Saint: PHILARETOS THE MERCIFUL (# 117)
Edition: ‌ed. ‌M. ‌Fourmy-Leroy, ‌Byzantion ‌9 ‌(1934), ‌113-167.

[p. ‌113]

βίος ‌καὶ ‌πολιτεία ‌τοῦ ‌ἐν ‌ἁγίοις ‌πατρὸς ‌ἡμῶν ‌Φιλαρέτου ‌τοῦ ‌ἐλεήμονος.

 ἦν ‌τις ‌ἄνθρωπος ‌ἐν ‌χώρᾳ ‌τῶν ‌Παφλαγόνων ‌τοὔνομα ‌Φιλάρετος ‌καὶ ‌ὁ ‌ἄνθρωπος ‌ἦν ‌εὐγενὴς ‌τῶν ‌ἀπὸ ‌Πόντου ‌καὶ ‌Γαλατικῆς ‌χώρας, ‌υἱὸς ‌ὑπάρχων ‌Γεωργίου ‌τοῦ ‌φερωνύμου. ‌ἦν ‌δὲ ‌πλούσιος ‌σφόδρα·; ‌καὶ ‌ἦν ‌αὐτῷ ‌κτήνη ‌πολλά·; ‌βόες ‌ἑξακόσιοι, ‌ζεύγη ‌βοῶν ‌ἑκατόν, ‌ἵπποι ‌νομάδες ‌ὀκτακόσιαι, ‌ἵπποι ‌καὶ ‌ἡμίονοι ‌τῆς ‌προμοσέλας ‌αὐτοῦ ‌ὀγδοήκοντα, ‌πρόβατα ‌χιλιάδες ‌δώδεκα, ‌προάστια ‌δὲ ‌πολλῆς ‌γῆς ‌πεπληρωμένα ‌τετταράκοντα ‌ὀκτώ, ‌μονώτατα ‌πάντα, ‌ὡραῖα ‌πάνυ ‌καὶ ‌πολλῆς ‌τιμῆς ‌ἄξια·; ‌κατέναντι ‌γὰρ ‌αὐτῶν ‌ἑκάστη ‌πηγὴ ‌ἦν ‌βλύζουσα ‌ἀπὸ ‌κορυφῆς ‌δυναμένα ‌ἀρδεῦσαι ‌πάντα ‌
[p. ‌115]τὰ ‌χρῄζοντα ‌ἀρύεσθαι ‌ἐξ ‌αὐτῆς ‌κατὰ ‌περισσείαν·; ‌καὶ ‌οὑκέται ‌πολλοὶ ‌ὑπῆρχον ‌αὐτῷ, ‌καὶ ‌κτήματα ‌πολλὰ ‌σφόδρα.

 εἶχε ‌δὲ ‌καὶ ‌σύμβιον ‌τοὔνομα ‌Θεοσεβοῦν ‌καὶ ‌αὐτὴ ‌ὑπῆρχεν ‌εὐγενὴς ‌καὶ ‌φοβουμένη ‌τὸν ‌κύριον. ‌ὑπῆρχον ‌δὲ ‌αὐτοῖς ‌καὶ ‌τέκνα, ‌παιδάριον ‌ἓν ‌πάνυ ‌ὡραῖον ‌τοὔνομα ‌'Ιωάννης, ‌καὶ ‌θυγατέρες ‌δύο, ‌ὄνομα ‌τῇ ‌μιᾷ ‌`Υπατία, ‌καὶ ‌ὄνομα ‌τῇ ‌δευτέρᾳ ‌Εὐανθία, ‌ὡραῖαι ‌δὲ ‌καὶ ‌αὐταὶ ‌πάνυ.

 ἦν ‌δὲ ‌ὁ ‌ἄνθρωπος ‌ἐλεήμων ‌σφόδρα ‌καὶ ‌ὅτε ‌ἤρχετο ‌πρὸς ‌αὐτὸν ‌προσαίτης, ‌εἴ ‌τι ‌ἂν ‌αὑτεῖτο, ‌ἐδίδου ‌αὐτῷ ‌μετὰ ‌χαρᾶς ‌εὑς ‌πλησμονήν, ‌πρότερον ‌ἐκ ‌τῆς ‌τραπέζης ‌αὐτοῦ ‌εἴ ‌τι ‌ἂν ‌ἐπεθύμει, ‌καὶ ‌εἶθ' ‌οὕτως ‌παρεῖχεν ‌αὐτῷ ‌τὸ ‌ζητούμενον ‌προπέμπων ‌αὐτὸν ‌ἐν ‌εὑρήνῃ, ‌ἀφωμοιωμένος ‌ἀληθῶς ‌τῷ ‌φιλοξένῳ ‌'Αβραὰμ ‌καὶ ‌'Ιακώβ. ‌ἐποίει ‌δὲ ‌οὕτως ‌ἐπὶ ‌χρόνους ‌πολλούς, ‌ἐξάκουστον ‌δὲ ‌ἐγένετο ‌ἐν ‌ὅλῃ ‌τῇ ‌'Ανατολῇ ‌καὶ ‌τῇ ‌περιχώρῳ ‌ἐκείνῃ ‌ἡ ‌τούτου ‌ἐλεημοσύνη·; ‌καὶ ‌εἴ ‌τινος ‌βοῦς ‌ἠστόχησεν ‌ἢ ‌ἵππος ‌ἢ ‌ἄλλο ‌τι ‌τῶν ‌τετραπόδων, ‌ἐπορεύετο ‌πρὸς ‌τὸν ‌μακάριον ‌ἄνδρα ‌μετὰ ‌θάρσους ‌ὡς ‌εὑς ‌ὑδίαν ‌ἀγέλην ‌ἀπερχόμενος, ‌καὶ ‌ἐλάμβανεν ‌ἕκαστος ‌εἴ ‌τι ‌ἂν ‌χρείαν ‌εἶχεν, ‌καὶ ‌οἷον ‌ἕκαστος ‌ἐκ ‌τῆς ‌ἀγέλης ‌αὐτοῦ ‌ἀπώλεσεν, ‌ἀπερχόμενος ‌ἐλάμβανεν ‌οἷον ‌ἂν ‌ἔθελεν. ‌ ‌καὶ ‌ὅσον ‌ἐδίδου, ‌τοσοῦτον ‌ἐπληθύνετο.

 ὑδὼν ‌δὲ ‌ὁ ‌διάβολος ‌τὴν ‌τοῦ ‌ἀνδρὸς ‌ἐνάρετον ‌πολιτείαν, ‌ἐζήλωσεν ‌αὐτὸν ‌ὥς ‌ποτε ‌τὸν ‌'Ιώβ, ‌καὶ ‌ἐξαιτεῖται ‌τοῦτον ‌πτωχεῦσαι ‌καὶ ‌τότε ‌ὑδεῖν ‌αὐτοῦ ‌τὴν ‌τοιαύτην ‌ἁπλώτητα. ‌ ‌οὐδὲν ‌γὰρ ‌θαυμαστὸν ‌ἔφησεν ‌ὁ ‌διάβολος ‌ποιήσειν ‌τὸν ‌ἄνδρα, ‌ἐκ ‌τῶν ‌περισσευμάτων ‌αὐτοῦ ‌παρέχων ‌τοῖς ‌πένησιν. ‌ ‌εἶτα ‌λαβὼν ‌τὴν ‌ἐξουσίαν ‌παρὰ ‌τοῦ ‌θεοῦ ‌(ἀδύνατον ‌γὰρ ‌αὐτὸν ‌τοῦτο ‌ποιῆσαι ‌χωρὶς ‌θεοῦ, ‌κύριος ‌γὰρ ‌πτωχίζει ‌καὶ ‌πλουτίζει, ‌ταπεινοῖ ‌καὶ ‌ἀνυψοῖ, ‌ἀνιστᾷ ‌ἀπὸ ‌γῆς ‌πένητα ‌καὶ ‌ἀπὸ ‌κοπρίας ‌ἐγείρει ‌πτωχόν, ‌κατὰ ‌τὴν ‌τῆς ‌προφητίδος ‌῎Αννης ‌φωνήν), ‌εἶτα ‌ἀδιαλήπτως ‌τοῦ ‌ἀνδρὸς ‌διανέμοντος ‌τοῖς ‌πτωχοῖς ‌τά ‌τε ‌κτήνη ‌καὶ ‌τὰ ‌ἄλλα ‌ὅσα ‌ἂν ἐξεπόρει, ‌τοῦ ‌θεοῦ ‌παυσαμένου ‌τῷ ‌ἀποδιδόναι ‌τὰ ‌ἑκατονταπλασίονα, ‌τέλος ‌πάντων ‌διά ‌τε ‌τῆς ‌δόσεως, ‌διά ‌τε ‌αὑχμαλωσίας ‌τῶν ‌'Ισμαηλιτῶν, ‌διά ‌τε ‌ἑτέρων ‌πολλῶν ‌προφάσεων ‌διασπείρας ‌ἤλασε ‌τοῦτον ‌εὑς ‌ἄκραν ‌πενίας ‌ὥστε ‌καταλειφθῆναι ‌αὐτῷ ‌ἓν ‌ζεῦγος ‌βοῶν ‌καὶ ‌ἕνα ‌ἵππον ‌καὶ ‌ἕνα ‌ὄνον ‌καὶ ‌μίαν ‌βουθηλίαν ‌μετὰ ‌τοῦ ‌μόσχου ‌αὐτῆς, ‌καὶ ‌ἕνα ‌δοῦλον ‌καὶ ‌μίαν ‌παιδίσκην·; ‌τὰ ‌προάστια ‌αὐτοῦ ‌πάντα ‌ἁρπαγῆναι ‌ὑπὸ ‌
[p. ‌117]τῶν ‌γειτονευόντων ‌δυναστῶν ‌καὶ ‌γεωργῶν·; ‌ὡς ‌γὰρ ‌εἶδον ‌αὐτὸν ‌πτωχεύοντα ‌καὶ ‌μὴ ‌δυνάμενον ‌αὐτὰ ‌κατέχειν ‌καὶ ‌ἐργάζεσθαι ‌τὴν ‌ἑαυτοῦ ‌γῆν, ‌οἱ ‌μὲν ‌τυραννικῶς, ‌οἱ ‌δὲ ‌παρακλητικῶς ‌διεμερίσαντο ‌τὴν ‌γῆν ‌αὐτοῦ, ‌ἐάσαντες ‌αὐτῷ ‌τὸ ‌χωρίον ‌ἐν ‌ᾧ ‌κατέμενεν ‌καὶ ‌τὸν ‌πατρῷον ‌οἶκον ‌αὐτοῦ.

 εἶτα ‌ταῦτα ‌πάντα ‌παθών, ‌οὐδέποτε ‌ἐλυπήθη ‌ἢ ‌ἐβλασφήμησεν ‌ἢ ‌ἠγανάκτησεν, ‌ἀλλ' ‌ὥσπερ ‌ὅτε ‌ἐξαπίνης ‌πλουτίσει ‌ἄνθρωπος, ‌χαρᾶς ‌ἀνάπλεως ‌γίνεται, ‌οὕτως ‌ἐκεῖνος ‌πτωχεύσας ‌ἔχαιρε, ‌ὡς ‌μέγα ‌φορτίον ‌ἀποβαλλόμενος ‌τὸν ‌πλοῦτον, ‌μάλιστα ‌κατὰ ‌νοῦν ‌ἔχων ‌τὸ ‌ὑπὸ ‌τοῦ ‌κυρίου ‌λεχθέν, ‌τό·; ‌
"δυσκόλως ‌οἱ ‌τὰ ‌χρήματα ‌ἔχοντες ‌εὑσελεύσονται ‌εὑς ‌τὴν ‌βασιλείαν ‌τοῦ ‌θεοῦ," ‌καὶ ‌πάλιν·; ‌"εὐκοπώτερόν ‌ἐστι ‌κάμηλον ‌διὰ ‌τρυμαλιᾶς ‌`ραφίδος ‌εὑσελθεῖν ‌ἢ ‌πλούσιον ‌εὑς ‌τὴν ‌βασιλείαν ‌τοῦ ‌θεοῦ ‌εὑσελθεῖν·;" ‌ἐν ‌τούτῳ ‌καὶ ‌ὁ ‌ἀπαθὴς ‌ἀνεύθυνος ‌πλοῦτος ‌φαίνεται ‌ἐὰν ‌παρόντος ‌τοῦ ‌πλούτου ‌καλῶς ‌τούτῳ ‌χρησώμεθα ‌καὶ ‌ἐὰν ‌ἀπόντος ‌ἀλύπως ‌τούτο ‌ἐνέγκωμεν, ‌κατὰ ‌τὸ ‌γεγραμμένον·; ‌"καλὸς ‌ὁ ‌πλοῦτος ‌τοῖς ‌καλῶς ‌διοικοῦσιν, ‌καὶ ‌καλὴ ‌ἡ ‌πενία ‌τοῖς ‌ὑπομένουσιν."

 ἐν ‌μιᾷ ‌δὲ ‌τῶν ‌ἡμερῶν ‌ἑσπέρας, ‌τὸ ‌ζευγάριον ‌αὐτοῦ ‌ἑαυτὸς ‌σὺν ‌τῷ ‌ἀρότρῳ ‌λαβών, ‌ἐπορεύθη ‌εὑς ‌τὸ ‌χωράφιον ‌αὐτοῦ ‌ἀροτριᾶν. ‌ ‌ἀροτριῶντος ‌δὲ ‌αὐτοῦ ‌καὶ ‌εὐχαριστοῦντος ‌τῷ ‌θεῷ ‌ὅτι ‌κατηξιώθη ‌τοῦ ‌πρώτου ‌ἐπιτιμίου ‌ἐντολὴν ‌τοῦ ‌θεοῦ ‌φυλάξαι ‌ὅτι·; ‌"μετὰ ‌κόπου ‌καὶ ‌ἱδρῶτος ‌φάγει ‌τὸν ‌ἄρτον ‌σου," ‌καὶ ‌τὸ ‌τοῦ ‌ἀποστόλου ‌ὅτι·; ‌"οὕτως ‌δεῖ ‌κοπιῶντας ‌ἀναλαμβάνεσθαι ‌τῶν ‌ἀσθενούντων," ‌καὶ ‌πάλιν·; ‌"εἴ ‌τις ‌οὐ ‌θέλει ‌ἐργάζεσθαι ‌μηδὲ ‌ἐσθιέτω," ‌αὑδεσθεὶς ‌τῶν ‌τοῦ ‌θεοῦ ‌ἐντολῶν, ‌καὶ ‌πάσης ‌χαρᾶς ‌ἀνάπλεως ‌γενόμενος, ‌ἤλαυνε ‌τὸ ‌ζεῦγος ‌ὑπὲρ ‌τὸ ‌μέτρον, ‌αὐτὸς ‌μηδ' ‌ὅλως ‌κοπιάσας ‌ἐκ ‌τῆς ‌πολλῆς ‌χαρᾶς. ‌ ‌ὡς ‌δὲ ‌εἶδεν ‌τὸ ‌ζεῦγος ‌ἀτονήσαντα, ‌μνησθεὶς ‌πάλιν ‌τὸ ‌γεγραμμένον ‌ὅτι·; ‌"μακάριος ‌ὁ ‌οὑκτήρων ‌[lege: ‌οὑκτείρων] ‌ψυχὰς ‌κτηνῶν ‌αὐτοῦ," ‌στήσας ‌τὸ ‌ζεῦγος ‌προσηύχετο, ‌εὐχαριστῶν ‌τῷ ‌θεῷ ‌ἐπὶ ‌τῇ ‌τοιαύτῃ ‌πενίᾳ.

 τινὸς ‌δὲ ‌γεωργοῦ ‌πτωχοῦ ‌ἀροτριῶντος ‌καὶ ‌αὐτοῦ ‌τὴν ‌ὑδίαν ‌χώραν, ‌ἔπεσεν ‌ἄφνω ‌ὁ ‌βοῦς ‌αὐτοῦ ‌καὶ ‌ἀπέθανεν. ‌ ‌μὴ ‌φέρων ‌δὲ ‌τὴν ‌ζημίαν, ‌ἤρξατο ‌λυπεῖσθαι ‌καὶ ‌κλαίειν ‌μετὰ ‌οἴκτου ‌πολλοῦ ‌ὀδυρόμενος ‌καὶ ‌λέγων ‌πρὸς ‌τὸν ‌θεόν·; ‌<<κύριε, ‌ἄλλο ‌τί ‌ποτε ‌οὐχ ‌
[p. ‌119]ὑπῆρχέν ‌μοι ‌εὑ ‌μὴ ‌τὸ ‌ζεῦγος ‌τοῦτο, ‌καὶ ‌ὑστέρησάς ‌μοι ‌καὶ ‌αὐτό·; ‌πόθεν ‌θρέψω ‌τὴν ‌γυναῖκά ‌μου ‌καὶ ‌τὰ ‌ἐννέα ‌μου ‌τέκνα ‌τὰ ‌νήπια; ‌ ‌πῶς ‌δὲ ‌καὶ ‌φόρους ‌τῷ ‌βασιλεῖ ‌τελέσω; ‌πόθεν ‌τά ‌δάνη ‌μου ‌ἀποπληρώσω; ‌ ‌σὺ ‌γὰρ ‌ἐπίστασαι, ‌κύριε, ‌ὅτι ‌ὁ ‌βοῦς ‌ὁ ‌ἀποθανὼν ‌ἀπὸ ‌χρέους ‌ὑπῆρχεν·; ‌καὶ ‌τί ‌πρᾶξαι ‌οὐκ ‌ἐπίσταμαι·; ‌καταλείψω ‌λοιπὸν ‌τὸν ‌οἶκόν ‌μου ‌καὶ ‌ἀποδράσω ‌εὑς ‌χώραν ‌μακρὰν ‌πρὶν ‌ἢ ‌γνώσουσιν ‌οἱ ‌χρεωφειλέται ‌μου ‌καὶ ‌ἐπιπέσουσίν ‌μοι ‌ὥσπερ ‌θῆρες ‌ἄγριοι. ‌ ‌ὦ ‌κύριε, ‌εἴθε ‌μὴ ‌ἐπτώχευσας ‌οὕτως ‌τὸν ‌φιλόπτωχον ‌Φιλάρετον ‌τὸν ‌'Αμνιάτην, ‌ἐπορεύθην ‌ἂν ‌πρὸς ‌αὐτὸν ‌μετὰ ‌παρρησίας ‌καὶ ‌λαβὼν ‌ἕτερον ‌βοῦν, ‌ὑπέζευξα ‌τῷ ‌ζυγῷ ‌μου, ‌ἐπιθέμενος ‌τοῦ ‌βοός ‌μου ‌τὸν ‌θάνατον·; ‌ἀλλὰ ‌νῦν ‌κἀκεῖνος ‌ἄλλων ‌ἐνδεὴς ‌γέγονεν.>>

 ταῦτα ‌αὐτοῦ ‌λογιζομένου, ‌εἶπεν ‌πρὸς ‌ἑαυτόν·; ‌<<ὅμως ‌ἀπέλθω ‌πρὸς αὐτὸν ‌καὶ ‌κἂν ‌ἀφηγήσομαι ‌τὴν ‌ἐμὴν ‌συμφορὰν ‌τῷ ‌ποτε ‌τροφεῖ ‌τῶν ‌ξένων, ‌ἵνα ‌κἂν ‌συνθρηνήσῃ ‌μοι ‌καὶ ‌λάβω ‌τινὰν ‌παραμυθίαν ‌τῆς ‌λύπης. ‌ ‌οἶδα ‌γὰρ ‌ὅτι ‌οὐκ ‌ἐκπορεῖ ‌δοῦναί ‌μοί ‌τι, ‌ἐπεὶ ‌τὴν ‌ἀρχαίαν ‌ἐλεημοσύνην ‌οὐκ ‌ἐπελάθετο.>> ‌ ‌ἔθος ‌γάρ ‌ἐστι ‌τοῖς ‌ἀνθρώποις ‌ὅτε ‌ὁρῶσιν ‌τοὺς ‌ἑαυτῶν ‌φίλους ‌συνθρηνοῦντας ‌αὐτοῖς ‌ἐν ‌ταῖς ‌συμφοραῖς ‌αὐτῶν, ‌παρηγορίαν ‌τι ‌λαμβάνειν ‌καὶ ‌ἐν ‌τῇ ‌εὐπραγίᾳ ‌αὐτῶν ‌τοὺς ‌συγχαιρομένους ‌αὐτοῖς ‌πλείονα ‌χαρὰν ‌ἔχουσιν ‌καὶ ‌πλέον ‌τὴν ‌ἀγάπην ‌εὑς ‌αὐτοὺς ‌ἀνάπτουσιν·; ‌διὰ ‌τοῦτο ‌καὶ ‌ὁ ‌ἀπόστολος ‌λέγει·; ‌
"χαίρειν ‌μετὰ ‌χαιρόντων, ‌κλαίειν ‌μετὰ ‌κλαιόντων, ‌τὸ ‌αὐτὸ ‌εὑς ‌ἀλλήλους ‌φρονοῦντες, ‌μὴ ‌τὰ ‌ὑψηλὰ ‌φρονοῦντες, ‌ἀλλὰ ‌τοῖς ‌ταπεινοῖς ‌συναπτόμενοι," ‌τοῦτ' ‌ἐστὶ ‌τοῖς ‌πτωχεύουσι ‌συμπτωχεῦσαι, ‌τοῖς ‌κλαίουσι ‌συγκλαίειν, ‌τῶν ‌ἀδυνάτων ‌συμβοηθεῖν, ‌τοῖς ‌ἀσθενοῦσιν ‌ἀντιλαμβάνεσθαι, ‌καὶ ‌μὴ ‌ἐλπίζειν ‌ἐπὶ ‌πλούτῳ ‌ἀδήλῳ. ‌ ‌ἄρας ‌δὲ ‌τὸ ‌βούκενδρον ‌αὐτοῦ, ‌ἀπῆλθεν ‌πρὸς ‌τόν ‌ποτε ‌πλούσιον ‌τὸν ‌ἀληθῶς ‌φιλάρετον ‌καὶ ‌μηδέπω ‌τῶν ‌ἀρετῶν ‌ἐπιλαθόμενον.

 εἶτα ‌ἀπελθόντος ‌τοῦ ‌γεωργοῦ ‌καὶ ‌εὑρόντος ‌αὐτοῦ ‌ἀροτριῶντα ‌τὸν ‌δίκαιον, ‌ἤρξατο ‌μετὰ ‌δακρύων ‌διηγεῖσθαι ‌αὐτοῦ ‌τὸν ‌θάνατον ‌τοῦ ‌βοός. ‌ ‌ἅμα ‌δὲ ‌ἀκοῦσαι ‌τὴν ‌ἀρχὴν ‌τὸν ‌δίκαιον ‌περὶ ‌τοῦ ‌βοός, ‌εὐθέως ‌μετὰ ‌σπουδῆς ‌ἐκ ‌τοῦ ‌ὑδίου ‌ζυγοῦ ‌ἔδωκεν ‌τῷ ‌γεωργῷ, ‌
[p. ‌121]κρεῖττον ‌ἡγησάμενος ‌ἢ ‌παρ' ‌αὐτῷ ‌συγκλαῦσαι, ‌διὰ ‌τοῦ ‌δόματος ‌παραμυθήσασθαι ‌τὴν ‌ζημίαν. ‌ ‌ὁ ‌δὲ ‌γεωργὸς ‌διεκρίνετο ‌λέγων·; ‌<<κύριέ ‌μου, ‌ἓν ‌οἶδα ‌ὅτι ‌ἕτερος ‌βοῦς ‌οὐχ ‌ὑπάρχει ‌σοι·; ‌καὶ ‌πῶς ‌ἔχεις ‌ἀπαροτριᾶσαι ‌τὴν ‌χώραν ‌σου;>> ‌ἔφη ‌δὲ ‌πρὸς ‌αὐτόν·; ‌<<ἔστι ‌μοι ‌ἕτερος ‌βοῦς ‌ἐν ‌τῷ ‌οἴκῳ ‌μου ‌δυνατὸς ‌καὶ ‌μέγας ‌σφόδρα, ‌ὅστις ‌ὑσχύει ‌ὅλον ‌τὸν ‌οἶκόν ‌μου ‌διαθρέψαι. ‌λαβὼν ‌μόνον ‌τοῦτόν ‌σοι ‌ἀπότρεχε, ‌μὴ ‌ἐξαργῇ ‌τὸ ‌ἕτερόν ‌σου ‌βοΐδιν ‌καὶ ‌οἱ ‌τοῦ ‌οἴκου ‌σου ‌γνώσωνται ‌καὶ ‌ἡ ‌σύμβιός ‌σου ‌καὶ ‌θρηνήσῃ ‌πλέον ‌σου.>> ‌λαβὼν ‌δὲ ‌ὁ ‌γεωργὸς ‌τὸν ‌βοῦν ‌ἐπορεύθη ‌μετὰ ‌χαρᾶς ‌δοξάζων ‌τὸν ‌θεὸν ‌καὶ ‌εὐχόμενος ‌τῷ ‌Φιλαρέτῳ.

 ἄρας ‌δὲ ‌ὁ ‌τίμιος ‌καὶ ‌δίκαιος ‌ἀνὴρ ‌τὸν ‌μονώτατον ‌βοῦν ‌καὶ ‌τὸν ‌ζυγὸν ‌ἐπὶ ‌τοῦ ‌ὤμου, ‌ἐπὶ ‌τὸν ‌ἴδιον ‌οἶκον ‌χαίρων ‌ἀπῄει·; ‌θεασαμένη ‌δὲ ‌ἡ ‌σύμβιος ‌αὐτοῦ ‌τὸν ‌ἕνα ‌βοῦν ‌καὶ ‌τὸν ‌ζυγὸν ‌ἐπὶ ‌τοῦ ‌ὤμου ‌τοῦ ‌γέροντος, ‌εἶπεν ‌πρὸς ‌αὐτόν·; ‌<<κύριέ ‌μου, ‌ποῦ ‌ἐστιν ‌ὁ ‌ἕτερος ‌βοῦς;>> ‌ὁ ‌δὲ ‌ἀποκριθεὶς ‌εἶπεν·; ‌<<ὀλιγωρήσας ‌ἤμην ‌ἐν ‌τῷ ‌καύματι ‌τοῦ ‌ἡλίου ‌καὶ ‌ἔλυσα ‌τοὺς ‌βόας ‌ἵνα ‌βόσκωνται, ‌κἀγὼ ‌μικρὸν ‌ἀναπαυσάμενος·; ‌ὕπνῳ ‌δὲ ‌κατασχεθείς, ‌ἐξηνιάσθη{ν} ‌ὁ ‌βοῦς ‌καὶ ‌ἀπέδρα ‌ἐπὶ ‌τὸν ‌ἀγρόν.>>

 ἐξελθὼν ‌δὲ ‌ὁ ‌υἱὸς ‌αὐτοῦ ‌ἐγύρευεν ‌τὸν ‌βοῦν ‌ἐπὶ ‌τὸν ‌ἀγρόν·; ‌γυρεύοντος ‌δὲ ‌αὐτοῦ, ‌εὗρε ‌τὸν ‌γεωργὸν ‌ἀροτριῶντα ‌μετὰ ‌τοῦ ‌βοὸς ‌αὐτοῦ, ‌καὶ ‌πολλοῦ ‌θυμοῦ ‌πλησθείς, ‌ἤρξατο ‌ὑβρίζειν ‌τὸν ‌γεωργόν, ‌λέγων ‌ὅτι·; ‌<<πῶς ‌ἐτόλμησας ‌σὺ ‌ἀλλότριον ‌βοῦν ‌τῷ ‌σῷ ‌ζυγῷ ‌κατοχεῦσαι; ‌ὡς ‌ἀληθῶς ‌ὅτι ‌εὑς ‌τοὺς ‌νεκροὺς ‌ἡμᾶς ‌κατεψηφίσασθε ‌τοὺς ‌ἀπὸ ‌τοσούτου ‌πλούτου ‌εὑς ‌τοσαύτην ‌πενίαν ‌ἐλθόντας.>> ‌ὁ ‌δὲ ‌γεωργὸς ‌ἀποκριθεὶς ‌εἶπεν ‌αὐτῷ·; ‌<<τέκνον ‌καλόν, ‌ὁ ‌πατήρ ‌σου ‌δέδωκέν ‌μοι ‌τὸν ‌βοῦν.>> ‌ ‌καὶ ‌ἐξηγήσατο ‌αὐτῷ ‌καὶ ‌τὴν ‌ὑδίαν ‌συμφοράν.

 ἀκούσας ‌δὲ ‌ὁ ‌νεανίσκος ‌ὅτι ‌ὁ ‌πατὴρ ‌αὐτοῦ ‌δέδωκε ‌τὸν ‌βοῦν, ‌ἀνεχώρησεν ‌μετὰ ‌λύπης ‌εὑς ‌τὰ ‌ἴδια ‌καὶ ‌ἀνήγγειλεν ‌τῇ ‌μητρὶ ‌αὐτοῦ ‌τὰ ‌τοῦ ‌βοός. ‌ ‌ἡ ‌δὲ ‌ἀκούσασα, ‌`ρίψασα ‌τὸ ‌φακιόλιον ‌ἐκ ‌τῆς ‌κεφαλῆς ‌αὐτῆς ‌ἤρξατο ‌τίλλειν ‌τὰς ‌τρίχας ‌αὐτῆς ‌καὶ ‌πορευθεῖσα ‌πρὸς ‌τὸν ‌ἄνδρα, ‌ἐλοιδόρει ‌αὐτὸν ‌λέγουσα·; ‌<<χαλκόσπλαγχνε, ‌ναὶ ‌ἐμὲ ‌οὐκ ‌ἐλεεῖς ‌τὴν ‌κακῶς ‌σε ‌γνωρίσασαν, ‌κἂν ‌τὰ ‌τέκνα ‌σου ‌ἐλέησον, ‌τὸ ‌
[p. ‌123]πῶς ‌ἔχουσι ‌ζῆσαι ‌ἐκτὸς ‌ζευγαρίου; ‌ἀλλὰ ‌σύ, ‌ἀκαμάτα, περιεκάκησας ‌ἐλαύνων ‌τὸ ‌ζευγάριν ‌καὶ ‌θέλων ‌κοιμᾶσθαι ‌εὑς ‌τὸ ‌σκίον, ‌τούτου ‌χάριν ‌αὐτὸ ‌δέδωκας, ‌ἐπεὶ ‌οὐχὶ ‌διὰ ‌τὸν ‌θεόν.>>

 ὁ ‌δὲ ‌πρᾴως ‌φέρων ‌τῆς ‌γυναικὸς ‌τὰς ‌λοιδορίας ‌ἐμειδία ‌μὲν ‌τῷ ‌προσώπῳ, ‌μηδὲν ‌ἀποκρινόμενος, ‌ἵνα ‌μὴ ‌τῷ ‌θυμῷ ‌συναρπαγεὶς ‌τὴν ‌πραχθεῖσαν ‌ἐλεημοσύνην ‌ἀφανίσῃ. ‌τοιοῦτος ‌γὰρ ‌ἦν ‌ὁ ‌ἀνὴρ ‌θαυμαστός, ‌ὅτι ‌οὐ ‌μόνον ‌τῆς ‌ἐλεημοσύνης ‌ἐπιμελεῖτο, ‌ἀλλὰ ‌καὶ ‌διακρίσεως ‌πλήρης ‌ὑπάρχων ‌καὶ ‌ταπεινώσεως, ‌ταύτας ‌τὰς ‌ἀρετὰς ‌συνεκίρνα ‌τῇ ‌ἐλεημοσύνῃ. ‌ ‌πολλὰ ‌δὲ ‌λοιδορησάσης ‌αὐτῆς ‌ἐν ‌πικρίᾳ ‌ψυχῆς ‌αὐτῆς, ‌τοῦτο ‌μόνον ‌ἀπεκρίθη ‌πρὸς ‌αὐτὴν ‌ὁ ‌ἀνὴρ ‌ὅτι·; ‌<<ὁ ‌θεὸς ‌πλούσιός ‌ἐστι ‌πολὺ ‌καὶ ‌ἀκούω ‌αὐτοῦ ‌λέγοντος·; ‌
"ἀναβλέψατε ‌εὑς ‌τὰ ‌πετεινὰ ‌τοῦ ‌οὐρανοῦ ‌ὅτι ‌οὐ ‌σπείρουσιν ‌οὐδὲ ‌θερίζουσιν, ‌οὔτε ‌εὑς ‌ἀποθήκην ‌συνάγουσιν, ‌καὶ ‌ὁ ‌πατὴρ ‌ὁ ‌οὐράνιος ‌τρέφει ‌αὐτά·;" ‌πολλῷ ‌μᾶλλον ‌ἡμᾶς ‌διαθρέψει, ‌κρείττονας ‌τῶν ‌πετεινῶν ‌ὑπάρχοντας. ‌καὶ ‌πάλιν·; ‌"μὴ ‌μεριμνήσητε ‌περὶ ‌τῆς ‌αὔριον, ‌τί ‌φάγητε ‌ἢ ‌τί ‌πίητε ‌ἢ ‌τί ‌ἐνδύσησθε·; ‌ταῦτα ‌γὰρ ‌πάντα ‌τὰ ‌ἔθνη ‌ποιοῦσι·; ‌ζητεῖτε ‌δὲ ‌τὴν ‌βασιλείαν ‌τῶν ‌οὐρανῶν ‌καὶ ‌ταῦτα ‌πάντα ‌προστεθήσεται ‌ὑμῖν." ‌πλὴν ‌δὲ ‌λέγω·; ‌"ἑκατονταπλασίονα ‌ἐπηγγείλατο ‌δοῦναι ‌τοὺς ‌ἕνεκεν ‌αὐτοῦ ‌καὶ ‌τοῦ ‌εὐαγγελίου ‌διαδόντας ‌τὰ ‌ἑαυτῶν ‌χρήματα, ‌καὶ ‌ζωῆς ‌αὑωνίου ‌κληρονόμους ‌ποιήσει." ‌θλίβεσθε ‌ἐὰν ‌εὑς ‌τὸν ‌ἕνα ‌βοῦν ‌ἀπολάβωμεν ‌ἑκατόν;>> ‌ ‌ταῦτα ‌δὲ ‌ἔλεγεν ‌οὐ ‌τὰ ‌ἑκατονταπλασίονα ‌ἀπολαβεῖν ‌ἔνθεν ‌ἐπιποθῶν, ‌ἀλλὰ ‌τῆς ‌γυναικὸς ‌τὴν ‌ὀλιγοψυχίαν ‌παραμυθούμενος. ‌ἡ ‌δὲ ‌γυνὴ ‌ἀκούσασα ‌ταῦτα ‌ἐσιώπησεν.

 εἶτα ‌μετὰ ‌πέντε ‌ἡμέρας ‌βοσκόμενος ‌ὁ ‌βοῦς ‌τοῦ ‌γεωργοῦ ‌ὁ ‌πρὶν ‌ὑπάρχων ‌αὐτῷ, ‌μὴ ‌δὲ ‌φυγὼν ‌τὴν ‌βλάβην ‌τοῦ ‌φαρμάκου ‌τοῦ ‌ἐπιλεγομένου ‌λυκοβότανος ‌καταπιὼν ‌αὐτὸ ‌ἄφνω ‌τρομάξας ‌κατέπεσεν ‌καὶ ‌αὐτὸς ‌ἐπὶ ‌τὴν ‌γῆν ‌καὶ ‌ἀπέθανεν. ‌ἐπάρας ‌δὲ ‌τὸν ‌βοῦν ‌ὃ ‌παρέλαβεν ‌παρὰ ‌τοῦ ‌ἐλεήμονος ‌ἀνδρός, ‌ἦλθε ‌πρὸς ‌αὐτὸν ‌καὶ ‌εἶπεν·; ‌<<ἐπειδὴ ‌ἡ ‌ἁμαρτία ‌ἣν ‌ἐργασάμην ‌εὑς ‌τὰ ‌παιδία ‌σου ‌ἐπάρας ‌τὸν ‌βοῦν ‌ἔκ ‌σου ‌καὶ ‌ταύτῃ ‌τῇ ‌ἐμῇ ‌προθέσει ‌λιμοκτονήσας, ‌τούτου ‌χάριν ‌οὐκ ‌ἀνείχετο ‌ὁ ‌θεὸς ‌τὴν ‌ἀδιακρισίαν ‌μου ‌καὶ ‌ἀπέκτεινε ‌καὶ ‌τὸ ‌ἕτερον ‌βοῦν.>>

[p. ‌125]

‌ ‌ ‌ὁ ‌δὲ ‌φιλόθεος ‌καὶ ‌φιλάρετος ‌ἀληθῶς ‌ἀνὴρ ‌εὐθέως ‌ἀναστὰς ‌ἐπορεύθη ‌καὶ ‌φέρας ‌καὶ ‌τὸν ‌ἕτερον ‌βοῦν ‌τὸν ‌μεμονωμένον, ‌ἔδωκε ‌τὸν ‌γεωργὸν ‌εὑπὼν ‌πρὸς ‌αὐτόν·; ‌<<λαβὲ ‌καὶ ‌τοῦτον ‌καὶ ‌πορεύου ‌ἐργαζόμενος ‌τὴν ‌ὑδίαν ‌γῆν·; ‌ἐγὼ ‌γὰρ ‌εὑς ‌ὁδὸν ‌μακρὰν ‌βούλομαι ‌ἀποδημῆσαι ‌καὶ ‌ὡσούτως ‌ὁ ‌βοῦς ‌ἐξαργεῖν ‌ἔχει.>> ‌ ‌τοῦτο ‌δὲ ‌ἔλεγεν ‌ἵνα ‌μὴ ‌ὑποσταλῇ ‌ὁ ‌γεωργὸς ‌ἐπᾶραι ‌τὸν ‌βοῦν. ‌λαβὼν ‌δὲ ‌καὶ ‌τοῦτον ‌ἐπορεύετο ‌μετὰ ‌χαρᾶς ‌δοξάζων ‌τὸν ‌θεὸν ‌καὶ ‌θαυμάζων ‌καὶ ‌τὴν ‌τοῦ ‌ἀνδρὸς ‌ἁπλότητα, ‌ὅτι ‌καὶ ‌τοσοῦτον ‌πτωχεύσας, ‌τὴν ‌ἐλεημοσύνην ‌οὐκ ‌ἐπελάθετο.

 ἤρξαντο ‌δὲ ‌τὰ ‌τέκνα ‌αὐτοῦ ‌θρηνεῖν ‌ἅμα ‌τῇ ‌μητρὶ ‌αὐτῶν ‌λέγοντες ‌πρὸς ‌ἑαυτοὺς ‌ὅτι·; ‌<<κακῶς ‌ἐγνωρίσαμεν ‌τὸν ‌ἄνθρωπον ‌τοῦτον·; ‌εὑ ‌γὰρ ‌καὶ ‌ἐπτωχεύσαμεν, ‌εἴχαμεν ‌παραμυθίαν ‌τὸ ‌ζεῦγος ‌τῶν ‌βοῶν, ‌ὅτι ‌τῷ ‌λιμῷ ‌οὐ ‌μὴ ‌διαφθαρῶμεν.>> ‌ ‌ὁ ‌δὲ ‌ἅγιος ‌γέρων ‌εὑδὼς ‌τὸν ‌ὀλολυγμὸν ‌τῶν ‌παίδων ‌καὶ ‌τῆς ‌γυναικὸς ‌αὐτοῦ ‌ἤρξατο ‌λέγειν ‌μετὰ ‌ὅρκου·; ‌<<τεκνία ‌μου, ‌μὴ ‌λυπεῖσθε·; ‌ἔχω ‌γὰρ ‌χρῆμα ‌ἀποκεκρυμμένον ‌εὑς ‌τόπον ‌τινά, ‌πολὺ ‌σφόδρα, ‌ὅτι ‌ἐὰν ‌ζήσετε ‌ἑκατὸν ‌ἔτη ‌καὶ ‌μὴ ‌ἀποθάνετε, ‌ἐπαρκέσει ‌ὑμῖν ‌τοῦτο ‌εὑς ‌πᾶσαν ‌διατροφὴν ‌καὶ ‌σκεπάσματα. ‌τὰ ‌γὰρ ‌κτήνη ‌ἃ ‌γινώσκετε ‌ὅτι ‌ἐξεποροῦμεν, ‌ταῦτα ‌λάθρα ‌ἐπώλουν, ‌προγινώσκων ‌ταύτην ‌τὴν ‌πενίαν ‌καὶ ‌τοὺς ‌λιμοὺς ‌τοὺς ‌ἐσομένους, ‌ἀκούων ‌ἐκ ‌τῶν ‌γονέων ‌μου ‌ὅτι ‌ὁ ‌δερμάτινος ‌βίος ‌οὐδέν ‌ἐστι, ‌εἴτε ‌γὰρ ‌διὰ ‌χειμῶνος ‌εἴτε ‌δι' ἀσθενείας ‌εἴτε ‌ἀπὸ ‌αὑχμαλωσίας ‌ταχέως ‌ἀφανίζεται·; ‌τοῦτο ‌ἐγὼ ‌ἀκούσας, ‌κέκρικα ‌μᾶλλον ‌ταῦτα ‌κατὰ ‌μέρος ‌πιπράσκειν, ‌καὶ ‌τὴν ‌τιμὴν ‌αὐτῶν ‌κατακρύψαι ‌εὑς ‌σκεῦος ‌ἄσηπτον, ‌καὶ ‌προσιόντος ‌μου ‌πολλάκις ‌καὶ ‌δοκιμάσας ‌μετρῆσαι ‌αὐτὸ ‌οὐκ ‌ἴσχυσα.>>

 ταῦτα ‌ἀκούσαντες ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌αὐτῶν, ‌μᾶλλον ‌τὰ ‌μετὰ ‌ὅρκου ‌λέγοντος, ‌παρεμυθήθησαν. ‌προέβλεπεν ‌γὰρ ‌ὁ ‌γέρων ‌τῷ ‌πνεύματι ‌τὸν ‌ἀδαπάνητον ‌πλοῦτον ‌τοῦ ‌θεοῦ, ‌καὶ ‌τὰ ‌ἑκατονταπλασίονα ‌τοῦ ‌νῦν ‌αὑῶνος ‌πιστεύων, ‌οὕτως ‌ἐλογίζετο ‌ὅτι ‌πάντα ‌ἃ ‌ἐσκόρπισε ‌καὶ ‌ἔδωκε ‌τοῖς ‌πένησιν, ‌εὑς ‌τὸν ‌κόλπον ‌αὐτοῦ ‌βαστάζει, ‌ὡσαύτως ‌δὲ ‌καὶ ‌τὴν ‌αὑώνιον ‌ζωήν·; ‌τούτου ‌χάριν ‌καὶ ‌ἀδιακρίτως ‌ὤμνυεν.

 μετὰ ‌δὲ ‌χρόνον ‌τινά, ‌ἐλθούσης ‌βασιλικῆς ‌ἐπικουρίας ‌πρὸς ‌τὸ ‌ἐκεῖσε ‌στρατόπεδον, ‌ἵνα ‌στρατεύσωνται ‌κατὰ ‌τῶν ‌'Ισμαηλιτῶν, ‌
[p. ‌127]ἀδνουμιαζόντων ‌τὸν ‌χιλιάρχην ‌καὶ ‌ἑκατοντάρχην ‌καὶ ‌πεντηκοντάρχην ‌ἐπιμελῶς ‌τὸ ‌πλῆθος ‌τῶν ‌στρατιωτῶν ‌ἀπαιτοῦντας ‌αὐτῶν ‌τά ‌τε ‌δικάβαλλα ‌καὶ ‌τὰ ‌ἅρματα ‌αὐτῶν ‌ἀνελλιπῶς, ‌εἷς ‌τις ‌τῶν ‌στρατιωτῶν ‌ὀνόματι ‌Μουσούλιος ‌πτωχὸς ‌πάνυ ‌ὑπάρχων ‌καὶ ‌μὴ ‌ἐκπορῶν ‌ἄλλο ‌τι ‌εὑ ‌μὴ ‌ἕνα ‌ἵππον ‌καὶ ‌τὸ ‌ἅρμα ‌αὐτοῦ, ‌καὶ ‌ἔτι ‌τοῦ ‌ἀδνουμίου ‌ἐπισπουδοῦ ‌γενομένου, ‌στροφωθεὶς ‌ὁ ‌ἵππος ‌αὐτοῦ ‌καὶ ‌συντρομάξας, ‌ἄφνω ‌κατέπεσεν ‌ἐπὶ ‌τῆς ‌γῆς ‌καὶ ‌ἀπέθανεν. ‌εὑς ‌ἀπορίαν ‌δὲ ‌ἐλθὼν ‌ὁ ‌στρατιώτης ‌καὶ ‌μὴ ‌ἔχων ‌πόθεν ‌ἕτερον ‌ἀγοράσει ‌καὶ ‌μᾶλλον ‌μὴ ‌παραιόντος ‌αὐτοῦ ‌τοῦ ‌ἑκατοντάρχου, ‌ἀλλὰ ‌καὶ ‌ὀρφὴν ‌ἀπειλοῦντος ‌καὶ ‌κίνδυνον ‌οὐ ‌μικρὸν ‌ἀπορῶν ‌ἐν ‌ἑαυτῷ, ‌δρομαίως ‌ἐφίσταται ‌ἐπὶ ‌τὸν ‌μέγαν ‌Φιλάρετον, ‌διηγούμενος ‌αὐτῷ ‌τὸ ‌συμβεβηκός, ‌παρακαλῶν ‌αὐτὸν ‌ἵνα ‌τέως ‌πρὸς ‌ὥραν ‌δώσῃ ‌αὐτὸν ‌τὸν ‌ἵππον ‌καὶ ‌διαβῇ ‌τὸ ‌ἀδνοῦμιν ‌καὶ ‌τὸν ‌κίνδυνον ‌διαδράσῃ. ‌ ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτὸν ‌ὁ ‌ἅγιος ‌γέρων·; ‌<<εἶτα ‌μετὰ ‌τὸ ‌διαβῆναί ‌σε ‌τὸ ‌ἀδνοῦμιν ‌καὶ ‌ἀποστρέψαι ‌ἡμῖν ‌τὸν ‌ἵππον, ‌τί ‌βούλεσαι ‌διαπράξασθαι;>> ‌ ‌ὁ ‌δὲ ‌ἔφησεν·; ‌<<τέως ‌τὴν ‌ἡμέραν ‌ἂς ‌διαβῶ ‌ἵνα ‌μὴ ‌ὁ ‌χιλίαρχος ‌μαστιγώσῃ ‌με·; ‌καὶ ‌μετὰ ‌ταῦτα ‌ἀποδιδράσκω ‌καὶ ‌ὅπως ‌ὑσχύσω ‌ἀπελθεῖν ‌τοῖς ‌ποσίν ‌μου, ‌πελάζομεαι ‌εὑς ‌τὰ ‌ξένα·; ‌ἐπεὶ ‌τί ‌πρᾶξαι ‌οὐκ ‌ἐπίσταμαι.>> ‌ἀκούσας ‌δὲ ‌ταῦτα ‌ὁ ‌γέρων, ‌εὐθέως ‌μετὰ ‌χαρᾶς ‌ἐξενέγκας ‌τὸν ‌ἵππον ‌αὐτοῦ ‌πάνυ ‌ὡραῖον ‌καὶ ‌καλὸν ‌τῷ ‌τε ‌εἴδει ‌καὶ ‌τοῖς ‌ἔργοις, ‌δέδωκεν ‌αὐτῷ ‌τῷ ‌στρατιώτῃ, ‌εὑπὼν ‌αὐτῷ·; ‌<<δέξαι, ‌ἀδελφέ, ‌καὶ ‌χαρισθῇ ‌σοι, ‌καὶ ‌κύριος ‌ἔσται ‌μετά ‌σου ‌ἐν ‌παντὶ ‌τόπῳ ‌καὶ ‌ἐν ‌τῷ ‌πολέμῳ ‌ἀκίνδυνόν ‌σε ‌διαφυλάξει.>> ‌ ‌λαβὼν ‌δὲ ‌ὁ ‌στρατιώτης ‌τὸν ‌ἵππον ‌ἀπῄει ‌μετὰ ‌χαρᾶς ‌πρὸς ‌τὸ ‌ἀδνούμιον, ‌δοξάζων ‌τὸν ‌θεὸν ‌καὶ ‌ἐπευχόμενος ‌τὸν ‌γέροντα. ‌ἡ ‌δὲ ‌θεοσεβὴς ‌ἀληθῶς ‌σύμβιος ‌τοῦ ‌ἐλεήμονος ‌ἀνδρὸς ‌σὺν ‌τοῖς ‌τέκνοις ‌αὐτῆς ‌πιστεύσασα ‌τὸν ‌ἄνδρα ‌ὅτι ‌χρῆμα ‌πολὺ ‌ἔχει ‌ἀποκείμενον, ‌οὐκέτι ‌ἠγανάκτει, ‌ἀλλ' ‌ἐκαθέζετο ‌σιωπῶσα.

 εἶτα ‌κατελείφθη ‌ἡ ‌δάμαλις ‌μόνη ‌μετὰ ‌τοῦ ‌μόσχου ‌αὐτῆς ‌καὶ ‌ὄνος ‌καὶ ‌τὰ ‌μελίσσια ‌αὐτοῦ ‌βουτία ‌διακόσια ‌πεντήκοντα. ‌ἦλθεν ‌
[p. ‌129]δὲ ‌ἕτερος ‌πτωχὸς ‌παρακαλῶν ‌τὸν ‌Φιλάρετον ‌καὶ ‌λέγων·; ‌<<δοῦλε ‌τοῦ ‌θεοῦ, ‌δός ‌μοι ‌κἂν ‌ἕνα ‌μοσχάριν, ‌ἵνα ‌κτήσωμαι ‌κἄγω ‌ἀρχὴν ‌ἐκ ‌τῆς ‌εὐλογίας ‌σου, ‌ὅτι ‌ἡ ‌δόσις ‌σου ‌ἱλαρά ‌ἐστι, ‌καὶ ‌ὅπου ‌ἂν ‌εὑσέλθῃ ‌εὑς ‌οἶκον ‌τινὸς ‌τοῦτον ‌ἐπλούτισεν, ‌πληθυνομένη ‌ἡ ‌εὐλογία ‌σου.>> ‌ ‌λαβὼν ‌δὲ ‌τὸ ‌μοσχάριον ‌ὁ ‌Φιλάρετος ‌ἔδωκεν ‌τῷ ‌πτωχῷ ‌μετὰ ‌χαρᾶς·; ‌ὁ ‌δὲ ‌δήσας ‌αὐτὸ ‌ἀγαλλόμενος ‌ἐπορεύετο ‌τὴν ‌ἑαυτοῦ ‌ὁδόν. ‌ἡ ‌δὲ ‌μήτηρ ‌τοῦ ‌μοσχαρίου ‌ἥκει ‌παρὰ ‌τὴν ‌θύραν ‌τῆς ‌σκηνῆς ‌βοῶσα ‌φωνῇ ‌μεγάλῃ, ‌ὥστε ‌εὑς ‌οἶκτον ‌φέρειν ‌καὶ ‌τὸν ‌γέροντα. ‌ἀκούσασα ‌δὲ ‌ἡ ‌σύμβιος ‌αὐτοῦ ‌τὴν ‌βοὴν ‌τῆς ‌δαμάλεως ‌διελύθη ‌τὰ ‌σπλάγχνα ‌αὐτῆς ‌ὡς ‌πεπειραμένη ‌τοῦ ‌τεκεῖν ‌καὶ ‌θηλάζειν·; ‌εἶπεν ‌δὲ ‌πρὸς ‌τὸν ‌ἄνδρα ‌αὐτῆς·; ‌<<ναί, ‌τὰ ‌τέκνα ‌σου ‌οὐκ ‌ἐλέησας ‌κἂν ‌τὴν ‌δάμαλιν ‌στενάζουσαν ‌πῶς ‌οὐ σπλαγχνίζει; ‌πῶς ‌δὲ ‌ἀνέσχου ‌ταύτην ‌χωρίσαι ‌τοῦ ‌ὑδίου ‌τέκνου; ‌σὺ ‌δὲ ‌οὐδὲ ‌ἐμὲ ‌ἔχεις ‌φείσασθαι ‌χωρισθῆναί ‌σου ‌ἢ ‌τῶν ‌ὑδίων ‌τέκνων;>> ‌ὁ ‌δὲ ‌ἀνὴρ ‌ἠσπάσατο ‌τῇ ‌γυναικὶ ‌αὐτοῦ ‌καὶ ‌εὐλόγησεν ‌αὐτὴν ‌καὶ ‌εἶπεν·; ‌<<εὐλογημένη ‌σὺ ‌τῷ ‌κυρίῳ ‌ὅτι ‌δικαίως ‌τοῦτο ‌ἐλάλησας ‌πρός ‌με·; ‌ἀληθῶς ‌γὰρ ‌ἄσπλαγχνος ‌ὑπάρχω ‌καὶ ‌ἀνελεήμων, ‌χωρίσας ‌τὸν ‌μόσχον ‌τῆς ‌ὑδίας ‌μητρός·; ‌τοῦτο ‌καὶ ‌ὁ ‌θεὸς ‌λυπηθήσεται ‌ἐν ‌ἐμοί.>> ‌καὶ ‌καταδιώξας ‌τὸν ‌πτωχόν, ‌ἤρξατο ‌κράζειν ‌μεγάλῃ ‌τῇ ‌φωνῇ·; ‌<<ἄνθρωπε, ‌στρέψον ‌τὸ ‌μοσχάριν, ‌ὅτι ‌ἡ ‌μήτηρ ‌αὐτοῦ ‌βοᾷ ‌πρὸς ‌τὴν ‌θύραν ‌τοῦ ‌οἴκου ‌μου.>> ‌στραφεὶς ‌δὲ ‌ὁ ‌πένης ‌ἅμα ‌τοῦ ‌μοσχαρίου ‌λογιζόμενος ‌ὅτι ‌πάντως ‌μετεμελήθη ‌ὁ ‌γέρων ‌ἐπὶ ‌τῇ ‌τοιαύτῃ ‌δωρεᾷ, ‌ὑδοῦσα ‌δὲ ‌ἡ ‌μήτηρ ‌τὸ ‌ἴδιον ‌τέκνον, ‌ἔδραμε ‌πρὸς ‌αὐτὸ ‌καὶ ‌περιεπτύξατο ‌αὐτὸ ‌καὶ ‌ἤρξατο ‌θηλάζειν ‌αὐτό·; ‌ἐχάρη ‌δὲ ‌ἡ ‌Θεοσεβὴς ‌λίαν. ‌εἶπεν ‌δὲ ‌ὁ ‌Φιλάρετος ‌πρὸς ‌τὸν ‌πένητα·; ‌<<ἀδελφέ, ‌ὡς ‌λέγει ‌ἡ ‌σύμβιός ‌μου ‌ὅτι ‌ἁμαρτίαν ‌πεποίηκα ‌χωρίσας ‌τὸν ‌μόσχον ‌ἐκ ‌τῆς ‌μητρὸς ‌αὐτοῦ, ‌ἔπαρον ‌καὶ ‌τὴν ‌τούτου ‌μητέρα, ‌καὶ ‌πορεύου ‌τὴν ‌ἑαυτοῦ ‌ὁδόν·; ‌καὶ ‌κύριος ‌εὐλογήσει ‌σε ‌καὶ ‌πληθύνει ‌αὐτὸ ‌ἐν ‌τῷ ‌οἴκῳ ‌σου, ‌ὥς ‌ποτε ‌τὴν ‌ἐμὴν ‌ἀγέλην.>> ‌ ‌ὅπερ ‌καὶ ‌γέγονεν·; ‌τοσούτους ‌βόας ‌ἐκτήσατο ‌ὁ ‌πένης ‌ἐκεῖνος ‌τῆς ‌εὐλογίας ‌καὶ ‌ἐπλούτισεν, ‌ὥστε ‌καὶ ‌ἐπάνω ‌τῆς ‌ἀρχαίας ‌ἀγέλης ‌τοῦ ‌γέροντος ‌κτήσασθαι ‌αὐτόν. ‌ἡ ‌δὲ ‌γυνὴ ‌μεμφομένη ‌ἑαυτὴν ‌ἔλεγεν·; ‌<<καλῶς ‌μοι ‌γέγονε ‌ταῦτα·; ‌εὑ ‌γὰρ ‌μὴ ‌ἐλάλησα, ‌οὐκ ‌ἂν ‌καὶ ‌τὴν ‌μητέρα ‌τοῦ ‌μόσχου ‌ὑστέρησα ‌τὰ ‌τέκνα ‌μου.>>

 εἶτα ‌κατελείφθη ‌ὁ ‌ὄνος ‌μονώτατος ‌μετὰ ‌τῶν ‌μελισσίων·; ‌
[p. ‌131]λιμοῦ ‌τε ‌γενομένου ‌καὶ ‌μὴ ‌ἔχων ‌ὁ ‌ἄνθρωπος ‌πῶς ‌τὰ ‌τέκνα ‌αὐτοῦ ‌διαθρέψαι, ‌ἐπάρας ‌τὸ ‌ὑποζύγιον ‌αὐτοῦ, ‌ἐπορεύθη ‌εὑς ‌χώραν ‌μακρὰν ‌καὶ ‌ἐδεινάσατο ‌[lege: ‌ἐδανείσατο] ‌σίτου ‌μόδια ‌ἕξ. ‌καὶ ‌ἐπιθήσας ‌ἐπὶ ‌τὸ ‌ὑποζύγιον ‌ἤνεγκεν ‌εὑς ‌τὸν ‌οἶκον ‌αὐτοῦ. ‌καὶ ‌ἅμα ‌ἀποφορτώσας ‌αὐτὸ ‌παρέστι ‌πτωχὸς ‌αὑτούμενος ‌σίτου ‌μιᾶς ‌δραγμῆς·; ‌εἶπεν ‌δὲ ‌ὁ ‌ἐλεήμων ‌ἀνὴρ ‌πρὸς ‌τὴν ‌σύμβιον ‌αὐτοῦ ‌σινιάζουσαν ‌τὸν ‌σῖτον ‌σὺν ‌τῇ ‌παιδίσκῃ ‌αὐτῆς·;<<γύναι, ‌δὸς ‌τῷ ‌πένητι ‌ἐκ ‌τοῦ ‌σίτου ‌μόδιον ‌ἓν.>> ‌ἡ ‌δὲ ‌εἶπεν ‌πρὸς ‌αὐτόν·; ‌<<δὸς ‌ἐμοὶ ‌τὸ ‌μόδιον, ‌καὶ ‌τὰ ‌παιδία ‌σου ‌πρὸς ‌ἕνα, ‌καὶ ‌τὴν ‌νύμφην ‌μου ‌ἕνα, ‌ὁμοίως ‌καὶ ‌τὴν ‌παιδίσκην ‌μου, ‌καὶ ‌εἴ ‌τι ‌περισσεύει, ‌δὸς ‌αὐτὸ ‌ὅπου ‌θέλεις.>> ‌ ‌ὁ ‌δὲ ‌πρὸς ‌αὐτήν·; ‌<<καὶ ‌τὴν ‌ἐμὴν ‌μοῖραν ‌οὐ ‌ποιεῖς;>> ‌ ‌ἡ ‌δὲ ‌εἶπεν·; ‌<<σύ, ‌ἄγγελος ‌εἶ, ‌καὶ ‌οὐκ ‌ἄνθρωπος, ‌καὶ ‌βρώσεως ‌οὐκ ‌ἐπιδέεσαι. ‌εὑ ‌γὰρ ‌ἔχρηζες ‌αὐτοῦ, ‌οὐκ ‌ἂν ‌τὸν ‌σῖτον ‌τὸν ‌ἀπὸ ‌δανείου ‌ἤνεγκας ‌τοσαῦτα ‌μίλια ‌καὶ ‌ἐδίδους ‌ἀλλαχοῦ.>> ‌ ‌καὶ ‌ἁπλῶς ‌μαινομένη ‌ἐπ' ‌αὐτῷ ‌εἶπεν·; ‌<<ἕνεκεν ‌Θεοσεβοῦς, ‌δὸς ‌αὐτῷ ‌καὶ ‌δύο ‌μόδια.>> ‌εἶπεν ‌δὲ ‌ὁ ‌γέρων·; ‌<<εὐλογημένη ‌σὺ ‌τῷ ‌κυρίῳ.>> ‌ ‌καὶ ‌μετρήσας ‌μόδια ‌δύο ‌δέδωκεν ‌τὸν ‌πτωχόν·; ‌ἡ ‌δὲ ‌ὡς ‌ἐποξίζουσα ‌αὐτῷ ‌εἶπεν ‌·; ‌<<ἐγὼ ‌ἐὰν ‌ἤμην, ‌δόσιν ‌αὐτῷ ‌εἶχα ‌τὸ ‌ἥμισυ ‌τοῦ ‌γομαρίου.>> ‌ ‌Μετρήσας ‌δὲ ‌καὶ ‌τὸ ‌ἄλλο ‌μόδιν ‌δέδωκεν ‌αὐτῷ. ‌καὶ ‌μὴ ‌ἔχων ‌ὁ ‌πτωχὸς ‌ἀγγεῖον ‌βάλαι ‌τὸν ‌σῖτον, ‌βουλόμενος ‌ἀποδύσασθαι ‌τὸ ‌ἱμάτιον ‌αὐτοῦ ‌καὶ ‌μὴ ‌ἔχων ‌τὸ ‌πῶς ‌ὅτι ‌μονοχίτων ‌ὑπῆρχεν, ‌περιεσπᾶτο ‌μὴ ‌ἔχων ‌τὸ ‌τί ‌διαπράξασθαι. ‌ὑδοῦσα ‌δὲ ‌ἡ ‌Θεοσεβὴς ‌τὴν ‌ἀπορίαν ‌τοῦ ‌πένητος ‌καὶ ‌τὴν ‌σπεῦσιν ‌τοῦ ‌γέροντος ‌πρὸς ‌τὸ ‌προπέμψαι ‌αὐτόν, ‌εἶπεν ‌πρὸς ‌τὸν ‌ἄνδρα ‌εὑρωνικῶς·; ‌<<ἐγὼ ‌ἐὰν ‌ἤμην, ‌δόσιν ‌αὐτῷ ‌εἶχα ‌καὶ ‌τὸ ‌σακίον.>> ‌ὁ ‌δὲ ‌ἐποίησεν ‌οὕτως. ‌`ρίψασα ‌δὲ ‌τὸ ‌κόσκινον ‌εὑς ‌τὸ ‌ἔδαφος, ‌ἀνέστη ‌καὶ ‌εἶπεν ‌πρὸς ‌τὸν ‌ἄνδρα·; ‌<<ἕνεκεν ‌Θεοσεβοῦς, ‌δὸς ‌αὐτῷ ‌καὶ ‌τὸ ‌ἄλλο ‌σακίον ‌γέμοντα.>> ‌καὶ ‌ἐποίησεν ‌οὕτως. ‌ἀπάρας ‌δὲ ‌ὁ ‌πένης ‌καὶ ‌μὴ ‌δυνάμενος ‌βαστᾶσαι ‌τὰ ‌ἓξ ‌μόδια, ‌ἐβόα ‌πρὸς ‌τὸν ‌νέον ‌'Ιώβ·; ‌<<κύριέ ‌μου, ‌ἄς ‌ἐστιν ‌ὧδε ‌ὁ ‌σῖτος, ‌καὶ ‌δύο ‌δύο ‌μόδια ‌κουβαλῶ ‌ἀποκομίζων ‌εὑς ‌τὸν ‌οὑκόν ‌μου, ‌ἐπεὶ ‌οὐκ ‌ὑσχύω ‌ὅλον ‌βαστάσαι.>> ‌ἡ ‌δὲ ‌Θεοσεβὴς ‌ἀκούσασα ‌παραπεπονημένη ‌ἀπεκρίθη ‌πρὸς ‌τὸν ‌ἄνδρα·; ‌<<δὸς ‌αὐτῷ ‌καὶ ‌τὸν ‌ὄνον, ‌μὴ ‌ψυασθῇ ‌ὁ ἄνθρωπος.>> ‌ ‌ὁ ‌δὲ ‌ἐπευλόγησεν ‌αὐτὴν ‌καὶ ‌στρώσας ‌τὸ ‌ὑποζύγιον ‌καὶ ‌φορτώσας ‌δέδωκε ‌τῷ ‌πτωχῷ ‌καὶ ‌
[p. ‌133]ἀπέλυσε ‌μετὰ ‌χαρᾶς·; ‌καὶ ‌ἤρξατο ‌λέγειν ‌τὸν ‌ἐπιχώριον ‌καὶ ‌δημοτικὸν ‌λόγον·; ‌<<πτωχὸς ‌μέριμναν ‌μὴ ‌ἐχέτω·; ‌"αὐτὸς ‌γυμνὸς ‌ἐξῆλθον ‌ἐκ ‌κοιλίας ‌μητρός ‌μου, ‌γυμνὸς ‌καὶ ‌ἀπελεύσομαι ‌ἐκεῖ.">>

 εἶτα ‌καθεζομένη ‌ἡ ‌μητὴρ ‌μετὰ ‌τῶν ‌παιδίων ‌αὐτῆς, ‌νῆστις, ‌μὴ ‌ἔχουσα ‌ἄλευρον ‌πόθεν ‌ὀπτήσει ‌ἄρτους ‌καὶ ‌ἐμπλήσει ‌τὰ ‌τέκνα ‌αὐτῶν, ‌μὴ ‌φέρουσα ‌θεωρεῖν ‌ταῦτα ‌λιμώττοντα ‌ἀνέστη ‌καὶ ‌ἐπορεύθη ‌εὑς ‌τὴν ‌γειτονίαν ‌ζητοῦσα ‌ἄρτους ‌ἐν ‌δάνῳ·; ‌καὶ ‌εὑροῦσα ‌ἕνα ‌ἄρτον, ‌συλλέξασα ‌ἄγρια ‌λάχανα ‌ἤνεγκε ‌τοῖς ‌τέκνοις ‌αὐτῆς ‌καὶ ‌ἔφαγον ‌τῇ ‌ἑσπέρᾳ ‌καὶ ‌ἐκοιμήθησαν, ‌τὸν ‌δὲ ‌γέροντα ‌οὐκ ‌ἐκάλεσαν. ‌ ‌ἐπορεύθη ‌δὲ ‌καὶ ‌αὐτὸς ‌μὴ ‌ἀγανακτήσας ‌εὑς ‌τοῦ ‌γείτονος ‌καταγώγιον ‌καὶ ‌ἔφαγεν ‌καὶ ‌ἐκοιμήθη ‌μετ' ‌εὐχαριστίας.

 ἀκούσας ‌δέ ‌τις ‌τῶν ‌ἀρχόντων ‌φίλος ‌αὐτοῦ ‌διοικητὴς ‌τὸ ‌ἀξίωμα ‌ὑπάρχων, ‌ὅτι ‌ἐπτώχευσεν ‌ὁ ‌Φιλάρετος, ‌αὑδεσθεὶς ‌τὴν ‌ἀρχαίαν ‌ἀγάπην ‌αὐτοῦ ‌ἐφόρτωσε ‌τέσσαρας ‌ἡμιόνους ‌τεσσαράκοντα ‌μόδια ‌σίτου ‌καὶ ‌ἀπέστειλε ‌πρὸς ‌τὸν ‌Φιλάρετον ‌γράψας ‌αὐτῷ·; ‌<<ἔστω ‌σοι ‌ταῦτα ‌εὑς ‌διατροφὴν ‌σὺν ‌τοῖς ‌τέκνοις ‌σου, ‌καὶ ‌ὅτε ‌πληρώσεις ‌αὐτά, ‌πάλιν ‌ἀποστελῶ ‌σοι ‌ἄλλα ‌τοσαῦτα.>> ‌ ‌δεξάμενος ‌δὲ ‌αὐτὰ ‌παρὰ ‌τῶν ‌σιτοφόρων, ‌ἐδόξαζε ‌τὸν ‌θεὸν ‌τὸν ‌μὴ ‌παρορῶντα ‌τοὺς ‌ἐλπίζοντας ‌ἐπ' ‌αὐτόν·; ‌εἶπεν ‌δὲ ‌ἡ ‌σύμβιος ‌αὐτοῦ ‌πρὸς ‌αὐτόν·; ‌<<δὸς ‌ἐμοὶ ‌τὸ ‌μέρος ‌μου, ‌μετὰ ‌παιδία ‌μου ‌καὶ ‌ἐσὺ ‌ἆρον ‌τὸ ‌μέρος ‌σου ‌καὶ ‌εἴ ‌τι ‌θέλεις ‌ποίησον ‌αὐτό.>> ‌ ‌ὁ ‌δὲ ‌εἶπεν·; ‌<<ὡς ‌θέλεις, ‌ποιῶ.>> ‌ ‌καὶ ‌ἔλαχεν ‌αὐτοῖς ‌ἀνὰ ‌πέντε ‌μοδίων·; ‌ἄρας ‌δὲ ‌τὴν ‌ὑδίαν ‌μοῖραν ‌καὶ ‌θεὶς ‌αὐτὴν ‌παρὰ ‌μίαν, ‌ὅτε ‌ἤρχετο ‌πτωχός, ‌ἐδίδου ‌ἐξ ‌αὐτῆς·; ‌καὶ ‌εἴσω ‌δύο ‌ἡμερῶν ‌δέδωκεν ‌ὅλον ‌τοῖς ‌πτωχοῖς. ‌ὅτε ‌δὲ ‌ἤρχετο ‌ἡ ‌ὥρα ‌τοῦ ‌ἀρίστου, ‌καὶ ‌ἤρξατο ‌ἡ ‌σύμβιος ‌αὐτοῦ ‌ἐσθίειν ‌μετὰ ‌τῶν ‌τέκνων ‌αὐτῆς, ‌παρεγένετο ‌καὶ ‌ὁ ‌γέρων ‌ὑπομειδιῶν ‌τῷ ‌προσώπῳ ‌καὶ ‌λέγων·; ‌<<δέχεσθε, ‌παιδία, ‌φίλον;>> ‌ ‌οἱ ‌δὲ ‌μὴ ‌ἔχοντες ‌τὸ ‌τί ‌ποιῆσαι ‌προσελαμβάνοντο ‌αὐτὸν ‌καὶ ‌ἤσθιεν ‌μετ' ‌αὐτῶν. ‌ ‌ἔλεγον ‌δὲ ‌πρὸς ‌αὐτόν·; ‌<<ἕως ‌πότε ‌οὐκ ‌ἐκβάλλεις ‌τὸ ‌κεκρυμμένον ‌χρῆμα ‌καὶ ‌ἀγοράζεις ‌καὶ ‌σὺ ‌καὶ ‌τρώγεις; ‌ἀλλὰ ‌τὸν ‌σῖτον ‌ὃν ‌δέδωκας ‌ἡμῖν ‌πάλιν ‌στρέφει ‌καὶ ‌κατεσθίεις ‌αὐτόν;>> ‌ ‌ὁ ‌δὲ ‌ἔλεγεν·; ‌<<πάντως ‌εὑς ‌κονδὸν ‌ἐκβαλῶ ‌αὐτό.>>

 εἶτα ‌κατελείφθησαν ‌αὐτῷ ‌αἱ ‌μέλισσαι ‌μόναι, ‌τὰ ‌διακόσια ‌
[p. ‌135]πεντήκοντα ‌βουτία, ‌θάλλουσαι ‌πάνυ ‌καὶ ‌ἐργαζόμεναι ‌τὸν ‌ἑαυτῶν ‌καρπόν. ‌ὅτε ‌δὲ ‌ἤρχετο ‌πρὸς ‌αὐτὸν ‌πτωχός, ‌μὴ ‌ἔχων ‌τί ‌δοῦναι ‌αὐτῷ, ‌ἐλάμβανε ‌τὸν ‌πτωχὸν ‌καὶ ‌ἀπήρχετο ‌εὑς ‌τὸν ‌μελισσίονα ‌καὶ ‌ἤνοιγεν ‌τὸ ‌βουτίον ‌καὶ ‌ἐτρύγα ‌ἐξ ‌αὐτοῦ ‌ἕως ‌οὗ ‌ἐνέπλησεν ‌τὴν ‌γαστέρα ‌τοῦ ‌πένητος, ‌ἐσθίων ‌καὶ ‌αὐτὸς ‌μετ' ‌αὐτοῦ. ‌τοῦτο ‌δὲ ‌ποιῶν ‌καὶ ‌ἐν ‌καιρῷ ‌καὶ ‌παρὰ ‌καιρόν, ‌ἐξήλειψε ‌καὶ ‌αὐτά·; ‌κατελείφθη ‌δὲ ‌μόνον ‌ἕν. ‌ ‌ὑδόντα ‌δὲ ‌τὰ ‌τέκνα ‌αὐτοῦ ‌ὅτι ‌καὶ ‌τὴν ‌τοῦ ‌μέλιτος ‌τροφὴν ‌ὑστέρησεν ‌αὐτούς, ‌ἀπελθόντα ‌λάθρα ‌τῇ ‌ἑσπέρᾳ ‌ἐτρύγησαν ‌τὸ ‌βουτίον ‌τοῦ ‌μέλιτος ‌καὶ ‌ἔφαγον ‌αὐτό·; ‌καὶ ‌χρίσαντες ‌τὸ ‌βουτίον ‌σάβουρον ‌ἔασαν ‌αὐτὸ ‌ἐκεῖ ‌ἵνα ‌μὴ ‌γνώσῃ ‌ὁ ‌γέρων ‌τὸ ‌γεγονός. ‌ἦλθε ‌δὲ ‌ἄλλην ‌πτωχὸς ‌καὶ ‌λαβὼν ‌αὐτὸν ‌ὁ ‌γέρων ‌ἀπῆλθεν ‌εὑς ‌τὸν ‌μελισσίονα ‌καὶ ‌ἀνοίξας ‌τὸ ‌σκεῦος, ‌εὗρεν ‌αὐτὸ ‌σάβουρον·; ‌μηδὲν ‌δὲ ‌μελήσας ‌περὶ ‌τούτου, ‌ἀποδυσάμενος ‌τὸ ‌ἱμάτιον ‌αὐτοῦ ‌δέδωκε ‌τῷ ‌πτωχῷ ‌καὶ ‌ἀπέλυσεν ‌αὐτόν. ‌καὶ ‌στραφεὶς ‌εὑς ‌τὸν ‌οἶκον ‌αὐτοῦ, ‌θεωρήσασα ‌ἡ ‌σύμβιος ‌αὐτοῦ ‌ἀπὸ ‌ὑποκαμίσου ‌ὄντα ‌αὐτόν, ‌εἶπεν ‌πρὸς ‌αὐτόν·; ‌<<κύριέ ‌μου, ‌ποῦ ‌ἐστιν ‌ὁ ‌χιτών ‌σου, ‌μὴ ‌καὶ ‌τοῦτον ‌πτωχοῖς ‌δέδωκας;>> ‌ὁ ‌δὲ ‌ὡς ‌ἀπὸ ‌θάμβου ‌εἶπεν ‌πρὸς ‌τὸν ‌υἱὸν ‌αὐτοῦ·; ‌<<δράμε, ‌τέκνον, ‌εὑς ‌τὸν ‌μελισσίονα, ‌ὅτι ‌ἐκεῖ ‌ἐλησμόνησα ‌τὸ ἱμάτιόν ‌μου.>> ‌ ‌ἀπελθὼν ‌δὲ ‌καὶ ‌μὴ ‌εὑρὼν ‌αὐτό, ‌ὑπέστρεψε ‌καὶ ‌ἀνήγγειλε ‌τῇ ‌μητρὶ ‌αὐτοῦ. ‌ἡ ‌δὲ ‌ἐλυπήθη ‌σφόδρα ‌ὅτι ‌ἐκ ‌παντὸς ‌ἐκλάπη, ‌καὶ ‌μὴ ‌φέρουσα ‌θεωρεῖν ‌τὸν ‌ἄνδρα ‌γυμνόν, ‌ἐκβαλοῦσα ‌τὸ ‌ἴδιον ‌στιχάριον ‌συνέκοψεν ‌ἀνδρῷον ‌καὶ ‌δέδωκε ‌τῷ ‌ἀνδρὶ ‌αὐτῆς.

 κατὰ ‌δὲ ‌τὸν ‌καιρὸν ‌ἐκεῖνον, ‌βασιλεύοντος ‌τῆς ‌φιλοχρίστου ‌Εὑρήνης ‌αὐγούστης ‌σὺν ‌ἄνακτι ‌τῷ ‌υἱῷ ‌αὐτῆς ‌Κωνσταντίνῳ, ‌ἐζήτει ‌ἡ ‌βασίλισσα ‌κόρην ‌ἐπιλέξασθαι ‌ἐν ‌πάσῃ ‌τῇ ‌τῶν ‌`Ρωμαίων ‌χώρᾳ ‌ἀπὸ ‌ἀνατολῶν ‌ἕως ‌δυσμᾶς ‌πρὸς ‌τὸ ‌ζεῦξαι ‌τὸν ‌υἱὸν ‌αὐτῆς ‌τὸν ‌βασιλέα. ‌ ‌γυρεύσαντες ‌δὲ ‌πᾶσαν ‌τὴν ‌δύσιν ‌μεσημβρίαν ‌τε ‌καὶ ‌τὴν ‌ἀρκτῷαν ‌καὶ ‌μὴ ‌εὑρόντες, ‌ἦλθον ‌εὑς ‌τὰ ‌μέρη ‌τοῦ ‌Πόντου. ‌ ‌γυρευόντων ‌δὲ ‌αὐτῶν ‌ἦλθον ‌κατὰ ‌τὸ ‌μεσόγειον ‌Παφλαγονίας ‌εὑς ‌τὸ ‌χωρίον ‌τοῦ ‌ἐλεήμονος ‌ἀνδρός·; ‌τὸ ‌δὲ ‌ὄνομα ‌τοῦ ‌χωρίου ‌῎Αμνια, ‌ὑπὸ ‌τῆς ‌πόλεως ‌Γαγγρῶν ‌τελοῦσα. ‌ ‌ὑδόντες ‌δὲ ‌οἱ ‌βασιλικοὶ ‌τὸν ‌οἶκον ‌τοῦ ‌γέροντος, ‌ἀρχαῖον ‌ὄντα ‌καὶ ‌μέγαν ‌σφόδρα, ‌καὶ ‌πάνυ ‌τερπνόν, ‌νομίζοντες ‌ὅτι ‌εἷς ‌τῶν ‌μεγιστάνων ‌καταμένει ‌ἐν ‌αὐτῷ ‌ἐκέλευσαν ‌τοὺς ‌ὑπηρέτας ‌αὐτῶν ‌καὶ ‌τοὺς ‌μετάτωρας ‌
[p. ‌137]ἐκεῖσε ‌καταλῦσαι. ‌oἱ ‌δὲ ‌πρῶτοι ‌τοῦ ‌χωρίου ‌λέγουσι ‌πρὸς ‌τοὺς ‌βασιλικούς·; ‌<<μή, ‌κύριοι, ‌μὴ ‌ἀπέλθητε ‌εὑς ‌τὸν ‌οἶκον ‌ἐκεῖνον, ‌ὅτι ‌εὑ ‌καὶ ‌ἔξωθεν ‌μέγας ‌φαίνεται ‌καὶ ‌ἔντιμος, ‌ἔσωθεν ‌δὲ ‌οὐδὲν ‌ὑπάρχει ‌ἐν ‌αὐτῷ.>> ‌οἱ ‌δὲ ‌βασιλικοὶ ‌νομίζοντες ‌ὅτι ‌ὑπὸ ‌ἐπιτροπῆς ‌τοῦ ‌κυρίου ‌τῆς ‌οὑκίας ‌τοῦτο ‌λαλοῦσιν, ‌ἵνα ‌μὴ ‌καταλύσουσιν ‌ἐν ‌αὐτῇ ‌διὰ ‌τὸ ‌εἶναι ‌αὐτὸν ‌πλούσιον ‌καὶ ‌δυνάστην, ‌εἶπον ‌μετ' ‌ὀργῆς ‌πρὸς ‌τοὺς ‌ὑπηρέτας ‌αὐτῶν·; ‌<<πορέυεσθε ‌μόνον·; ‌ἀπέλθωμεν ‌εὑς ‌ἐκεῖνον ‌τὸν ‌οἶκον.>>

 ὁ ‌δὲ ‌φιλόξενος ‌ἀνὴρ ‌ἀληθῶς ‌καὶ ‌φιλόθεος ‌λαβὼν ‌τὴν ‌βακτηρίαν ‌αὐτοῦ ‌ὑπήντησε ‌τοὺς ‌βασιλικοὺς ‌ἔξωθεν ‌τοῦ ‌οἴκου ‌αὐτοῦ, ‌μετὰ ‌χαρᾶς ‌πολλῆς ‌προσπτυσσόμενος ‌αὐτοὺς ‌καὶ ‌λέγων·; ‌<<καλῶς ‌θεὸς ‌ἤνεγκε ‌τοὺς ‌ἐμοὺς ‌δεσπότας ‌εὑς ‌τὰ ‌δουλικὰ ‌αὐτῶν·; ‌τί ‌ἐμοὶ ‌τοῦτο, ‌ὅτι ‌κατηξιώσατε ‌εὑς ‌πτωχοῦ ‌καλύβην ‌εὑσελθεῖν;>>

 ἤρξατο ‌δὲ ‌πρὸς ‌τὴν ‌σύμβιον ‌αὐτοῦ ‌περισπᾶσθαι ‌καὶ ‌διατάσεσθαι ‌λεγὼν·; ‌<<ποίησον ‌ἡμῖν, ‌γύναι, ‌δεῖπνον ‌καλόν, ‌ἵνα ‌μὴ ‌ἐντραπῶμεν ‌εὑς ‌τοὺς ‌τοιούτους ‌ἄνδρας.>> ‌ ‌ἡ ‌δὲ ‌εἶπεν ‌αὐτῷ·; ‌<<καθὼς ‌ἐδιοίκησας ‌τὸν ‌οἶκόν ‌σου ‌ὅτι ‌οὐδὲ ‌μίαν ‌ὄρνιν ‌κατέλιπές ‌με·; ‌μαγείρευε ‌ἄρτι ‌ἄγρια ‌λάχανα, ‌καὶ ‌ὑπόδεξαι ‌τοὺς ‌βασιλικούς.>> ‌ ‌εἶπεν ‌δὲ ‌ὁ ‌ἀνὴρ ‌πρὸς ‌αὐτήν·; ‌<<εὐτρέπισον ‌μόνον ‌τὸ ‌πῦρ ‌καὶ ‌κόσμησον ‌τὸν ‌μέγαν ‌τρίκλινον ‌καὶ ‌σπόγγισον ‌τὴν ‌τράπεζαν ‌τὴν ‌ἀρχαίαν ‌τὴν ‌ἐλεφάντινον, ‌καὶ ‌ὁ ‌θεὸς ‌πέμψαι ‌ἔχει ‌τὸ ‌τί ‌ἔχουσιν ‌φαγεῖν.>> ‌ ‌ἐποίησεν ‌δὲ ‌οὕτως.

 καὶ ‌ὑδοὺ ‌οἱ ‌πρῶτοι ‌τοῦ ‌χωρίου ‌παρεγένοντο ‌ἐκ ‌τῆς ‌πλαγίας ‌πρὸς ‌τὸν ‌ἐλεήμονα ‌γέροντα, ‌κομίζοντες ‌αὐτῷ ‌κριοὺς ‌καὶ ‌ἀρνοὺς ‌καὶ ‌ὄρνεις ‌καὶ ‌περιστερὰς ‌καὶ ‌οἶνον ‌διαλεκτὸν ‌καὶ ‌ἁπλῶς ‌εὑπεῖν, ‌πᾶσαν ‌χρείαν. ‌ ‌καὶ ‌ἐποίησε ‌πάντα ‌ἡ ‌τούτου ‌σύμβιος ‌ἐδέσματα ‌σπαστρικὰ ‌πάνυ, ‌ὡς ‌ἦν ‌ζῶσά ‌ποτε ‌ὅτε ‌ὑπῆρχον ‌πλούσιοι. ‌τῆς ‌δὲ ‌τραπέζης ‌εὐτρεπισθείσης ‌ἐν ‌τῷ ‌μεγάλῳ ‌τρικλίνῳ, ‌εὑσελθόντες ‌οἱ ‌βασιλικοὶ ‌καὶ ‌θεασάμενοι ‌τόν ‌τε ‌τρίκλινον ‌πάνυ ‌ὡραῖον, ‌ὡσαύτως ‌δὲ ‌καὶ ‌τὴν ‌τράπεζαν ‌ἐλεφαντίνην ‌ἀρχαίαν ‌περικεχρυσωμένην ‌στρογγυλοειδῆ ‌παμμεγέθη, ‌ὡς ‌καθέζεσθαι ‌ἐν ‌αὐτῇ ‌ἄνδρας ‌τριάκοντα ‌ἕξ, ‌θεασάμενοι ‌δὲ ‌καὶ ‌ἐπικείμενα ‌βρώματα ‌ἐν ‌αὐτῇ ‌καθάπερ ‌τινὸς ‌βασιλέως, ‌θεωρήσαντες ‌δὲ ‌καὶ ‌τὸν ‌ἄνδρα ‌ἱεροπρεπῆ ‌καὶ ‌πάνυ ‌ὡραῖον, ‌ἦν ‌γὰρ ‌ἀληθῶς ‌οὐ ‌μόνον ‌τῇ ‌φιλοξενίᾳ ‌ἀφωμοιωμένος ‌τῷ ‌
[p. ‌139]'Αβραάμ, ‌ἀλλὰ ‌καὶ ‌τῇ ‌θεωρίᾳ ‌ὅμοιος ‌αὐτῷ ‌ὑπῆρχεν, ‌ἡδύνθησαν ‌αὐτῷ ‌σφόδρα. ‌καθίσαντες ‌δὲ ‌ἐπὶ ‌τῆς ‌τραπέζης, ‌εὑσῆλθε ‌καὶ ‌ὁ ‌υἱὸς ‌τοῦ γέροντος ‌τοὔνομα ‌'Ιωάννης, ‌πάνυ ‌ὡραῖος·; ‌ἦν ‌γὰρ ‌τῇ ‌ἡλικίᾳ ‌κατὰ ‌τὸν ‌Σαούλ, ‌τό ‌τε ‌τρίχωμα ‌τοῦ ‌'Αβεσαλώμ, ‌τὸ ‌δὲ ‌κάλλος ‌τοῦ ‌'Ιωσήφ. ‌ ‌εὑσήλθοσαν ‌δὲ ‌καὶ ‌οἱ ‌λοιποὶ ‌ἔγγονες ‌αὐτοῦ, ‌υἱοὶ ‌τῶν ‌υἱῶν ‌αὐτοῦ ‌τὸν ‌ἀριθμὸν ‌ἑπτά, ‌πάντες ‌κάλλει ‌κεκοσμημένοι·; ‌θεασάμενοι ‌δὲ ‌καὶ ‌τούτους ‌οἱ ‌βασιλικοὶ ‌ἠράσθησαν ‌τὰ ‌κάλλη ‌αὐτῶν. ‌εἶπον ‌δὲ ‌πρὸς ‌τὸν ‌ἐλεήμονα ‌γέροντα·; ‌<<ἔστι ‌σοι, ‌καλόγερε, ‌σύμβιος;>> ‌ὁ ‌δὲ ‌ἔφη·; ‌<<ναί, ‌κύριοί ‌μου, ‌ἔστι ‌μοι, ‌καὶ ‌ταῦτα ‌τὰ ‌παιδάρια ‌τέκνα ‌μού ‌εὑσι ‌καὶ ‌ἐγγόνια.>> ‌ ‌εἶπον ‌δὲ ‌πρὸς ‌αὐτόν·; ‌<<ἐλθέτω ‌δὴ ‌καὶ ‌ἡ ‌σύμβιός ‌σου, ‌καὶ ‌εὐξάτω ‌ἡμᾶς.>> ‌ ‌φωνήσας ‌δὲ ‌τὴν ‌σύμβιον ‌αὐτοῦ, ‌ἐξῆλθε ‌πρὸς ‌τοὺς ‌ἄνδρας·; ‌ἦν ‌δὲ ‌καὶ ‌αὐτὴ ‌ὡραία ‌καὶ ‌καλὴ ‌τῷ ‌εἴδει ‌σφόδρα, ‌οἷα ‌οὐκ ‌ἦν ‌ὁμοία ‌αὐτῆς ‌ἐν ‌τοῖς ‌κλίμασιν ‌ὅλου ‌τοῦ ‌Πόντου. ‌θεωρήσαντες ‌δὲ ‌καὶ ‌ταύτην ‌τοιούτῳ ‌κάλλει ‌περιλάμψασαν, ‌καὶ ‌οὗτοι ‌ἐν ‌γήρει ‌ὑπάρχοντες, ‌εἶπον ‌πρὸς ‌αὐτοὺς ‌οἱ ‌βασιλικοί·; ‌<<εὑσὶν ‌ἐν ‌ὑμῖν ‌θυγατέρες;>> ‌ ‌εἶπεν ‌δὲ ‌ὁ ‌γέρων·; ‌<<ὑπάρχουσί ‌μοι ‌θυγατέρες ‌δύο, ‌μητέρες ‌τῶν ‌παιδαρίων ‌ὧν ‌ὑμεῖς ‌θεωρεῖτε.>> ‌ ‌εἶπον ‌δὲ ‌οἱ ‌βασιλικοί·; ‌<<πάντως ‌τὰ ‌παιδία ‌ταῦτα ‌ἔχουσι ‌καὶ ‌ἀδελφάς;>> ‌ ‌εἶπεν ‌δὲ ‌ὁ ‌γέρων·; ‌<<ἔστι ‌τῆς ‌θυγατρός ‌μου ‌τῆς ‌πρεσβυτέρας ‌θυγατέρες ‌τρεῖς.>> ‌ ‌εἶπον ‌δὲ ‌οἱ ‌βασιλικοί·; ‌<<ἐξελθάτωσαν ‌δὴ ‌τὰ ‌κοράσια, ‌ἵνα ‌ἴδωμεν ‌αὐτάς, ‌κατὰ ‌τὴν ‌ἔνθεον ‌κέλευσιν ‌τῶν ‌ἐκ ‌θεοῦ ‌ἐστεμμένων ‌μεγάλων ‌βασιλέων ‌ἡμῶν. ‌οὕτως ‌γὰρ ‌ἐκέλευσαν ‌ἡμῖν ‌τοῖς ‌ἀναξίοις ‌δούλοις ‌αὐτῶν, ‌ἵνα ‌μὴ ‌διαλάθῃ ‌ἡμῖν ‌πού ‌ποτε ‌ἐν ‌πάσῃ ‌τῇ ‌γῇ ‌τῇ ‌`Ρωμαίων ‌κόρη ‌ἣν ‌μὴ ‌ἴδωμεν.>> ‌ ‌εἶπεν ‌δὲ ‌ὁ ‌γέρων ‌πρὸς ‌τοὺς ‌βασιλικούς·; ‌<<κύριοί ‌μου, ‌φάγωμεν ‌καὶ ‌πίωμεν ‌ἐξ ‌ὧν ‌ἔδωκεν ‌ἡμῖν ‌ὁ ‌θεὸς ‌καὶ ‌εὐφρανθῶμεν·; ‌καὶ ‌ὑμεῖς ‌ἀπὸ ‌κόπου ‌ἔστε ‌καὶ ‌ἀπὸ ‌ὁδοῦ ‌πολλῆς, ‌καθευδήσαντες ‌ἐν ‌ἀμεριμνίᾳ ‌καὶ ‌αὔριον ‌τὸ ‌θέλημα ‌τοῦ ‌κυρίου ‌γενέσθω.>> ‌ ‌ἐγένετο ‌δὲ ‌οὕτως.

 καὶ ‌ὡς ‌ἀνέστησαν ‌τῷ ‌πρωῒ ‌ἐπεζήτησαν ‌πάλαι ‌τὰ ‌κοράσια ‌μετὰ ‌σπουδῆς ‌πολλῆς. ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτοὺς ‌ὁ ‌γέρων·; ‌<<κύριοί ‌μου, ‌ἡμεῖς ‌εὑ ‌καὶ ‌πτωχοὶ ‌ὑπάρχομεν, ‌ἀλλ' ‌οὖν ‌αἱ ‌θυγατέρες ‌ἡμῶν ‌οὐδέποτε ‌ἐξήλθοσαν ‌ἐκ ‌τοῦ ‌κουβουκλίου ‌αὐτῶν·; ‌ὡς ‌δὲ ‌κελεύετε, ‌οἱ ‌ἐμοὶ ‌δεσπόται, ‌εὑσέλθατε ‌εὑς ‌τὸ ‌κουβούκλιον ‌καὶ ‌θεάσασθε ‌αὐτάς.>> ‌
[p. ‌141]ἀναστάντες ‌δὲ ‌οἱ ‌ἄνδρες ‌σπουδαίως, ‌εὑσήλθοσαν ‌εὑς ‌τὸ ‌κουβούκλιον ‌καὶ ‌ὑπήντησαν ‌αὐτοῖς ‌αἱ ‌θυγατέρες ‌τοῦ ‌γέροντος ‌μετὰ ‌τῶν ‌θυγατέρων ‌αὐτῶν, ‌καὶ ‌θεωρήσαντες ‌τὰς ‌μητέρας ‌καὶ ‌θυγατέρας ‌κάλλει ‌σφοδροτάτῳ ‌περιεκλαμψάσας ‌ὑπὲρ ‌πᾶσαν ‌θέαν ‌γυναικὸς ‌ἐν ‌καταστολῇ ‌κοσμίῳ, ‌ἐξέστησαν ‌καὶ ‌συγχαρεῖς ‌γενόμενοι ‌καὶ ‌μὴ ‌δυνάμενοι ‌χωρίσαι ‌τὰς ‌μητέρας ‌ἐκ ‌τῶν ‌θυγατέρων ‌διὰ ‌τὸ ‌ὑσόμετρον ‌κάλλος ‌τῆς ‌θέας ‌αὐτῶν, ‌ἔφησαν ‌πρὸς ‌τὸν ‌γέροντα·; ‌<<ποῖαί ‌εὑσιν ‌αἱ ‌θυγατέρες ‌σου ‌καὶ ‌ποῖαι ‌αἱ ‌ἔγγονές ‌σου;>> ‌ ‌ὁ ‌δὲ ‌διεχώριζεν ‌αὐτὰς ‌καὶ ‌εὐθέως ‌καταμετροῦσι ‌τὸ ‌μέτρον ‌τὸ ‌βασιλικὸν ‌τὴν ‌ἡλικίαν ‌τῆς ‌πρώτης ‌καὶ ‌εὗρον ‌καθῶς ‌ἔχρῃζον·; ‌θεασάμενοι ‌καὶ ‌τὸ ‌λαυρᾶτον, ‌ηὗραν ‌καὶ ‌τοῦτο ‌ὅμοιον, ‌ὁμοίως ‌καὶ ‌τὸ ‌τζαγκίον ‌καταμετρήσαντες ‌τοῦ ‌ποδός, ‌εὗρον ‌ὑσόμετρον·; ‌καὶ ‌ἄραντες ‌ταύτας ‌μετὰ ‌πολλῆς ‌χαρᾶς ‌σὺν ‌τῇ ‌μητρὶ ‌αὐτῶν ‌καὶ ‌τῷ ‌γέροντι ‌καὶ ‌παντὸς ‌τοῦ ‌οἴκου ‌αὐτῶν, ‌ἀπῄεσαν ‌μετὰ ‌χαρᾶς ‌εὑς ‌τὸ ‌Βυζάντιον ‌ὁμοῦ ‌τὸν ‌ἀριθμὸν ‌ψυχαὶ ‌τριάκοντα.

 ταῦτα ‌δὲ ‌τὰ ‌ὀνόματα ‌τῶν ‌τέκνων ‌αὐτοῦ·;
 ὁ ‌υἱὸς ‌αὐτοῦ ‌'Ιωάννης, ‌ἡ ‌δὲ ‌θυγάτηρ ‌ἡ ‌πρώτη ‌αὐτοῦ ‌`Υπατία, ‌χήρα ‌δὲ ‌αὕτη, ‌ἡ ‌δὲ ‌δευτέρα ‌Εὐανθία.
 τῆς ‌δὲ ‌χήρας ‌αἱ ‌θυγατέρες·; ‌ἡ ‌μὲν ‌πρώτη ‌Μαρία, ‌ἡ ‌δὲ ‌δευτέρα ‌Μυρανθία, ‌ἡ ‌δὲ ‌τρίτη ‌Εὐανθία, ‌καὶ ‌ὁ ‌τούτων ‌ἀδελφὸς ‌Πετρωνᾶς.
 τῆς ‌δὲ ‌δευτέρας ‌ὄνομα ‌τῷ ‌πρωτοτόκῳ ‌αὐτῆς ‌υἱῷ ‌῎Ανθις, ‌ὁ ‌δὲ ‌δεύτερος ‌Νικήτας, ‌Πέτρος ‌καὶ ‌Φιλάρετος, ‌Κοσμοῦ ‌καὶ ‌`Υπατία, ‌καὶ ‌ὁ ‌τούτων ‌πατὴρ ‌Μιχαήλ.
 τοῦ ‌δὲ ‌πρωτοτόκου ‌υἱοῦ ‌ἡ ‌γυνὴ ‌ἤτοι ‌τοῦ ‌'Ιωάννου, ‌νύμφη ‌δὲ ‌τοῦ ‌ἐλεήμονος ‌γέροντος ‌τοὔνομα ‌Εὑρήνη·; ‌τὰ ‌δὲ ‌ὀνόματα ‌τῶν ‌παιδίων ‌αὐτῆς ‌ταῦτα·; ‌ὁ ‌πρῶτος ‌Βάρδας, ‌ὁ ‌δεύτερος ‌Εὐστάθιος, ‌ὁ ‌τρίτος ‌Νικήτας, ‌ὁ ‌τέταρτος ‌Φιλάρετος·; ‌αἱ ‌δὲ ‌θυγατέρες ‌αὐτῆς ‌`Ελένη ‌καὶ ‌Εὐφημία ‌καὶ ‌`Υπατία.

 ἐπελέχθησαν ‌δὲ ‌καὶ ‌ἄλλαι ‌κόραι ‌τὸν ‌ἀριθμὸν ‌δέκα, ‌καὶ ‌ἤγοντο ‌σὺν ‌αὐταῖς ‌πρὸς ‌τὸν ‌βασιλέα.

 ἡ ‌δὲ ‌τοῦ ‌ἐλεήμονος ‌θυγατρὸς ‌θυγάτηρ ‌παρεκάλει ‌αὐτὰς ‌λέγουσα·; ‌<<ἀδελφίδες ‌μου, ‌ποιήσωμεν ‌σύνδεσμον ‌πρὸς ‌ἀλλήλας ‌ἥτις ‌λέγεται ‌ἀδελφοσύνη ‌καὶ ‌οἵα ‌ἐξ ‌ἡμῶν ‌βασιλεύσει, ‌ἵνα ‌ἀντιλαμβάνεται ‌τὰς ‌ἄλλας.>> ‌ἡ ‌δὲ ‌τοῦ ‌Γεροντιανοῦ ‌θυγάτηρ ‌πλουσία ‌ὑπάρχουσα ‌σφόδρα ‌καὶ ‌καλὴ ‌τῷ ‌εἴδει, ‌πεφυσιωμένη ‌ἀπεκρίνατο ‌πρὸς ‌
[p. ‌143]αὐτήν·; ‌<<ἐγὼ ‌ἀκριβῶς ‌ἐπίσταμαι ‌ὅτι ‌καὶ ‌πλουσιωτέρα ‌καὶ ‌εὐγενεστέρα ‌καὶ ‌εὐμορφοτέρα ‌ὑπάρχω ‌κἀμοὶ ‌ἔχει ‌ἐπιλέξεσθαι ‌ὁ ‌βασιλεύς.>> ‌ἡ ‌δὲ ‌ἐσιώπησεν ‌καταισχυνθεῖσα.

 εἶτα ‌φθασάντων ‌αὐτῶν ‌ἐπὶ ‌τὸ ‌Βυζάντιον, ‌πρῶτον ‌μὲν ‌εὑσήνεγκαν ‌οἱ ‌βασιλικοὶ ‌τὴν ‌τοῦ ‌Γεροντιανοῦ ‌θυγατέραν ‌
[πρὸς ‌Σταυράκιον ‌τὸν ‌τῶν ‌ἀνάκτων ‌ἐπιστήθιον, ‌ὃς ‌ἅπαντα ‌ἐδιοίκει ‌τὰ ‌τοῦ ‌παλατίου]·; ‌καὶ ‌ὑδόντες ‌αὐτὴν ‌ὅ ‌τε ‌βασιλεὺς ‌καὶ ‌ἡ ‌τούτου ‌μήτηρ ‌βασίλισσα, ‌εἶπον ‌πρὸς ‌αὐτήν·; ‌<<καλὴ ‌μὲν ‌ὑπάρχεις ‌καὶ ‌ὡραία, ‌ἀλλὰ ‌πρὸς ‌βασιλέαν ‌οὐ ‌ποιεῖς.>> ‌ ‌δώσαντες ‌δὲ ‌αὐτὴν ‌δόματα ‌ἀπέλυσαν ‌αὐτὴν. ‌ὁμοίως ‌δὲ ‌κατόρδινα ‌θεασάμενοι ‌καὶ ‌τὰς ‌λοιπάς, ‌οὐκ ‌ἠρέσθησαν, ‌δόσαντες ‌καὶ ‌αὐτὰς ‌δῶρα, ‌ἀπέλυσαν ‌αὐτάς.

 ἔσχατον ‌δὲ ‌πάντων ‌εὑσῆλθε ‌καὶ ‌ἡ ‌τοῦ ‌ἐλεήμονος ‌γέροντος ‌θυγάτηρ ‌μετὰ ‌τὰς ‌τρεῖς ‌θυγατέρας ‌αὐτῆς. ‌καὶ ‌ὑδόντες ‌αὐτὰς ‌ὅ ‌τε ‌βασιλεὺς ‌καὶ ‌ἡ ‌τούτου ‌μήτηρ ‌
[καὶ ‌ὁ ‌Σταυράκιος ‌ὁ ‌πρῶτος ‌τοῦ ‌παλατίου], ‌ἐξέστησαν ‌ἐπὶ ‌τῷ ‌κάλλει ‌αὐτῶν ‌καὶ ‌ἡδύνθησαν ‌ἐπὶ ‌τῇ ‌καταστολῇ ‌καὶ ‌τῇ ‌συνέσει ‌αὐτῶν, ‌ἐπί ‌τε ‌τὸ ‌σύσχημον ‌βῆμα ‌αὐτῶν. ‌καὶ ‌παραυτὰ ‌τὴν ‌μὲν ‌πρώτην ‌ἐμνηστεύσατο ‌ὁ ‌βασιλεύς, ‌τὴν ‌δὲ ‌δευτέραν ‌ἐμνηστεύσατο ‌εἷς ‌τῶν ‌μεγιστάνων ‌αὐτοῦ ‌πατρίκιος, ‌ὄνομα ‌Κωνσταντινάκιος, ‌ὡραῖος ‌καὶ ‌αὐτὸς ‌καὶ ‌καλὸς ‌τῷ ‌εἴδει ‌σφόδρα. ‌τὴν ‌δὲ ‌τρίτην, ‌ἀπέλυσε ‌πρέσβεις ‌ὁ ‌τῶν ‌Λογγιβάρδων ‌βασιλεύς, ‌τὸ ‌ὄνομα ‌'Αργούσης ‌μετὰ ‌καὶ ‌δώρων ‌πολλῶν ‌πρὸς ‌τῷ ‌βασιλεῖ ‌Κωνσταντίνῳ, ‌αὑτούμενος ‌ταύτην ‌μνηστεύσασθαι ‌εὑς ‌γυναῖκα. ‌ὅπερ ‌καὶ ‌γέγονε·; ‌δεξάμενος ‌γὰρ ‌τὰ ‌δῶρα ‌ὁ ‌βασιλεὺς ‌καὶ ‌τὴν ‌ἱκεσίαν ‌τοῦ ‌'Αργούση ‌ἀπέστειλεν ‌αὐτὴν ‌μετὰ ‌στολῆς ‌πολλῆς ‌καὶ ‌τιμῆς ‌μεγίστης.

 εἶτα ‌τοῦ ‌γάμου ‌γενομένου ‌καὶ ‌τοῦ ‌βασιλέως ‌εὐφραινομένου ‌ἐπὶ ‌τοῦ ‌συνοικεσίου, ‌ἐκέλευσε ‌πάντας ‌πανοικεὶ ‌κλητορεῦσαι ‌τῆς ‌γυναικὸς ‌αὐτοῦ ‌τὴν ‌συγγενείαν ‌τοῦ ‌ἀσπάσασθαι ‌καὶ ‌φιλοτιμῆσαι ‌αὐτούς. ‌εἶτα ‌τούτου ‌γενομένου ‌ἀσπασάμενος ‌πάντας ‌ὁ ‌βασιλεὺς ‌καὶ ‌αὑδεσθεὶς ‌ἐπὶ ‌τῇ ‌συγγενείᾳ ‌τῆς ‌γυναικὸς ‌αὐτοῦ, ‌ὅτι ‌πάντες ‌κάλλει ‌κεκοσμημένοι ‌ὑπῆρχον, ‌μετὰ ‌τὸ ‌ἀναστῆναι ‌
[p. ‌145]αὐτοὺς ‌ἐκ ‌τοῦ ‌κλητορίου, ‌ἕνα ‌ἕκαστον ‌αὐτῶν ‌δέδωκε ‌φιλοτιμίας, ‌ἀπό ‌τε ‌τοῦ ‌πρεσβύτου ‌ἕως ‌τοῦ ‌θηλάζοντος, ‌κτήματα ‌καὶ ‌ἱματισμούς, ‌χρυσίον ‌τε ‌καὶ ‌ἀργύριον, ‌καὶ ‌ἔργα ‌τίμια ‌ἀπό ‌τε ‌λίθων ‌τιμίων ‌καὶ ‌σμαράγδων ‌καὶ ‌ὑακίνθων ‌καὶ ‌μαργαριτῶν, ‌καὶ ‌οὑκίας ‌μεγάλας ‌δέδωκεν ‌αὐτοῖς ‌πλησίον ‌τοῦ ‌παλατίου, ‌καὶ ‌ἀπέλυσεν ‌ἐν ‌εὑρήνῃ. ‌καὶ ‌κομίσαντες ‌ταῦτα ‌εὑς ‌τοὺς ‌οἴκους ‌αὐτῶν, ‌ἐπελάθοντο ‌ἐνοχλεῖν ‌τὸν ‌γέροντα ‌ἐπὶ ‌τοῦ ‌ποτε ‌συνθεμένου ‌αὐτοῖς ‌χρήματος, ‌τὸ ὅπερ ‌ἔλεγεν ‌ὅτι ‌ἔχει ‌κεκρυμμένον. ‌ὁ ‌δὲ ‌γέρων ‌οὐκ ‌ἐπελάθετο, ‌ἀλλὰ ‌συναθροίσας ‌πάντας ‌ἔφη ‌πρὸς ‌αὐτούς·; ‌<<αὔριον, ‌ποιήσατε ‌ἡμῖν ‌ἄριστον ‌μέγαν, ‌ἵνα ‌καλέσωμεν ‌καὶ ‌ἡμεῖς ‌τὸν ‌βασιλέα ‌σὺν ‌τῷ ‌πατρικίῳ ‌καὶ ‌πᾶσαν ‌τὴν ‌σύγκλητον·; ‌καὶ ‌ὡς ‌ἔρχομαι ‌ἐκ ‌τοῦ ‌παλατίου, ‌πάντα ‌ἵνα ‌εὕρω ‌εὐτρεπισμένα.>> ‌νομίζοντες ‌δὲ ‌ἀληθῶς ‌τὸν ‌βασιλέα ‌κεκλῆσθαι ‌τὸν ‌γαμβρὸν ‌αὐτοῦ, ‌ἐποίησαν ‌ἄριστον ‌μέγαν ‌σφόδρα.

 ὁ ‌δὲ ‌γέρων ‌νυκτερεύσας ‌ἀπῆλθεν ‌εὑς ‌τὸ ‌παλάτιον ‌καὶ ‌ὑποστρεφομένου ‌αὐτοῦ ‌ἐκ ‌τοῦ ‌παλατίου ‌ἐπὶ ‌τὸν ‌οἶκον ‌αὐτοῦ, ‌ὅσους ‌εὕρισκεν ‌πτωχοὺς ‌εὑς ‌τοὺς ‌ἐμβόλους ‌ἐκάλει ‌αὐτούς. ‌συνέλεξε ‌δὲ ‌τὸν ‌ἀριθμὸν ‌ἄνδρας ‌ἑκατόν, ‌λωβούς, ‌κυλλούς, ‌χωλούς, ‌ἀναπήρους, ‌καὶ ‌ἤνεγκεν ‌αὐτοὺς ‌εὑς ‌τὸν ‌οἶκον ‌αὐτοῦ. ‌καὶ ‌εὑσῆλθεν ‌αὐτὸς ‌πρῶτον ‌εὑς ‌τὴν ‌οὑκίαν ‌αὐτοῦ, ‌ἔφη ‌δὲ ‌πρὸς ‌αὐτούς·; ‌<<ὁ ‌βασιλεὺς ‌κατέλαβεν ‌ἅμα ‌τοῦ ‌πατρικίου ‌καὶ ‌πάσης ‌τῆς ‌συγκλήτου, ‌ἀλλὰ ‌καὶ ‌οὓς ‌οὐ ‌προσεδοκοῦμεν ‌οὔτε ‌ἐκαλέσαμεν ‌καὶ ‌οὗτοι ‌παρεγένοντο ‌ἐνταῦθα.>> ‌ ‌θρῦλλος ‌δὲ ‌ἐγένετο ‌μέγας ‌καὶ ‌περισπασμὸς ‌ἐν ‌αὐτοῖς ‌διά ‌τε ‌τὸ ‌πλῆθος ‌τοῦ ‌συνελθόντος ‌ἐν ‌τῷ ‌κλητορίῳ. ‌ἀνῆλθον ‌δὲ ‌οἱ ‌πτωχοὶ ‌καὶ ‌ἀνεκλίθησαν ‌αὖθις ‌ἐπὶ ‌τῆς ‌τραπέζης. ‌θεασάμενοι ‌δὲ ‌οἱ ‌οὑκεῖοι ‌αὐτοῦ ‌τὸ ‌γεγονός, ‌ἤρξαντο ‌πρὸς ‌ἑαυτοὺς ‌ψιθυρίζειν·; ‌<<οὕτως ‌ἀκμὴν ‌ὁ ‌γέρων ‌τὸ ‌ἀρχαῖον ‌ἦθος ‌οὐκ ‌ἐπελάθετο, ‌ἀλλ' ‌ὧδε ‌ὅπου ‌ἤλθομεν, ‌κἂν ‌θέλῃ ‌πτωχεῦσαι ‌ἡμᾶς, ‌οὐ ‌δύναται.>>

 εἶτα ‌συνανακλιθεὶς ‌μετὰ ‌τῶν ‌πτωχῶν ‌ὁ ‌γέρων ‌ἐκέλευσεν ‌τὸν ‌υἱὸν ‌αὐτοῦ ‌σπαθάριον ‌ὄντα ‌καὶ ‌ἐπὶ ‌τοῦ ‌μαγλαβίου ‌ὁμοίως ‌καὶ ‌τοὺς ‌ἔγγονας ‌αὐτοῦ ‌σὺν ‌τῷ ‌ἀδελφῷ ‌τῆς ‌βασιλίσσης ‌τὸ ‌αὐτὸ ‌ἀξίωμα ‌περιβεβλημένον ‌παρασταθῆναι ‌γνησίως ‌ἐν ‌τῇ ‌τραπέζῃ ‌καὶ ‌ὑπουργῆσαι ‌ὡς ‌ἀληθῶς ‌τῷ ‌βασιλεῖ ‌τῶν ‌βασιλευόντων, ‌κεκληκὼς ‌ἅμα ‌τοὺς ‌ἀδελφοὺς ‌αὐτοῦ, ‌σαφῶς ‌τὸ ‌ὑπὸ ‌τοῦ ‌κυρίου ‌λεχθὲν ‌πληρῶν ‌ὅτι·; ‌
"ἐφ' ‌ὅσον ‌ἐποιήσατε ‌ἑνὶ ‌τούτων ‌τῶν ‌ἀδελφῶν ‌μου ‌τῶν ‌ἐλαχίστων, ‌ἐμοὶ ‌ἐποιήσατε."

[p. ‌147]

‌ ‌ ‌οἱ ‌δὲ ‌μετὰ ‌προθυμίας ‌διηκόνουν ‌καὶ ‌ὅτε ‌ἔφαγον ‌καὶ ‌ἔπιον ‌καὶ ‌εὐφράνθησαν, ‌τοῦ ‌κανισκίου ‌ἐπαρθέντος, ‌ἐκέλευσεν ‌ὁ ‌γέρων ‌τὸν ‌υἱὸν ‌αὐτοῦ ‌καὶ ‌τοὺς ‌ἔγγονας ‌αὐτοῦ ‌καὶ ‌πᾶσαν ‌τὴν ‌συγγενείαν ‌αὐτοῦ ‌ἐνέγκαι ‌ἐπὶ ‌τῆς ‌τραπέζης ‌πάντα ‌τὰ ‌χρήματα, ‌τό ‌τε ‌χρυσίον ‌καὶ ‌τὸ ‌ἀργύριον ‌καὶ ‌τὸν ‌ἱματισμὸν ‌καὶ ‌πᾶν ‌ἔργον ‌τίμιον ‌ἐκ ‌λίθων ‌καὶ ‌μαραγρίτων ‌εὑργασμένον, ‌καὶ ‌πάντα ‌ἃ ‌δέδωκεν ‌αὐτοῖς ‌ὁ ‌βασιλέυς, ‌ὡς ‌χαριεντιζόμενος ‌μετ' ‌αὐτῶν ‌εἶπεν·; ‌<<ὅπως ‌ἴδωμεν ‌αὐτὰ ‌ἐπὶ ‌τραπέζης ‌καὶ ‌εὐφρανθῶμεν.>>

 οἱ ‌δὲ ‌πάντες ‌ἐν ‌μιᾷ ‌`ροπῇ ‌ἤνεγκαν ‌πάντα ‌καὶ ‌ἐτοίμασαν ‌αὐτὰ ‌ἐπὶ ‌τῆς ‌τραπέζης, ‌σωροὺς ‌σωροὺς ‌ἐπιθέντες, ‌ἐρίζοντες ‌ἀλλήλοις ‌ὑποδεῖξαι ‌τῷ ‌γέροντι ‌τὸ ‌τίναν ‌πλέον ‌ἔδωκεν ‌ὁ ‌βασιλεύς, ‌ὡς ‌καυχώμενοι ‌ὅτι ‌καὶ ‌πάντως ‌πλέον ‌αὐτὸν ‌ἀγαπᾷ. ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτοὺς ‌ὁ ‌γέρων·; ‌<<ὑδού, ‌τέκνα ‌μου, ‌τὸ ‌χρῆμα ‌ὃ ‌ἐσυνεθέμην ‌ὑμῖν ‌τὸ ‌ἀποκεκρυμμένον ‌δέδωκα ‌ὑμῖν·; ‌μή ‌τι ‌ἄρα ‌ἔχετέ ‌τι ‌λέγειν ‌πρός ‌με;>> ‌ ‌οἱ ‌δὲ ‌ἀναμνησθέντες ‌τοὺς ‌λόγους ‌τοῦ ‌ἁγίου ‌ἀνδρὸς ‌ἐκείνου, ‌ἐδάκρυσαν ‌πάντες ‌λέγοντες ‌πρὸς ‌αὐτόν·; ‌<<ἀληθῶς, ‌κύριε, ‌αὐτὸς ‌γινώσκεις ‌ταῦτα ‌πάντα, ‌δίκαιος ‌ὢν ‌δικαίως ‌καὶ ‌ἔπραττες ‌τὴν ‌ἐλεημοσύνην·; ‌ἡμεῖς ‌δὲ ‌ἄφρονες ‌ὄντες ‌τῇ ‌ἀφροσύνῃ ‌ἡμῶν ‌συναπαγόμενοι ‌προσεκρούομεν ‌τῇ ‌σῇ ‌τιμιότητι·; ‌ἀλλὰ ‌συγχώρησον ‌ἡμῖν, ‌πάτερ, ‌ἡμάρτομεν ‌ἐνώπιον ‌τοῦ ‌θεοῦ ‌καὶ ‌ἐνώπιόν ‌σου.>> ‌καὶ ‌πεσόντες ‌πάντες ‌ἐπὶ ‌πρόσωπον ‌ἐπὶ ‌τῆς ‌γῆς, ‌προσεπτύσσοντο ‌τοῖς ‌ἁγίοις ‌ποσὶν ‌αὐτοῦ, ‌αὑτούμενοι ‌συγγνώμην.
 εἶτα ‌συγχωρήσας ‌αὐτοῖς ‌ὁ ‌γέρων ‌καὶ ‌ἐπευξάμενος ‌αὐτοῖς, ‌ἤγειρεν ‌αὐτοὺς ‌ἐκ ‌τοῦ ‌ἐδάφους·; ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτούς·; ‌<<γινώσκετε, ‌τεκνία ‌μου, ‌ὅτι ‌ἐπηγγείλατο ‌ὁ ‌θεὸς ‌διὰ ‌τοῦ ‌ἁγίου ‌αὐτοῦ ‌εὐαγγελίου·; ‌
"ὅστις ‌πατέρα ‌ἢ ‌μητέρα ‌ἢ ‌ἀγροὺς ‌ἐγκαταλείψει ‌ἑκατονταπλασίονα ‌λήψεται." ‌ ‌ὑδού, ‌τὰ ‌ἑκατονταπλασίονα ‌ἐπλήρωσεν·; ‌εὑ ‌δὲ ‌θέλετε ‌καὶ ‌τὴν ‌αὑώνιον ‌ζωὴν ‌κληρονομῆσαι, ‌ἀποχωρίσατε ‌ἕκαστος ‌ὑμῶν ‌ἀνὰ ‌δέκα ‌νομισμάτων ‌καὶ ‌δώσωμεν ‌τοῖς ‌συνανακειμένοις ‌σὺν ‌ἐμοί.>> ‌οἱ ‌δὲ ‌μετὰ ‌προθυμίας ‌δέδωκαν ‌πάντες ‌καθὼς ‌ἐκελεύσθησαν. ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτοὺς ‌πάλιν ‌ὁ ‌γέρων·; ‌<<εὑ ‌θέλετε ‌τὴν ‌ἐμὴν ‌μοῖραν ‌ἐξαγοράσαι ‌ταῦτα ‌τὰ ‌βασιλικὰ ‌ἔργα, ‌ἐκβάλετε ‌ἕκαστος ‌ὑμῶν ‌δικαίως ‌ἑκάστου ‌εἴδους ‌τὴν ‌τιμὴν ‌καὶ ‌λάβετε ‌αὐτά·; ‌εὑ ‌δὲ ‌οὐ ‌θέλετε, ‌διαδιδῶ ‌ταῦτα ‌τοῖς ‌πένησι.>> ‌οἱ ‌δὲ ‌πάντες ‌
[p. ‌149]μετὰ ‌σπουδῆς ‌καὶ ‌χαρᾶς ‌πολλῆς ‌δέδωκαν ‌τὰς ‌τιμὰς ‌αὐτῶν ‌ἐν ‌χρυσῷ ‌τῷ ‌γέροντι ‌καὶ ‌ἐγένετο ‌ὁμοθυμαδὸν ‌χρυσίον ‌λίτρες ‌εἴκοσι ‌ὀκτώ. ‌ ‌λαβόντες ‌δὲ ‌ταῦτα ‌οἱ ‌πτωχοὶ ‌καὶ ‌θαυμάσαντες ‌ἐπὶ ‌τῇ ‌ἁπλότητι ‌τοῦ ‌ἀνδρός, ‌ἐδόξασαν ‌τὸν ‌θεὸν ‌τὸν ‌μὴ ‌ἐπιλανθάνοντα ‌τῶν ‌πενήτων ‌αὐτοῦ ‌εὑς ‌τέλος.

 γνωστὸν ‌δὲ ‌ἐγένετο ‌τῷ ‌βασιλεῖ ‌καὶ ‌τοῖς ‌μεγιστᾶσιν ‌αὐτοῦ ‌καὶ ‌πάσῃ ‌τῇ ‌γερουσίᾳ ‌καὶ ‌πᾶσι ‌τοῖς ‌Βυζαντίοις, ‌καὶ ‌ἠγάσθησαν ‌τοῦ ‌ἀνδρὸς ‌σφόδρα. ‌ὁ ‌δὲ ‌βασιλεὺς ‌παρεῖχεν ‌τοῦ ‌ἁγίου ‌γέροντος ‌χρήματα ‌πολλά, ‌καὶ ‌οἱ ‌μεγιστᾶνες ‌αὐτοῦ, ‌γνόντες ‌τὴν ‌ἐλεημοσύνην ‌αὐτοῦ. ‌ὁ ‌δὲ ‌γέρων ‌ἐρόγευε ‌ταῦτα ‌τοῖς ‌πτωχοῖς ‌ἀδιαλήπτως. ‌οὕτως ‌δὲ ‌ἦν ‌τὸ ‌ἔθος ‌τοῦ ‌γέροντος·; ‌ἕνα ‌ποτε ‌νόμισμα ‌ἢ ‌ἀργύριον ‌ἢ ‌νουμὶν ‌οὐκ ‌ἐδύνατο ‌διδόναι ‌πτωχῷ, ‌ἀλλ' ‌ἐγέμιζε ‌βαλάντιον ‌χρυσίου, ‌καὶ ‌ἄλλο ‌ἀργυρίου ‌καὶ ‌ἕτερον ‌νουμίων, ‌καὶ ‌ἐβάσταζεν ‌αὐτὰ ‌ὁ ‌πρωτοβεστιάριος ‌αὐτοῦ ‌Λύκαστος ‌πιστὸς ‌πάνυ ‌ἐν ‌τῷ ‌κόλπῳ ‌αὐτοῦ, ‌καὶ ‌ἠκολούθει ‌αὐτῷ. ‌ἦσαν ‌δὲ ‌βαλάντια ‌τῇ ‌ὑδέᾳ ‌ὅμοια ‌καὶ ‌ὑσάριθμα, ‌καὶ ‌ὅτε ‌ἐζήτησεν ‌πτωχός, ‌ἐζήτει ‌τὸ ‌βαλάντιον, ‌τὸ ‌δὲ ‌ποῖον ‌οὐκ ‌ὠνόμαζεν, ‌εὑ ‌μὴ ‌ἐπίστευεν ‌ἐν ‌τῷ ‌θεῷ ‌ὅτι ‌οἷον ‌κελεύει ‌ὁ ‌θεός, ‌ἐκεῖνό ‌μοι ‌ἔχει ‌ἀπανδοῦναι, ‌αὐτὸς ‌γὰρ ‌γινώσκει ‌πάντων ‌τὰ ‌ἐγκάρδια ‌καὶ ‌ἑκάστου ‌τὴν ‌πενίαν, ‌καὶ ‌καθ' ‌ὃ ‌ἄν ‌τις ‌χρείαν ‌ἔχει, ‌οὕτως ‌καὶ ‌παρεῖχεν ‌αὐτῷ, ‌ἐξ ‌ἑαυτοῦ ‌ἐπιστάμενος ‌ὁ ‌γέρων ‌ὅτι ‌πολλοὶ ‌καὶ ‌πλούσιοι ‌πτωχεύοντες ‌τοῖς ‌μὲν ‌ἐσθῆτα ‌περιβέβληνται ‌διὰ ‌τὴν ‌ἀρχαίαν ‌εὐγένειαν, ‌τοῖς ‌δὲ ‌βρωμάτων ‌μὴ ‌ἔχοντας ‌ἀπολαῦσαι, ‌ἐνδεεῖς ‌ἑτέρων ‌γίνονται. ‌εὑσὶ ‌δὲ ‌καὶ ‌φαινόμενοι ‌πτωχοὶ ‌ἔχοντες ‌χρήματα ‌ἐν ‌τοῖς ‌ὑδίοις ‌οἴκοις, ‌τὸ ‌δὲ ‌τῆς ‌ἀρχαίας ‌πενίας ‌ἔθος ‌μὴ ‌ἐπιλανθανόμενοι, ‌περιβεβλημένοι ‌`ράκη ‌ἀπὸ ‌κοπρίας ‌συνηγμένα, ‌προσαίτεις ‌γίνονται ‌συλλέγοντες ‌χρήματα ‌ὅπερ ‌καὶ ‌πλεονεξία ‌τοῦτο ‌ὀνομάζεται ‌καὶ ‌εὑδωλολατρεία·; ‌πᾶν ‌γὰρ ‌τὸ ‌περισσὸν ‌τῆς ‌χρείας ‌πλεονεξία ‌καὶ ‌εὑδωλολατρεία ‌λέγεται. ‌οὐκ ‌εὑς ‌πάντας ‌ἀνθρώπους, ‌ἀλλ' ‌ἕκαστος ‌κατὰ ‌τὸ ‌ἴδιον ‌μέτρον ‌ὃ ‌ἔλαβεν ‌παρὰ ‌τοῦ ‌θεοῦ, ‌τοῦτο ‌καὶ ‌ἀπαιτηθήσεται. ‌ταῦτα ‌κατὰ ‌νοῦν ‌ἔχων ‌ὁ ‌ἅγιος ‌γέρων ‌ἐν ‌τῇ ‌κρίσει ‌τοῦ ‌θεοῦ ‌ἔβαλε ‌τὴν ‌χεῖρα ‌αὐτοῦ ‌ἐν ‌τῷ ‌βαλαντίῳ ‌κἄν ‌τε ‌τοῦ ‌χρυσίου, ‌κἄν ‌τε ‌τοῦ ‌ἀργυρίου ‌κἄν ‌τε ‌τοῦ ‌χαλκοῦ, ‌οἷον ‌ὁ ‌θεὸς ‌ἐκέλευε, ‌τοῦτο ‌καὶ ‌ἐκράτει·; ‌ἔλεγεν ‌δὲ ‌καὶ ‌αὐτὸς ‌μεθ' ‌ὅρκου ‌
[p. ‌151]ὅτι·; ‌<<πολλάκις ‌εἶδον ‌ἄνθρωπον ‌φόροντα ‌[lege: ‌φοροῦντα?] ‌ἱμάτια ‌καλὰ ‌καὶ ‌ἐχάλασα ‌τὴν ‌χεῖρά ‌μου ‌ἐν ‌τῷ ‌βαλαντίῳ ‌ὡς ‌βουλόμενος ‌κρατῆσαι ‌ἓν ‌καὶ ‌δοῦναι ‌αὐτῷ, ‌ὅτι ‌πάντως ‌κατὰ ‌τὴν ‌στολὴν ‌αὐτοῦ ‌οὔκ ‌ἐστι ‌πτωχός, ‌καὶ ‌μὴ ‌θέλοντός ‌μου ‌ἡπλώθη ‌ἡ ‌χείρ ‌μου ‌καὶ ‌ἀνήνεγκα ‌πολλὰ ‌καὶ ‌ἔδωκα ‌αὐτῷ. ‌ὁμοίως ‌δὲ ‌εἶδον ‌ἕτερον ‌φοροῦντα ‌`ράκη ‌παλαιὰ ‌καὶ ‌ἥπλωσα ‌τὴν ‌χεῖρά ‌μου ‌δοῦναι ‌αὐτῷ ‌πολλά, ‌καὶ ‌ἀνήνεγκα ‌ὀλίγα.>>

 ζήσας ‌δὲ ‌ἐν ‌τῷ ‌παλατίῳ ‌ἔτη ‌τέσσαρα, ‌μὴ ‌καταδεξάμενος ‌χιτῶνας ‌σηρικῷ ‌φορέσαι, ‌μήτε ‌χρυσὸν ‌περὶ ‌τὴν ‌ὀσφὺν ‌περιζώσασθαι, ‌μήτε ἀξίωμα ‌μέγα ‌λαβεῖν ‌παρὰ ‌τοῦ ‌βασιλέως ‌πάρεξ ‌τὸ ‌ὑπατίκιν·; ‌καὶ ‌τοῦτο ‌βίας ‌πολλῆς ‌αὐτῷ ‌καὶ ‌παρακλήσεως ‌προσενεχθείσης ‌παρά ‌τε ‌τοῦ ‌βασιλέως ‌καὶ ‌τῶν ‌μεγιστάνων ‌αὐτοῦ, ‌ἔλεγε ‌δὲ ‌πρὸς ‌τὸν ‌βασιλέα·; ‌<<ἀρκετόν ‌μοί ‌ἐστι ‌τὸ ‌κεκλῆσθαι ‌πάππος ‌βασιλέως.>> ‌τοσαύτην ‌γὰρ ‌ταπείνωσιν ‌ἔσχεν ‌ὁ ‌ἀνήρ, ‌ὥστε ‌μὴ ‌ἀνεσχόμενος ‌ἀκοῦσαι ‌παρά ‌τινος ‌ὄνομα ‌ἕτερον ‌ἀλλ' ‌ἢ ‌τὸ ‌ἀρχαῖον ‌αὐτοῦ, ‌Φιλάρετος ‌ὁ ‌'Αμνιάτης.

 τὰ ‌δὲ ‌τέσσαρα ‌ἔτη ‌ἐλεημόνως ‌καὶ ‌πιστῶς ‌ζήσας ‌ἐν ‌τῷ ‌παλατίῳ, ‌διδάσκων ‌καὶ ‌τὰ ‌τέκνα ‌αὐτοῦ ‌τὸ ‌αὐτὸ ‌πράττειν, ‌ἠξιώθη ‌καὶ ‌τῆς ‌τελευτῆς ‌αὐτοῦ ‌ὑδίου ‌ἀποκαλύψεως. ‌ἔτι ‌γὰρ ‌τοῦ ‌σώματος ‌αὐτοῦ ‌ἐρρωμένου ‌ὑπάρχοντος, ‌ἐν ‌μιᾷ ‌τῶν ‌ἡμερῶν, ‌λαβὼν ‌τὸν ‌πρωτοβεστιάριον ‌αὐτοῦ ‌κατ' ‌ὑδίαν, ‌ἀνῆλθεν ‌εὑς ‌τὸ ‌μοναστήριον ‌τὸ ‌ἐπιλεγόμενον ‌εὑς ‌τὴν ‌Κρίσιν ‌(καὶ ‌`Ροδοφύλιόν ‌τινες ‌αὐτὸ ‌καλοῦσιν, ‌παρθένοι ‌δὲ ‌σεμναὶ ‌ἐν ‌αὐτῷ ‌οὑκοῦσι), ‌αὑτήσας ‌μνημεῖον ‌παρὰ ‌τῆς ‌ἡγουμένης ‌καὶ ‌δοὺς ‌αὐτῇ ‌χρυσίον ‌ἱκανόν, ‌ἔλαβε ‌παρ' ‌αὐτῆς ‌λάρνακα ‌κενόν, ‌θαρρήσας ‌καὶ ‌τὴν ‌ἡγουμένην ‌ὅτι·; ‌<<μετὰ ‌δέκα ‌ἡμέρας ‌ἐξέρχομαι ‌τοῦ ‌βίου ‌τούτου ‌καὶ ‌ἀπέρχομαι ‌εὑς ‌τὴν ‌ἀμείνω ‌μακαριότητα·; ‌καὶ ‌θέλω ‌ἵνα ‌κατάθετε ‌τὸ ‌ἄθλιόν ‌μου ‌σῶμα ‌εὑς ‌τὸ ‌μνημεῖον ‌τοῦτο,>> ‌μιμησάμενος ‌καὶ ‌τοῦτο ‌τὸν ‌γενναῖον ‌'Αβραάμ·; ‌κἀκεῖνος ‌γὰρ ‌ζῶν ‌ἠγόρασε ‌τὸ ‌μνημεῖον ‌αὐτοῦ ‌παρὰ ‌'Εμὸς ‌τοῦ ‌Χετταίου, ‌τιμῆς ‌ἀργυρίου. ‌παρήγγειλε ‌δὲ ‌τὸν ‌πρωτοβεστιάριον ‌αὐτοῦ ‌μηδενὶ ‌εὑπεῖν ‌τὸ ‌λαληθέν. ‌ἀπελθὼν ‌δὲ ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὐτοῦ ‌καὶ ‌διαδοὺς ‌πάντα ‌τὰ ‌καταλειφθέντα ‌αὐτῷ ‌πτωχοῖς, ‌τά ‌τε ‌ἱμάτια ‌αὐτοῦ ‌καὶ ‌εἴ ‌τι ‌ἂν ‌εἶχεν, ‌ἤρξατο ‌τὸ ‌σῶμα ‌αὐτοῦ ‌ἀλγεῖν ‌καὶ ‌καταπεσὼν ‌ἐπὶ ‌τῆς ‌κλίνης, ‌ἠσθένη.

[p. ‌153]

‌ ‌ ‌ ‌ὅτε ‌δὲ ‌ἐπληρώθησαν ‌ἡμέραι ‌ἐννέα, ‌τῇ ‌δεκάτῃ ‌ἡμέρᾳ ‌ἐκέλευσε ‌συναχθῆναι ‌πᾶσαν ‌τὴν ‌συγγένειαν ‌αὐτοῦ. ‌συναχθέντων ‌δὲ ‌αὐτῶν, ‌ἀνήγγειλεν ‌αὐτοῖς ‌λέγων·; ‌<<γινώσκετε, ‌τέκνα ‌μου, ‌ὅτι ‌ἐκάλεσέν ‌με ‌ὁ ‌βασιλεὺς ‌καὶ ‌ἀφίω ‌ὑμᾶς ‌καὶ ‌ἀπέρχομαι.>> ‌νομίζοντες ‌δὲ ‌ὅτι ‌περὶ ‌τοῦ ‌βασιλέως ‌τοῦ ‌γαμβροῦ ‌αὐτοῦ ‌εἴρηκεν, ‌εἶπον ‌πρὸς ‌αὐτόν·; ‌<<καὶ ‌τέως ‌δύνασαι, ‌πάτερ, ‌ἀπελθεῖν ‌τῇ ‌νόσῳ ‌βαρούμενος;>> ‌ ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτούς·; ‌<<εὑσὶν ‌οἱ ‌ἐλθόντες ‌βαστάξαι ‌με ‌μετὰ ‌θρόνου ‌χρυσοῦ, ‌οἳ ‌παρέστησαν ‌ἐκ ‌δεξιῶν ‌μου ‌μετὰ ‌δόξης ‌πολλῆς, ‌καὶ ‌οὐ ‌βλέπετε ‌αὐτούς.>> ‌ ‌οἱ ‌δὲ ‌συνιέντες ‌τὸ ‌`ρῆμα ‌ἤρξαντο ‌θρῆνον ‌μέγαν ‌σφόδρα ‌ποιεῖν, ‌ὥς ‌ποτε ‌τὸν ‌'Ιακὼβ ‌τὰ ‌ἴδια ‌τέκνα·; ‌ὁ ‌δὲ ‌κατασείσας ‌αὐτοῦ ‌τῇ ‌χειρὶ ‌ἐκέλευσε ‌σιωπὴν ‌παρέχειν·; ‌σιωπησάντων ‌δὲ ‌αὐτῶν ‌εἶπεν ‌πρὸς ‌αὐτούς·; ‌<<οἴδατε, ‌τέκνα ‌μου, ‌τὴν ‌ἐμὴν ‌ἀναστροφήν, ‌τὸ ‌πῶς ‌ἐκ ‌νεότητός ‌μου ‌ἐπόθησα ‌τὴν ‌ἐλεημοσύνην·; ‌ἐξ ‌οὑκείου ‌πόνου ‌μου ‌ταύτην ‌πράττω, ‌καὶ ‌οὐχὶ ‌ἐξ ‌ἁρπαγῆς, ‌ἐν ‌νῷ ‌ἔχων ‌τὸ ‌γεγραμμένον ‌ὅτι·; ‌ὁ ‌θύων ‌υἱὸν ‌ἔναντι ‌πατρὸς ‌αὐτοῦ, ‌οὕτως ‌ὁ ‌προσάγων ‌θυσίας ‌ἐκ ‌χρημάτων ‌πενήτων. ‌οἴδατε ‌δέ ‌τινες ‌ἐξ ‌ὑμῶν ‌καὶ ‌τὸν ‌πρότερον ‌ἡμῶν ‌τὸν ‌αὑσθητὸν ‌πλοῦτον, ‌οἴδατε ‌δὲ ‌καὶ ‌τὴν ‌ἐκ ‌θεοῦ ‌ἐπελθοῦσαν ‌ἡμῖν ‌πενίαν ‌πρὸς ‌ὀλίγον ‌χρόνον, ‌οἴδατε ‌δὲ ‌καὶ ‌τὸν ‌παρόντα ‌πλοῦτον. ‌μὴ ‌εἴδετέ ‌μέ ‌ποτε ‌ἀλλάξαντα ‌τὸ ‌εἶδος ‌τῆς ‌ἐλεημοσύνης; ‌μὴ ‌εἴδετέ ‌με ‌ποτε ‌ὑπερηφανευόμενόν ‌τινα; ‌μὴ ‌εἴδετέ ‌με ‌ἁρπάσαντά ‌τινός ‌ποτέ ‌τι; ‌καὶ ‌ἁπλῶς ‌ἵνα ‌μὴ ‌καθ' ‌ἓν ‌λέγω, ‌ὑδοὺ ‌ἐντέλλομαι ‌ὑμῖν, ‌ὡς ‌οἴδατέ ‌με ‌ποιοῦντα, ‌οὕτως ‌ποιήσατε, ‌εὑ ‌δὲ ‌καὶ ‌πλεῖον ‌τούτου ‌ποιήσετε, ‌μακαριώτεροι ‌φανήσεσθε·; ‌μὴ ‌ἐλεήσητε ‌τὸν ‌αὑσθητὸν ‌πλοῦτον ‌ἡμῶν, ‌ἀλλὰ ‌δίδοτε ‌τοῦτον ‌τοῖς ‌πένησι ‌καὶ ‌πέμπετέ ‌μοι ‌αὐτὸν ‌εὑς ‌τὸν ‌κόσμον ‌ἐν ‌ᾧ ‌ἐγὼ ‌πορεύομαι, ‌καὶ ‌ἐγὼ ‌ὑμᾶς ‌φυλάξω ‌αὐτὸν ‌ἄσηπτον, ‌καὶ ‌ὅτε ‌ἔλθετε ‌καὶ ‌ὑμεῖς, ‌εὑρίσκετε ‌αὐτόν. ‌καὶ ‌μὴ ‌ἐάσητε ‌αὐτὸν ‌ἐντεῦθεν, ‌ἵνα ‌μὴ ‌ἐν ‌τοῖς ‌ἀγαθοῖς ‌ὑμῶν ‌τρυφήσουσιν ‌ἕτεροι·; ‌οὐκ ‌οἴδατε ‌τὸ ‌γεγραμμένον ‌ἐν τῇ ‌σοφίᾳ ‌τοῦ ‌θεοῦ ‌ὅτι·; ‌"σπουδῇ ‌πλουτεῖ ‌βάσκανος ‌ἀνὴρ ‌καὶ ‌οὐκ ‌οἶδεν ‌ὅτι ‌ἐλεήμων ‌κρατήσει ‌αὐτά;" ‌ὑποδείκνυμι ‌δὲ ‌ὑμῖν ‌πιστοὺς ‌ἀποκρισιαρίους, ‌οὓς ‌ἔχετε ‌πιστεύειν ‌τὰ ‌χρήματα ‌ἅπερ ‌βούλεσθε ‌προπέμπειν ‌μοι ‌ἐκεῖθεν, ‌ἵνα ‌μὴ ‌δολιεύονται ‌ὑμᾶς ‌τί ‌ποτε ‌κομίζοντες ‌ταῦτα ‌εὑς ‌τὸν ‌ἀσφαλῆ ‌καὶ ‌ἀσύλητον ‌θησαυρόν. ‌βλέπετε ‌μὴ ‌ἂν ‌ἔχεσθε ‌ταῦτα ‌πέμπειν ‌μοι ‌διὰ ‌πλουσίων·; ‌δυσκόλως ‌γὰρ ‌οὗτοι ‌εὑσέρχονται ‌εὑς ‌τὴν ‌βασιλείαν ‌τοῦ ‌θεοῦ, ‌κατὰ ‌τὸ ‌γεγραμμένον·; ‌ἀλλὰ ‌ταῦτα ‌προπέμποντες ‌διὰ ‌πενήτων, ‌διὰ ‌χηρῶν ‌καὶ ‌ὀρφανῶν, ‌
[p. ‌155]διὰ ‌ξένων, ‌διὰ ‌τῶν ‌ἐν ‌φυλακῇ ‌καὶ ‌τῶν ‌ὁμοίων ‌αὐτῶν·; ‌οὗτοι ‌γὰρ ‌εὐκόλως ‌εὑσέρχονται ‌εὑς ‌τὸν ‌παράδεισον ‌καὶ ‌ἀποσώζουσι ‌τὰ ‌χρήματα ‌πρὸς ‌τοὺς ‌βασιλεῖς, ‌κἂν ‌ἁμαρτωλοὶ ‌τυγχάνουσι ‌κἂν ‌δίκαιοι. ‌oἱ ‌μὲν ‌ἁμαρτωλοὶ ‌ἀποφέρουσιν ‌αὐτὰ ‌ἐκ ‌τῶν ‌ἐκεῖσε ‌καὶ ‌παραδιδόασιν ‌αὐτὰ ‌τῷ ‌'Αβραὰμ ‌καὶ ‌ἀναχωροῦσι, ‌μὴ ‌ἀξιούμενοι ‌συνδιάγειν ‌μετ' ‌αὐτοῦ·; ‌ὁ ‌δὲ ‌'Αβραὰμ ‌καταγράφεται ‌αὐτά. ‌oἱ ‌δὲ ‌δίκαιοι ‌κομίζουσιν ‌αὐτὰ ‌ἕως ‌οὗ ‌ἀπέλθῃ ‌καὶ ‌ὁ ‌δοὺς ‌αὐτὰ ‌καὶ ‌ἀπολαμβάνῃ ‌αὐτὰ ‌μυριοπλασίονα ‌σὺν ‌τούτοις.>>

 παυσάμενος ‌δὲ ‌τῆς ‌διδαχῆς ‌καὶ ‌ἐπευξάμενος ‌καὶ ‌εὐλογήσας ‌αὐτούς, ‌ἐκέλευσε ‌τὸν ‌υἱὸν ‌αὐτοῦ ‌καθώσπερ ‌'Ιακώβ ‌ποτε ‌τὸν ‌'Ιωσήφ, ‌ἐνέγκαι ‌τοὺς ‌υἱοὺς ‌αὐτοῦ, ‌ὅπως ‌εὐλογήσῃ ‌αὐτούς·; ‌καὶ ‌ἤνεγκεν ‌αὐτούς. ‌ ‌καὶ ‌ἤνεγκε ‌τὸν ‌πρωτότοκον ‌αὐτοῦ ‌Βάρδα, ‌καὶ ‌εὐλόγησεν ‌αὐτὸν ‌ἐπὶ ‌τὸ ‌ἀναστῆσαι ‌κύριον ‌τὸν ‌θεὸν ‌σπέρμα ‌αὐτοῦ ‌εὑς ‌ἔτη ‌πολλά, ‌εὑς ‌διακράτησιν ‌τοῦ ‌γένους. ‌ὅπερ ‌καὶ ‌γέγονε·; ‌μόνος ‌γὰρ ‌αὐτὸς ‌συνοικήσας ‌γυναικί, ‌ἐγέννησεν ‌ἑπτὰ ‌τέκνα ‌καὶ ‌ἀπέθανε.

 καὶ ‌προσήνεγκε ‌τὸν ‌δεύτερον ‌Εὐστάθιον ‌καὶ ‌κρατήσας ‌αὐτοῦ ‌τῆς ‌δεξιᾶς ‌χειρὸς ‌εἶπεν ‌αὐτῷ·; ‌<<τέκνον, ‌ὀλίγον ‌ἐστὶν ‌ὁ ‌βίος ‌σου ‌ἐπὶ ‌τῆς ‌γῆς·; ‌ἐν ‌γὰρ ‌τῇ ‌νεότητί ‌σου ‌τελευτῇς·; ‌λοιπὸν ‌μὴ ‌φροντίσῃς ‌τοῦ ‌ἐπιγείου, ‌ἀλλὰ ‌πάντα ‌τὰ ‌ἀδελφικά ‌σου ‌διαδὸς ‌πτωχοῖς, ‌ἵνα ‌ἔξεις ‌
[lege: ‌ἕξεις] ‌θησαυρὸν ‌ἐν ‌οὐρανοῖς·; ‌οὐ ‌γὰρ ‌βιώσεις ‌πλείονα ‌τῶν ‌εἴκοσι ‌τεσσάρων ‌χρόνων ‌ἐν ‌τῷδε ‌τῷ ‌βίῳ·; ‌λοιπὸν ‌ἀγωνίζου ‌τὰ ‌τῆς ‌ψυχῆς ‌σου.>> ‌ ‌ὅπερ ‌καὶ ‌γέγονεν ‌ἐπ' ‌αὐτῷ ‌τῷ ‌παιδαρίῳ·; ‌γέγονεν ‌ἀμφοτεροδέξιον, ‌καὶ ‌ἐν ‌καλῇ ‌νεότητι ‌ἀναστραφέν, ‌ἅμα ‌τῷ ‌πληρῶσαι ‌αὐτὸν ‌τὸν ‌ὡρισμένον ‌ὅρον, ‌διέδωκεν ‌τὰ ‌χρήματα ‌αὐτοῦ ‌πάντα ‌τοῖς ‌πτωχοῖς, ‌τά ‌τε ‌προάστια ‌αὐτοῦ ‌ἐχαρίσατο ‌ἐν ‌τῷ ‌μοναστηρίῳ ‌τοῦ ‌ἁγίου ‌μεγαλομάρτυρος ‌Γεωργίου, ‌τὸ ‌ἐπιλεγόμενον ‌τὰ ‌Πραιποσίτου, ‌καὶ ‌μετανοήσας ‌τὸν ‌ἐνιαυτὸν ‌γνησίως ‌ἐξομολογούμενος ‌τὰ ‌τῆς ‌νεότητος ‌ἀνδράσιν ‌ἁγίοις, ‌τῷ ‌εὑκοστῷ ‌τετάρτῳ ‌ἔτει ‌παρέδωκεν ‌καὶ ‌αὐτὸς ‌πρὸς ‌κύριον ‌τὸ ‌πνεῦμα, ‌ταφεὶς ‌ἐν ‌τῷ ‌αὐτῷ ‌μοναστηρίῳ ‌τοῦ ‌ἁγίου ‌Γεωργίου.

 εἶτα ‌εὑσήνεγκαν ‌τὸν ‌τρίτον ‌Νικήταν ‌ὃν ‌καὶ ‌ἐδέξατο ‌ἐν ‌ταῖς ‌ἀγκάλαις ‌αὐτοῦ ‌ἐν ‌τῷ ‌βαπτίσματι, ‌καὶ ‌κρατήσας ‌αὐτὸν ‌τῇ ‌χειρί, ‌
[p. ‌157]μετέστησε ‌πρὸς ‌ὀλίγον ‌ἐπὶ ‌τὰ ‌προσκέφαλα ‌αὐτοῦ. ‌ἐκέλευσε ‌δὲ ‌προσαχθῆναι ‌τὸν ‌τέταρτον·; ‌εἶπεν ‌δὲ ‌καὶ ‌τούτῳ ‌τὰ ‌ὅμοια ‌τοῦ ‌δευτέρου, ‌αὐτοῦ ‌τε ‌τὸν ‌χρόνον ‌καὶ ‌αὐτοῦ ‌τὴν ‌διδαχήν. ‌ἐπληρώθη ‌δὲ ‌καὶ ‌εὑς ‌αὐτὸν ‌τὰ ‌ὅμοια·; ‌διδοὺς ‌τὰ ‌ὑπάρχοντα ‌αὐτοῦ ‌πτωχοῖς ‌καὶ ‌ἐν ‌τῷ ‌αὐτῷ ‌μοναστηρίῳ ‌τὰ ‌προάστια, ‌ἐξομολογησάμενος ‌καὶ ‌αὐτὸς ‌πρὸ ‌χρόνου ‌ἁγίῳ ‌γέροντι ‌καὶ ‌τυχὼν ‌ἀφέσεως, ‌ἐκοιμήθη ‌ἐν ‌εὑρήνῃ, ‌ταφεὶς ‌καὶ ‌αὐτὸς ‌ἐν ‌τῷ ‌αὐτῷ ‌μοναστηρίῳ ‌τοῦ ‌ἁγίου ‌Γεωργίου, ‌τοσαύτῃ ‌νεότητι, ‌κάλλει ‌καὶ ‌ἀνδρείᾳ ‌περικείμενοι, ‌ὅτι ‌καὶ ‌τοῖς ‌ξένοις ‌καὶ ‌μὴ ‌συγγενειάζουσιν ‌αὐτοὺς ‌θρῆνον ‌μέγαν ‌κόψασθαι ‌ἐπ' ‌αὐτοῖς ‌διὰ ‌τοῦ ‌τὰ ‌τοιαῦτα ‌ἄνθη ‌ἄφνω ‌μαρανθῆναι. ‌ ‌

 εἶτα ‌κρατήσας ‌τὸν ‌τρίτον ‌καὶ ‌πνευματικὸν ‌αὐτοῦ ‌υἱὸν ‌τὸν Νικήταν ‌καὶ ‌ἄρας ‌αὐτὸν ‌ἐπὶ ‌τῆς ‌κλίνης, ‌κατεφίλησεν ‌αὐτὸν ‌καὶ ‌ἔκλαυσαν ‌ἀμφότεροι, ‌ὅ ‌τε ‌γέρων ‌καὶ ‌τὸ ‌παιδίον·; ‌καὶ ‌ὑψώσας ‌αὐτὸ ‌ταῖς ‌ὑδίαις ‌χερσὶ ‌πρὸς ‌τὸ ‌ὕψος ‌τοῦ ‌οὐρανοῦ ‌εἶπεν·; ‌<<δέσποτα ‌κύριε, ‌εὑς ‌χεῖράς ‌σου ‌παρατίθημι ‌τὸ ‌παιδίον ‌τοῦτο, ‌ὃ ‌ἐγὼ ‌καὶ ‌ζῶν ‌ἐπεπόθησα ‌πολλά, ‌καὶ ‌ἀποθνῄσκων ‌ἀλγῶ ‌ἐπ' ‌αὐτῷ. ‌ἀλλὰ ‌δέομαί ‌σου, ‌δέσποτα, ‌χάρισαί ‌μοι ‌τὸ ‌παιδίον ‌τοῦτο, ‌ἵνα ‌παραμείνῃ ‌ἐν ‌τῷ ‌κόσμῳ ‌τούτῳ ‌καὶ ‌πλείονα ‌βιώσῃ ‌πάντων ‌τῶν ‌ἀδελφῶν ‌αὐτοῦ, ‌καὶ ‌τῶν ‌γονέων ‌αὐτοῦ, ‌τηρῶν ‌τὰς ‌ἐντολάς ‌σου ‌καὶ ‌τὰ ‌μαρτύριά ‌σου, ‌ἐπιτελῶν ‌τάς ‌τε ‌λειτουργίας ‌πάντων ‌ἡμῶν ‌τῶν ‌προκεκοιμημένων, ‌τὰς ‌μνείας ‌ἡμῶν ‌ποιούμενος. ‌καὶ ‌δὸς ‌αὐτῷ, ‌κύριε, ‌τὴν ‌χάριν ‌ταύτην ‌τῆς ‌ἐλεημοσύνης ‌ἧς ‌ἔλαβον ‌κἀγὼ ‌παρά ‌σου, ‌δέσποτα·; ‌καὶ ‌δὸς ‌αὐτῷ ‌καὶ ‌σοφίαν ‌καὶ ‌φρόνησιν, ‌πρῶτον ‌μὲν ‌εὑς ‌τὸ ‌φοβεῖσθαι ‌τὸ ‌ὄνομά ‌σου ‌καὶ ‌φυλάττειν ‌τὰς ‌ἐντολάς ‌σου·; ‌καὶ ‌λόγον ‌ἐνανοῖξαι ‌τοῦ ‌στόματος ‌αὐτοῦ, ‌ἵνα ‌ἱστορήσῃ ‌πάντα ‌τὰ ‌πραχθέντα ‌ἡμῖν ‌εὑς ‌μνημόσυνον ‌ταῖς ‌μελλούσαις ‌γενεαῖς. ‌ἀξίωσον ‌αὐτὸν ‌καὶ ‌τοῦ ‌ἁγίου ‌καὶ ‌ἀποστολικοῦ ‌σχήματος ‌γενέσθαι ‌καὶ ‌ἀχώριστόν ‌μου ‌αὐτόν ‌ποίησον, ‌κύριέ ‌μου ‌κύριε, ‌εὑς ‌τὸν ‌τόπον ‌ὅπου ‌ἔδειξάς ‌μοι ‌κατοικεῖν.>> ‌ ‌τοσοῦτον ‌γὰρ ‌ἐφίλει ‌αὐτὸν ‌ὥς ‌ποτε ‌ὁ ‌'Ιακὼβ ‌τὸν ‌'Ιωσήφ, ‌ὥστε ‌μὴ ‌κατέρχεσθαι ‌αὐτὸν ‌ἐκ ‌τοῦ ‌κόλπου ‌αὐτοῦ, ‌ὅτε ‌ὑπῆρχεν ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὐτοῦ, ‌καὶ ‌ὅπου ‌ἂν ‌ἐπορεύετο, ‌ἐβάσταζεν ‌αὐτὸν ‌ἔμπροσθεν ‌τοῦ ‌ἵππου ‌αὐτοῦ.

 εἶτα ‌παυσάμενος ‌τὰ ‌πρὸς ‌τὸν ‌θεόν, ‌ἤρξατο ‌παρακαλεῖν ‌τὴν ‌παναγίαν ‌θεοτόκον·; ‌<<δέσποινα ‌θεοτόκε, ‌εὑς ‌τὴν ‌σκέπην ‌σου ‌
[p. ‌159]ἀφίημι ‌τὸ ‌παιδίον ‌τοῦτο·; ‌σκέπασον ‌αὐτὸ ‌ἀπὸ ‌πάσης ‌ἐναντίας ‌δυνάμεως ‌καὶ ‌ἀπὸ ‌παντὸς ‌πειρασμοῦ ‌καὶ ‌κινδύνου.>> ‌ ‌παρεκάλει ‌δὲ ‌καὶ ‌τὸν ‌ἅγιον ‌Θεόδωρον ‌τὸν ‌μάρτυρα ‌λέγων·; ‌<<ἅγιέ ‌μου ‌Θεόδωρε ‌ὑπέρμαχος ‌γενοῦ ‌τοῦ ‌παιδίου ‌τούτου, ‌ὅτι ‌εὑς ‌τὴν ‌ἀεὶ ‌σέβαστον ‌μνήμην ‌σου ‌ἐγεννήθη·; ‌καὶ ‌διὰ ‌τοῦτο ‌καὶ ‌εὑς ‌τὸν ‌ἅγιόν ‌σου ‌ναὸν ‌αὐτὸ ‌ἐφωτίσαμεν ‌διὰ ‌τὸν ‌σὸν ‌πόθον·; ‌ἔνθα ‌καὶ ‌εὑς ‌τὰς ‌ἀγκάλας ‌μου ‌αὐτὸ ‌ἐδεξάμην ‌ἐκ ‌τοῦ ‌ἁγίου ‌σου ‌ναοῦ, ‌καὶ ‌πάλιν ‌εὑς ‌τὰς ‌ἀγκάλας ‌σου ‌αὐτὸ ‌παρατίθημι, ‌ἅμα ‌τοῦ ‌θεοῦ ‌καὶ ‌τῆς ‌παναγίας ‌θεοτόκου.>>

 εὑσήνεγκαν ‌δὲ ‌καὶ ‌τὰς ‌δύο ‌θυγατέρας ‌αὐτοῦ, ‌ὄνομα ‌τῇ ‌πρώτῃ ‌`Ελένη ‌καὶ ‌ὄνομα ‌τῇ ‌δευτέρᾳ ‌Εὐφημοῦ, ‌πρῶται ‌δὲ ‌αὗται ‌ὑπῆρχον. ‌ ‌λέγουσι ‌δὲ ‌πρὸς ‌τὸν ‌γέροντα·; ‌<<εὐλόγησον ‌καὶ ‌ἡμῖν, ‌πάτερ.>> ‌εἶπεν ‌δὲ ‌καὶ ‌πρὸς ‌αὐτάς·; ‌<<εὐλογημέναι ‌ὑμεῖς ‌τῷ ‌κυρίῳ·; ‌ἔσεσθε ‌γὰρ ‌παρθενεύουσαι ‌μένουσαι ‌ἀμίανται ‌καὶ ‌ἀσκανδάλισται ‌συνόμιλαι ‌τῆς ‌ἁγίας ‌θεοτόκου ‌καὶ ‌ὑμεῖς ‌ἐν ‌ὀλίγῳ ‌χρόνῳ ‌ἀγωνισάμεναι, ‌κληρονομήσητε ‌τὴν ‌βασιλείαν ‌τῶν ‌οὐρανῶν.>> ‌ὃ ‌καὶ ‌γέγονεν·; ‌ἀποταξάμεναι ‌γὰρ ‌ἐν ‌τῷ ‌μοναστηρίῳ ‌τῆς ‌παναγίας ‌θεοτόκου, ‌τὸ ‌ἐπιλεγόμενον ‌ἐν ‌τῇ ‌Πέμπτου ‌πόρτᾳ, ‌ἀγωνισάμεναι ‌βίον ‌σεμνὸν ‌νηστείαις ‌τε ‌καὶ ‌ἀγρυπνίαις ‌καὶ ‌πάσῃ ‌ἀσκήσει ‌κεκοσμημέναι ‌δώδεκα ‌ἔτη ‌χρόνου ‌ἐν ‌ἑνὶ ‌καιρῷ ‌ἐκοιμήθησαν ‌αἱ ‌δύο, ‌ἀρχῆς ‌ἀγαθῆς ‌ὁδοῦ ‌γενόμεναι ‌ταῖς ‌ἐκεῖσε ‌παρθένοις, ‌κατηξιώθησαν ‌τῷ ‌ἐπουρανίῳ ‌νυμφῶνι.

 ὁμοίως ‌δὲ ‌καθ' ‌ἕνα ‌ἕκαστον ‌τοὺς ‌λοιποὺς ‌ἔγγονας ‌εὐλόγησεν, ‌καθ' ‌ὃ ‌ἂν ‌ὁ ‌θεὸς ‌ἐχορήγησεν ‌ἐν ‌τῷ ‌στόματι ‌αὐτοῦ. ‌καὶ ‌ἐπευξάμενος ‌τήν ‌τε ‌σύμβιον ‌αὐτοῦ ‌καὶ ‌τὸν ‌υἱὸν ‌καὶ ‌τὰς ‌θυγατέρας ‌αὐτοῦ, ‌τοῦτον ‌δὲ ‌αὐτοὺς ‌εὐλογοῦντα, ‌ἔλαμψεν ‌ἄφνω ‌τὸ ‌πρόσωπον ‌αὐτοῦ ‌ὡς ‌ὁ ‌ἥλιος ‌καὶ ‌ἤρξατο ‌ὑπομειδιᾶν ‌καὶ ‌ψάλλειν·; ‌
"ἔλεον ‌καὶ ‌κρίσιν ‌ἄσομαί ‌σοι, ‌κύριε," ‌καὶ ‌τὰ ‌ἑξῆς. ‌καὶ ‌πληρώσαντος ‌αὐτοῦ ‌τὸ ‌ψαλμόν, ‌ἐγένετο ‌ἐν ‌τῷ ‌οἴκῳ ‌εὐωδία ‌πολλὴ ‌ὥστε ‌νομίζειν ‌ἡμᾶς ‌πλήρη ‌ἀλειπτῶν ‌καὶ ‌ἀρωμάτων ‌πληρωθῆναι ‌τὸν ‌οἶκον·; ‌καὶ ‌εἶθ' ‌οὕτως ‌ἤρξατο ‌τὸ ‌ἅγιον ‌σύμβολον·; ‌τελειώσας ‌δὲ ‌καὶ ‌τοῦτο, ‌ἤρξατο ‌τὸ ‌"πάτερ ‌ἡμῶν", ‌καὶ ‌ὅτε ‌ἤρξατο ‌τὸν λόγον ‌τοῦτον·; ‌"γενηθήτω ‌τὸ ‌θέλημά ‌σου", ‌παρέδωκε ‌τὸ ‌πνεῦμα ‌τῷ ‌κυρίῳ, ‌[πρεσβύτης ‌καὶ ‌πλήρης ‌ἡμερῶν, ‌ἐτῶν ‌γενόμενος ‌ἐνενήκοντα, ‌μήτε ‌τοὺς ‌ὀδόντας ‌μήτε ‌τὰς ‌ὁράσεις ‌μήτε ‌τὰ ‌οὖτα ‌βλαβείς, ‌ἀλλ' ‌εὔχρους ‌καὶ ‌ὡραῖος ‌καὶ ‌ἀνθηρὸς ‌τῇ ‌ὄψει, ‌ὡς ‌μῆλον ‌ἢ ‌`ρόδον ‌τῇ ‌ὁράσει ‌δεικνύμενος.]

[p. ‌161]

‌ ‌ ‌ ‌ἤκουσε ‌δὲ ‌ὁ ‌βασιλεὺς ‌καὶ ‌ἡ ‌τούτου ‌μήτηρ ‌βασίλισσα ‌καὶ ‌ἡ ‌αὐτοῦ ‌ἐγγόνη ‌αὐγούστα ‌ὅτι ‌ἀνεπαύσατο ‌ὁ ‌τούτων ‌πάππος ‌καὶ ‌παραγενόμενοι ‌ἅμα ‌τῆς ‌συγκλήτου ‌πάσης, ‌ἐθρήνησαν ‌αὐτὸν ‌θρῆνον ‌μέγαν, ‌καὶ ‌κηδεύσαντες ‌τὸ ‌τίμιον ‌αὐτοῦ ‌λείψανον ‌μετὰ ‌πολλῆς ‌δορυφορίας, ‌διαδόντες ‌καὶ ‌χρήματα ‌πάνυ ‌πολλὰ ‌τοῖς ‌δεομένοις. ‌ ‌

 ἔτι ‌δὲ ‌αὐτοῦ ‌ἀπερχομένου ‌ἐν ‌τῷ ‌μνημείῳ, ‌ἠκολούθει ‌αὐτῷ ‌πᾶν ‌τὸ ‌πλῆθος ‌τῶν ‌πενήτων ‌κλαίοντες ‌μετὰ ‌βρυγμοῦ ‌μεγάλου, ‌ἐγκωμιάζοντες ‌τῷ ‌θεῷ ‌μετὰ ‌κραυγῆς ‌ἔλεγον·; ‌<<
oἴμοι, ‌κύριε, ‌διὰ ‌τί ‌ὑστέρησας ‌τὸν ‌τροφέα ‌ὃν ‌δέδωκας ‌ἡμῖν ‌ἐν ‌ὀλίγῳ ‌χρόνῳ; ‌τίς ‌ἐστι ‌τοῦ ‌λοιποῦ ‌ἐμπλῆσαι ‌τὰς ‌ἡμῶν ‌γαστέρας ‌καθάπερ ‌οὗτος; ‌τίς ‌ἐνδύσει ‌τὰ ‌γυμνὰ ‌σώματα ‌ἡμῶν; ‌τίς ‌τοῖς ‌χρεωφειλέταις ‌ἡμῶν ‌ἀντὶ ‌ἡμῖν ‌ἀποδώσει ‌τὰ ‌χρέα ‌ἡμῶν; ‌ὅτι ‌τοῦτο ‌ἐποίησας, ‌κρεῖττον ‌ἦν ‌ἵνα ‌ἡμᾶς ‌πάντας ‌ἐθανάτωσας ‌ἢ ‌τοῦτον ‌τὸν ‌ἄνδρα ‌ὑστέρησας ‌ἡμῖν.>> ‌ ‌ἔτι ‌αὐτῶν ‌θρηνούντων, ‌εἷς ‌τις ‌τῶν ‌πενήτων ‌ὄνομα ‌Καῦκος, ‌ἔχων ‌πνεῦμα ‌ἀκάθαρτον ‌ἀπὸ ‌γεννήσεως ‌αὐτοῦ ‌- ‌καὶ ‌πολλάκις ‌καὶ ‌εὑς ‌πῦρ ‌αὐτὸν ‌ἔβαλε ‌καὶ ‌εὑς ‌ποταμόν, ‌πολλάκις ‌δὲ ‌καὶ ‌ἀπεδήμει ‌ἐξ ‌αὐτοῦ ‌ἐπὶ ‌ἡμέρας ‌ἱκανάς, ‌ἐσύχναζε ‌δὲ ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌γέροντι, ‌ἔτι ‌αὐτοῦ ‌ζῶντος, ‌καὶ ‌πολλὰς ‌ἀρετὰς ‌παρ' ‌αὐτοῦ ‌ἐκομίσατο, ‌ἠγάπα ‌γὰρ ‌αὐτὸν ‌πάνυ ‌-, ‌ἀκολουθοῦντος ‌δὲ ‌αὐτοῦ ‌ἐν ‌τῷ ‌ἐξοδίῳ ‌δαιμονιζομένου, ‌τῶν ‌συγγενῶν ‌αὐτοῦ ‌παρακρατούντων ‌αὐτὸν ‌διὰ ‌τὸ ‌λαβεῖν ‌αὐτὸν ‌`ρόγαν, ‌κλαίων ‌ἅμα ‌καὶ ‌ὑλάττων, ‌ἀναπηδήσας ‌ἄφνω ‌κατέσχε ‌τὴν ‌κλίνην ‌καὶ ‌ἅμα ‌τοῦ ‌κρατῆσαι ‌αὐτήν, ‌παραχρῆμα ‌ἐξῆλθε ‌τὸ ‌ἀκάθαρτον ‌πνεῦμα ‌ἐξ ‌αὐτοῦ ‌καὶ ‌γέγονεν ‌ὑγιὴς ‌τῇ ‌τοῦ ‌θεοῦ ‌χάριτι·; ‌καὶ ‌κρατήσας ‌τὸν ‌πόδα ‌τῆς ‌κλίνης, ‌ἐβάσταζε ‌τὸν ‌αὐτὸν ‌γέροντα ‌ἕως ‌τοῦ ‌μνημείου. ‌καὶ ‌θεασάμενοι ‌πάντες ‌τὸ ‌γεγονός, ‌ἐδόξασαν ‌τὸν ‌θεόν. ‌φθασάντων ‌δὲ ‌ἐν ‌τῷ ‌τάφῳ ‌ψαλμῳδίαις ‌τε ‌καὶ ‌ὕμνοις ‌τιμήσαντες, ‌κατέθεντο ‌τὸ ‌ἅγιον ‌αὐτοῦ ‌σῶμα ‌ἐν ‌τῷ ‌λάρνακι ‌[ὃν ‌ὠνήσατο ‌ἐν ‌τῇ ‌μονῇ ‌τῆς ‌Κρίσεως, ‌μηνὶ ‌δεκεμβρίῳ ‌δευτέρᾳ].

 ὁ ‌δὲ ‌τούτου ‌ἔγγων ‌καὶ ‌πνευματικὸς ‌υἱὸς ‌Νικήτας, ‌ὁ ‌λαβὼν ‌τὰς ‌πολλὰς ‌εὐλογίας ‌παρὰ ‌τοῦ ‌πάππου ‌αὐτοῦ, ‌μικρὸς ‌τῇ ‌ἡλικίᾳ ‌ὑπάρχων, ‌ὡς ‌ἐτῶν ‌ἑπτά, ‌εὑς ‌τὴν ‌τρίτην ‌ἡμέραν ‌καθεύδων ‌ἐπὶ ‌τῆς ‌κλίνης ‌αὐτοῦ, ‌ἐγένετο ‌ἐν ‌ἐκστάσει ‌καὶ ‌ἡρπάγη ‌εὑς ‌τὸν ‌ἐκεῖθεν ‌κόσμον ‌καὶ ‌εἶδε ‌τάς ‌τε ‌κολάσεις ‌καὶ ‌τὸν ‌ποταμὸν ‌τὸν ‌πύρινον ‌βαθὺν ‌πάνυ ‌
[p. ‌163]κοχλάζοντα, ‌ὥστε ‌μὴ ‌ὑπομένειν ‌τὸν ‌βρυγμὸν ‌αὐτοῦ ‌ἀνθρωπίνη ‌φύσις, ‌καὶ ‌πέραθεν ‌τοῦ ‌ποταμοῦ, ‌παράδεισον ‌τερπνὸν ‌καὶ ‌δένδρα ‌παντοδοπὰ ‌καὶ ‌ὡραῖα ‌παμμεγέθη ‌πολλά, ‌οἷά ‌ποτε ‌φύσις ‌ἀνθρώπου ‌οὐκ ‌οἶδεν ‌κατὰ ‌τὸ ‌γεγραμμένον·; ‌ἃ ‌ὀφθαλμὸς ‌οὐκ ‌εἶδεν, ‌καὶ ‌οὖς ‌οὐκ ‌ἤκουσεν, ‌καὶ ‌ἐπὶ ‌καρδίαν ‌ἀνθρώπου ‌οὐκ ‌ἀνέβη, ‌ἃ ‌ἠτοίμασεν ‌ὁ ‌θεὸς ‌τοῖς ‌ἀγαπῶσιν ‌αὐτόν. ‌εἶδεν ‌δὲ ‌ὡς ‌φύσις ‌ἀνθρώπου ‌ὑδεῖν ‌ἠδύνατο, ‌εἶδεν ‌γὰρ ‌`ροὰς ‌ἐγκάρπους ‌καὶ ‌μεγάλους ‌καὶ ‌ὁ ‌καρπὸς ‌αὐτῶν ‌πολὺς ‌καὶ ‌μέγας, ‌ὅμοια ‌σκυφιδίων ‌χωρούντων ‌οἴνου ‌διακοσίας ‌λίτρας ‌ὁμοίως ‌δὲ ‌καὶ ‌ἀμπέλους ‌ἀναδενδράδας ‌πάνυ ‌εὐκοσμίους ‌ἔχοντας ‌τοὺς ‌βότρυας ‌αὐτῶν ‌παμμεγεθεῖς ‌ὡς ‌ἡλικία ‌ἀνδρὸς ‌μεγάλου. ‌ὁμοίως ‌δὲ ‌καὶ ‌φοίνικας ‌παμμεγέθεις, ‌καὶ ‌καρύας, ‌καὶ ‌ὁ ‌καρπὸς ‌τῶν ‌καρύων ‌ὅμοιος ‌πίθου, ‌ἀνὰ ‌μετρῶν ‌δώδεκα ‌χωρούντων·; ‌καὶ ‌πᾶν ‌εἶδος ‌καρποῦ ‌ὡρίμου ‌ἐκεῖ ‌ἐθεάσατο.
 καὶ ‌ἵσταντο ‌ἄνδρες ‌καὶ ‌γυναῖκες ‌καὶ ‌παιδία, ‌πάντες ‌λευχημονοῦντες ‌καὶ ‌ἤσθιον ‌ἐκ ‌τοῦ ‌καρποῦ ‌καὶ ‌εὐφραίνοντο. ‌ἐθεάσατο ‌δὲ ‌καὶ ‌τὸν ‌πάππον ‌αὐτοῦ ‌ἐν ‌μέσῳ ‌τῶν ‌φυτῶν ‌καὶ ‌καθεζόμενον ‌ἐπὶ ‌θρόνου ‌χρυσοῦ ‌πεποικιλμένου ‌διὰ ‌λίθου ‌τιμίου ‌καὶ ‌σμαράγδου, ‌ἐνδεδυμένον ‌καὶ ‌αὐτὸν ‌στολὴν ‌λευκήν·; ‌καὶ ‌νήπια ‌πολλὰ ‌νεόφωτα ‌ἑστῶτα ‌κύκλῳ ‌αὐτοῦ ‌κρατοῦντες ‌λαμπάδας·; ‌καὶ ‌ἓν ‌νήπιον ‌νεόφωτον, ‌ἀδελφὴ ‌τοῦ ‌τεθεαμένου ‌τὸ ‌ὄναρ, ‌ὃ ‌πρὸ ‌μικροῦ ‌χρόνου ‌ἐκοιμήθη, ‌ἐκαθέζετο ‌ἐν ‌τοῖς ‌κόλποις ‌του ‌γέροντος, ‌κρατῶν ‌καὶ ‌αὐτὸ ‌λαμπάδα. ‌παρίστατο ‌δὲ ‌αὐτῷ ‌καὶ ‌ἕτερον ‌τάγμα ‌μέγα ‌τῶν ‌πενήτων, ‌λευχημονούντων·; ‌ἕκαστος ‌ἀγαθὰ ‌πολλὰ ‌ἀπήλαυον ‌καὶ ‌ὠθοῦντες ‌ἀλλήλους ‌ἠγωνιῶντο ‌τίς ‌πρῶτος ‌πλησιάσει ‌τὸν ‌θρόνον ‌τοῦ ‌ἐλεήμονος. ‌εἶδεν ‌δὲ ‌καὶ ‌ἄνδρα ‌ἑστῶτα ‌λαμπρὸν ‌τῇ ‌ὑδέᾳ·; ‌ὅλως ‌γὰρ ‌ὡς ‌πῦρ ‌ὑπῆρχεν, ‌κατέχων ‌`ράβδον ‌χρυσῆν ‌ἐν ‌τῇ ‌χειρὶ ‌αὐτοῦ. ‌ἠρώτησε ‌δὲ ‌τὸ ‌παιδίον ‌τὸ ‌τεθεαμένον ‌τὸ ‌ὄναρ·; ‌<<κύριε, ‌τίς ‌ἐστιν ‌ὁ ‌γέρων ‌ἐκεῖνος ‌ὁ ‌καθεζόμενος ‌ἐν ‌τῷ ‌θρόνῳ ‌τῷ ‌χρυσῷ; ‌ἤθελον ‌κἀγὼ ‌ἀπελθεῖν ‌ἐκεῖ.>> ‌ἀποκριθεὶς ‌δὲ ‌εἶπεν·; ‌<<ὁ ‌'Αβραάμ ‌ἐστιν.>> ‌εἶπεν ‌δὲ ‌τὸ ‌παιδίον·; ‌<<οὐχί, ‌κύριε, ‌ἀλλ' ‌ὁ ‌πάππος ‌μού ‌ἐστιν.>> ‌ἀποκριθεὶς ‌δὲ ‌ὁ ‌νεανίσκος ‌εἶπεν·; ‌<<ὁ ‌πάππος ‌σού ‌ἐστιν, ‌ἀλλὰ ‌'Αβραὰμ ‌γέγονεν ‌ἀρτίως.>>

 ἤρξατο ‌δὲ ‌ὁ ‌πρέσβυς ‌κράζειν ‌τὸ ‌παιδίον·; ‌<<τέκνον ‌μου, ‌ἐλθὲ ‌καὶ ‌σὺ ‌ἐνταῦθα ‌καὶ ‌ἀπόλαυε ‌τῶν ‌ἀγαθῶν ‌τούτων.>> ‌ ‌ἀποκριθεὶς ‌δὲ ‌
[p. ‌165]τὸ ‌παιδίον ‌εἶπεν·; ‌<<πάτερ, ‌οὐ ‌δύναμαι, ‌ὅτι ‌στενή ‌ἐστιν ‌ἡ ‌γέφυρα ‌ὡς ‌τρίχα ‌ὑπάρχουσα ‌καὶ ‌ποταμὸς ‌βαθὺς ‌καὶ ‌πύρινος·; ‌ὁρῶ ‌δὲ ‌καὶ ‌ἐν ‌αὐτῷ ‌πλῆθος ‌γυμνῶν ‌ἀνθρώπων ‌κολαζομένων, ‌βρύχοντας ‌τοὺς ‌ὀδόντας ‌καὶ ‌πτοοῦμαι ‌μὴ ‌ἐμπέσω ‌κἀγὼ ‌καὶ ‌κολάζομαι ‌σὺν ‌αὐτοῖς.>> ‌ἔφη ‌δὲ ‌πρὸς ‌τὸ ‌παιδίον·; ‌<<ἐλθὲ ‌μόνον, ‌μὴ ‌πτοοῦ, ‌ἡμεῖς ‌γὰρ ‌πάντες ‌αὐτοῦ ‌ἐπεράσαμεν·; ‌δοκίμασον ‌μόνον ‌κἀγώ ‌σοι ‌βοηθῶ.>> ‌καὶ ‌ἐκτείνας ‌ὁ ‌γέρων ‌τὴν ‌χεῖρα, ‌προσεκαλεῖτο ‌τὸ ‌παιδίον·; ‌ὁ ‌δὲ ‌ἀποτολμήσας ‌εὑσῆλθεν ‌ἐπάνω ‌τῆς ‌τριχὸς ‌καὶ ‌ἤρξατο ‌τοῦ ‌περνᾶν, ‌σκελιζόμενος ‌καὶ ‌πτοούμενος, ‌τοῦ ‌γέροντος ‌αὐτὸν ‌προσβοηθοῦντος, ‌ἐπέρασεν ‌ἐκεῖθεν.

 καὶ ‌ἅμα ‌τοῦ ‌περᾶσαι ‌αὐτόν, ‌ἐγένετο ‌ἔξυπνος·; ‌ἐσάλευσεν ‌γὰρ ‌αὐτὸν ‌ἡ ‌μήτηρ ‌αὐτοῦ, ‌ἀκούσασα ‌τὰς ‌φωνὰς ‌αὐτοῦ ‌φανερῶς ‌καὶ ‌τοὺς ‌στεναγμοὺς ‌διὰ ‌τὸν ‌φόβον ‌τοῦ ‌πυρός. ‌εἶπεν ‌δὲ ‌πρὸς ‌αὐτόν·; ‌<<τί ‌σοί ‌ἐστι, ‌τέκνον ‌μου, ‌ἵνα ‌τί ‌κλαίεις ‌καὶ ‌στενάζεις;>> ‌ὁ ‌δὲ ‌ἀφηγήσατο ‌τὴν ‌ὀπτασίαν ‌καὶ ‌λέγων·; ‌<<ἵνα ‌τί ‌με ‌ἐξύπνισας; ‌ἤθελον ‌γὰρ ‌συνεῖναι ‌μετὰ ‌τοῦ ‌τατά ‌μου ‌καὶ ‌πάππου ‌μου·; ‌οὐ ‌δύναμαι ‌γὰρ ‌ὑποομεῖναι ‌τὸ ‌γλυκὺν ‌φῶς ‌καὶ ‌τὰς ‌μαρμαρυγὰς ‌ἃς ‌ἑώρακα ‌ἐκεῖ, ‌λογιζόμενος ‌ὅτι ‌ὧδε ‌ἐν ‌τῇ ‌σκοτίᾳ ‌διάγομεν.>>

 ταῦτα ‌ἐγὼ ‌θεασάμενος ‌Νικήτας ‌ὁ ‌ἔγγονος ‌καὶ ‌υἱὸς ‌πνευματικὸς ‌τοῦ ‌ἁγίου ‌μου ‌πάππου, ‌ἔτη ‌δέκα ‌διατρίψας ‌ἐν ‌τῷ ‌οἴκῳ ‌μου, ‌τὰς ‌ἐντολὰς ‌τοῦ ‌πάππου ‌μου ‌κατὰ ‌νοῦν ‌ἔχων ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌μου ‌καὶ ‌κατὰ ‌δύναμιν ‌ἐργαζόμενος, ‌χρόνων ‌ὢν ‌ὀκτὼ ‌καὶ ‌δέκα ‌γενόμενος, ‌ἀπέδρασα ‌ἐκ ‌τοῦ ‌οἴκου ‌μου, ‌καὶ ‌ἐγενόμην ‌μοναχός. ‌μετὰ ‌δὲ ‌εἴκοσι ‌χρόνους ‌τῆς ‌ἐμῆς ‌ἀποταγῆς, ‌ἀκριβῶς ‌ἐρευνήσας ‌τὰς ‌ἀρετὰς ‌τοῦ ‌πάππου ‌μου ‌καὶ ‌τὴν ‌καλὴν ‌ἀναστροφὴν ‌αὐτοῦ, ‌ἃ ‌μὲν ‌αὐτόπτης ‌ἐγενόμην, ‌ἃ ‌δὲ ‌ἤκουσα ‌παρὰ ‌τῶν ‌ἐμῶν ‌γονέων ‌μεθ' ‌ὅρκων ‌διηγουμένων, ‌ἃ ‌δὲ ‌παρὰ ‌τῶν ‌πενήτων ‌πληροφορηθεὶς ‌συνεγραψάμην ‌τὸν ‌βίον ‌αὐτοῦ ‌ἔτους ‌'ςτλ ‌ἐν ‌ἐξορίᾳ ‌ὤν ‌ἐν ‌Πελοποννήσῳ, ‌ἐν ‌Καριουπόλει.

 γένοιτο ‌δὲ ‌πάντας ‌ἡμᾶς ‌καταξιωθῆναι ‌τῶν ‌ἀρετῶν ‌αὐτοῦ ‌καὶ ‌συνδοξασθῆναι ‌αὐτῷ.

 ἡ ‌δὲ ‌θεοσεβὴς ‌σύμβιος ‌αὐτοῦ ‌λαβοῦσα ‌χρήματα ‌ἱκανὰ ‌ὑπέστρεψεν ‌εὑς ‌τὴν ‌ὑδίαν ‌πατρίδα, ‌κἀκεῖσε ‌πάντας ‌τοὺς ‌ἁγίους ‌ναοὺς ‌τοὺς ‌πάλαι ‌πεπτωκότας ‌ὑπὸ ‌τῶν ‌Περσῶν ‌ἀνοικοδομήσασα, ‌καὶ ‌ἱερὰ ‌πολύτιμα ‌χαρισαμένη ‌αὐτοῖς, ‌καταστήσασα ‌μοναστήρια ‌καὶ ‌πτωχεῖα,
[p. ‌167]ὑπέστρεψεν ‌πάλιν ‌ἐν ‌Κωνσταντινουπόλει ‌καὶ ‌καλῶς ‌τὸ<ν> ‌βίον ‌αὐτῆς ‌τελέσασα, ‌ἐκοιμήθη ‌καὶ ‌αὐτὴ ‌ἐν ‌εὑρήνῃ, ‌ταφεῖσα ‌μετὰ ‌τοῦ ‌ἀνδρὸς ‌αὐτῆς.

 εὑς ‌δόξαν ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ ‌ᾧ ‌ἡ ‌δόξα ‌καὶ ‌τὸ ‌κράτος ‌σὺν ‌τῷ ‌πατρὶ ‌καὶ ‌τῷ ‌υἱῷ ‌καὶ ‌τῷ ‌παναγίῳ ‌καὶ ‌ζωοποίῳ ‌πνεύματι, ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν. ‌ ‌ ‌ ‌ ‌
  ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌  ‌ ‌ ‌
*************************************************************