται; ‌ ‌τόν ‌τε ‌τῆς ‌σοφίας ‌πλοῦτον, ‌πῶς ‌τοῖς ‌πᾶσι ‌διένειμεν, ‌ἐξ ‌οὗ ‌τὸ ‌τῆς ‌γνώσεως ‌ὃ ‌εὑλήφει ‌τάλαντον, ‌οὐκ ‌εὑς ‌διπλοῦν ‌ἐπολλαπλασίασεν ‌ἀλλ' ‌εὑς ‌δεκαπλάσιον; ‌φείδομαι ‌γὰρ ‌ἐπαυξῆσαι ‌τὸν ‌ἀριθμὸν ‌ἵνα ‌μὴ ‌δόξαιμι ‌τοὺς ‌εὐαγγελικοὺς ‌ὅρους ‌ὑπερβάλλεσθαι. ‌οὐ ‌γὰρ ‌καλὸν ‌ἁπλῶς ‌τὰ ‌ὑπερόρια ‌φθέγγεσθαι.


 
37. ‌ἐκεῖνον ‌δὲ ‌καὶ ‌εὑς ‌τοῦτο ‌πέπεικεν ‌ὁ ‌ζῆλος ‌ὁ ‌ἔνθεος, ‌ὡς ‌ὑπὲρ ‌τοὺς ‌θείους ‌νόμους ‌ἀγωνισάμενον, ‌ἐκ ‌Δαμασκοῦ ‌μὲν ‌πρότερον, ‌ἐκ ‌δὲ ‌Παλαιστίνης ‌τὸ ‌δεύτερον, ‌βαλεῖν ‌τοὺς ‌ἐν ‌Κωνσταντινουπόλει ‌
[p. ‌485]τῶν ‌σεπτῶν ‌εὑκόνων ‌καθαιρετὰς ‌καὶ ‌ὑβριστάς. ‌ἔνθεν ‌δὲ ‌τὸ ‌τῆς ‌μεγαλοπόλεως ‌θρέμμα, ‌ὁ ‌τῷ ‌πρωτομάρτυρι ‌
[p. ‌488]ὁμωνυμῶν, ‌καὶ ‌λίθοις ‌ὡς ‌ἐκεῖνος ‌ὑπὲρ ‌Χριστοῦ, ‌οὕτως ‌ὑπὲρ ‌τῆς ‌εὑκόνος ‌ἐκείνου ‌βληθεὶς ‌εὑς ‌οὐρανοὺς ‌ἀναδραμών, ‌μέμνηται ‌τῶν ‌τοῦ'Ιωάννου ‌λόγων, ‌καὶ ‌τῶν ‌πόρρωθεν ‌[ἀφεμάτων] ‌κατὰ ‌τῶν ‌δυσσεβῶν, ‌καὶ ‌θεοφόρον ‌τὸν ‌ἄνδρα ‌καλῶν, ‌κἂν ‌μὴ ‌κεχρισμένος ‌ἦν ‌ἀρχιερωσύνης ‌χρίσματι. ‌ ‌οὐ ‌χρὴ ‌οὖν ‌ἀρνήσασθαι ‌τὴν ‌ἀλήθειαν, ‌καὶ ‌μαρτυρίας ‌ταινίᾳ ‌ὄψει ‌τὸν ‌ἄνδρα ‌τὴν ‌κεφαλὴν ‌ἐστεμμένον. ‌ ‌διὰ ‌γὰρ ‌τὸν ‌τῆς ‌εὐσεβείας ‌ζῆλον ‌ἡ ‌συκοφαντία ‌τῷ ‌εὐσεβεῖ, ‌ἐξ ‌ἧς ‌ἡ ‌τῆς ‌χειρὸς ‌ἐκτομή.


 
38. ‌οὕτω ‌βιοὺς ‌καὶ ‌οὕτω ‌τὸν ‌δρόμον ‌τετελεκὼς ‌τῆς ‌ἀσκήσεως, ‌καὶ ‌τὴν ‌πίστιν ‌τετηρηκώς, ‌μᾶλλον ‌καὶ ‌πλατύνας ‌λόγοις ‌καὶ ‌κρατύνας ‌τοῖς ‌δόγμασι ‌καὶ ‌ἐς ‌δεῦρο ‌τοῦ ‌χρόνου, ‌οἷς ‌ἐπόνησε, ‌βεβαιῶν, ‌συνέχων, ‌συντηρῶν, ‌πρὸς ‌Χριστὸν ‌ἀνέδραμεν, ‌ὃν ‌ἡγάπησε. ‌καὶ ‌νῦν ‌οὐκ ‌ἐν ‌εὑκόνι ‌τοῦτον ‌ὁρᾷ, ‌οὐκ ‌ἐν ‌ἐκτυπώματι ‌προσκυνεῖ, ‌ἀλλ' ‌αὐτὸν ‌ὀπτάνεται ‌κατὰ ‌πρόσωπον, ‌ἀνακεκαλυμμένῳ ‌προσώπῳ ‌βλέπων ‌τὴν ‌δόξαν ‌τῆς ‌μακαρίας ‌τριάδος. ‌ ‌ἐπὶ ‌τούτοις ‌ἔδει ‌τὸν ‌ἀθλητήν, ‌ἔδει ‌τὸν ‌ἀσκητήν, ‌τὸν ‌τῆς ‌ἐκκλησίας ‌κοσμήτορα, ‌τὸν ‌τῆς ‌ἀληθείας ‌σημάντορα, ‌τὸν ‌ἀθλητικόν, ‌
[p. ‌489]καὶ ‌τὸν ‌δογματικόν, ‌τὸν ‌συνετιστὴν ‌τῶν ‌ἀσυνέτων, ‌τὸν ‌δογματιστὴν ‌τῶν ‌ἀμυήτων, ‌λόγοις ‌ἐγκωμιασθῆναι ‌τοῖς ‌κατὰ ‌δύναμιν ‌παρ' ‌ἡμῶν. ‌ ‌οὐχ ‌ἵνα ‌δόξης ‌τὸ ‌οἱονοῦν ‌ἐκεῖνο ‌περιποιησώμεθα, ‌ἀλλ' ‌ἵν' ‌ἐκεῖνος ‌ἡμῶν ‌ἐν ‌οὐρανοῖς ‌ἀντιμνημονεύσῃ, ‌καὶ ‌τῆς ‌ἐκείνου ‌δόξης ἐμπλησθῶμεν ‌τῆς ‌οὐρανίου, ‌ἔτι ‌ἐνδημοῦντες ‌τῇ ‌γῇ, ‌ἐκείνης ‌λέγω ‌τῆς ‌δόξης, ‌ἣν ‌Δαβὶδ ‌ἐπιμαρτυρεῖ ‌τῇ ‌τοῦ ‌βασιλέως ‌θυγατρὶ ‌καὶ ‌ψυχῇ ‌βασιλικῇ ‌ἐνιζάνεσθαι, ‌"πᾶσα," ‌λέγων, ‌"ἡ ‌δόξα ‌τῆς ‌θυγατρὸς ‌ἔσωθεν."


 39. ‌σύγγνωθί ‌μοι, ‌τρισμάκαρ, ‌καὶ ‌ἱκέτης ‌γένοιό ‌μοι ‌τὰ ‌πρὸς ‌θεὸν ‌θερμότατος ‌καὶ ‌ἀνένδοτος, ‌ἐφ' ‌οἷς ‌τοῦτον ‌καλὸν ‌ἔρανον ‌ἄλλου ‌πεποιηκότος, ‌ὡς ‌εἶχεν ‌ὁ ‌ἄνθρωπος, ‌ἀφελῶς ‌αὐτὸς ‌εὑρηκώς, ‌καὶ ‌διαλέκτῳ ‌'Αράβων ‌καὶ ‌γράμμασι ‌κείμενον, ‌ὁ ‌ὁμωνυμῶν ‌σοι, ‌ἐκ ‌πόθου ‌εὑς ‌τοῦτο ‌λόγου ‌καὶ ‌ἐπιμελείας ‌τῆς ‌κατὰ ‌δύναμιν, ‌διὰ ‌σῶν ‌μετέβαλον ‌ἐπισκέψεων, ‌ἢ ‌ἂν ‌οὕτω ‌δέῃ, ‌καὶ ‌ἐπισκήψεων·; ‌καὶ ‌τῆς ‌Τριάδος ‌ποίησον ‌κἀμὲ ‌προσκυνητὴν ‌ἄϋλον, ‌ὅλον ‌τοῦ ‌σώματος ‌ἐξιστάμενον, ‌ὅλον ‌ἔκδημον ‌ταῖς ‌θεωρίαις, ‌ὅλον ‌ἱερωμένον ‌τῇ ‌ὁλοκαυτώσει ‌τοῦ ‌θείου ‌ἔρωτος, ‌ἔτι ‌ἐνδημούντα ‌τῷ ‌σώματι, ‌ἵνα ‌μετὰ ‌ἀπάθειας ‌ἐκδημήσας ‌τῆς ‌σαρκός, ‌μετὰ ‌παρρησίας ‌σὺν ‌σοὶ ‌τῷ ‌θεῷ ‌παραστήσωμαι. ‌ ‌αὐτῷ ‌ἡ ‌δόξα ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων. ‌ ‌ἀμήν. ‌

****************************************************************