Saint: IOANNIKIOS (V.SABA))
Edition: ‌AAS ‌2.1:332-383

[332C]

βίος ‌καὶ ‌πολιτεία ‌<καὶ ‌θαύματα> ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌<καὶ ‌θαυματουργοῦ> ‌'Ιωαννικίου ‌συγγραφεὶς ‌παρὰ ‌Σάβα ‌μοναχοῦ

1. ‌ ‌ ‌τὰ ‌ψυχωφελῆ ‌καὶ ‌θεάρεστα ‌τῶν ‌ἁγίων ‌πατέρων ‌ἀνδραγαθήματα ‌τοὺς ‌εὑδότας ‌λόγῳ ‌καὶ ‌γραφῇ ‌ἄξιόν ‌ἐστιν ‌ἐνσημαίνειν ‌μετὰ ‌τὸ ‌ζηλοῦν ‌τοῖς ‌ἀγνοοῦσιν, ‌ὅπως ‌μὴ ‌τῶν ‌συνεχόντων ‌σῖτον, ‌ἢ ‌πηγὴν ‌φραττόντων, ‌ἢ ‌θησαυρὸν ‌κατορυττόντων ‌ὑποδίκους ‌ἑαυτοὺς ‌τοῦ ‌κρίματος ‌ὑποδείξωσιν, ‌ἑαυτοῖς ‌δὲ ‌μᾶλλον ‌τοῦ ‌ζήλου ‌τῆς ‌τῶν ‌πολλῶν ‌ὠφελείας ‌τὰ ‌τοιάδε ‌λέγοντες ‌τὸν ‌μισθὸν ‌προξενίσωσιν. ‌εὑ ‌γὰρ ‌σίτου ‌καὶ ‌πηγῆς ‌καὶ ‌χρυσοῦ ‌φειδωλία, ‌τῶν ‌σαρκὸς ‌μεταληπτῶν ‌
[p. ‌333A]λέγω, ‌πονηροὺς ‌τοὺς ‌συνέχοντας ‌δείκνυσι ‌κολάσεώς ‌τε ἀξίους ‌αὑωνίου ‌καὶ ‌καταδίκης, ‌πόσων ‌καὶ ‌ὁποίων ‌χειρόνων ‌ἀξιωθήσεται ‌ὁ ‌τὰ ‌πρὸς ‌ψυχικὴν ‌ἐφησυχάζων ‌ὠφέλειαν ‌καὶ ‌λήθῃ ‌παραδοὺς ‌τῶν ‌τοιούτων ‌τὴν ‌μνήμην ‌ἢ ‌βασκήνας ‌ἢ ‌ἀμελήσας. ‌τοῦτον ‌ἔγωγε ‌ὑποπτήξας ‌τὸν ‌φόβον, ‌καὶ ‌ὑπὸ ‌τῆς ‌τοῦ ‌πατρὸς ‌'Ιωσὴφ ‌ἀγάπης ‌πολλάκις ‌εὑς ‌τοῦτο ‌προτετραμμένος, ‌ὁ ‌ἄλογος, ‌μόλις ‌ὡρμήθην ‌εἶξαι ‌τῇ ‌παραινέσει, ‌μειζόνων ‌ὑμῖν ‌ὁ ‌εὐτελὴς ‌ἐνάρξασθαι ‌τὴν ‌διήγησιν, ‌καὶ ‌πνευματικῶν ‌ἀγωνισμάτων ‌ὁσίου ‌πατρὸς ‌καὶ ‌ἀνδρὸς ‌'Ιωαννικίου ‌ποιήσασθαι ‌τὴν ‌ἀνάρρησιν. ‌

2. ‌ ‌ ‌ ‌[B] ‌ὃς ‌χώρας ‌μὲν ‌ἔφυ ‌Βιθυνῶν ‌ἐπαρχίας, ‌κώμης ‌δὲ ‌τῶν ‌Μαρυκάτου, ‌πρὸς ‌τῷ ‌βορείῳ ‌μέρει ‌τῆς ‌'Απολλωνιάδος ‌λίμνης ‌παρακειμένης. ‌ὁ ‌τούτου ‌δὲ ‌πατὴρ ‌ἐκέκλητο ‌Μυριτζικὸς ‌καὶ ‌ἡ ‌μητὴρ ‌'Αναστασώ, ‌ὡς ‌οἶμαι, ‌οὐκ ‌ἀπεικότως. ‌ἔμελλον ‌γάρ, ‌ὡς ‌ἐν ‌ἀσεβείας ‌ἀκάνθῃ ‌καὶ ‌ὀσμῇ ‌θανατοποιῷ ‌αὐτοὶ ‌ἐκεῖνοι ‌συζῶντες ‌καὶ ‌συστρεφόμενοι, ‌`ρόδον ‌εὐθαλὲς ‌καὶ ‌μυρίπνοον ‌ἀναβλαστάνειν ‌τὸν ‌δίκαιον ‌ἐκ ‌ζωῆς ‌εὑς ‌ζωήν, ‌τῇ ‌τῆς ‌εὐσεβείας ‌ὀσμῇ, ‌ἀποστολικῶς ‌εὑπεῖν, ‌τοὺς ‌θέλοντας ‌προσκαλούμενον ‌καὶ ‌ἐκ ‌πτώσεως ‌ἁμαρτιῶν ‌εὑς ‌ἀνάστασιν ‌τῆς ‌ἐπιγνώσεως ‌τοῦ ‌Κυρίου ‌'Ιησοῦ ‌ἐφελκόμενον. ‌γεννῶσι ‌δὲ ‌τοῦτον ‌τὸν ‌περιφανῆ ‌καὶ ‌μεγαλαμπτῆρα ‌[lege: ‌μέγαν ‌λαμπτῆρα] ‌τῆς ‌Χριστοῦ ‌ἐκκλησίας ‌'Ιωαννίκιον ‌τῷ ‌τεσσαρεσκαιδεκάτῳ ‌ἔτει ‌τῆς ‌τοῦ ‌'Ισαύρου ‌Λέοντος ‌[C] ‌παιδός, ‌Νεστοριανοῦ ‌Κωνσταντίνου, ‌δυσσεβοῦς ‌τυραννίδος. ‌τοῖς ‌αὑσθητοῖς ‌αὐτὸν ‌τρέφοντες ‌μόνον ‌καθ' ‌ἡλικίαν ‌σωματικῶς ‌ἀναγόμενον, ‌ ‌καὶ ‌οὐ ‌τοῖς ‌θείοις ‌λόγοις ‌καὶ ‌γράμμασιν ‌τὴν ‌ψυχὴν ‌αὐτοῦ ‌πρὸς ‌πᾶν ‌ὁτιοῦν ‌ἐνάρετον ‌καὶ ‌ἔνθεον ‌ἐκπαιδεύοντες, ‌ἀλλ' ‌αὐτός, ‌ὡς ‌διδακτὸς ‌θεοῦ ‌καὶ ‌πνεύματι ‌θείῳ ‌τὴν ‌καρδίαν ‌ἐγγεγραμμένος, ‌πρὸς ‌τῷ ‌ἁπλῷ ‌τοῦ ‌ἤθους ‌συνακμάζουσαν ‌εἶχε ‌τῇ ‌ἡλικίᾳ ‌τὴν ‌τελειοποιὸν ‌πίστιν ‌καὶ ‌ἀρχὴν ‌καὶ ‌`ρίζαν ‌τῶν ‌ἀγαθῶν, ‌καὶ ‌τοῦτο ‌σαφῶς ‌ἐκ ‌μέρους ‌τοῖς ‌μὴ ‌εὑδόσι ‌προσδείξομεν.

‌ ‌ ‌ ‌ ‌ἐν ‌τῇ ‌πρώτῃ ‌γὰρ ‌ὤν ‌ἡλικίᾳ, ‌ἤγουν ‌ἑπταετίᾳ, ‌ὁ ‌ὅσιος ‌τοῦ ‌βόσκειν ‌χοίρους ‌παρὰ ‌τῶν ‌γεννητόρων ‌προτρέπεται. ‌ὃς ‌ἑκάστοτε ‌αὐτοὺς ‌ἐξελαύνων ‌συνήθως ‌ἐπὶ ‌νομὴν ‌καὶ ‌τόπον ‌τὸν ‌πρέποντα, ‌τῷ ‌ζωοποιῷ ‌τοῦ ‌σταυροῦ ‌ἐκείνους ‌σημειούμενος ‌τύπῳ, ‌καταλιμπάνων ‌ὑπεχώρει ‌ὅπου ‌ἐβούλετο ‌δι' ‌ὅλης ‌τῆς ‌ἡμέρας ‌περιερχόμενος ‌καὶ ‌διέμενος. ‌καὶ ‌διέμενον ‌αὐτοὶ ‌νεμόμενοι ‌ἀδιάσπαστοι, ‌ἀβλαβεῖς ‌τε ‌ ‌καὶ ‌ἄσυλοι ‌ἀπό ‌τε ‌κλεπτῶν ‌καὶ ‌θηρῶν ‌αἱμοβόρων ‌διαρπαγῆς, ‌
[p. ‌334A]ἕως ‌ἐλθὼν ‌πρὸς ‌ἑσπέραν ‌εὑσήλασεν ‌αὐτούς. ‌καὶ ‌τοῦτο ‌ἐπράττετο ‌αὐτῷ ‌καὶ ‌ἐνεργεῖτο ‌ὑπὸ ‌τῆς ‌θείας ‌χάριτος ‌διὰ ‌πάσης ‌αὐτοῦ ‌δευτέρας ‌ἡλικιώσεως, ‌ἐκδηλότατα ‌ὡς ‌μέλλοντι ‌ὑποτάσσειν ‌τὰ ‌πάθη ‌καὶ ‌τοὺς ‌τούτοις ‌ἡδομένους ‌ἐχθροὺς ‌τῆς ‌ζωῆς ‌ἡμῶν ‌δαίμονας, ‌ὡς ‌θήρας ‌καὶ ‌κλέπτας, ‌ἐλαύνειν ‌καὶ ‌ἀποτρέπεσθαι. ‌ἐν ‌ἀρχῇ ‌δὲ ‌τῆς ‌τρίτης ‌τῆς ‌ἡλικιώσεως, ‌ἤγουν ‌ἑξκαιδεκαετίας, ‌τριακοστῷ ‌δὲ ‌καὶ ‌πρώτῳ ‌ἔτει ‌τῆς ‌ἀρχῆς ‌τοῦ ‌κρατοῦντος, ‌ἐνιαυτῷ ‌τε ‌πρώτῳ ‌τῆς ‌νυμφευθείσης ‌Χαζάρῳ ‌Λέοντι ‌τῷ ‌τούτου ‌υἱῷ ‌φιλοχρίστου ‌Εὑρήνης, ‌διεπλάττετο ‌ὅλως ‌καθ' ‌ἡλικίαν ‌ὑπερφερῆ ‌καὶ ‌μορφὴν ‌αὐτὸς ‌ὡραιοτάτην ‌καὶ ‌εὐπρεπῆ.

‌ ‌ ‌ ‌ ‌ὅθεν ‌τῷ ‌ἐννεακαιδεκάτῳ ‌αὐτοῦ ‌χρόνῳ ‌τῆς ‌ἡλικίας ‌εὑς ‌τὴν ‌τῶν ‌ἐξκουβιτόρων ‌στρατίαν ‌καὶ ‌ἐν ‌βάνδῳ ‌ὀκτοκαιδεκάτῳ ‌κατ' ‌ἐκλογὴν ‌ἀκριβῆ ‌ὑπὸ ‌τοῦ ‌τυράννου ‌ἐντάττεται, ‌τοῖς ‌ὁμοταγέσιν ‌ἀεί, ‌ὡς ‌ἄλλος ‌τις ‌ἀστὴρ ‌πυρσολαμπὴς, ‌ἐνορώμενος. ‌οὐ ‌μόνον ‌γὰρ ‌σώματος ‌`ρώμῃ ‌καὶ ‌κάλλει ‌καὶ ‌μεγέθει ‌ἅπαντας ‌ὑπερῆρεν ‌ἐκείνους, ‌ἀλλά ‌γε ‌καὶ ‌πᾶσι ‌φυσικοῖς ‌ἀγαθοῖς ‌πλεονεκτήμασιν ‌ἐκέκτητο ‌τοὺς ‌συστρατιώτας, ταπεινοφρόνως ‌ὑπηρετῶν ‌καὶ ‌ἐν ‌πολέμοις ‌δυνάμει ‌Χριστοῦ ‌τοῖς ‌χρήζουσι ‌βοηθείας ‌ἐπαμυνόμενος ‌καὶ ‌τῶν ‌ἐχθρῶν ‌ἐκλυτρούμενος, ‌τῇ ‌δὲ ‌εὑκονομάχῳ ‌αἱρέσει, ‌
[B] ‌θεοῦ ‌καὶ ‌τῆς ‌'Ιησοῦ ‌Χριστοῦ ‌οὑκονομίας ‌ἐχθρᾷ, ‌σὺν ‌τοῖς ‌αὐτοῦ ‌γεννήτορσιν ‌ἐνεχόμενος, ‌τῆς ‌τοιαύτης ‌λύμης ‌ἐνσκηψάσης ‌τῇ ‌ἐκκλησίᾳ ‌ἐκ ‌πατρικῆς ‌δῆλον ‌ἐφευρέσεως ‌τοῦ ‌κρατοῦντος ‌τὸ ‌σκῆπτρον ‌Κωνσταντίνου, ‌ἢ ‌ἀληθῶς ‌εὑπεῖν ‌ἐκ ‌τῆς ‌τοῦ ‌πρώτου ‌εὑκονομάχου ‌Σατὰν ‌καὶ ‌πατρὸς ‌αὐτῶν ‌συμβολίας ‌καὶ ‌συνεργίας.

3. ‌ ‌ἐκ ‌γὰρ ‌τῆς ‌τῶν ‌ἀποστόλων ‌Χριστοῦ ‌μυστικῆς ‌εὑς ‌ἡμᾶς ‌εὑκονικῆς ‌διαδόσεως ‌καὶ ‌μέχρις ‌αὐτῶν, ‌τῷ ‌ἀνθρωπίνῳ ‌Χριστοῦ ‌χρωματικῷ ‌σχήματι ‌τῶν ‌πιστῶν ‌ἡ ‌ἐκκλησία ‌ἐστόλιστο ‌εὑς ‌θρίαμβον ‌μὲν ‌εὐκλέα ‌τῆς ‌ἀνθρωπίνης ‌θέσεως, ‌εὑς ‌αὑσχύνην ‌δὲ ‌τοῦ ‌εὑς ‌θεὸν ‌τραπῆναι ‌θελήσαντος ‌καὶ ‌μὴ ‌ὑσχύσαντος ‌δαίμονος, ‌καὶ ‌εὑς ‌ἀποτροπήν ‌τε ‌καὶ ‌ἔλεγχον ‌τῶν ‌αὐτοῦ ‌Σατὰν ‌ὑπασπιστῶν ‌αἱρεσιωτῶν ‌περὶ ‌τοῦ ‌Χριστοῦ ‌καὶ ‌τοῦ ‌σωματικοῦ ‌αὐτοῦ ‌εἴδους ‌διαφόρως ‌πεφρονηκότων. ‌οἱ ‌μὲν ‌γὰρ ‌ἀπειρίᾳ ‌τινὶ ‌σώματος ‌ἀνοήτως ‌τοῖς ‌ἐν ‌γῇ ‌τὸν ‌κύριον ‌ἔλεγον ‌ὁραθῆναι, ‌οἱ ‌δὲ ‌ὄφιν ‌τινὰ ‌δυσσεβῶς ‌Χριστὸν ‌ἐσέβοντο ‌δογματίζοντες, ‌οἱ ‌δὲ ‌φάσματι ‌καὶ ‌σκιᾷ ‌γενέσθαι ‌τὴν ‌πρὸς ‌ἡμᾶς ‌τοῦ ‌θεοῦ ‌λόγου ‌ἐδόξαζον ‌συγκατάβασιν. ‌δι' ‌ἃς ‌ἀληθῶς ‌ὀλεθρίους ‌κενοτομίας ‌τὸ ‌χριστοφόρον ‌ἴνδαλμα ‌σχηματίζεσθαι ‌ὑπὸ ‌τῶν ‌τοῦ ‌Χριστοῦ ‌μαθητῶν ‌μυστηριωδῶς ‌τοῖς ‌πιστοῖς ‌παρεδόθη. ‌καὶ ‌[C] ‌τοῦτο ‌δηλοῖ ‌ὁ ‌θεῖος ‌ὄντως ‌φάσκων ‌ἀπόστολος·; ‌"ὃς ‌ἐν ‌μορφῇ ‌θεοῦ ‌ὑπάρχων, ‌οὐχ ‌ἁρπαγμὸν ‌ἡγήσατο ‌τὸ ‌εἶναι ‌ἴσα ‌θεῷ, ‌ ‌ἀλλ' ‌ἑαυτὸν ‌ἐκένωσε ‌μορφὴν ‌δούλου ‌λαβών, ‌ἐν ‌ὁμοιώματι ‌ἀνθρώπων ‌γενόμενος," ‌προσθεὶς ‌τὸ ‌"καὶ ‌ἐν ‌σχήματι ‌εὑρεθεὶς ‌ὡς ‌ἄνθρωπος," ‌μετὰ ‌τὴν ‌ἀκραιφνῆ ‌καὶ ‌ἀσύγχυτον ‌οἱονεὶ ‌δυάδα ‌τῶν ‌ἑνωθεισῶν ‌φύσεων, ‌καὶ ‌τὸ ‌καθ' ‌ἡμᾶς ‌συμβεβηκὸς ‌παρακολούθημα ‌τῆς ‌φύσεως ‌ἐπ' ‌ἀναιρέσει ‌τούτων ‌τῶν ‌δυσσεβειῶν ‌παραθέμενος. ‌καὶ ‌δῆλον ‌ὡς ‌οὐκ ‌ἂν ‌εἴη ‌ποτὲ ‌ἀσχημάτιστον ‌σῶμα ‌ἀνθρώπου ‌ἢ ‌ἀπερίγραπτόν ‌τε ‌ἢ ‌ἄπειρον, ‌ὡς ‌οἱ ‌σύγχρονοι ‌τότε ‌τῶν ‌ἀποστόλων ‌αἱρετικοὶ ‌τὸν ‌Χριστὸν ‌ἐληρώδησαν. ‌οὕτως ‌οὖν ‌λοιπόν, ‌ὡς ‌ἔφην, ‌ἐκ ‌τῶν ‌τοῦ ‌ᾅδου ‌πυλῶν ‌καὶ ‌γένους ‌'Ισαύρων ‌προελθούσης ‌τῆς ‌εὑκονομάχου ‌αἱρέσεως, ‌καὶ ‌ἐν ‌λοιποῖς ‌πεντήκοντα ‌καὶ ‌ἑπτὰ ‌ἔτεσιν ‌τῆς ‌οὑκονομίας ‌Χριστοῦ ‌βλασφήμως ‌βδελυσσομένης ‌τὸ ‌γνώρισμα ‌ἔκ ‌τε ‌θείων ‌ναῶν ‌καὶ ‌ἱερῶν ‌κειμηλίων ‌
[p. ‌335A]αὐτὸ ‌ὡς ‌μύσος ‌καὶ ‌ψεῦδος, ‌ἀποξεούσης ‌καὶ ‌σὺν ‌τῷ ‌τοῦ ‌σταυροῦ ‌τύπῳ ‌τῷ ‌πυρὶ ‌ἀθέως ‌παραδιδούσης.

4. ‌ ‌τῷ ‌δευτέρῳ ‌ἔτει ‌τῆς ‌χριστοφόρου ‌αὐτοκρατορικῆς ‌βασιλείας ‌Εὑρήνης, ‌ ‌δωδεκάτῳ ‌δὲ ‌τῆς ‌ἕως ‌τότε ‌ἀρχῆς ‌αὐτῆς, ‌εὑκοστῷ ‌δὲ ‌ὀγδόῳ ‌τῆς ‌τοῦ ‌πατρὸς ‌'Ιωαννικίου ‌ἡλικιώσεως, ‌ὁ ‌πρὸς ‌Χριστὸν ‌ἑκάστοτε ‌διὰ ‌τῆς ‌εὑκόνος ‌αὐτοῦ ‌πόλεμος ‌διαβαίνων, ‌καὶ ‌ἡ ‌πρὸς ‌αὐτὸν ‌τὸν ‌Χριστοῦ ‌πατέρα ‌διὰ ‌τῆς ‌τοῦ ‌Υἱοῦ ‌αὐτοῦ ‌κατευδοκίαν ‌σωματικῆς ‌ἐν ‌γραφῇ ‌ὁμοιώσεως ‌φθάνουσα ‌μάχη, ‌ἥ ‌τε ‌πρὸς ‌τοὺς ‌τὴν ‌ἀληθῆ ‌ταύτην ‌ἀντιποιουμένους ‌πίστιν ‌μαρτυρικὴ ‌προσγινομένη ‌ἀναίρεσις ‌τέλος ‌λαμβάνει ‌καὶ ‌πέρας ‌ἔσχεν ‌θεοβραβεύτως, ‌ὡς ‌ἔγνωσται, ‌καὶ ‌τὸν ‌στολισμὸν ‌τὸν ‌ἑαυτῆς ‌ἀποστολικῶς ‌ἡ ‌ἐκκλησία ‌πάλιν ‌στολίζεται, ‌καὶ ‌τιμᾶται ‌Χριστὸς ‌εὑκονίσματί ‌τε ‌καὶ ‌σχήματι, ‌ὁ ‌πρὸς ‌τῇ ‌φύσει ‌ἡμῶν ‌καὶ ‌τὸ ‌σχῆμα ‌ἀψευδῶς ‌ἐνδυσάμενος. ‌Τοῦτο ‌δὲ ‌γενέσθαι ‌συμβέβηκεν ‌διὰ ‌γυναικὸς ‌εὑς ‌αὑσχύνην, ‌οἶμαι, ‌τῶν ‌προκρατησάντων ‌αἱρετικῶν ‌ἀνδραρίων ‌τὴν ‌βασιλείαν, ‌δόξαν ‌δὲ ‌μεγίστην ‌τοῦ ‌τὴν ‌ἀδοξίαν ‌τῷ ‌γένει ‌συνεισενέγκαντος ‌θήλεος ‌καὶ ‌τῆς ‌'Ιησοῦ ‌Χριστοῦ ‌δυνάμεως ‌ἔνδειξιν ‌τῆς ‌ἐν ‌ἀσθενείᾳ ‌ἐχούσης, ‌ὡς ‌αὐτὸς ‌ἔφη ‌πρὸς ‌Παῦλον, ‌παντὸς ‌ἀγαθοῦ ‌[B] ‌τὴν ‌τελείωσιν. ‌ἐξ ‌οὗ ‌δὴ ‌πρὸς ‌θεὸν ‌εὑρηνικῶς ‌τὰ ‌τῆς ‌εὑρήνης ἀνθρώποις ‌δι' ‌εὐσεβείας ‌καὶ ‌ἀρετῆς ‌ἐπολιτεύετο ‌τρόπαια ‌καὶ ‌ἡ ‌εὐμενὴς ‌τοῦ ‌θεοῦ ‌πρὸς ‌ἀνθρώπους ‌καὶ ‌φιλάνθρωπος ‌ἀνοχὴ ‌δι' ‌εὑρήνης ‌πλουσίως ‌ἐπρυτανεύετο. ‌λοιμῶν, ‌σεισμῶν, ‌σκηπτῶν, ‌φθορᾶς ‌τε ‌καὶ ‌πανολέθρου ‌θνήσεως ‌τοῖς ‌πάλαι ‌ἀσεβοῦσι ‌θεοκρίτως ‌ἐπελθουσῶν, ‌ὅθεν ‌εὑρήνη ‌ᾤκει ‌ἐν ‌πόλεσιν, ‌εὑρήνη ‌ἐπὶ ‌κώμαις ‌ἐκώμα, ‌εὑρήνη ‌ἐν ‌ὁδοιπόροις, ‌εὑρήνη ‌ἐν ‌πλέουσιν, ‌εὑρήνη ‌ψυχαῖς, ‌εὑρήνη ‌σώμασι·; ‌Χριστὸς ‌γὰρ ‌ὑπάρχων ‌εὑρήνη ‌ἡμῶν ‌τῶν ‌τοῦ ‌γένους ‌πολέμιον ‌εὑκονομάχον ‌διάβολον ‌λέοντα ‌καὶ ‌τὸν ‌τούτου ‌συνώνυμόν ‌τε ‌καὶ ‌ἔκδικον ‌τύραννον ‌Λέοντα ‌σὺν ‌τοῖς ‌ἐξ ‌αὐτοῦ ‌καὶ ‌τὰς ‌αὐτῶν ‌βλασφήμους ‌ἐφευρέσεις ‌καταβαλών, ‌δι' ‌Εὑρήνης ‌τὴν ‌εὑρήνην ‌τοῖς ‌ποθοῦσιν ‌εὑρηνοδώρως ‌παρέσχετο. ‌τούτων ‌οὖν ‌τῶν ‌ἀγαθῶν ‌δι' ‌εὐσέβειαν ‌τοῖς ‌ἐν ‌γῇ ‌βραβευθέντων, ‌πλεῖστοι ‌τῆς ‌πάλαι ‌μυσαρᾶς ‌ ‌εὑκονομάχου ‌αἱρέσεως ‌ἀνέκπλυτον ‌ἀκμὴν ‌τὴν ‌συνείδησιν ‌εἶχον, ‌ὡς ‌καὶ ‌ὁ ‌θεῖος ‌οὗτος ‌καὶ ‌μέγας ‌'Ιωαννίκιος. ‌ἀλλ' ‌ἡ ‌ὑπερπλήρης ‌τῶν ‌ἀγαθῶν ‌καὶ ‌παρεκτικὴ ‌τῶν ‌καλῶν ‌τοῦ ‌θεοῦ ‌δυναστεία, ‌ἡ ‌μὴ ‌ἕως ‌τέλους ‌παρορῶσα ‌τῶν ‌οὐρανίων ‌τοὺς ‌ἐραστὰς ‌εὐσεβείας ‌φωτὸς ‌ἐστερημένους ‌μένειν, ‌καὶ ‌ἐν ‌τούτῳ ‌αὐτῆς ‌κατένευσε ‌τῷ ‌θεράποντι ‌τοιούτῳ ‌αὑτίῳ, ‌τὴν ‌πήρωσιν ‌αὐτοῦ ‌[C] ‌ἐκείνην ‌τῆς ‌δυσσεβείας ‌ἐλλάμψασα. ‌

[p. ‌337A]

5. ‌ ‌τῷ ‌τριακοστῷ ‌γὰρ ‌καὶ ‌ἕκτῳ ‌χρόνῳ ‌τοῦ ‌ὁσίου ‌τῆς ‌ἡλικίας, ‌ἐν ‌τοῖς ‌ἑῴοις ‌μέρεσι ‌γενομένου ‌φοσσάτου ‌κἀκεῖθεν ‌ἐπαναστρέφοντος ‌διὰ ‌τῶν ‌'Ολυμπιακῶν ‌καὶ ‌μεγίστων ‌ὀρέων, ‌γέρων ‌τις ‌κατὰ ‌συγκυρίαν ‌πνευματοφόρος ‌ἐκ ‌τοῦ ‌παρὰ ‌τὴν ‌ὁδὸν ‌ἄλσους ‌προκύψας, ‌<<ὦ ‌τέκνον,>> ‌ἔφη ‌<<'Ιωαννίκιε, ‌ἕως ‌πότε ‌τῇ ‌πλάνῃ ‌ἐζόφωσαι ‌τῆς ‌αἱρέσεως; ‌εὑ ‌χριστιανὸς ‌εἶ, ‌προσκύνει ‌σχετικῶς ‌Χριστοῦ ‌γράμμασι ‌καὶ ‌μορφῇ ‌τὴν ‌οὑκονομίαν, ‌ζῶν ‌ἐναρέτως. ‌εὑ ‌δὲ ‌μή ‌γε, ‌εὑς ‌μάτην ‌περιφέρεις ‌τὸ ‌ὄνομα ‌τοῦ ‌χριστιανοῦ, ‌σαρκὸς ‌Χριστοῦ ‌τὸν ‌τύπον, ‌ὡς ‌ὤφθη, ‌μὴ ‌σεβαζόμενος.>> ‌ἐκπλαγεὶς ‌οὖν ‌ὁ ‌μέγας ‌Χριστοῦ ‌θεράπων ‌'Ιωαννίκιος, ‌ἐπὶ ‌τῇ ‌τοῦ ‌ὀνόματος ‌αὐτοῦ ‌ἀγνωρίστῳ ‌προσκλήσει, ‌καὶ ‌ὅτι ‌πάντα ‌αὐτοῦ ‌ἐξεῖπε ‌σὺν ‌τῇ ‌δυσσεβείᾳ ‌[B] ‌διορατικωτάτως ‌τὰ ‌πεπραγμένα, ‌πίπτει ‌αὐτοῦ ‌πρὸς ‌τοὺς ‌πόδας ‌συγγνώμην ‌αὑτούμενος ‌περὶ ‌τῆς ‌πάλαι ‌αὐτοῦ ‌δυσσεβοῦς ‌ἐν ‌ἀγνοίᾳ ‌ἀγνωμοσύνης ‌καὶ ‌διαβεβαιοῦται ‌εὑς ‌ἔτι ‌Χριστοῦ ‌τὴν ‌εὑκόνα ‌πίστει ‌σχετικῶς ‌κατασπάζεσθαι ‌καὶ ‌τῆς ‌τεκούσης ‌αὐτὸν ‌παρθένου ‌κόρης, ‌ἀποστόλων ‌τε ‌μαρτύρων ‌καὶ ‌ὁσίων ‌καὶ ‌τῆς ‌πρὸς ‌σωτηρίαν ‌ἀγούσης ‌τρίβου ‌ἀπαρεγκλήτως ‌ἀντέχεσθαι. ‌διὸ ‌ἐξ ‌ἐκείνης ‌ὄντως ‌τῆς ‌ὥρας ‌σὺν ‌τῆς ‌εὐσεβείας ‌καὶ ‌τῆς ‌ἀγαθοεργίας ‌ἀντείχετο ‌ὁ ‌ἀοίδιμος, ‌νηστείαις, ‌χαμευνίαις, ‌προσευχαῖς, ‌καὶ ‌δάκρυσιν ‌ἀσχολούμενος ‌καὶ ‌τοὺς ‌τῶν ‌ἁγίων ‌εὐκτηρίους ‌ναοὺς ‌ὡς ‌Θεοῦ ‌σκηνώματα ‌λογιζόμενος ‌συχνῶς ‌ἐν ‌αὐτοῖς ‌εὑσῄει, ‌ἐκ ‌πίστεως ‌προσευξόμενος, ‌φυλάττων ‌τε ‌συνήθως ‌μετὰ ‌τῶν ‌συστρατιωτῶν ‌εὑς ‌τὰ ‌τῶν ‌βασιλέων ‌προαύλια. ‌οὐκ ‌ἐν ‌ὑψηλῇ ‌στρωμνῇ ‌καὶ ‌κλίνῃ ‌αὐτοῦ ‌ἡπαλυμένῃ ‌ἀνέπιπτεν, ‌ἀλλ' ‌ὡς ‌'Ιακὼβ ‌ἑαυτὸν ‌λανθανόντως ‌ἐπὶ ‌μόνου ‌ἐδάφους ‌ἀνέκλινεν, ‌'Ισραὴλ ‌ἄλλος ‌ἡμῖν ‌καὶ ‌αὐτὸς ‌θεωρητικώτατος ‌γνωρισθείς. ‌Καὶ ‌βρωμάτων ‌δὲ ‌μετειλήφει ‌ὁμοίως ‌ὅσον ‌μόνον ‌τοὺς ‌συνεστιωμένους ‌κρύπτειν ‌αὐτοῦ ‌τὴν ‌ἐγκράτειαν, ‌καὶ ‌μὴ ‌βαρεῖσθαι ‌ὕπνῳ ‌τῷ ‌φόρτῳ ‌τῆς ‌γαστρὸς ‌ἐνεχόμενον, ‌ἀλλὰ ‌δι' ‌ὅλης ‌αὐτὸν ‌τῆς ‌νυκτὸς ‌διαρκεῖν ‌προσευχόμενον. ‌

6. ‌ ‌οὕτως ‌νεανικῶς ‌ἐν ‌χρόνοις ‌ἓξ ‌τῷ ‌μακαρίτῃ ‌πυκτεύοντι, ‌ἑβδόμην ‌ἄγοντι ‌ἤδη ‌τὴν ‌ἡλικίαν, ‌ἥπερ ‌[C] ‌δὲ ‌ἔτος ‌τρίτον ‌καὶ ‌τεσσαρακοστὸν ἀριθμεῖται, ‌ἕκτῳ ‌ἔτει ‌τῆς ‌αὐτοκρατορικῆς ‌βασιλείας ‌Κωνσταντίνου ‌τοῦ ‌νεωτέρου, ‌υἱοῦ ‌Λέοντος, ‌ἐκγόνου ‌Κωνσταντίνου, ‌ἀπεκγόνου ‌Λέοντος ‌τοῦ ‌ἐξ ‌'Ισαύρων, ‌τὸ ‌τῶν ‌Βουλγάρων ‌ἔθνος ‌πρὸς ‌τὴν ‌Θρᾳκῶν ‌χώραν ‌ἐξώρμησε ‌ληϊζόμενον. ‌καθ'οὗ ‌ἀντιπαρατάξασθαι ‌ἐξιόντος ‌σὺν ‌πολλοῖς ‌στρατεύμασι ‌τοῦ ‌κρατοῦντος, ‌συμβολῆς ‌γενομένου ‌πολέμου ‌ἐν ‌τῇ ‌Μαρκέλλᾳ, ‌καὶ ‌κοπῆς ‌ὑσχυρᾶς. ‌οἴμοι, ‌τοῦ ‌χριστωνύμου ‌φύλου ‌ἀνιωμένου, ‌οἷα ‌Δαυὶδ ‌ἄλλοσπερ, ‌ὁ ‌δίκαιος ‌κατατέμνων ‌ἀλλοφύλους, ‌ ‌κεφαλὰς ‌δυναστῶν ‌αὐτῶν ‌εὐσθενῶς ‌διακόπτων ‌σὺν ‌μυριάσι, ‌καὶ ‌πλείστους ‌`ρυόμενος ‌τῶν ‌ὁμοφύλων, ‌ὡς ‌καὶ ‌ἕνα ‌τότε ‌τῶν ‌μεγιστάνων ‌ὑπὸ ‌μηχανῆς ‌τινος ‌ἱμαντώδους ‌κατασχεθέντα ‌καὶ ‌μικροῦ ‌δεῖν ‌χερσὶν ‌ἐθνῶν ‌ἀνόμων ‌ζῶντα ‌παραδιδόμενον, ‌δυνάμει ‌Χριστοῦ ‌ἐλυτρώσατο, ‌μαχαίρᾳ ‌ταχὺ ‌διακόψας ‌τὴν ‌μηχανὴν ‌αὐτῶν. ‌ὅθεν ‌δὴ ‌τότε ‌θαυμάσας ‌ὁ ‌βασιλεὺς ‌τὸ ‌ἀνδρεῖον ‌τοῦ ‌στρατιώτου·; ‌<<ὦ ‌παῖ ‌καλέ>> ‌φησί ‌<<ποίας ‌χώρας ‌καὶ ‌στρατείας ‌εἶ ‌σύ; ‌καὶ ‌τί ‌σου ‌[p. ‌338A]ὑπάρχει, ‌λέγε, ‌ὄνομα;>> ‌ὁ ‌δὲ ‌εὑρηκὼς ‌ὡς ‌χώρας ‌μέν ‌ἐστι ‌Βιθυνῶν ‌ἐπαρχίας, ‌κώμης ‌δὲ ‌τῶν ‌Μαρυκάτου ‌καὶ ‌γένους ‌τῶν ‌Βοϊλάδων, ‌τήν ‌τε ‌κλῆσιν ‌πέλει ‌'Ιωαννίκιος, ‌καὶ ‌τὴν ‌στρατείαν ‌ἐξκουβίτωρ·; ‌ἐν ‌τύπῳ ‌ταῦτα ‌εὐθὺς ‌πρὸς ‌μνήμην ‌διὰ ‌γραφέως ‌χειρὸς ‌ὁ ‌βασιλεὺς ‌ἐνέβαλεν, ‌προσφιλῆ ‌αὐτὸν ‌καὶ ‌οὑκεῖον ‌ἀεὶ ‌βουληθεὶς ‌ἔχειν. ‌ὅθεν ‌καὶ ‌δώροις ‌αὐτόν ‌τισιν, ‌οἱονεὶ ‌εὐχαριστηρίοις, ‌προαμειβόμενος, ‌ ‌βραχιολίοις ‌χρυσοῖς ‌αὐτοῦ ‌τὰς ‌χεῖρας ‌κατεκαλλώπισε. ‌τοῦ ‌δὲ ‌χριστιανικοῦ ‌μακέλλου ‌ἔτι ‌ἐνεργουμένου, ‌ἀλγῶν ‌τὴν ‌ψυχὴν ‌ὁ ‌στερρώτατος ‌τῆς ‌παρὰ ‌βασιλέως ‌τιμῆς ‌καὶ ‌δώρων ‌καὶ ‌συλλαλίας ‌ἀλγῶν, ‌τῷ ‌μείζονι ‌τάχα ‌τῆς ‌ἀδελφικῆς ‌συμφορᾶς ‌βαπτιζόμενος, ‌παρ' ‌αὐτῷ, ‌ὥσπερ ‌μὴ ‌συναισθόμενος, ‌ἵστατο ‌εἷς ‌γάρ ‌τις ‌ἀλαζὼν ‌καὶ ‌ὑπέροφρυς ‌ἑωρᾶτο ‌τῶν ‌ἐναντίων ‌ἐπὶ ‌μιᾶς ‌στενῆς ‌ἱστάμενος ‌διαβάσεως ‌ἀφειδῶς ‌ἐκκεντῶν ‌τοὺς ‌`Ρωμαίους. ‌ ‌ἀλλὰ ‌καὶ ‌τούτου ‌προβὰς ‌ἐκεῖθεν ‌ἐν ‌ἐκστάσει ‌διακόπτει ‌τὴν ‌κεφαλὴν ‌ὁ ‌ἀξιάγαστος, ‌σωτηρίαν ‌καὶ ‌δίοδον ‌ζωῆς ‌τοῖς ‌χριστιανοῖς ‌παρασχόμενος.

7. ‌ ‌ ‌εἶτα ‌τῆς ‌πολεμίου ‌ἐκείνης ‌κατ' ‌ὀλίγον ‌διαστὰς ‌μάχης ‌ὁ ‌δίκαιος, ‌λαβὼν ‌κατὰ ‌νοῦν ‌τοῦ ‌πλήθους ‌τῶν ‌ὁμοφύλων ‌τὸν ‌θάνατον, ‌καὶ ‌εὑδὼς ‌ὡς ‌οὐκ ‌ἔνδοξός ‌τις ‌ἢ ‌ἄδοξος ‌μόλις ‌ἀπέδρα ‌τῆς ‌μαχαίρας ‌τὸ ‌στόμα ‌[B] ‌ὀλίγων ‌δίχα ‌ἐννοήσας ‌τε ‌πῶς ‌αὐτόθεν ‌ἐκεῖνος ‌αὐτὸς ‌παρ' ‌ἐλπίδας ‌ἐρρύσθη, ‌πορευόμενος ‌ἐπορεύετο, ‌καὶ ‌ἔκλαιε ‌βάλλων ‌ἐν ‌τῇ ‌τῆς ‌καρδίας ‌αὐτοῦ ‌γῇ, ‌δαυϊτικῶς ‌εὑπεῖν, ‌οἴκτου ‌καὶ ‌ἀγαθοεργίας ‌τὰ ‌σπέρματα. ‌ὅτε ‌καὶ ‌καταβὰς ‌ἀπὸ ‌τοῦ ‌ἵππου ‌ὡς ‌τάχιστα, ‌ἵστατο ‌τῷ ‌θεῷ ‌καθ' ‌ἑαυτὸν ‌προσευχόμενος ‌καὶ ‌λέγων·; ‌<<εὐχαριστῶ ‌σοι ‌κύριε ‌'Ιησοῦ ‌Χριστέ, ‌υἱὲ ‌τοῦ ‌θεοῦ, ‌ὁ ‌θεὸς ‌ὑμῶν, ‌ὁ ‌εὐδοκίᾳ ‌πατρὸς ‌καὶ ‌συνεργίᾳ ‌τοῦ ‌παναγίου ‌πνεύματος, ‌ἐν ‌ἐσχάτοις ‌καιροῖς ‌διὰ ‌τὴν ‌σωτηρίαν ‌ἡμῶν ‌ἐξ ‌ἁγίας ‌παρθένου ‌ἐνανθρωπήσας, ‌ὁ ‌τῷ ‌τιμίῳ ‌καὶ ‌ζωοποιῷ ‌σου ‌θανάτῳ ‌τὸν ‌τὸ ‌κράτος ‌ἔχοντα ‌τοῦ ‌θανάτου ‌καταπαλαίσας ‌διάβολον, ‌ὁ ‌παιδεύων ‌ἡμᾶς ‌ἁμαρτάνοντας ‌καὶ ‌ἐλεῶν ‌μετανοοῦντας, ‌ὁ ‌νόσῳ ‌σαρκὸς ‌καὶ ‌θανάτῳ ‌τὸν ‌ἐκ ‌παραβάσεως ‌ἐντολῶν ‌προσγινόμενον ‌θάνατον ‌ψυχῆς ‌ἀφανίζων ‌τῶν ‌εὑς ‌σὲ ‌πιστευόντων, ‌ὑμνῶ ‌σε, ‌εὐλογῶ ‌σε, ‌προσκυνῶ ‌καὶ ‌δοξάζω ‌εὑς ‌τοὺς ‌αὑῶνας, ‌ἀνθ' ‌οὗ ‌τῆς ‌προσδοκίας ‌καὶ ‌χειρὸς ‌τῶν ‌ἐναντίων ‌ἐρρύσω ‌με. ‌καὶ ‌προσάγω ‌σοι, ‌δέσποτα ‌ὑπεράγαθε, ‌ὥσπερ ‌τι ‌ξένον ‌δῶρον ‌τῆς ‌ἐμῆς ‌σωτηρίας ‌ἀντίλυτρον, ‌οὐ ‌χρυσόν, ‌οὐκ ‌ἄργυρον, ‌οὐκ ‌ἄλλο ‌τι ‌τῶν ‌γηΐνων ‌καὶ ‌προσκαίρων ‌καὶ ‌φθειρομένων, ‌ἀλλ' ‌αὐτὸς ‌ἑαυτὸν ‌μάλιστα, ‌ὅλον ‌τὸ ‌τιμιώτατόν ‌σοι ‌κτῆμα ‌καὶ ‌οὑκειότατον.>> ‌ταῦτα ‌οὖν ‌εὑπὼν ‌καὶ ‌βλέψας ‌μακρόθεν ‌ἐκ ‌δεξιῶν ‌[C] ‌αὐτοῦ ‌τὸ ‌ὑπερκείμενον ‌ὄρος ‌τῆς ‌Βιθυνίας, ‌ὅπερ ‌παρ' ‌ἡμῖν ‌προσηγόρευται ‌῎Ολυμπος, ‌ζῆλον ‌θεῖον ‌συλλαβὼν ‌ἐν ‌διανοίᾳ ‌ὠδίνησεν ‌'Ηλίου ‌τοῦ ‌μεγάλου ‌καὶ ‌'Ιωάννου ‌τοῦ ‌Βαπτιστοῦ ‌τὸ ἥσυχον ‌καὶ ‌φιλέρημον, ‌τοῦ ‌ἐν ‌αὐτῷ ‌κατ' ‌ἐκείνους ‌διαβιῶναι ‌ἀσκητικῶς. ‌καὶ ‌δὴ ‌εὑσελθὼν ‌ἐν ‌τῇ ‌βασιλευούσῃ ‌τῶν ‌πόλεων ‌καὶ ‌τοὺς ‌ἐν ‌αὐτῇ ‌τῶν ‌ἁγίων ‌εὐκτηρίους ‌ναοὺς ‌συντακτικῶς ‌ἀσπασάμενος, ‌μὴ ‌φροντίσας ‌ὅλως ‌τῆς ‌βασιλέως ‌τιμῆς ‌ἢ ‌δόξης ‌ἢ ‌ὑποσχέσεως, ‌πρὸς ‌τὴν ‌ἑαυτοῦ ‌πατρίδα ‌ἐξώρμησε ‌τὰς ‌τῶν ‌γεννητόρων ‌αὐτοῦ ‌εὐχὰς ‌καρπωσόμενος. ‌καὶ ‌ταύτας ‌λαβών, ‌ὡς ‌ἐβούλετο, ‌πρὸς ‌τὴν ‌ἑαυτοῦ ‌δῆθεν ‌ἐπίγειον ‌στρατείαν ‌ἀνθυπέστρεφε ‌πάλιν ‌τὸ ‌δὲ ‌ἀληθὲς ‌πρὸς ‌τὴν ‌καλὴν ‌στρατείαν ‌τοῦ ‌βασιλέως ‌Χριστοῦ. ‌

[p. ‌339C]

8. ‌ ‌ ‌κατὰ ‌τὴν ‌πάλαι ‌ἔνθεον ‌ἐπιθυμίαν ‌αὐτοῦ ‌τοὺς ‌πόδας ‌ἐπῆρε, ‌καὶ ‌πρὸς ‌αὐτὸ ‌τὸ ‌'Ολύμπιον ‌ὄρος ‌ἀπέβλεψεν, ‌εἴκοσι ‌τέσσαρας ‌χρόνους ‌διαπρέψας ‌ἐν ‌τῇ ‌στρατείᾳ. ‌ὅθεν ‌πορευόμενος ‌κατὰ ‌πάροδον ‌καὶ ‌κατὰ ‌τὴν ‌Προῦσαν ‌γενόμενος, ‌παραβάλλει ‌τῇ ‌αὐτόθι ‌μονῇ ‌τῶν ‌'Αγαύρων, ‌καὶ ‌ὑπο ‌τῶν ‌ἐκεῖσε ‌δεξιοῦται ‌θεοφιλῶν ‌ὁ ‌φιλάρετος, ‌τῷ ‌αὐτῆς ‌πατρὶ ‌Γρηγορίῳ ‌τὰ ‌τῆς ‌ἐνθέου ‌βουλῆς ‌αὐτοῦ ‌ἀναθέμενος. ‌ὁ ‌δὲ ‌τὸν ‌ζῆλον ‌αὐτοῦ ‌θεασάμενος ‌θεαρέστως ‌αὐτῷ ‌καὶ ‌ψυχωφελῶς ‌συμβουλεύεται, ‌φήσας·; ‌<<ἡ ‌μὲν ‌πρόθεσίς ‌σου, ‌τέκνον, ‌καλή·; ‌ἡ ‌δὲ ‌πρὸς ‌τὴν ‌ἀθλητικὴν ‌παλαίστραν ‌ἐπιθυμία ‌μόνοις ‌πρέπουσα ‌τοῖς ‌προπαιδευθεῖσι ‌τὰ ‌θεῖα ‌καὶ ‌ἐν ‌ἀσκήσει ‌χρονίσασιν. ‌δεῖ ‌γάρ ‌σε ‌ἐν ‌κοινοβίῳ ‌μοναχῶν ‌πρότερον ‌εὑσελθόντα ‌τὴν ‌τῆς ‌πρὸς ‌θεὸν ‌ὑμνῳδίας ‌γνῶσιν ‌λαβεῖν, ‌μαθεῖν ‌τε ‌καιρὸν ‌καὶ ‌τάξιν ‌προσευχῶν ‌καὶ ‌πολέμους ‌δαιμόνων, ‌εἴθ' ‌οὕτως ‌ἡσυχαστικῶς ‌καὶ ‌ἐμπείρως ‌εὑς ‌τὴν ‌
[p. ‌340A]κατὰ ‌τῶν ‌ἐχθρῶν ‌πάλην ‌χωρῆσαι, ‌μήπως ‌ἀδιδάκτως ‌εὑς ‌τὴν ‌κατ' ‌ἐκείνων ‌παράταξιν ‌προσορμήσας ‌ἀντὶ ‌τοῦ ‌βαλεῖν ‌βληθείης ‌καὶ ‌ἀντὶ ‌τοῦ ‌ἡττῆσαι ‌ἐλεεινότατα ‌ἡττηθῇς.>> ‌τοιαύτην ‌βουλὴν ‌παρὰ ‌τοῦ ‌καλοῦ ‌ποιμένος ‌Γρηγορίου ‌ὁ ‌ὅσιος ‌'Ιωαννίκιος ‌προσδεξάμενος, ‌λαβὼν ‌τὰς ‌εὐχὰς ‌αὐτοῦ, ‌εἴχετο ‌τῆς ‌ὁδοιπορίας ‌καὶ ‌καταλύει ‌πρὸς ‌ἑσπέραν ‌ἐν ‌κώμῃ ‌μιᾷ ‌τῶν ‌πρὸς ‌'Ατρώαν ‌Καστούλῳ ‌καλουμένῃ, ‌ἐν ‌οἴκῳ ‌τε ‌εὑσδέχεταί ‌τινος ‌θεοφιλοῦς ‌[lege: ‌Θεοφίλου?] ‌προσφιλοῦς ‌αὐτοῦ. ‌ὃς ‌καὶ ‌ἐγνωκὼς ‌τὰ ‌μελετώμενα ‌ὑπ' ‌αὐτοῦ ‌λίαν ‌πρωῒ ‌τῇ ‌ἐπαύριον ‌ἐν ‌μονῇ ‌τῶν ‌ἐκεῖσε ‌Τελάου ‌προσαγορευμένῃ ‌ἤγαγεν ‌αὐτόν, ‌εὑ ‌ἄραγε ‌ἀρεστὸν ‌αὐτῷ ‌ὀφθείη ‌τοῦ ‌αὐτόθι ‌προσδιατρίψαι. ‌ἐν ‌ᾗ ‌ἀνιὼν ‌καὶ ‌φιλοφρόνως ‌ὑποδεχθεὶς ‌ὁ ‌ἀοίδιμος ‌ἐπί ‌τινας ‌ἡμέρας ‌τὴν ‌τῶν ‌γραμμάτων ‌μόνην ‌εὑσαγωγὴν ‌μανθάνει. ‌καὶ ‌ὑδὼν ‌τὴν ‌μονὴν ‌ἐκείνην ‌θορυβουμένην, ‌ὥς ‌τισι ‌κώμαις ‌ἐγγίζουσαν, ‌πρὸς ‌τὴν ‌ὑπερκειμένην ‌ἐκείνης ‌καὶ ‌πρὸς ‌αὐτῷ ‌τῷ ‌ὄρει ‌οὖσαν ‌μονὴν ‌'Αντιδίου ‌καλουμένην ‌ἀνέρχεται.

9. ‌ ‌ ‌ὃν ‌καὶ ‌καταλαβόντα ‌ὁ ‌πατὴρ ‌τῆς ‌μονῆς ‌ἐκείνης, ‌'Ιωάννης ‌προσαγορευόμενος, ‌κατὰ ‌συγκυρίαν ‌ἐξιὼν ‌πρὸς ‌τὴν ‌πύλην ‌ὑπήντησε·; ‌<<πόθεν ‌τε ‌εἶ, ‌καὶ ‌τίνος ‌χάριν ‌ἐνταῦθα, ‌ἀδελφέ, ‌παραγέγονας;>> ‌ἠρώτα. ‌[B] ‌ὁ ‌δὲ ‌τῆς ‌καλλίστης ‌αὐτοῦ ‌ὁρμῆς ‌αὐτῷ ‌ἀπογυμνώσας ‌τὸ ‌ἔνθεον, ‌δεξιοῦται ‌περιχαρῶς ‌ὑπ' ‌αὐτοῦ ‌καὶ ‌εὑσδέχεται, ‌καὶ ‌τὴν ‌τῶν ‌θείων ‌ἀγώνων ‌πυκτὴν ‌ἐνεργητικῶς ‌ἐκδιδάσκεται, ‌καὶ ‌τοῦ ‌καθαίρειν ‌λογισμούς, ‌καὶ ‌πᾶν ‌ὕψωμα ‌ἐπαιρόμενον ‌κατὰ ‌τῆς ‌γνώσεως ‌τοῦ ‌θεοῦ ‌ἐκπαιδεύεται, ‌φροντίζων ‌ἀεὶ ‌τοῦ ‌μέλλοντος ‌τὰ ‌ἐφόδια, ‌τοῦ ‌δὲ ‌παρόντος ‌κόσμου ‌ὑπερορῶν ‌τὴν ‌προσπάθειαν. ‌ἐν ‌ᾗ ‌χρόνους ‌δύο ‌διαπεράνας, ‌καὶ ‌κατὰ ‌πάσης ‌ἀνδρισάμενος ‌κακοβουλίας ‌δαιμονικῆς, ‌καὶ ‌ἕως ‌τῶν ‌τριάκοντα ‌ψαλμῶν ‌ἐκμαθών, ‌οἷαπερ ‌ἔλαφος ‌θεοκατάρτιστος ‌εὔδρομος ‌μετὰ ‌τὴν ‌τῶν ‌ὑοβόλων ‌παθῶν ‌καὶ ‌νοητῶν ‌θηρίων ‌ἀναίρεσιν ‌τὴν ‌θεοποιὸν ‌ἡσυχίαν ‌διψῶσα, ‌πρὸς ‌τὸ ‌ὑπεράνωθεν ‌τῆς ‌μονῆς ‌ὄρος, ‌Κόρακος προσαγορευόμενον ‌Κεφαλήν, ‌τὸ ‌ἔνθειον ‌στρουθίον ‌μεταναστεύει, ‌ἐπὶ ‌ἑπτὰ ‌ἡμέρας ‌ὅλως ‌βρώσεως ‌ἢ ‌πόσεως ‌μὴ ‌μεταλαβών, ‌εὐχαῖς ‌τε ‌καὶ ‌δάκρυσιν ‌ἐξῄτει ‌τὸν ‌θεὸν ‌πρὸς ‌τὸ ‌τῆς ‌ἡσυχίας ‌στάδιον ‌εὑρεῖν ‌τινα ‌τὸν ‌ἀλείψοντα ‌αὐτὸν ‌ἐρημικόν ‌τε ‌καὶ ‌φιλόθεον ‌ἄνδρα. ‌ἐν ‌δὲ ‌τῇ ‌ἑβδόμῃ ‌καὶ ‌καταπαυσίμῳ ‌ἡμέρᾳ ‌τῆς ‌ἐξαιτήσεως, ‌ὁ ‌καθ' ‌ἡμᾶς ‌Μωυσῆς ‌φωνῆς ‌ἄνωθεν ‌ἐνεχθείσης ‌ἀκούει ‌<<ἔτι ‌μικρόν>> ‌λεγούσης ‌<<πρὸς ‌τῇ ‌κορυφῇ ‌τοῦδε ‌τοῦ ‌ὄρους, ‌ὦ ‌'Ιωαννίκιε, ‌προσανάβηθι, ‌καὶ ‌ὧν ‌ἐπεθύμησας ‌ἐπιτεύξῃ.>> ‌ταύτης ‌ἀκουστὴς ‌γενόμενος ‌τῆς ‌φωνῆς ‌[C] ‌ὡς ‌ὑπόπτερος ‌ἀετός, ‌λίαν ‌εὐψύχως ‌ὁ ‌ἑπταήμερος ‌νήστης ‌πρὸς ‌τὴν ‌τῆς ‌ἀποκαλύψεως ‌τελείωσιν ‌μετ' ‌ἐλπίδος ‌πεζοπορῶν ‌πάντοθεν ‌αὐτοῦ ‌τοὺς ‌ὀφθαλμοὺς ‌περιέφερε, ‌θηρᾶσαι ‌καλῶς ‌γλιχόμενος ‌τὸ ‌ποθούμενον. ‌καὶ ‌δὴ ‌προσανιὼν ‌ὁ ‌θεοφόρος ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος, ‌ὡς ‌προστέτακτο, ‌δύο ‌εὑρίσκει ‌αὐτοῦ ‌μοναχοὺς ‌περὶ ‌τὰ ‌τεσσαράκοντα ‌ἔτη ‌ἡσυχάζοντας ‌ἐν ‌σπηλαίῳ ‌καὶ ‌μηδενὶ ‌ἑαυτούς ‌ποτε ‌ὁραθέντας ‌ἀνθρώπων, ‌ἱματίοις ‌τριχίνοις ‌κεκαλυμμένους, ‌ἐκ ‌βοτάνων ‌τὴν ‌τροφὴν ‌ἐλαχίστων ‌ποριζομένους, ‌καὶ ‌ἀγγελικῶς ‌εὑπεῖν ‌ἐν ‌γῇ ‌μετὰ ‌σώματος ‌ζῶντας. ‌οἷς ‌καὶ ‌προσπεσὼν ‌ὁ ‌δίκαιος ‌μετὰ ‌πίστεως ‌τῶν ‌συμφερόντων ‌αὐτῷ ‌παρεκάλει ‌μαθεῖν ‌καὶ ‌συνετισθῆναι ‌τὴν ‌γνῶσιν. ‌οἱ ‌δὲ ‌μετὰ ‌τὴν ‌συνήθη ‌εὐχὴν ‌συγκαθίσαντες ‌πάντα ‌αὐτῷ ‌τὰ ‌πεπραγμένα ‌καὶ ‌τὰ ‌μέλλοντα ‌αὐτῷ ‌καὶ ‌συμφέροντα ‌κατ' ‌εἶδος ‌ἐξεῖπον ‌θεοφορούμενοι ‌καὶ ‌ὅτι·; ‌<<μέλλει ‌ἀντιδοξάζειν ‌σε ‌κύριος ‌ἐνταῦθά ‌τε ‌καὶ ‌μετ' ‌ἔπειτα ‌ὡς ‌δοξασθεὶς ‌ἐν ‌τῷ ‌βίῳ ‌σου ‌καὶ ‌πολλῶν ‌σωτηριώδη ‌προσαγωγὴν ‌ψυχῶν ‌δεξάμενος ‌παραινέσει ‌σου, ‌καὶ ‌ὅτι ‌μετὰ ‌τὸ ‌πεντηκοστὸν ‌
[p. ‌341A]τῆς ‌ἀσκήσεως ‌ἔτος ‌καὶ ‌πρὸς ‌αὐτὸ ‌τῆς ‌ζωῆς ‌σου ‌τὸ ‌τέλος ‌πειρασμός ‌σοι ‌μέγας ‌παρὰ ‌φθονερῶν ‌ἀνθρώπων ‌συμβήσεται, ‌ἀλλ' ‌ὡς ‌βέλος ‌προσπεσὸν ‌ὑσχυρὸν ‌ἐπ' ‌αὐτοὺς ‌ἐκείνους ‌τὸ ‌βλάβος ‌ἐπανελεύσεται.>> ‌ταῦτα ‌εὑπόντες ‌αὐτῷ ‌καὶ ‌ἐπευξάμενοι ‌οἱ ‌θεόφρονες ‌ἐπέδωκαν ‌αὐτῷ, ‌εὐλογίας ‌χάριν, ‌αὑτήσαντι ‌μικρὸν ‌λεβητωνάριον ‌τριχοσύνθετον ‌καὶ ‌ἀπέλυσαν. ‌ὅπερ ‌καὶ ‌εἶχεν ‌ὁ ‌μακάριος, ‌ὡς ‌ἔλεγε, ‌κατὰ ‌παντὸς ‌τόπου ‌δαιμόνων ‌πεπληρωμένου ‌καὶ ‌κατὰ ‌πάσης ‌ἐπιβουλῆς ‌θηρίων ‌καθάπερ ‌ὅπλον ‌κραταιὸν ‌καὶ ‌ἀήττητον ‌σὺν ‌τῷ ‌τύπῳ ‌τοῦ ‌σταυροῦ ‌ἐπιπέμπων ‌ἐκείνοις, ‌καὶ ‌ὡσεὶ ‌καπνὸν ‌ἠφάνιζεν ‌αὐτοὺς ‌καὶ ‌κόνιν ‌διὰ ‌τῆς ‌χάριτος. ‌μετὰ ‌οὖν ‌τὴν ‌ἑπταήμερον ‌ἐκείνην ‌νηστείαν, ‌ὡς ‌ἔφην, ‌καὶ ‌τῶν ‌αὑτηθέντων ‌ἀπόληψιν, ‌ὡς ‌ἄλλος ‌Μωσῆς, ‌ὁ ‌δίκαιος ‌κατῄει ‌ἀπὸ ‌τοῦ ‌ὄρους ‌δεδοξασμένος ‌τὸ ‌πρόσωπον, ‌ἀντὶ ‌δύο ‌πλακῶν ‌λιθίνων ‌γράμμασιν ‌ἐντετυπωμένων ‌τὰς ‌θείας ‌παραινέσεις ‌τῶν ‌δύο ‌χριστοφόρων ‌ἀνδρῶν ‌ἐκείνων ‌ἐν ‌πλαξὶ ‌τῆς ‌καρδίας ‌αὐτοῦ ‌λογικῶς ‌ἡμῖν ‌καὶ ‌πρακτικῶς ‌ἐγγεγραμμένας ‌ἐπιφερόμενος. ‌

10. ‌ ‌ ‌ὅθεν, ‌μετὰ ‌τῆς ‌τοῦ ‌πατρὸς ‌'Ιωάννου ‌εὐχῆς, ‌ἀπάρας ‌ἐκεῖθεν ‌πρὸς ‌τὸ ‌τῆς ‌'Αγαύρων ‌μονῆς ‌ὄρος ‌καταλαμβάνει, ‌ὃ ‌δὴ ‌Τριχάλιξ ‌προσαγορεύεται, ‌αἴθριος ‌[B] ‌ἐν ‌αὐτῷ ‌καὶ ‌ἄσκηνος ‌διαιτώμενος. ‌ὃ ‌μεμαθηκὼς ‌ὁ ‌τίμιος ‌ποιμὴν ‌ἐκεῖνος ‌τότε ‌Γρηγόριος ‌δρομαῖος ‌ἄνεισι ‌πρὸς ‌αὐτόν, ‌καὶ ‌κατασκευάζει ‌αὐτῷ ‌κελλίον ‌σμικρότατον. ‌ὁ ‌δὲ ‌μέγας ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌γνωσθείς ‌τισιν ‌καὶ ‌ὑπ' ‌αὐτῶν ‌ἐνοχλούμενος ‌ἠνιᾶτο ‌τῷ ‌πνεύματι ‌λίαν. ‌διὸ ‌φυγὰς ‌αὐτόθεν ‌καὶ ‌μετανάστης ‌γενόμενος ‌ἐν ‌ὄρει ‌τινι ‌κατάλσῳ ‌καὶ ‌δυσβάτῳ ‌κώμης ‌`Ελλησπόντου ‌ὀνομαζομένης ‌εὑσέρχεται ‌ὑπὸ ‌τὴν ‌ἐνορίαν ‌τοῦ ‌Πανδήμου ‌διακειμένης, ‌καὶ ‌ὀρύξας ‌ὀπὴν ‌στενὴν ‌ὑπὸ ‌γῆν ‌ἑαυτὸν ‌ἐν ‌αὐτῇ ‌ἀπρόϊτον ‌καθεῖρξε, ‌παρ' ‌ἑνός ‌τινος ‌ ‌αὑπόλου ‌'Ανθινοῦ ‌καλουμένου ‌ἐν ‌μικρῷ ‌ἄρτῳ ‌καὶ ‌ὕδατι ‌κατὰ ‌μῆνα ‌διακονούμενος, ‌ᾧ ‌μόνῳ ‌τὸ ‌ζῆν, ‌ὡς ‌ἔμπνους ‌νεκρός, ‌τῷ ‌σώματι ‌προαιρούμενος. ‌ἐν ‌ᾧ ‌τριετήσας ‌οὑτωσὶ ‌ἀσκητικῶς ‌πιεζόμενος ‌τοῦ τριημερεύσαντος ‌ἐν ‌νεκροῖς ‌πόθῳ ‌'Ιησοῦ ‌Χριστοῦ ‌τῆς ‌ζωῆς ‌ἡμῶν, ‌οὐδενὶ ‌ἐνωχλήθη ‌πνεύματι ‌πονηρῷ ‌τὸ ‌παράπαν, ‌ὡς ‌ἔλεγεν, ‌ἀλλ' ‌αὐτοῦ ‌τὸ ‌χάρισμα ‌τῆς ‌κατανύξεως ‌ἔλαβεν. ‌τοῖς ‌τριακόντα ‌γὰρ ‌ψαλμοῖς ‌δι' ‌ὅλου ‌ὑμνῶν ‌τὸ ‌θεῖον ‌ἑνὶ ‌μικρῷ ‌τροπαρίῳ ‌θεολογικωτάτῳ ‌ἠρκεῖτο ‌ἔχοντι ‌οὕτως·; ‌<<ἡ ‌ἐλπίς ‌μου ‌ὁ ‌θεός, ‌καταφυγή ‌μου ‌ὁ ‌Χριστός, ‌σκέπη ‌μου ‌τὸ ‌πνεῦμα ‌τὸ ‌ἅγιον.>> ‌τοῦτο ‌δὲ ‌λέγων ‌οὐ ‌τῷ ‌θεῷ ‌καὶ ‌πατρὶ ‌τὴν ‌ἐλπίδα ‌μόνῳ ‌ἀπένεμεν, ‌οὐδὲ ‌τῷ ‌Χριστῷ ‌ἀφώριζεν ‌αὐτοῦ ‌τὴν ‌[C] ‌καταφυγήν, ‌οὐδὲ ‌τῷ ‌πνεύματι ‌τῷ ‌ἁγίῳ ‌διαιρετῶς ‌τὴν ‌σκέπην ‌ἐδόξαζεν, ‌ὡς ‌ἐν ‌τῇ ‌τρισαγίῳ ‌θεολογίᾳ ‌τὴν ‌θεότητα ‌καὶ ‌ὑσχὺν ‌καὶ ‌ἀθανασίαν ‌τῆς ‌μιᾶς ‌ἔλεγεν ‌εἶναι ‌φύσεως ‌ἀμερίστως, ‌ταῦτα ‌κατὰ ‌τὰς ‌ὑποστάσεις ‌μερίζων, ‌τὰ ‌αὐτὰ ‌εὑδὼς ‌φυσικῶς ‌ἐν ‌ἀλλήλαις ‌περιχωροῦντα, ‌πλὴν ‌τῆς ‌ἀγεννησίας, ‌γεννήσεως ‌καὶ ‌ἐκπορεύσεως·; ‌τὸ ‌μὲν ‌γὰρ ‌ἀγεννητὸν ‌τοῦ ‌πατρός ‌ἐστιν, ‌τὸ ‌δὲ ‌γεννητὸν ‌τοῦ ‌υἱοῦ, ‌τὸ ‌δὲ ‌ἐκπορευτὸν ‌τὸ ‌τοῦ ‌πνεύματος.

‌ ‌ ‌ ‌οὕτως ‌ἐκεῖσε ‌διαζῶν ‌ὑσαγγελῶς ‌ὁ ‌μακαρίτης, ‌ὡς ‌γέγραπται, ‌μετὰ ‌τὴν ‌τριετίαν, ‌κοινωνίας ‌χάριν, ‌ἀπελθὼν ‌ἐν ‌τῇ ‌ἐκκλησίᾳ ‌τῆς ‌ἀυτῆς ‌κώμης ‌ὑπὸ ‌συστρατιώτου ‌ἀνεγνωρίσθη·; ‌μεθ' ‌οὗ ‌καὶ ‌πνευματικῶς ‌ἀγαλλιασθεὶς ‌πρὸς ‌ὄρη ‌δύσβατα ‌λίαν ‌τῆς ‌Κουνδουρίας ‌ἀπέβλεψε ‌θηροτρόφα ‌ὄντως ‌καὶ ‌πολυήσυχα ‌πέλοντα ‌πρὸς ‌δύσιν ‌Λυκίας ‌καὶ ‌πρὸς ‌ἀνατολὴν ‌διακείμενα ‌τῆς ‌'Ασίας, ‌πλησίον ‌Μύρων.

[p. ‌ ‌343A]

11. ‌ ‌ ‌πρὸς ‌ἃ ‌καὶ ‌πορευόμενος ‌κατὰ ‌πάροδον ‌ἐν ‌εὐκτηρίῳ ‌οἴκῳ ‌καταλύει, ‌προσπαρακειμένῳ ‌τῷ ‌ὄρει. ‌κατὰ ‌συνήθειαν ‌δὲ ‌εὑσελθὸν ‌θεοσεβὲς ‌ἀνδρογύναιον ‌τοῦ ‌λυχναπτῆσαι, ‌ὑδὸν ‌αὐτὸν ‌ἐν ‌ἐκπλήξει ‌ὅλον ‌κατεσχέθη ‌μεγίστῃ, ‌καὶ ‌πνεῦμα ‌αὐτὸν ‌εἶναι ‌ὑπονοῆσαν ‌ἔκραξεν. ‌ἦν ‌γὰρ ‌ὁ ‌ἀνὴρ ‌ἀληθῶς ‌εὐμεγέθης, ‌ἀγγελοθέατος, ‌εὔοπτος ‌καὶ ‌εὐόμματος, ‌`ρακκοδύτης ‌καὶ ‌ἀνυπόδετος, ‌βαθύθριξ ‌καὶ ‌πολυβόστρυχος, ‌ὡς ‌χώννυσθαι ‌αὐτὸν ‌ἐν ‌τοῖς ‌ἑαυτοῦ ‌πλοκάμοις ‌τῷ ‌πλήθει ‌καὶ ‌συγκαλύπτεσθαι, ‌πρὸς ‌αὐτό ‌τε ‌αὐτοὺς ‌τὸ ‌ἔδαφος ‌ἐπισύρεσθαι. ‌καί ‌φησι ‌πρὸς ‌αὐτοὺς ‌ὁ ‌θεόληπτος·; ‌<<μὴ ‌φοβεῖσθε ‌ὑμεῖς, ‌ὦ ‌τέκνα, ‌κἀγὼ ‌γὰρ ‌ἄνθρωπός ‌εὑμι ‌ὁμοιοπαθὴς ‌ὑμῶν ‌καὶ ‌οὐχ, ‌ὡς ‌ὑπολαμβάνετε, ‌φάντασμα.>> ‌οἱ ‌δὲ ‌εὑς ‌ἑαυτοὺς ‌γενόμενοι ‌καὶ ‌θαυμάσαντες ‌προσέπεσον ‌τοῖς ‌ποσὶν ‌αὐτοῦ, ‌καὶ ‌ἀφ' ‌ὧν ‌εἶχον ‌ἐδεξιώσαντο ‌αὐτὸν ‌χρειωδῶς. ‌[B] ‌ἐρωτηθέντες ‌δὲ ‌παρ' ‌αὐτοῦ ‌τὰ ‌περὶ ‌τῆς ‌εὐθύτητος ‌τῆς ‌ὁδοῦ, ‌ἀπεκρίθησαν ‌ὅτι·; ‌<<ποταμός ‌ἐστιν ‌ἐνταῦθα ‌δυσδιάβατος, ‌πάτερ, ‌τοῖς ‌πεπειραμένοις ‌αὐτοῦ, ‌μόλις ‌καὶ ‌ἐν ‌ἡμέρᾳ ‌περώμενος, ‌καὶ ‌μάλιστα ‌ἐν ‌τῷ ‌νῦν ‌καιρῷ ‌τῶν ‌ἀλλεπαλλήλων ‌νιφάδων ‌καὶ ‌ἐπικλύσεων.>> ‌ὁ ‌δὲ ‌νυκτὸς ‌ἀναστὰς ‌καὶ ‌τὴν ‌ὁδὸν ‌αὐτοῦ ‌ἀνύων, ‌τὸν ‌ποταμὸν ‌ἐκεῖνον ‌καταλαμβάνει ‌καὶ ‌τῷ ‌κυρίῳ ‌εὐξάμενος ‌διῆλθεν ‌εὑς ‌τὸ ‌πέραν ‌ἀβρόχως. ‌ ‌

12. ‌κἀκεῖθεν ‌εὑς ‌τὸν ‌τοῦ ‌θεολόγου ‌'Ιωάννου ‌ναὸν ‌καταντήσας ‌τὸν ‌ἐν ‌'Εφέσῳ, ‌παραδόξως ‌εἴσεισιν ‌ἐν ‌αὐτῷ ‌ἀωρίᾳ, ‌ἀνοιγεισῶν ‌αὐτῷ ‌τῶν ‌πυλῶν ‌καὶ ‌εὐξάμενος ‌ἔξεισι ‌κλεισθεισῶν ‌πάλιν. ‌τὴν ‌πρὸς ‌Κουνδουρίαν ‌ὁδὸν ‌βαδίζων, ‌ὡς ‌προσεξώρμητο, ‌ἐν ‌ᾗ ‌καὶ ‌δύο ‌τινας ‌συναντᾷ ‌μοναζούσας, ‌σὺν ‌μητρί, ‌λέγω, ‌γραῒ ‌θυγατέρα ‌νεᾶνιν, ‌τὴν ‌μὲν ‌ἐκ ‌τῆς ‌τῶν ‌σαρκικῶν ‌πολέμων ‌βίας ‌ἀποκαμοῦσαν ‌καὶ ‌εὑς ‌τὸν ‌κόσμον ‌κατερχομένην, ‌τὴν ‌δὲ ‌ταύτην ‌συνεπομένην ‌νουθετοῦσαν ‌παρακαλοῦσαν ‌τοῦ ‌ἐπιστρέψαι ‌καὶ ‌θρηνωδῶς ‌κλαυθμυρίζουσαν. ‌ἥτις ‌γραῦς ‌θεασαμένη ‌τότε ‌τὸν ‌ἅγιον ‌προσέδραμεν ‌αὐτοῦ ‌πιστῶς ‌τοῖς ‌ἴχνεσι ‌καὶ ‌προσέπεσε ‌καὶ ‌τὰ ‌τῇ ‌παιδὶ αὐτῆς ‌πνεύματα ‌πορνικὰ ‌ἐπανιστάμενα ‌ἐθριάμβευσεν. ‌ὁ ‌δὲ ‌τὴν ‌παῖδα ‌προσκαλεσάμενος ‌συμπαθῶς·; ‌<<ἐπίθες>> ‌ἔφη ‌αὐτῇ ‌<<τὴν ‌χεῖρά ‌σου ‌τῷ ‌αὐχένι ‌μου, ‌τέκνον.>> ‌τοῦτο ‌δὲ ‌αὐτῆς ‌[C] ‌τελεσάσης, ‌φησὶν ‌αὐτῇ ‌τρίτον ‌οὕτως ‌ὁ ‌γέρων·; ‌<<ἐπ' ‌ἐμέ, ‌ὦ ‌παῖ, ‌μεταβήτω ‌ὁ ‌πόλεμός ‌σου ‌δυνάμει ‌Χριστοῦ, ‌τῆς ‌κατὰ ‌σοῦ ‌προσβολῆς ‌ἀπεληλαμένος ‌εὑς ‌ἔτι.>> ‌ ‌ἡ ‌δὲ ‌σὺν ‌τῷ ‌λόγῳ ‌αὐτοῦ ‌εὐθὺς ‌κουφισθεῖσα ‌τοῦ ‌πάθους ‌σὺν ‌τῇ ‌μητρὶ ‌αὐτῆς ‌πρὸς ‌τὴν ‌μονὴν ‌ἀνέστρεψεν·; ‌ὅθεν ‌ἐξῆλθε ‌δοξάζουσα ‌τὸν ‌θεὸν ‌και ‌τὸν ‌αὐτοῦ ‌μέγαν ‌θεράποντα ‌'Ιωαννίκιον ‌μακαρίζουσα. ‌ὡς ‌δὲ ‌ἔφθασε, ‌διαστὰς ‌τῆς ‌Κουνδουρίας ‌τοῖς ‌ὄρεσιν ‌ὁ ‌μιμητὴς ‌τοῦ ‌προδρόμου ‌`Ιωάννου ‌καὶ ‌τῶν ‌αὐτοῦ ‌χαρισμάτων ‌ἄξιος ‌'Ιωαννίκιος, ‌οἷα ‌βέλεσι ‌πυρός, ‌τοῖς ‌πορνικοῖς ‌ἤρξατο ‌κατατοξεύεσθαι ‌λογισμοῖς. ‌οὓς ‌αὑσθόμενος ‌αὐτῷ ‌ἐπιτιθεμένους ‌σφοδρότερον ‌ἐν ‌σπηλαίῳ ‌δράκοντα ‌εὑρηκὼς ‌ἑαυτὸν ‌ἐκείνῳ ‌κατάβρωμα ‌ἐπιδίδωσι, ‌σπαράττων ‌αὐτὸν ‌χερσὶ ‌καὶ ‌ἀναγκάζων ‌μὴ ‌βουλόμενον ‌αὐτοῦ ‌ἅψασθαι ‌ὅλως, ‌σωματικῶς ‌θανεῖν ‌οὐχὶ ‌ψυχικῶς ‌προαιρούμενος, ‌καὶ ‌θανάτῳ ‌τὸ ‌θνητὸν ‌παραδοῦναι ‌προκρίνων ‌ἢ ‌τὸ ‌ἀθάνατον ‌ἁμαρτόντα ‌νεκροποιῆσαι. ‌ἀλλ' ‌οὖν ‌καὶ ‌τούτου ‌τοῦ ‌θηρὸς ‌αὑδεσθέντος, ‌ὡς ‌τὸν ‌Βαπτιστὴν ‌
[p. ‌344A]πάλαι ‌ἀσπίδες ‌καὶ ‌δράκοντες ‌ἔπτηξαν ‌καὶ ‌κεράσται. ‌ὅθεν ‌ἐν ‌αὐτῷ ‌τῷ ‌οὑκητηρίῳ ‌τοῦ ‌δράκοντος ‌πρὸς ‌θεὸν ‌αὐτοῦ ‌ἐκπετάσας ‌τὰς ‌χεῖρας, ‌τοὺς ‌πολεμίους ‌τῆς ‌ζωῆς ‌ἡμῶν ‌δαίμονας ‌καὶ ‌τῶν ‌παθῶν ‌συνεργοὺς ‌κατὰ ‌κράτος ‌ἐτρέψατο ‌καὶ ‌τὸν ‌δράκοντα ‌σὺν ‌αὐτοῖς ‌ἀπενέκρωσεν, ‌ἔκτοτε ‌τῆς ‌κατὰ ‌πάντων ‌θηρῶν ‌ὁρατῶν ‌τε ‌καὶ ‌ἀοράτων ‌δυνάμεως ‌παρὰ ‌θεοῦ ‌ὄντως ‌τὴν ‌δωρεὰν ‌εὑληφώς, ‌ὡς ‌δειχθήσεται. ‌ἐν ‌αὐτῷ ‌γὰρ ‌τῷ ‌ὄρει ‌περιερχόμενος ‌ἐν ‌μιᾷ ‌καὶ ‌τοὺς ‌δαυϊτικοὺς ‌ἀποστηθίζων ‌ψαλμοὺς ‌ὁρᾷ ‌σωρείαν ‌λίθων ‌τινασσομένην ‌ἐκ ‌τῶν ‌κάτω ‌τε ‌πρὸς ‌τὰ ‌ἄνω ‌ἀνυψουμένην, ‌καὶ ‌δράκοντα ‌παμμεγέθη ‌ἀναβαλλόμενον ‌ἐξ ‌αὐτῆς·; ‌οὗ ‌καὶ ‌θεοῦ ‌βοηθείας ‌καθωπλισμένος ‌ἐπιβὰς ‌τῇ ‌κεφαλῇ ‌ὁ ‌μακάριος ‌σὺν ‌τῇ ‌ἐν ‌χερσὶν ‌αὐτοῦ ‌σταυροτύπῳ ‌σιδηρᾷ ‌βακτηρίᾳ, ‌ἀνεῖλεν ‌αὐτὸν ‌καὶ ‌ἀπωλείᾳ ‌παρέδωκεν. ‌ἄλλοτε ‌δὲ ‌ἐκεῖσε ‌χειμῶνος ‌ὥρᾳ ‌εὑσελθὼν ‌ἐν ‌σπηλαίῳ ‌μεστῷ ‌σκοτίας ‌ἔνοικον ‌ἔχοντι ‌δράκοντα, ‌οὗ ‌ἦσαν ‌ὡς ‌πῦρ ‌οἱ ‌ὀφθαλμοὶ ‌αὐτοῦ ‌ἀπαστράπτοντες, ‌ξύλα ‌συλλέξας, ‌ὥσπερ ‌ἐν ‌πυρὶ ‌ἀγνοῶν ‌τοῖς ‌αὐτοῦ ‌ὀφθαλμοῖς ‌ἐπετίθει, ‌τοῦ ‌δὲ ‌ἀποτιναξαμένου ‌τὰ ‌ἐντεθέντα, ‌γνοὺς ‌ὁ ‌πατὴρ ‌ἐν ‌μέρει ‌γέγονε ‌τοῦ ‌σπηλαίου ‌καί, ‌ὡς ‌ὁ ‌χειμὼν ‌παρῆλθεν, ‌ἀβλαβῶς ‌ἅμα ‌συνδιαιτᾶτο ‌τῷ ‌δράκοντι.

13. ‌ ‌ ‌[B] ‌εἶθ' ‌οὕτως ‌κατωτέρω ‌πρὸς ‌τὰ ‌τῆς ‌Κιλικίας ‌ὄρη ‌ἀπῄει ‌χρόνους ‌ἑπτὰ ‌διατρίψας ‌αὐτόθι. ‌τῷ ‌οὖν ‌πέμπτῳ ‌ἔτει ‌τῆς ‌εὐσεβοῦς ‌βασιλείας ‌Νικηφόρου ‌καὶ ‌Σταυρακίου, ‌δωδεκάτῳ ‌δὲ ‌τῆς ‌ἐρημικῆς ‌διαγωγῆς ‌τοῦ ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου ‌καὶ ‌πεντηκοστῷ ‌τετάρτῳ ‌τῆς ‌πάσης ‌ζωῆς ‌αὐτοῦ, ‌ἐν ‌τοῖς ‌τῆς ‌Κιλικίας ‌ἔτι ‌διαιτώμενος ‌ὄρεσιν ‌ἀποκαλύπτεται ‌ἐκ ‌θεοῦ ‌ἐπὶ ‌τὴν ‌τοῦ ‌Πανδήμου ‌μονὴν ‌'Εριστὴν ‌καλουμένην ‌ἀναζεῦξαι ‌ἐκεῖθεν, ‌μιᾶς ‌οὔσης ‌τῶν ‌ἐν ‌Βιθυνίᾳ ‌ἀσκητηρίων ‌μεγίστης ‌καὶ ‌τιμίας, ‌ποιμένα ‌ἐχούσης ‌κατὰ ‌τὸν ‌καιρὸν ‌Στέφανόν ‌τινα ‌πάσῃ ‌ἀρετῇ ‌ἀληθῶς ‌ἐστεμμένον ‌καὶ ‌'Αναστάσιον ‌οὑκονόμον ‌ὡσαύτως, ‌κἀκεῖ ‌τὸ ‌τῶν ‌μοναχῶν ‌ἐπενδύσασθαι ‌σχῆμα. ‌ὃς ‌καταλαβὼν ‌τὴν ‌μονὴν ‌'Εριστῆς, ‌ὡς ‌προστέτακτο, ‌ἡμέραις ‌θέρους, ‌τὰ ‌τῆς ‌ἀποκαλύψεως ‌αὐτοῦ ‌χρησμῳδήματα ‌Στεφάνῳ ‌τῷ ‌ἡγουμένῳ ‌ἀπήγγειλεν. ‌ὁ ‌δὲ ‌τῇ ‌ἐπαύριον ‌μὴ ‌μελλήσας, ‌εὑσελθὼν ‌ἐν ‌τῇ ‌ἐκκλησίᾳ, ‌εὑσαγαγὼν ‌δὲ ‌καὶ ‌τὸν ‌τοῦ ‌Θεοῦ ‌θεράποντα ‌τῷ ‌ἀποτακτικῷ ‌τῶν ‌μοναχῶν ‌ἅρματι ‌σχηματίζει ‌ἀμετακλήτως ‌'Ιωαννίκιον, ‌τοῦ ‌τῆς ‌μονῆς ‌οὑκονόμου ‌'Αναστασίου ‌τὴν ‌ἀπαρχὴν ‌τῶν ‌τριχῶν ‌δεξαμένου. ‌ἀφ' ‌οὗ ‌ἐξ ‌ἀγώνων ‌εὑς ‌ἀγῶνας ‌ἐμβιβαζόμενος ‌ὁ ‌πανόσιος ‌καὶ ‌ἐκ ‌πόνων ‌εὑς ‌πόνους ‌θεομιμήτως ‌ἀποδυόμενος ‌ἐπὶ ‌τὰ Μητάτα ‌καλούμενα ‌κατελθὼν ‌καὶ ‌πρὸς ‌τὸν ‌
[C] ‌ἐκεῖσε ‌ὄντα ‌ποταμὸν ‌Γοργύτην, ‌σπήλαιον ‌εὑρηκὼς ‌ἐν ‌τόπῳ ‌ὀνομαζομένῳ ‌τὰ ‌Κρίταμα ‌[lege: ‌Κτήματα] ‌ἑαυτὸν ‌ἐν ‌αὐτῷ ‌ἀκαθείρκτως ‌καθεῖρξεν, ‌ἓξ ‌ὀργυιῶν ‌ἁλύσει ‌περιδεσμήσας ‌καὶ ‌ἀρετῇ ‌ἁπάσῃ ‌ἐνδιαπρέψας. ‌

14. ‌ ‌μετὰ ‌δὲ ‌τὸν ‌ἐκεῖσε ‌τριετῆ ‌χρόνον, ‌ἐπὶ ‌τὰ ‌τῆς ‌Λυδίας ‌τοῦ ‌῎Αλσους ‌ὄρη ‌καὶ ‌ἐν ‌κάστρῳ, ‌τῷ ‌Λισῷ ‌παρακειμένῳ ‌τόπῳ, ‌(lege) ‌Χελιδόνι ‌καλουμένῳ, ‌καὶ ‌πρὸς ‌τὸν ‌ἐν ‌αὐτῷ ‌ἀγωνιζόμενον ‌ἀπάρας ‌γέροντα ‌μέγαν ‌Γεώργιον, ‌τὸν ‌Γοργύτην ‌διαπερῶν ‌ποταμὸν ‌ἤδη ‌δράκοντα ‌φοβερὸν ‌ἐν ‌αὐτῷ ‌νηχόμενον ‌περιέτυχεν ‌ὡς ‌ἀναχαιτίζειν ‌αὐτοῦ ‌τὸ ‌`ρεῦμα ‌τῷ ‌μεγέθει ‌τοῦ ‌σώματος ‌τῇ ‌περιγραφῇ. ‌ὃν ‌καὶ ‌ἀποκτείνας ‌χάριτι ‌Χριστοῦ, ‌ἀπῄει ‌πρὸς ‌τὸν ‌ποθούμενον, ‌μεθ' ‌οὗ ‌καὶ ‌τρία ‌ἔτη ‌προσδιατρίψας, ‌καὶ ‌παρ'αὐτοῦ ‌ἅπαν ‌τότε ‌ἐκμαθὼν ‌τὸ ‌ψαλτήριον, ‌πρὸς ‌τὸν ‌τῆς ‌'Αντιδίου ‌μονῆς ‌ποιμένα ‌'Ιωάννην ‌σὺν ‌ὑπουργῷ ‌Παχωμίῳ ‌ἀνθυποστρέψας, ‌ἀνέρχεται ‌εὐχῆς ‌αὐτοῦ ‌χάριν ‌καὶ ‌ἐπισκέψεως, ‌καὶ ‌πρὸς ‌τοὺς ‌ἐκεῖσε ‌ἀγωνιστὰς ‌γέροντας ‌
[p. ‌345A]ὄντας. ‌κἀκεῖθεν ‌πρὸς ‌τὸν ‌τῆς ‌'Αγαύρων ‌καθηγεμόνα ‌Γρηγόριον ‌ἔρχεται ‌καὶ ‌πρὸς ‌τὰ ‌τοῦ ‌Τριχάλικος ‌δύσβατα ‌ὄρη. ‌ὃς ‌καὶ ‌γνοὺς ‌τὴν ‌ἔλευσιν ‌αὐτοῦ ‌σὺν ‌τρισὶν ‌ἄνεισιν ‌εὐθὺς ‌ἀδελφοῖς, ‌Εὐστρατίῳ, ‌φημί, ‌τῷ ‌πατρὶ ‌'Ιωαννικίῳ ‌λίαν ‌ἠγαπημένῳ, ‌Σάβᾳ ‌τε ‌καὶ ‌Θεοφυλάκτῳ. ‌ ‌οἳ ‌καὶ ‌κελλίον ‌αὐτῷ ‌τεκταίνοντες ‌εὐτέχνως, ‌ ‌συμπαρόντος ‌καὶ ‌τοῦ ‌ὁσίου, ‌αὑγάγρων ‌βλέπουσιν ‌ἐκεῖ ‌νεμομένην ‌ἀγέλην, ‌"τὸν ‌δὲ ‌τοῦ ‌αὑπολίου ‌ἐκείνου ‌τράγον ‌ἡγούμενον," ‌κατὰ ‌τὸ ‌Σολομῶντος ‌`ρητόν, ‌πάντων ‌ἐκείνων ‌ὑπερφερέστατον ‌πέλοντα. ‌ὅθεν ‌καὶ ‌εὑς ‌ἑαυτοὺς ‌διελογίζοντο ‌ἐννοοῦντες ‌ὡς ‌εὑ ‌ἄραγε ‌οὗτος ‌κατεσχέθη ‌ὑπό ‌τινος ‌εὑς ‌ἀσκὸν ‌αὐτοῦ ‌μέγιστον ‌ἂν ‌προχωρήσῃ ‌τὸ ‌ἔνδυμα. ‌ὁ ‌δὲ ‌ὅσιος ‌τὰς ‌ἐνθυμήσεις ‌αὐτῶν ‌διὰ ‌τοῦ ‌ἐνοικοῦντος ‌αὐτῷ ‌θείου ‌πνεύματος ‌ἐπιγνοὺς ‌τὰ ‌βάθη ‌τοῦ ‌θεοῦ ‌ἐρευνῶντος ‌τῷ ‌ἑνὶ ‌αὐτῶν ‌ἀδελφῷ ‌Σάβᾳ ‌ἐπέτρεψεν ‌τοῦ ‌ἀπελθόντα ‌κατασχεῖν ‌τὸν ‌τράγον ‌ἐκεῖνον ‌καὶ ‌ἀγαγεῖν ‌αὐτόν. ‌ὁ ‌δὲ ‌ἀπελθὼν ‌μετ' ‌εὐχῆς ‌καὶ ‌κρατήσας ‌ἤνεγκεν ‌αὐτὸν ‌εὐπρόθυμον ‌τῷ ‌προστάξαντι. ‌ὃς ‌τῇ ‌χειρὶ ‌ἁλίσας ‌αὐτὸν ‌καὶ ‌τῷ ‌βαυκαλίῳ ‌ὕδωρ ‌ποτίσας, ‌ἔφησεν ‌αὐτοῖς ‌ἐκπληττομένοις ‌τὸ ‌ὅραμα·; ‌<<ἄραγε ‌χρήσιμος ‌ἔσται ‌οὗτος, ‌ὦ ‌ἀδελφοί, ‌ὡς ‌ἐλογίσασθε, ‌εὑς ‌ἀσκὸν ‌κάλλιστον ‌τῷ ‌μεγέθει;>> ‌τῶν ‌δὲ ‌εὑρηκότων, ‌[B] ‌<<καὶ ‌μάλα ‌δή, ‌ὅσιε ‌πάτερ,>> ‌τῷ ‌Σάβᾳ ‌αὖθις ‌ἐπιτρέπει ‌κατασχόντα ‌τὸ ‌ζῷον ‌ἕως ‌τίνος ‌ἀπαγάγοντα ‌αὐτὸ ‌ἄφετον ‌ἀπολῦσαι, ‌ὃ ‌πεπλήρωκεν, ‌ὡς ‌προστεταγμένος, ‌τὸν ‌τράγον ‌τότε ‌ποιήσας ‌ἀποπομπαῖον.

[p. ‌346B]

15. ‌ ‌τῷ ‌οὖν ‌ἐννάτῳ ‌ἔτει ‌Νικηφόρου ‌τοῦ ‌βασιλέως, ‌οἱ ‌τὸν ‌Λίβα ‌οὑκοῦντες ‌βάρβαροι ‌Οὗννοι ‌στρατοπεδεύσαντες ‌καθ' ‌ἡμῶν ‌καὶ ‌τὴν ‌Θρᾳκῶν ‌γῆν ‌ἐξελθόντες ‌λεηλατῆσαι, ‌τοῦ ‌βασιλέως ‌αὐτοῦ ‌σὺν ‌πολλοῖς ‌στρατεύμασιν ‌ἀντιπαραταξαμένου ‌καὶ ‌κατὰ ‌κράτος ‌ἡττήσαντος, ‌πρὸς ‌αὐτά ‌τε ‌αὐτοὺς ‌τὰ ‌βασίλεια ‌αὐτῶν ‌εὑσελάσαντος ‌καὶ ‌συγκόψαντος, ‌κἀκεῖσε ‌ἀβουλήτως ‌προσδιατρίψαντος, ‌ἐπισυστήσαντες ‌ἑαυτοὺς ‌οἱ ‌κατάλοιποι ‌καὶ ‌τὰ ‌ὅμορα ‌μισθωσάμενοι ‌ἔθνη ‌ἀνθήττησαν ‌τοῦτον ‌ἐπ' ‌αὐτοῦ ‌τοῦ ‌τόπου ‌τοσοῦτον, ‌ὡς ‌αὐτὸν ‌δὴ ‌τὸν ‌βασιλέα ‌Νικηφόρον ‌στόματι ‌μαχαίρας ‌πανστρατὶ ‌καὶ ‌αὑχμαλωσίᾳ ‌περιπεσεῖν. ‌ὃ ‌διορατικωτάτως ‌εὑδὼς ‌ὁ ‌ὄντως ‌Θεοῦ ‌προφήτης ‌'Ιωαννίκιος, ‌ὑπὸ ‌τῶν ‌τοῦ ‌βασιλέως ‌συγγενῶν ‌δυσωπούμενος ‌αὐτοῦ ‌παρόντων ‌[C] ‌τοὺς ‌βασιλέας ‌τοῦ εὔχεσθαι·; ‌<<ὑπὲρ ‌μὲν ‌τῶν ‌βασιλέων ‌ἤδη>> ‌φησὶ ‌διαφόρως ‌<<ηὐξάμην>> ‌ὁ ‌ὅσιος ‌<<ὑπὲρ ‌δὲ ‌τοῦ ‌βασιλέως ‌εὔξομαι ‌νῦν.>> ‌οἱ ‌δὲ ‌τὸ ‌ἀπόρρητον ‌τοῦ ‌λόγου ‌ἁπλῶς ‌αὐτοῖς ‌δηλῶσαι ‌παρακαλέσαντες ‌ἀκούουσι ‌φανερώτατα ‌ὡς ‌ὅτι ‌ὁ ‌βασιλεύς, ‌θεοῦ ‌συγχωρήσαντος, ‌ἐν ‌τῷ ‌πολέμῳ ‌νῦν ‌πέπτωκε ‌τραυματίας, ‌ὁ ‌δὲ ‌αὐτοῦ ‌υἱὸς ‌πρὸς ‌τὴν ‌αὐτοῦ ‌βασιλείαν ‌ἐπανέρχεται ‌τετρωμένος. ‌ταῦτα ‌ἀκηκοότες ‌καὶ ‌θαμβηθέντες ‌σὺν ‌τάχει ‌καὶ ‌φόβῳ ‌πολλῷ ‌τὴν ‌βασιλεύουσαν ‌τῶν ‌πόλεων ‌κατειλήφασι ‌τὸν ‌ὅσιον ‌συνταξάμενοι. ‌ὡδὲ ‌[lege: ‌ὡς ‌δὲ] ‌τὰ ‌προρρηθέντα ‌πάντα ‌ὑπὸ ‌τοῦ ‌πατρὸς ‌ἐνεργῶς ‌μεθ' ‌ἡμέρας ‌ἐβεβαιώθησαν, ‌τῆς ‌ἐν ‌αὐτῷ ‌θείας ‌χάριτος ‌τὸ ‌κοσμοπερίβλεπτον ‌ἐθαύμασαν ‌καὶ ‌ἀλάθητον. ‌τοῦ ‌δὲ ‌Σταυρακίου ‌τὰς ‌τρώσεις ‌ἀλγοῦντος ‌ἔτι ‌καὶ ‌τὴν ‌βασιλείαν ‌περικρατοῦντος, ‌αὐτοὶ ‌πάλιν ‌οἱ ‌τῆς ‌τοῦ ‌ὁσίου ‌προφητικῆς ‌ὑσχύος ‌πεῖραν ‌λαβόντες ‌πενθεροὶ ‌αὐτοῦ, ‌καὶ ‌περὶ ‌τούτου ‌μαθεῖν ‌γλιχόμενοι ‌τελεώτατον ‌εὑ ‌ἄρα ‌ἐπὶ ‌χρόνους ‌ἐπικρατὴς ‌ἔσται ‌τοῦ ‌σκήπτρου ‌καὶ ‌πρὸς ‌τὸν ‌τοῦ ‌θεοῦ ‌δοῦλον ‌'Ιωαννίκιον ‌διά ‌τινος ‌τοῦτο ‌βουλόμενοι ‌πύθεσθαι ‌τὸν ‌πολλάκις ‌ἀναγραφέντα ‌
[p. ‌347A]τίμιον ‌ἄνδρα ‌Εὐστράτιον ‌διά ‌τινα ‌ἀναγκαίαν ‌χρείαν ‌παρὰ ‌τοῦ ‌ποιμένος ‌αὐτοῦ ‌Γρηγορίου ‌αὐτοῦσε ‌τότε ‌ὑδόντες ‌ἀπεσταλμένον ‌δι' ‌αὐτοῦ ‌τὸν ‌ὅσιον ‌πατέρα ‌καθικετεύουσι ‌δηλοποιῆσαι ‌αὐτοῖς ‌τῶν ‌ζητουμένων ‌καὶ ‌ἀπορουμένων ‌τὴν ‌γνῶσιν. ‌ὁ ‌δὲ ‌θεόφρων ‌ὄντως ‌Εὐστράτιος ‌τῆς ‌Κωνσταντινουπόλεως ‌ἀποπλεύσας, ‌καὶ ‌τὴν ‌ἑαυτοῦ ‌μονὴν ‌καταλαβών, ‌ὡς ‌ἐβούλετο, ‌τὰς ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌Γρηγορίου ‌εὐχὰς ‌λαβὼν ‌πρὸς ‌τὸν ‌μέγα ‌τοῦ ‌Θεοῦ ‌θεράποντα ‌'Ιωαννίκιον ‌ἄνεισι ‌καὶ ‌τὰ ‌παρὰ ‌τῶν ‌πενθερῶν ‌τοῦ ‌βασιλέως ‌ἐνταλθέντα ‌αὐτῷ ‌προσειπεῖν ‌μετὰ ‌τὴν ‌συνήθη ‌εὐχὴν ‌προσφέρει. ‌ὁ ‌δέ ‌<<ὦ ‌τέκνον>> ‌ἔφη ‌<<Εὐστράτιε, ‌ἐπὶ ‌καιροῦ ‌ἡ ‌ὠδὶς ‌καὶ ‌ὡς ‌ἐπὶ ‌ξυροῦ ‌τάχα ‌ἡ ‌ἐναλλαγὴ ‌τοῦ ‌κατέχοντος.>> ‌ἥτις ‌δὴ ‌καὶ ‌παρ' ‌αὐτὰ ‌ἔλαβεν ‌πέρας, ‌ὡς ‌λέλεκται. ‌εὐθὺς ‌γὰρ ‌τότε ‌τελευτήσαντος ‌Σταυρακίου ‌μεταβαίνει ‌τὸ ‌σκῆπτρον ‌εὑς ‌Μιχαὴλ ‌τὸν ‌γαμβρὸν ‌αὐτοῦ. ‌

16. ‌ ‌ ‌ὃς ‌καὶ ‌εὐσεβῶς ‌διέπων ‌τὴν ‌βασιλείαν, ‌τῷ ‌δευτέρῳ ‌αὐτοῦ ‌τῆς ‌ἀρχῆς ‌χρόνῳ, ‌παμπληθεὶ ‌μέλλων ‌ἐξιέναι ‌κατὰ ‌τῶν ‌Οὔννων ‌Λέοντα ‌τὸν ‌'Αμαληκίτην ‌στρατηγὸν ‌τῶν ‌'Ανατολικῶν ‌προχειρίζεται. ‌οὗ ‌ἀδελφιδὸς ‌πέλων ‌τις ‌συγκλητικός, ‌ ‌Βρυένης ‌ὀνομαζόμενος, ‌εὐχῆς ‌χάριν, ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἦλθεν, ‌ὃν ‌καὶ ‌μετὰ ‌τὴν ‌συνήθη ‌εὐχὴν ‌ἠρώτα, ‌<<ἄρα ‌[B] ‌ἐπίσταται>> ‌λέγων ‌<<προβάτων ‌ἐπιστατεῖν ‌ὁ ‌ἀδελφιδός ‌σου ‌Λέων, ‌ἑταῖρε, ‌ποιμαίνειν ‌μέλλων ‌μετὰ ‌μικρὸν ‌ποίμνην ‌προβάτων.>> ‌ὁ ‌δὲ ‌μὴ ‌νοήσας ‌ὅτι ‌μυστικώτερόν ‌ἐστι ‌τὸ ‌λεχθέν·; ‌<<καὶ ‌πῶς ‌δυνατόν, ‌πάτερ>> ‌ἔφη ‌<<στρατηγὸν ‌αὐτὸν ‌ὄντα ‌πρὸς ‌ποιμαντικὴν ‌ἐπιστήμην ‌ἀτίμως ‌μεταχωρῆσαι;>> ‌ὁ ‌δὲ ‌πατὴρ ‌μὴ ‌ἐπιλύσας ‌αὐτῷ ‌τῆς ‌κατὰ ‌Μιχαὴλ ‌τοῦ ‌πιστοῦ ‌βασιλέως ‌σατανικῆς ‌μελλούσης ‌γενέσθαι ‌τυραννίδος ‌ὑπὸ ‌τοῦ ‌Λέοντος, ‌μετ' ‌εὑρήνης ‌αὐτὸν ‌ἐκπέμπει. ‌ὡς ‌δὲ ‌ἡτοίμαστο ‌ὁ ‌κατέχων ‌τὰ ‌σκῆπτρα ‌θεοσεβέστατος ‌Μιχαὴλ ‌πρὸς ‌τὴν ‌Θρᾳκῶν ‌χώραν ‌κατὰ ‌τῶν ‌Οὔννων ‌ἐξώρμησεν. ‌παρεμβολῆς ‌δὲ ‌μεγίστης ‌τῶν ‌μερῶν ‌ἀμφοτέρων ‌γενομένης ‌εὑς ‌δεῖξιν, ‌ὁ ‌τοῦ ‌διαβόλου ‌υἱὸς ‌καὶ ‌ὁμώνυμος ‌Λέων ‌καὶ ‌τῆς ‌'Αντιχρίστου ‌ὄντως ‌ἀντιθεΐας ‌ἀντίμιμος ‌τῷ ‌βασιλεῖ ‌Μιχαὴλ ‌ἐπὶ ‌τῶν ‌θείων ‌συμβόλων ‌μὴ ‌τυραννῆσαι ‌ὁμωμοκὼς ‌ταύτην ‌ὠδίνων ‌τὴν ‌νόσον ‌ὁ ‌παραβάτης ‌κατὰ ‌διάνοιαν ‌νῶτα ‌δίδωσιν. ‌εὐθὺς ‌μετὰ ‌συμβολὴν ‌πολέμου ‌τοῖς ‌ἐναντίοις ‌ἐθέλοντι ‌ὑσχὺν ‌μὲν ‌ἐκείνοις ‌παρέχων ‌ἐν ‌τούτῳ, ‌τοῖς ‌δὲ ‌`Ρωμαίοις ‌ἧτταν ‌καὶ ‌ἑαυτῷ ‌στολὴν ‌τυραννικὴν ‌πολυσύμφορον ‌χριστανικοῖς ‌αἵμασι ‌βεβαμμένην ‌ὑφαίνων. ‌τότε ‌γὰρ ‌τότε ‌ὀλίγων ‌τινῶν ‌τῶν ‌μὴ ‌συμφρονησάντων ‌ἐκείνου ‌τῇ ‌ἀνταρσίᾳ ‌σὺν ‌τῷ ‌βασιλεῖ ‌Μιχαὴλ ‌πρὸς ‌τὴν ‌βασιλεύουσαν ‌πόλιν ‌[C] ‌διασωθέντων, ‌τῶν ‌λοιπῶν ‌πάντων ‌χριστιανῶν μαχαίρᾳ ‌καὶ ‌αὑχμαλωσίᾳ ‌περιπεσόντων, ‌κρεμῶν ‌αὐτὸς ‌κατὰ ‌πόδας ‌τοῦ ‌τυραννῆσαι, ‌τὴν ‌βασιλείαν ‌παραγενόμενος, ‌μεθίστησι ‌τῆς ‌βασιλείας ‌τὸν ‌ἀγγελώνυμον, ‌σύζυγον ‌καὶ ‌τέκνα ‌τῇ ‌μοναδικῇ ‌παραδοὺς ‌πολιτείᾳ, ‌διχάσας ‌αὐτοὺς ‌ἀπ' ‌ἀλλήλων ‌ἀπανθρωπίᾳ, ‌καὶ ‌μηδὲ ‌ὁρᾶν ‌αὐτοὺς ‌ὅλως ‌ἑαυτοὺς ‌συγχωρήσας.

17. ‌ ‌ ‌ἀλλ' ‌ὁ ‌μὲν ‌τοῦδε ‌τοῦ ‌Λέοντος ‌πατήρ, ‌λέων ‌καὶ ‌πρῶτος ‌εὑκονομάχος ‌διάβολος, ‌μὴ ‌δυνηθεὶς ‌κατὰ ‌θεοῦ, ‌κατὰ ‌τῆς ‌εὑκόνος ‌χωρήσας ‌πρῶτον ‌τὴν ‌ψυχὴ ‌θανατώσας ‌τῇ ‌παραβάσει ‌τῆς ‌ἐντολῆς ‌τὸν ‌σωματικὸν ‌ἡμῖν ‌προεξένισε ‌θάνατον. ‌ὁ ‌δὲ ‌τούτου ‌ὁμώνυμος ‌καὶ ‌δεύτερος ‌εὑκονομάχος, ‌τύραννος ‌Λέων, ‌μαθητής ‌τε ‌καὶ ‌ἔκγονος ‌καὶ ‌χριστομάχος ‌τὸ ‌γένος ‌ἡμῶν ‌διὰ ‌τὴν ‌βασιλείαν ‌τυραννικῶς ‌τυραννῶν ‌τὸ ‌ἀνάπαλιν ‌θανάτῳ ‌πρῶτον ‌σωματικῷ ‌καὶ ‌μαχαίρᾳ ‌καθυποβάλλει, ‌εἶθ' ‌οὕτως ‌νέκρωσιν ‌ψυχῆς ‌ἀπογεννᾶ ‌τοῖς ‌πειθομένοις ‌τῇ ‌δυσσεβεῖ ‌αὐτοῦ ‌αἱρέσει, ‌ὡς ‌ἐξ ‌ἀντιθέου ‌βλαστήσας ‌ὅλος ‌'Αντίχριστος. ‌καὶ ‌ὁ ‌μὲν ‌κατὰ ‌τῆς ‌τοῦ ‌ἀκτίστου ‌Θεοῦ ‌λυττήσας ‌κτιστῆς ‌
[p. ‌348A]εὑκόνος ‌ἀντιθεΐας ‌βουλῇ ‌δελεάσας ‌τοὺς ‌πρωτοπλάστους ‌ἠχρείωσεν, ‌ὁ ‌δὲ ‌κατὰ ‌τῆς ‌ἐνσάρκου ‌Χριστοῦ ‌μηνιάσας ‌οὑκονομίας, ‌καὶ ‌τῆς ‌αὐτοῦ ‌ἐν ‌γραφῇ ‌εὑκονικῆς ‌ὁμοιώσεως ‌'Αντιχρίστου ‌δόγματα ‌τοῖς ‌ἐξ ‌'Αδὰμ ‌παραδέδωκεν, ‌τοὺς ‌εὐσεβεῖς ‌ὄντως ‌μὴ ‌ζηλώσας ‌τῶν ‌βασιλέων, ‌ἀλλὰ ‌τοῖς ‌ἀσεβέσιν ‌ἐξομοιούμενος. ‌ὁ ‌γὰρ ‌πρῶτος ‌ἐν ‌βασιλεῦσι ‌Χριστιανῶν, ‌Κωνσταντῖνος ‌ὁ ‌μέγας, ‌τῆς ‌τῶν ‌`Ρωμαίων ‌βασιλείας ‌ὑπὸ ‌θεοῦ ‌ἐμπιστευθεὶς ‌τὰ ‌σκῆπτρα ‌ἐν ‌τοῖς ‌αὐτοῦ ‌νομίσμασι ‌τοῦ ‌παμβασιλέως ‌ἐκτυπῶν ‌Χριστοῦ ‌τὴν ‌εὑκόνα, ‌τῆς ‌σαρκὸς ‌τὸ ‌ὁμοίωμα ‌σὺν ‌τῷ ‌τῆς ‌βασιλείας ‌αὐτοῦ ‌σταυρικῷ ‌σκήπτρῳ ‌ἑαυτὸν ‌ἐν ‌μέρει ‌δουλικῶς ‌συνυπέγραφεν. ‌ἐκ ‌τῶν ‌κατ' ‌αὐτὸν ‌ἡμῖν ‌ὅλον ‌δεικνὺς ‌τὸ ‌τῆς ‌Χριστοῦ ‌οὑκονομίας ‌ἀφαντασίαστον ‌καὶ ‌τὸ ‌τῆς ‌θείας ‌φύσεως ‌ἐν ‌αὐτῇ ‌ἀπερίγραπτόν ‌τε ‌καὶ ‌ἄφυρτον ‌καὶ ‌ἀσύγχυτον, ‌ὡς ‌γὰρ ‌ἐκεῖνος ‌γραφόμενος ‌σαρκὶ ‌καὶ ‌νομίσμασιν ‌ἐκτυπούμενος ‌οὐ ‌περιεγράφετο ‌τῇ ‌ψυχῇ, ‌ἀλλ' ‌ἀκέραια ‌τῶν ‌ἐν ‌αὐτῷ ‌φύσεων ‌ἀτελῶν, ‌ψυχῆς ‌λέγω ‌καὶ ‌σώματος, ‌τὰ ‌ὑδιώματα ‌ἔσωζεν, ‌οὐ ‌διαιρούμενος, ‌οὐ ‌τρεπόμενος, ‌οὐ ‌συγχύσει ‌ὑποβαλλόμενος, ‌οὕτω ‌καὶ ‌τὸν ‌Χριστὸν ‌ὑπάρχειν ‌διὰ ‌τοῦ ‌συνεικονίζειν ‌ἐκήρυττεν ‌ἅπασι ‌συντομώτερόν ‌τε ‌καὶ ‌[B] ‌ἐκδηλότερον ‌ ‌ἔν ‌τε ‌σαρκώσει ‌ἀσυνουσίαστον ‌καὶ ‌ἐν ‌τῇ ‌γραφῇ ‌ἀπερίγραπτον. ‌ἀλλ' ‌οἱ ‌τούτῳ ‌τῷ ‌εὐσεβεῖ ‌Κωνσταντίνῳ ‌μὴ ‌συμφρονήσαντες ‌τύραννοι ‌εὑς ‌αὐτὰ ‌τὰ ‌καίρια ‌τῆς ‌εὐσεβείας ‌δυσφημήσαντες ‌διαφόρως ‌καὶ ‌τὴν ‌τοῦ ‌βασιλέως ‌Χριστοῦ ‌εὑκόνα ‌σὺν ‌τούτῳ ‌τὸ ‌δυσωνύμῳ ‌Λέοντι ‌τῆς ‌ἐκκλησίας ‌ἐξέωσαν, ‌τῷ ‌βασιλεῖ ‌αὐτῶν ‌'Αντιχρίστῳ ‌τάχα ‌τῆς ‌βασιλείας ‌τὰ ‌σκῆπτρα ‌προετοιμάζοντες, ‌οὗ ‌καὶ ‌τὸ ‌χάραγμα ‌προσμένοντες ‌δέξασθαι ‌οἱ ‌παράφρονες ‌τὸν ‌ὄντως ‌βασιλέα ‌Χριστὸν ‌διὰ ‌τὸ ‌μὴ ‌τὴν ‌εὑκόνα ‌αὐτοῦ ‌βασιλικῶς ‌ὡς ‌βασιλέα ‌τιμᾶν ‌ἀπαρνούμενοι ‌καὶ ‌διὰ ‌τοῦ ‌μέρους ‌τοῦ ‌ὅλου ‌μυστηρίου ‌ἀλλοτριούμενοι ‌καὶ ‌ὑπ' ‌ἐκείνῳ ‌ἐλεεινῶς ‌τῷ ‌ἀντιθέῳ ‌ταττόμενοι ‌εὑς ‌ἀπωλείας ‌βόθυνον ‌ἀπύθμαντον ‌καταφέρονται. ‌τότε ‌γὰρ ‌τότε ‌ὁ ‌ἐξ ‌ἀντιθέου ‌φύς, ‌καθάπερ ‌ἔφην, ‌'Αντίχριστος, ‌καὶ ‌τοῦ ‌μέλλοντος ‌'Αντιχρίστου ‌προοδοποιός ‌τε ‌καὶ ‌πρόδρομος, ‌τύραννος ‌Λέων, ‌ὡς ‌ἔχις ‌πικρά, ‌τὸν ‌ὑὸν ‌αὐτοῦ ‌τῆς ‌ἀρνησιθεΐας ‌τοῖς ‌ὠσὶ ‌τῶν ‌ἀφελεστέρων ‌ἐγχρίψας, ‌καὶ ‌εἴδωλον ‌Χριστοῦ ‌τὴν ‌εὑκόνα ‌ἀποκαλέσας, ‌ἐκ ‌τῆς ‌ἐκκλησίας ‌τε ‌τὸν ‌ταύτης ‌ἅγιον ‌ἄγγελον ‌καὶ ‌χριστόφρονα ‌Νικηφόρον ‌ἐξεώσας, ‌ἀντεισάξας ‌δὲ ‌αὐτῇ ‌τὸν ‌μοιχὸν ‌καὶ ‌φθορέα ‌Θεόδοτον ‌τὸν ‌Μελισσηνὸν ‌ἐκ ‌Νακωλείας ‌ὁρμώμενον, ‌ἑξῆς ‌ὁμογνώμων ‌αὐτοῦ ‌ὑουδαιόφρων ‌εὑκονομάχος ‌καὶ ‌[C] ‌ἐπάρατος ‌'Επιφανίδης ‌ἐβλάστησε, ‌διωγμὸν ‌μέγαν ‌κατὰ ‌τῆς ‌ἐκκλησίας ‌ἐκίνησεν, ‌ἀρχιερεῖς, ‌ποιμένας ‌καὶ ‌ἱερεῖς ‌καὶ ‌τοῦ λαϊκοῦ ‌τάγματος ‌τῶν ‌πιστῶν ‌τοὺς ‌μὴ ‌ὑποκύπτοντας ‌αὐτοῦ ‌τῷ ‌ἀντιχρίστῳ ‌βουλήματι ‌διαφόροις ‌αὑκίαις ‌καὶ ‌θανάτοις, ‌ἐξορίαις ‌τε ‌καὶ ‌δημεύσεσιν ‌ὑποβαλὼν ‌ἀπανθρώπως. ‌μετὰ ‌δὲ ‌τὸ ‌πάσας ‌κώμας ‌καὶ ‌πόλεις ‌καὶ ‌κωμοπόλεις ‌τῆς ‌δυσσεβοῦς ‌αὐτοῦ ‌ἐμπλῆσαι ‌ἀκαθαρσίας, ‌ὁ ‌τύραννος ‌καὶ ‌τοὺς ‌ἐν ‌ἐρημίαις ‌καὶ ‌ὄρεσι ‌καὶ ‌σπηλαίοις ‌καὶ ‌ταῖς ‌ὀπαῖς ‌τῆς ‌γῆς ‌κρυπτομένους ‌ἐξερευνήσων ‌ἀπέστειλεν.

[p. ‌350C]

18. ‌ ‌ ‌ὅθεν ‌καὶ ‌ὁ ‌μέγας ‌οὗτος ‌'Ιωαννίκιος ‌ἀπὸ ‌τοῦ ‌Προυσαέων ‌ὄρους ‌Τριχάλικος ‌ἐπὶ ‌τὸ ‌πρὸς ‌Λυδίαν ‌῎Αλσος ‌καλούμενον, ‌οὐ ‌φυγὰς ‌ἀπῄει, ‌ἀλλ' ‌εὐσεβείας ‌αὐταπόστολος ‌κῆρυξ. ‌ἐν ‌ᾧ ‌ὑπάρχων ‌Γουρίας ‌τις, ‌φθορεὺς ‌καὶ ‌μάγος, ‌χρηστὴν ‌ἔχων ‌ὑπόληψιν ‌ὁ ‌λαοπλάνος ‌παρά ‌τινων, ‌τῇ ‌τοῦ ‌φωστῆρος ‌ἐκεῖσε ‌ἐλεγχθεὶς ‌παρουσίᾳ, ‌ὃς ‌σκότος ‌ὢν ‌καὶ ‌εὑς ‌ἄγγελον ‌φωτὸς ‌μετασχηματιζόμενος ‌κατὰ ‌τὸν ‌πατέρα ‌αὐτοῦ ‌
[p. ‌351A]τὸν ‌διάβολον ‌φθόνον ‌πικρὸν ‌κατὰ ‌τοῦ ‌πατρὸς ‌ὠδινήσας ‌ἐν ‌διανοίᾳ ‌ὑποκρίσει ‌τούτῳ ‌μαθητευθῆναι ‌ἱκέτευεν, ‌ἢ ‌φάσμασιν ‌αὐτὸν ‌δαιμονιώδεσι ‌θροῆσαι ‌καὶ ‌αὐτόθεν ‌μεταστῆσαι, ‌ἢ ‌δηλητηρίοις ‌τισὶν ‌ἐν ‌βρώσει ‌καὶ ‌πόσει ‌καταμιγεῖσι ‌κακῶς ‌τοῦ ‌ζῆν ‌αὐτὸν ‌στερῆσαι, ‌καὶ, ‌ὡς ‌μονερημίτης, ‌μόνος ‌αὐτὸς ‌θηρᾶν ‌ἐκεῖσε ‌τὴν ‌παρ' ‌ἀνθρώπων ‌δόξαν. ‌ἀλλ' ‌ἐψεύσθη ‌τῆς ‌ἐλπίδος ‌κατ' ‌ἄμφω ‌ὁ ‌δολιώτατος. ‌μαθητοῦ ‌γὰρ ‌οὗτος, ‌ὡς ‌Σίμων ‌ὁ ‌μάγος, ‌ἐκεῖνος ‌ὑποδὺς ‌προσωπεῖον ‌τοὺς ‌περὶ ‌αὐτὸν ‌δαίμονας ‌συναθροίσας ‌εὑς ‌ἱππέων ‌τινῶν ‌καὶ ‌σιδηροθωράκων ‌ὁπλιτῶν ‌ξιφηφόρων ‌πολυμόρφων ‌τε ‌θηρῶν ‌μεταβαλλομένους ‌εὑδέας ‌καὶ ‌κατ' ‌αὐτοῦ ‌ὁρμώμενος ‌φοβερῶς ‌δείξας, ‌ἥττηται ‌κατὰ ‌κράτος ‌ἀφανισμῷ ‌τῶν ‌θροούντων ‌πάντων ‌ἐκείνων ‌τῇ ‌εὐχῇ ‌τοῦ ‌δικαίου. ‌ὅθεν ‌καὶ ‌τῶν ‌θροήσεων ‌ὑποβληθεισῶν, ‌εἴθ' ‌οὕτως ‌αὐτῷ ‌ἐν ‌πόσει ‌κιρνᾷ ‌θανάσιμον ‌δηλητήριον, ‌ὅπερ ‌τῇ ‌ἐν ‌Χριστῷ ‌σφραγῖδι ‌σημειωσάμενος ‌καὶ ‌πιὼν ‌ὁ ‌πατὴρ ‌τὸ ‌φάρμακον ‌μὲν ‌εὐθὺς ‌σὺν ‌πλείστῳ ‌αἵματι ‌ἐξεμεῖ, ‌τὰ ‌ἔνδον ‌αὐτοῦ ‌οὐ ‌μικρῶς ‌ἀλγούμενος. ‌ὁρᾷ ‌δέ ‌τινα ‌φοβερὸν ‌ἀφυπνώσας ‌στρατιωτικὴν ‌περιβεβλημένον ‌ἐσθῆτα, ‌καὶ ‌ξύλον ‌μικρὸν ‌ἐπὶ ‌χεῖρα ‌κρατοῦντα, ‌ὃν ‌καὶ ‌ἠρώτα·; ‌<<πόθεν ‌καὶ ‌τίς ‌εἶ, ‌καὶ ‌τίνος ‌χάριν ‌[B] ‌πάρει, ‌καὶ ‌τί ‌τὸ ‌ἐν ‌χερσί ‌σου ‌ὑπάρχει ‌ξύλον;>> ‌ὁ ‌δὲ ‌στρατηλάτης ‌λέγει·; ‌<<ἐγὼ ‌εὑμὶ ‌Εὐστάθιος ‌εὑς ‌συμμαχίαν ‌νῦν ‌παρὰ ‌θεοῦ ‌ἀποσταλεὶς ‌καὶ ‌βοήθειαν, ‌ὅπως ‌φαγὼν ‌τούτου ‌τοῦ ‌ξύλου ‌ἐκμειώσῃς ‌ἐκεῖνο ‌τοῦ ‌μαγομάντου ‌Γουρία ‌τὸ ‌δηλητήριον.>> ‌ὃ ‌δὴ ‌καὶ ‌λαβὼν ‌κατέφαγε·; ‌φαγὼν ‌δὲ ‌καὶ ‌αὑσθόμενος ‌γλυκύτητα ‌ἄφατον ‌διυπνίσθη, ‌οὐδένα ‌βλέπων ‌ἔτι ‌τὸν ‌συλλαλοῦντα, ‌τὴν ‌δὲ ‌ὑγείαν ‌αὐτοῦ ‌τὴν ‌προτέραν ‌ἀπολαβών.

19. ‌ ‌ ‌ὅθεν ‌διώξας ‌τὸν ‌μάγον ‌ἐκ ‌τῆς ‌ἑαυτοῦ ‌συναναστροφῆς ‌τε ‌καὶ ‌συνοικήσεως, ‌τῷ ‌ὀφθέντι ‌αὐτῷ ‌Εὐσταθίῳ ‌τῷ ‌στρατηλάτῃ ‌ἐπὶ ‌τοῦ ‌τόπου ‌εὐκτήριον ‌οἶκον ‌ἐγείρει ‌καὶ ‌αὐτοῦ ‌συνιστᾶ ‌μοναστήριον. ‌Καὶ ‌ἐν ‌ἡσυχίᾳ ‌αὐτοῦ ‌διαζῶν ‌καὶ ‌ἐν ‌ἀποκλειστικωτέροις ‌τόποις ‌προσδιατρίβων ‌βλέπει ‌καθ' ‌ὕπνους ‌ὁ ‌θεοπύρσευτος ‌πηγὴν ‌καθαρὰν ‌καὶ ‌διειδεστάτην ‌ἐπί ‌τινος ‌τόπου ‌τῶν ‌αὐτόθι ‌πρὸς ‌ἀνατολὰς ‌ἀναβλύζουσαν, ‌καὶ ‌πλῆθος ‌προβάτων ‌ἀπομμάτων ‌καὶ ‌ἀφωτίστων ‌προσερχομένων ‌ἐν ‌αὐτῇ ‌καὶ ‌πινόντων ‌καὶ ‌τοῦ ‌φωτὸς ‌τὴν ‌ἐνέργειαν ‌ἀπολαμβανόντων. ‌ὃ ‌δὴ ‌ὁρῶντος ‌καὶ ‌θαμβουμένου ‌τὸ ‌ὅραμα, ‌φησί ‌τις ‌αὐτῷ ‌λευχείμων ‌καὶ ‌ὡραιότατος·; ‌[C] ‌<<ἥνπερ ‌βλέπεις ‌πηγήν, ‌ὦ ‌ἄνερ, ‌τὰ ‌φωτὸς ‌ἐστερημένα ‌καταφωτίζουσαν ‌πρόβατα, ‌Μαρίας ‌τῆς ‌θεομήτορός ‌ἐστιν ‌οὑκητήριον.>> ‌ὁ ‌δὲ ‌τοῦ ‌ὕπνου ‌διαναστὰς ‌καὶ ‌πρὸς ‌τὸν ‌ὑποδειχθέντα ‌τόπον ‌σπουδῇ ‌ὁρμήσας, ‌πηγὴν ‌μεν ‌αὑσθητὴν ‌ὅλως ‌οὐχ ‌εὗρε·; ‌τόπον ‌δὲ ‌τερπνὸν ‌καὶ ‌λίαν ‌ἐπίπεδον ‌εὑρών, ναὸν ‌ἐν ‌αὐτῷ ‌τῆς ‌Θεοτόκου ‌οὑκοδομεῖ, ‌καὶ ‌τοῦτον ‌περιποιεῖται ‌εὑς ‌μοναστήριον, ‌τὰ ‌φωτὸς ‌θείου ‌ἀληθῶς ‌ἀμέτοχα ‌λογικὰ ‌πέλοντα ‌πρόβατα, ‌σκότει ‌ἀσεβείας ‌καὶ ‌ἁμαρτίας ‌προσμένοντα, ‌τοῖς ‌τῆς ‌εὐσεβείας ‌ἀεὶ ‌νάμασι ‌τοὺς ‌προσιόντας ‌φωτίζειν ‌καὶ ‌τοῖς ‌τῆς ‌κατανύξεως ‌δάκρυσιν ‌ἀποσμήχειν. ‌

20. ‌ ‌ ‌τοῦ ‌οὖν ‌ναοῦ ‌κτιζομένου ‌τῆς ‌Θεοτόκου, ‌ὡς ‌γέγραπται, ‌συνέβη ‌`ραγδαῖον ‌ὑετὸν ‌γενέσθαι ‌καὶ ‌συνεχῆ ‌περὶ ‌τὸν ‌τόπον, ‌ὡς ‌τοῦ ‌ἔργου ‌ἐκκοπῆναι ‌τῆς ‌οὑκοδομῆς ‌τοὺς ‌τεχνίτας, ‌καὶ ‌μηδὲ ‌ὥραν ‌ἐκ ‌τούτου ‌αὐτοὺς ‌εὑρίσκειν ‌τοῦ ‌φαγεῖν ‌ἄρτον, ‌ἀστέγους ‌ὄντας ‌καὶ ‌περιλυπουμένους ‌εὑς ‌τέλος. ‌ὅπερ ‌δὴ ‌
[p. ‌352A]ἑωρακὼς ‌ὁ ‌πανάγαστος ‌καθικετεύει ‌τότε ‌τὸν ‌κύριον ‌καὶ ‌συννέφους ‌ἤδη ‌καθορωμένου ‌τοῦ ‌οὐρανοῦ, ‌ἐξαπίνης ‌ἔστη ‌ἡ ‌τῶν ‌ὑδάτων ‌ἐπίρροια, ‌καὶ ‌ἄνεφος ‌ὁ ‌αὑθὴρ ‌κατὰ ‌συγκυρίαν ‌ὡράθη. ‌τῶν ‌τεχνιτῶν ‌ἐχομένων ‌τοῦ ‌ἔργου, ‌ὅθεν ‌συνεργῆσαι ‌αὐτοῖς ‌οὑκείαις ‌χερσὶ ‌τοῦ ‌ὁσίου ‌προαιρουμένου ‌καὶ ‌συλλέγοντος ‌λίθους, ‌ἔχις ‌αὐτὸν ‌ἐκ ‌τῆς ‌σωρείας ‌τῶν ‌λίθων ‌καθαψαμένη ‌τῆς ‌χειρὸς ‌ἑωρᾶτο ‌κρεμαμένη, ‌ἥνπερ ‌εὑς ‌γῆν ‌ἀπορρίψας ‌καὶ ‌ἐδαφίσας ‌ἀβλαβὴς ‌διεφυλάχθη ‌ὁ ‌δίκαιος. ‌οὐ ‌μόνον ‌δέ, ‌ἀλλὰ ‌καὶ ‌ἕνα ‌ὡσαύτως ‌τῶν ‌τεχνιτῶν ‌ἔχις ‌δακοῦσα ‌ὑοῦ ‌θανασίμου ‌μεστὸν ‌ἐν ‌αὐτῷ ‌ἐπηρμένον ‌κατειργάσατο ‌τραῦμα ‌καὶ ‌πολυώδυνον. ‌ὃ ‌ὁ ‌πατὴρ ‌τῇ ‌σφραγῖδι ‌τοῦ ‌σταυροῦ ‌`ρήξας ‌καθάπερ ‌ξίφει ‌καὶ ‌τὸ ‌λυποῦν ‌ὑοβόλον ‌ὑγρὸν ‌κενώσας, ‌τὴν ‌ὑγίειαν ‌τῷ ‌δεδηγμένῳ ‌παρέσχετο. ‌ ‌καὶ ‌ἕτερον ‌δὲ ‌ναὸν ‌πρὸς ‌τούτοις ‌τῶν ‌ἁγίων ‌ἀποστόλων ‌οὑκοδομήσας ‌καὶ ‌αὐτὸν ‌εὑς ‌θεῖον ‌ἀφιεροῖ ‌μοναστήριον·; ‌ἐν ‌ἑνὶ ‌αὐτὸς ‌ἐκεῖ ‌πλησιάζοντι ‌σπηλαίῳ, ‌Μαρσαλινῷ ‌προσαγορευομένῳ, ‌ἡσυχάσας, ‌ἐν ‌ᾧ ‌καὶ ‌δράκοντα ‌εὑρηκὼς ‌δι' ‌εὐχῆς ‌ὁ ‌θεόληπτος ‌ἀποκτείνει. ‌ἐν ‌μιᾷ ‌δὲ ‌τούτων ‌ποτὲ ‌τῶν ‌μονῶν ‌αὐτοῦ ‌ἐκ ‌τῆς ‌ἡσυχίας ‌καταλαβών, ‌βροντῶν ‌συνεχῶν ‌καὶ ‌ἀστραπῶν ‌κεραυνοβολουσῶν, ‌ἐπὶ ‌τὸν ‌ἐκεῖ ‌[B] ‌ ‌εὐκτήριον ‌οἶκον ‌ὄντα ‌τὸ ‌πῦρ ‌ὡς ‌ἑώρακεν ‌κατασκῆψαν ‌ἦρεν ‌αὐτοῦ ‌εὐθὺς ‌ὁ ‌πατὴρ ‌πρὸς ‌οὐρανὸν ‌τὰς ‌χεῖρας, ‌καὶ ‌διέστη ‌ἐκεῖθεν ‌ἡ ‌καυστικὴ ‌ἐνέργεια ‌τοῦ ‌πυρὸς ‌ἐκχωρήσασα, ‌τῆς ‌φωτιστικῆς ‌δυνάμεως ‌τούτῳ ‌ἐπαφεθείσης. ‌ἑξῆς ‌καὶ ‌ὡς ‌ἄλλος ‌πύρινος ‌στύλος ‌ἐπί ‌τι ‌διάστημα ‌ὥρας ‌ὁ ‌ναὸς ‌τοῖς ‌τυχοῦσιν ‌ἑωρᾶτο, ‌τῆς ‌καυστικῆς ‌βλάβης ‌ἄμοιρος ‌διαμένων. ‌

21. ‌ ‌ ‌τοῦ ‌οὖν ‌διωγμοῦ ‌ὑπὸ ‌τοῦ ‌κρατοτυράννου ‌Λέοντος ‌ἔτι ‌ἐνεργουμένου, ‌καὶ ‌τῶν ‌Χριστοῦ ‌προσκυνητῶν ‌ἄλλοθι ‌ἀλλαχοῦ ‌κατακρυπτομένων, ‌συνέβη ‌καὶ ‌τὸν ‌πολλάκις ‌μνημονευθέντα ‌τίμιον ‌ἄνδρα ‌Εὐστράτιον ‌ἀπὸ ‌τῆς ‌'Αγαύρων ‌μονῆς ‌τῆς ‌ἐν ‌Προύσῃ ‌σκυλέντα ‌πρὸς ‌τὸν ‌πατέρα ‌τοῦτον ‌εὑς ‌τὸν ‌Λισὸν ‌ἔτι ‌διάγοντα ‌κατελθεῖν, ‌αὐτῷ ‌τε ‌συνδιατρίψαι ‌καὶ ‌συναγωνίσασθαι ‌μέχρι ‌πολλοῦ. ‌ὅθεν ‌ἐν ‌μιᾷ ‌χάριν ‌εὐχῆς, ‌καθ' ‌ἑαυτὸν ‌ὑδιάσαντος ‌τοῦ ‌ἁγίου, ‌τῇ ‌τε ‌προσοχῇ ‌τῆς ‌θεωρίας ‌ἐπὶ ‌πολὺ ‌ἡδίστως ‌ἐνατενίζοντος ‌καὶ ‌βραδύνοντος, ‌ἀπιὼν ‌μαθεῖν ‌τὸ ‌αἴτιον ‌τῆς ‌βραδυτῆτος ‌αὐτοῦ, ‌ὁ ‌Εὐστράτιος ‌βλέπει ‌αὐτὸν ‌μακρόθεν ‌ἐκτεταμμένον ‌εὑς ‌προσευχήν, ‌καὶ ‌ὥσπερ ‌τισὶν ‌ἀοράτοις ‌ἱμάσιν ‌ἢ ‌πτέρυξιν ‌ἄχρι ‌δύο ‌πηχῶν ‌[C] ‌ἀπὸ ‌τῆς ‌γῆς ‌εὑς ‌τὸν ‌αὑθέρα ‌κρεμάμενον, ‌καὶ ‌ἡσυχάσας ‌τεθαμβημένος ‌ὅλος ‌ἀνέστρεψεν, ‌τῆς ‌θείας ‌ἐκείνης ‌καὶ ‌θεωρητικωτάτης ‌αὐτὸν ‌προσευχῆς ‌μὴ ‌ἀπασχολήσας. ‌ὃς ‌καὶ ‌παραγενόμενος ‌μετὰ ‌τοῦτο ‌ὥσπερ ‌λυπούμενος ‌πρὸς ‌τὸν ‌Εὐστράτιον ‌ἔλεγεν·; ‌<<οὐ ‌δεῖ ‌ποτε, ‌ἀδελφέ, ‌τὸν ‌εὐχόμενον ‌καθ' ‌ἑαυτὸν ‌ὑπό ‌τινος ‌ἐξ ‌ἐπιτηδεύσεως ‌κατοπτεύεσθαι, ‌ὅπως ‌μὴ ‌τῷ ‌τῆς ‌κενοδοξίας ‌δαίμονι ‌κλαπῇ ‌ὁ ‌προσευχόμενος, ‌ἢ ‌ὁ ‌τοῦτο ‌ποιῶν ‌τῆς ‌εὑς ‌τοῦτο ‌τῶν ‌δαιμόνων ‌καθυπουργίας ‌λήψεται ‌κρίμα, ‌ἑαυτῷ ‌τε ‌κἀκείνῳ ‌αἴτιος ‌βλάβης ἀποφανθείς.>> ‌ὁ ‌δὲ ‌τοῦ ‌`ρητοῦ ‌τὴν ‌ἔννοιαν ‌γνοὺς ‌δι' ‌αὐτὸν ‌γινομένην, ‌οὐ ‌κατασκοπήσεως ‌χάριν ‌αὐτοῦ ‌πρὸς ‌ἐκεῖνον ‌γενέσθαι ‌ἀπελογεῖτο, ‌τῆς ‌βραδυτῆτος ‌μᾶλλον ‌δὲ ‌τὴν ‌αὑτίαν ‌τοῦ ‌γνῶναι. ‌ὁ ‌δέ ‌<<κἀγώ>> ‌φησί ‌<<τοῦτο ‌γινώσκω, ‌ἀλλ' ‌ὅλως ‌οὐ ‌δεῖ ‌τὰ ‌μὴ ‌δέοντα ‌πράττειν.>>

22. ‌ ‌ ‌οἱ ‌οὖν ‌ἐχθροὶ ‌τῆς ‌ζωῆς ‌ἡμῶν ‌δαίμονες ‌καὶ ‌τὴν ‌ἀπώλειαν ‌ὄντως ‌τοῦ ‌γένους ‌ἡμῶν ‌ἐθέλοντες, ‌παιδί ‌τινι ‌κώμης ‌μιᾶς ‌τῶν ‌τῷ ‌ὄρει ‌ἐκείνῳ ‌[p. ‌353A]παρακειμένων ‌ὑπὸ ‌τῶν ‌γεννητόρων ‌αὐτοῦ ‌προσταχθέντι ‌ὑδροφορῆσαι, ‌ὑδρευσαμένῳ ‌καὶ ‌ἀναστρέψαντι ‌συναντήσαντες, ‌τῷ ‌ζόφῳ ‌αὐτῶν ‌τῆς ‌κακίας, ‌ὥσπερ ‌ἐφ' ‌ὕδατος ‌ὁ ‌ὑχθύς, ‌συγχωρήσει ‌θεοῦ, ‌τὰ ‌ὄμματα ‌αὐτοῦ ‌παραμβλύναντες ‌καὶ ‌πλανᾶσθαι ‌αὐτῷ ‌εὐθυποροῦντι ‌προσδείξαντες·; ‌<<πεπλάνησαι>> ‌ἔφησαν ‌αὐτῷ ‌<<τὴν ‌ὁδόν, ‌ὦ ‌παιδίον, ‌ἀλλὰ ‌πρὸς ‌ὑμᾶς ‌ἀριστερᾷ ‌ἔκκλινον ‌ὧδε, ‌καὶ ‌εὑς ‌τὰ ‌οὑκεῖά ‌σε ‌ὁδηγήσομεν.>> ‌τοῦ ‌παιδὸς ‌ὑπακούσαντος ‌αὐτοῖς ‌καὶ ‌πεπλανημένως ‌ἐκκλίναντος ‌πρὸς ‌ἐκεῖνο ‌τὸ ‌ὄρος ‌ἦγον, ‌ ‌ἐπὶ ‌μίαν ‌τῶν ‌φαράγγων ‌κατακρημνίσαι ‌βουλόμενοι. ‌ὡς ‌δὲ ‌πλησίον ‌παραγεγόνασι ‌τοῦ ‌κρημνοῦ, ‌ ‌ἐφάνη ‌ἐκεῖ ‌ὑπὸ ‌θεοῦ ‌περιερχόμενος ‌ὁ ‌μακάριος ‌τοὺς ‌δαυϊτικοὺς ‌ἀποστηθίζων ‌ψαλμούς. ‌καὶ ‌ὡς ‌εἶδεν ‌αὐτὸν ‌ἡ ‌τῶν ‌δαιμόνων ‌πληθύς, ‌ἀπέπτη ‌εὐθὺς ‌τοῦ ‌παιδὸς ‌ἐκείνου, ‌ἀλαλάζουσα ‌γοερῶς, ‌ ‌φωτὸς ‌γὰρ ‌φανέντος, ‌ὑποχωρεῖ ‌τὸ ‌σκότος ‌τὰ ‌ἐνεδρευόμενα, ‌αὐτὴ ‌κατὰ ‌τοῦ ‌παιδὸς ‌καὶ ‌ἀκοντὶ ‌ἀνακράζουσα. ‌ὁ ‌δὲ ‌ὅσιος ‌τὸν ‌παῖδα ‌εὑρὼν ‌ἱστάμενον ‌ἐπὶ ‌τοῦ ‌κρημνοῦ, ‌δοὺς ‌χεῖρα ‌καὶ ‌ὁδηγήσας ‌πρὸς ‌τοὺς ‌γονεῖς, ‌ἐξαπέστειλεν, ‌τοὺς ‌ἀκαθάρτους ‌ἐπιτιμήσας ‌καὶ ‌ἐπαρασάμενος ‌δαίμονας. ‌ὅτι ‌δὲ ‌ὁράσει ‌μόνῃ ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου ‌οἱ ‌δαίμονες ‌ἠφανίζοντο.

‌ ‌ ‌ ‌ ‌καὶ ‌ἀφ'ἑτέρου ‌
[B] ‌τοῦτο ‌ὁ ‌διστάζων ‌πιστώθητι. ‌ ‌γυνή ‌τις ‌λογισμοῖς ‌πορνικοῖς ‌ἐναλοῦσα ‌καὶ ‌τούτοις ‌ἀδολεσχοῦσα, ‌οἷά ‌τε ‌πυρὶ ‌τῇ ‌συγκαταθέσει ‌περιφλεχθεῖσα, ‌καὶ ‌μανίᾳ ‌ἐκ ‌τούτου ‌περιπεσοῦσα ‌τὴν ‌φρένα ‌ἐβλάβη, ‌καὶ ‌ἐλεεινῶς ‌ἠφρενεύσατο, ‌χιτῶνα ‌τὸν ‌ἑαυτῆς ‌διαρρήσουσα, ‌πλοκάμους ‌τε ‌τῆς ‌κεφαλῆς ‌κατατίλλουσα, ‌καὶ ‌ἕτερα ‌ἄσεμνα ‌πρὸς ‌τούτοις ‌ἐργαζομένη. ‌ὡς ‌ἄγριος ‌ὗς ‌περιεπλανᾶτο ‌ἐν ‌ταῖς ‌ἐρήμοις, ‌οὐκ ‌ὀρθίῳ ‌σχήματι ‌βαδίζουσα ‌ἀνθρωποπρεπῶς, ‌οὐ ‌τροφήν ‌τινα ‌ ‌ὅλως ‌ποριζομένη, ‌ἀλλ' ‌ἢ ‌τῶν ‌ὑδίων ‌ἁπτομένη ‌σαρκῶν ‌ὡς ‌ἀλλοτρίων, ‌καὶ ‌κρουνοῖς ‌αἱμάτων ‌τὴν ‌ἐπιβάσιμον ‌γῆν ‌καταχραίνουσα, ‌οὐ ‌μορφὴν ‌σώφρονα ‌τοῖς ‌ὁρῶσι ‌καὶ ‌ἱλαρὰν ‌προσδεικνύουσα. ‌τότε ‌ὄμμα ‌φοβερὸν ‌καὶ ‌κατάπληκτον ‌ὑποβλέπουσα, ‌καὶ ‌τοὺς ‌ὀδόντας ‌τρίζουσα, ‌καὶ ‌τὰ ‌σπλάγχνα ‌αὐτῆς ‌ταῖς ‌`ραγδαίαις ‌πυγμαῖς ‌τῶν ‌χειρῶν ‌κατατείνουσα ‌ὡς ‌ὄφις ‌τε ‌συρίζουσα ‌καὶ ‌πολυσήμους ‌φωνὰς ‌ἀνακράζουσα, ‌τῶν ‌ἐν ‌αὐτῇ ‌διὰ ‌τοῦ ‌τῆς ‌φιληδονίας ‌ἐρωτικοῦ ‌δαίμονος ‌πονηρῶν ‌πνευμάτων ‌εὑσοικισθέντων, ‌ὡς ‌δι' ‌ὀργάνου, ‌τὴν ‌οὑκείαν ‌ἑκάστου ‌δι' ‌αὐτῆς ‌παραδεικνύντος ‌ἐνέργειαν. ‌ἀλλ' ‌ἐπί ‌τινας ‌αὐτὴν ‌ἡμέρας ‌οὑτωσὶ ‌καταπονουμένην ‌ ‌ἀπὸ ‌ὄρους ‌τε ‌εὑς ‌ὄρος ‌διερχομένην ‌καὶ ‌μανικῶς ‌περιπλανωμένην ‌ἡ ‌τῶν ‌ἀγαθῶν ‌παρεκτικὴ ‌[C] ‌αὑτία ‌καὶ ‌τῶν ‌καλῶν ‌χορηγὸς ‌τοῦ ‌θεοῦ ‌δυναστεία ‌μὴ ‌παριδοῦσα ‌ἐπὶ ‌τὸ ‌τῆς ‌Χελιδόνος ‌ἤγαγεν ‌ὄρος, ‌καὶ ‌ἐν ‌ᾧ ‌τόπῳ ‌ἦν ‌ὁ ‌μέγας ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌ἐπεβίβασεν, ‌καὶ ‌πρὸς ‌αὐτὸν ‌ἐκεῖνον ‌ἐλθεῖν ‌αὐτὴν ‌παρεσκεύασεν. ‌ὃν ‌καὶ ‌θεασάμενα ‌τὰ ‌παρ' ‌αὐτὴν ‌ὄντα ‌τῶν ‌δαιμόνων ‌ἄσεμνα ‌πλήθη, ‌ὡς ‌κηρὸς ‌ἐκ ‌πυρὸς ‌καὶ ‌καπνὸς ‌ὄντως ‌ἀφανισθέντα, ‌τῆς ‌μαινομένης ‌ἀπέπτησαν ‌καὶ ‌αὐτῆς ‌τῆς ‌ἐνεργείας ‌αὐτῶν ‌ἐξοστρακισθείσως, ‌ὡς ‌δηλωθήσεται. ‌τὸν ‌κατὰ ‌φύσιν ‌γὰρ ‌λογισμὸν ‌εὐθὺς ‌ἡ ‌γυνὴ ‌τῇ ‌θέᾳ ‌μόνῃ ‌τοῦ ‌δικαίου, ‌ὡς ‌προέφην, ‌ἀντιλαβοῦσα ‌καὶ ‌εὑς ἑαυτὴν ‌γενομένη ‌ὑπὲρ ‌ἐλπίδας ‌τὸν ‌Χριστοῦ ‌δοῦλον ‌'Ιωαννίκιον ‌πρὸ ‌προσώπου ‌αὐτῆς ‌ὑστάμενον ‌ὑδοῦσα ‌πίπτει ‌αὐτοῦ ‌πρὸς ‌τοὺς ‌πόδας ‌τότε ‌ὀδυνηρῶς ‌θρηνοῦσα, ‌καὶ ‌τὰ ‌καθ' ‌ἑαυτὴν ‌πάντα ‌μεταμελητικῶς ‌ἐκκαλύπτουσα. ‌ὁ ‌δὲ ‌εὑδὼς ‌αὐτῆς ‌τὰ ‌μέλη ‌πληγαῖς ‌κατεστιγμένα ‌τῇ ‌μανικῇ ‌ἀπονοίᾳ ‌καὶ ‌διερρωγότα ‌τὰ ‌ἄμφια ‌κατελεήσας, ‌φησὶν ‌αὐτῇ·; ‌<<τὸ ‌φῶς ‌τὸ ‌ἀληθινὸν ‌ὁ ‌Χριστὸς ‌καὶ ‌θεός ‌μου ‌ἀπὸ ‌τοῦ ‌νῦν ‌ὑᾶταί ‌σε ‌μετανοήσασαν, ‌
[p. ‌354A]ὦ ‌γύναι, ‌καὶ ‌τῶν ‌πονηρῶν ‌ἀπαλλάττει ‌πνευμάτων, ‌ἐπ ‌ἐμὲ ‌αὐτὸν ‌διαβαίνοντος ‌τοῦ ‌πολέμου·; ‌ὅθεν ‌τοῦ ‌λοιποῦ ‌θάρσει, ‌ἐχομένη ‌τῆς ‌σωτηρίας ‌σου.>> ‌τῆσδε ‌παρ' ‌αὐτὰ ‌τῷ ‌λόγῳ ‌τοῦ ‌πατρὸς ‌εὑς ‌τὰ ‌ἴδια ‌ὑγιῶς ‌ἀπελθούσης, ‌οἱ ‌ἐξ ‌αὐτῆς ‌ἀπελασθέντες ‌δαίμονες ‌πορνικοὶ ‌τούτῳ ‌ἀπερυθριασμένως ‌προσέβαλλον.

23. ‌ ‌ ‌ὁ ‌δὲ ‌τοῦ ‌Χριστοῦ ‌γενναῖος ‌στρατιώτης ‌τὴν ‌κατ' ‌αὐτοῦ ‌αὑσθόμενος ‌προσβολὴν ‌αὐτῶν, ‌προσευχαῖς ‌αὐτοῖς ‌ἀνθωπλίσατο ‌καὶ ‌νηστείαις, ‌ὡς ‌ἄλλην ‌πόλιν ‌ἐχθρῶν ‌τὴν ‌σάρκα ‌ἑαυτοῦ ‌φόβῳ ‌Θεοῦ ‌περιχαρακώσας ‌καὶ ‌λιμώξαι ‌παρασκευάσας ‌οὑκέτας ‌αὐτοῦ, ‌ἐκείνους ‌τοὺς ‌νόμῳ ‌τῶν ‌μελῶν ‌αὐτῆς ‌τῷ ‌τοῦ ‌νοὸς ‌αὐτοῦ ‌ἀντιστρατευόμενος ‌νόμῳ, ‌καὶ ‌δραπέτας ‌ἐναπειργάσατο, ‌τῆς ‌ἀντιπαρατάξεως ‌αὐτοῦ ‌τὴν ‌βίαν ‌μὴ ‌ὑποφέροντας, ‌ἀλλὰ ‌μεγάλῃ ‌τῇ ‌φωνῇ ‌ἀνακράζοντας·; ‌<<ὦ ‌τῆς ‌ἀπὸ ‌σοῦ ‌φλογώσεως ‌ἡμῶν, ‌ἐρημοπολίτα ‌'Ιωαννίκιε·; ‌ἐκκαίεις ‌ἡμᾶς ‌εὐχαῖς ‌ἐπὶ ‌πολὺ ‌βασανίζων ‌καὶ ‌ἀπολλύων, ‌ἔασον ‌ἡμᾶς ‌ὑποχωρῆσαί ‌σου ‌μὴ ‌ἀντισχεῖν ‌ἐξισχύοντας, ‌μηδὲ ‌ὑποφέροντας ‌καθορᾶν ‌τὴν ‌ἐνοικοῦσάν ‌σοι ‌δόξαν.>> ‌ὁ ‌δὲ ‌ἅγιος ‌λέγει·; ‌<<τί ‌ὅτι ‌σπεύδετε, ‌ὦ ‌μιαροὶ ‌τοῦ ‌διαλῦσαι ‌τὸ ‌στάδιον, ‌ἐπιμείνατε ‌κἂν ‌μέχρις ‌ἡμερῶν ‌ἑβδομάδος ‌ἀντιπαραταττόμενοί ‌μοι, ‌ὅπως ‌γνῶτε ‌τὴν ‌διὰ ‌τῆς ‌ἐμῆς ‌[B] ‌ἀσθενείας ‌δύναμιν ‌Χριστοῦ ‌ἐκνικῶσαν, ‌καὶ ‌οὕτως ‌μου ‌τότε ‌ἀπαλλάσεσθε ‌μετ' ‌αὑσχύνης.>> ‌Οἱ ‌δὲ ‌τῆς ‌πρώτης ‌ἤδη ‌τοῦ ‌πολέμου ‌παρελθούσης ‌ἡμέρας ‌καὶ ‌ἐπιλαβομένης ‌νυκτὸς ‌μικρὸν ‌τῷ ‌πατρὶ ‌ἀπὸ ‌τῶν ‌κόπων ‌ὑπνώσαντι ‌ἄρκῳ ‌ἐοικυῖα ‌παμμεγέθει ‌καὶ ‌βρυχομένῃ ‌θρασέως ‌αὐτῷ ‌συνεμπίπτουσι. ‌Τοῦδε ‌τοῦ ‌ὕπνου ‌διαναστάντος ‌καὶ ‌τῇ ‌πρὸς ‌Θεὸν ‌εὐχῇ ‌τὰς ‌χεῖρας ‌διαπετάσαντος, ‌ἡ ‌δαιμόνιος ‌φάλαγξ ‌ἐκείνη ‌μαστιζομένη ‌ὠλόλυξε ‌δραπετεύσασα ‌καὶ ‌τοῦ ‌πατρὸς ‌εὑς ‌τέλος ‌ἡττημένη ‌ὑποχωρήσασα.

24. ‌[C] ‌ ‌τοιούτοις ‌σημείοις ‌ἐκεῖσε ‌ὁ ‌πατὴρ ‌διαλάμπων ‌καὶ ‌οὐ ‌τὴν ‌τυχοῦσαν ‌ὑπὸ ‌τῶν ‌πολλῶν ‌ὄχλησιν ‌ὑπομένων, ‌πρὸς ‌τὸ ‌τοῦ ‌Τριχάλικος ‌καὶ ‌κατὰ ‌Προῦσαν ‌'Ολυμπιακὸν ‌ὄρος ‌μεταναστεύει. ‌ὅτε ‌καθ' ‌ὁδὸν ‌ἐπί ‌τινα ‌κώμην ‌αὐτοῦ ‌διερχομένου, ‌οἱ ‌αὐτῆς ‌ἐξελθόντες ‌οὑκήτορες ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌ἐφάπτονται, ‌καὶ ‌παρακαλοῦσι, ‌<<δράκων>> ‌λέγοντες ‌αὐτῷ ‌<<φοβερὸς ‌ἐφ' ‌ἑνὶ ‌τῶν ‌ἐνταῦθα ‌οὑκῶν ‌σπηλαίῳ ‌ἀνθρώπους ‌πολλοὺς ‌καὶ ‌κτήνη ‌ἡμῶν ‌ἐλυμήνατο, ‌καὶ ‌βοήθησον ‌ἡμῖν, ‌εἴ ‌τι ‌δύνασαι.>> ‌ταῦτα ‌μετὰ ‌δακρύων ‌δυσωπούντων ‌αὐτῶν, ‌ἐπικαμφθεὶς ‌ὁ ‌μακάριος, ‌<<κηρύξατε>> ‌λέγει ‌αὐτοῖς ‌λοιπόν ‌<<ἀδελφοί, ‌νηστείαν ‌καὶ ‌εὐχὴν ‌ἑπταήμερον ‌πᾶσιν, ‌ὅπως ‌θεὸς ‌δυσωπηθεὶς ‌ὁ ‌φιλάνθρωπος ‌τὸ ‌αἴτημα ‌ὑμῖν ‌ἀποδῷ.>> ‌τῇ ‌δὲ
[p. ‌355A] ‌ ‌ἑβδόμῃ ‌ ‌ἡμέρᾳ ‌παμπληθεὶ ‌ὁ ‌πατὴρ ‌πρὸς ‌τὸ ‌σπήλαιον ‌ὁρμήσας ‌τοῦ ‌δράκοντος, ‌ὡς ‌ἡτοίμαστο, ‌τὸ ‌"ὁ ‌κατοικῶν ‌ἐν ‌βοηθείᾳ ‌τοῦ ‌ὑψίστου" ‌δαυϊτικὸν ‌ᾆσμα ‌ψάλλων ‌καὶ ‌λέγων, ‌προσφωνεῖ ‌τῷ ‌θηρίῳ ‌τοῦ ‌ἐξελθεῖν ‌μεγάλῃ ‌τῇ ‌φωνῇ. ‌ὃ ‌ἐξελθὸν ‌καὶ ‌πλησίον ‌τοῦ ‌ἁγίου ‌γενόμενον, ‌διήνοιξεν ‌αὐτοῦ ‌τὸ ‌στόμα, ‌πάντων ‌ὁρώντων, ‌καταπιεῖν ‌αὐτὸν. ‌ὁ ‌δὲ ‌ἅγιος ‌τὸν ‌ζωοποιὸν ‌τύπον ‌τοῦ ‌σταυροῦ ‌τρίτον, ‌ὥσπερ ‌τρίστομον ‌αὐτῷ ‌ἐπιπέμψας ‌`ρομφαίαν, ‌τῇ ‌τῆς ‌ἁγίας ‌Τριάδος ‌ἀπενέκρωσεν ‌ἐπικλήσει, τὸν ‌τόπον ‌ἐκεῖνον ‌καὶ ‌τὸν ‌ὄχλον ‌τῆς ‌λοίμης ‌[lege: ‌λύμης?] ‌αὐτοῦ ‌λυτρωσάμενος. ‌τοῦ ‌δὲ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου ‌ἐπὶ ‌τὸ ‌Τριχάλικος, ‌ὡς ‌ἔφην, ‌καταλαβόντος ‌ὄρος ‌καὶ ‌ἐν ‌αὐτῷ ‌ἡσυχάζοντος, ‌ἑβδόμῳ ‌καὶ ‌ἥμισυ ‌ἔτει ‌τῆς ‌τυραννίδος ‌τοῦ ‌μισοχρίστου ‌κρατοτυράννου ‌θυμολέοντος, ‌τὴν ‌ἔλευσιν ‌αὐτοῦ ‌αὑσθόμενος ‌ὁ ‌τίμιος ‌Εὐστράτιος ‌ἐκ ‌τῆς ‌'Αγαύρων ‌μονῆς ‌διὰ ‌τὸν ‌τῶν ‌εὐσεβῶν ‌ἐπικείμενον ‌διωγμὸν ‌ὡς ‌περιλυπούμενος ‌ἄνεισι ‌πρὸς ‌αὐτὸν ‌ἐν ‌τῷ ‌ὄρει, ‌καὶ ‌μετὰ ‌τὴν ‌ἐξ ‌ἔθους ‌εὐχὴν ‌τὰ ‌περὶ ‌τὸν ‌τύραννον ‌συμβησόμενα ‌καὶ ‌τοῦ ‌τέλους ‌αὐτοῦ ‌ἠρώτα ‌μαθεῖν. ‌ὁ ‌δὲ ‌ὅσιος ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌λέγει·; ‌<<οὐκ ‌εὑς ‌τέλος ‌κύριος ‌τῆς ‌κληρονομίας ‌αὐτοῦ, ‌ὦ ‌ἀδελφὲ ‌Εὐστράτιε, ‌ἐπιλήσεται, ‌ἀλλὰ ‌ταχίστην ‌[B] ‌ἡμῖν ‌παρέξει ‌τὴν ‌ἀπολύτρωσιν. ‌ὁ ‌γὰρ ‌σκολιόβουλος ‌καὶ ‌πολύμορφος ‌ὄφις ‌οὗτος ‌'Αμαληκίτης, ‌τύραννος ‌Λέων, ‌ὁ ‌σὺν ‌τῇ ‌βασιλείᾳ ‌τυραννήσας ‌τὴν ‌ἐκκλησίαν ‌καὶ ‌τὴν ‌ἐν ‌αὐτῇ ‌Χριστοῦ ‌εὑκόνα ‌ἐνυβρίσας ‌καὶ ‌ἀπαλείψας ‌ἐν ‌αὐτῇ ‌ἤδη ‌ξίφει ‌διαιρεῖται ‌τῆς ‌βασιλείας, ‌καὶ ‌ὡς ‌ἐν ‌πόλει ‌κυρίου ‌ἀντεξουδένωται ‌τὴν ‌εὑκόνα, ‌ἀλλὰ ‌καὶ ‌ἐξουδενωθήσεται ‌τελεώτερον.>> ‌ὁ ‌δὲ ‌ὅσιος ‌Εὐστράτιος ‌κατελθὼν ‌ἐκεῖθεν ‌μετά ‌τινας ‌ἡμέρας ‌παρὰ ‌εὑδότων ‌μανθάνει ‌τὰ ‌τῆς ‌προφητείας ‌τοῦ ‌πατρὸς ‌βεβαιούμενος ‌ὅτι ‌Λέοντος ‌τυράννου ‌μαχαίρᾳ ‌ἐν ‌ναῷ ‌κυρίου ‌κατασφαγέντος, ‌Μιχαὴλ ‌ἀντ'αὐτοῦ ‌'Αμορραῖος ‌τῷ ‌γένει ‌τὰ ‌σκῆπτρα ‌τῆς ‌ἀρχῆς ‌ἐγκεχείρισται, ‌τοῦ ‌μὲν ‌διωγμοῦ ‌καταστείλας ‌τὴν ‌θραῦσιν ‌τοῖς ‌δὲ ‌αἱρετικοῖς ‌τὴν ‌τῆς ‌ἐκκλησίας ‌παραχωρήσας ‌κατάσχεσιν. ‌

25. ‌ ‌ ‌ὅθεν ‌Νικήταν ‌τινὰ ‌λαϊκὸν ‌θεοσεβῆ ‌τότε ‌συμπαραλαβὼν ‌ὁ ‌Εὐστράτιος ‌ἀνέρχεται ‌πρὸς ‌τὸν ‌ὅσιον ‌αὖθις ‌ἀναγγέλλων ‌αὐτῷ ‌τὴν ‌τῶν ‌προρρηθέντων ‌ἀποπεραίωσιν. ‌μετὰ ‌δὲ ‌ταῦτα, ‌ψυχωφελοῦς ‌ὁμιλίας ‌συνεμπεσούσης, ‌καὶ ‌τῆς ‌ὥρας ‌παρεκταθείσης ‌δι' ‌ἀγάπην, ‌λοιπὸν ‌συνέρχονται ‌πρὸς ‌ἑστίασιν. ‌'Ηλίου ‌τινὸς ‌ἀσκητοῦ ‌πλησίον ‌τοῦ ‌πατρὸς ‌ἡσυχάζοντος ‌τὴν ‌δοχὴν ‌αὐτοῖς ‌τελοῦντος ‌τῆς ‌ἑστιάσεως, ‌καὶ ‌ἐσθιόντων ‌αὐτῶν, ‌φησὶν ‌ὁ ‌πατὴρ ‌τῷ ‌'Ηλίᾳ ‌ἀποκαλυφθεὶς ‌[C] ‌αὐτοῦ ‌τὸν ‌τόπον ‌καὶ ‌τὸν ‌τρόπον ‌καὶ ‌τὴν ‌ταχύτητα ‌τοῦ ‌τέλους·; ‌θαλάσσῃ ‌ἔοικεν, ‌ὦ ‌πάτερ ‌'Ηλία, ‌ὁ ‌παρὼν ‌βίος, ‌πλοιαρίων ‌δίκην ‌ἡμῶν ‌ἐπ' ‌αὐτὸν ‌νηχομένων, ‌καὶ ‌τὸ ‌ποῦ ‌καὶ ‌πότε ‌καὶ ‌πῶς ‌ὡς ‌καταιγὶς ‌ἑκάστου ‌ἡμῶν ‌προσεγγίσει ‌τὸ ‌τέλος ‌μὴ ‌γινωσκόντων. ‌ὅθεν ‌προσήκει ‌ἐν ‌πάσῃ ‌νήψει ‌καὶ ‌νουνεχεῖ ‌καταστάσει ‌διαπορθμεύειν ‌ἡμῶν ‌καὶ ‌διακυβερνᾶν ‌τὴν ‌ζωήν, ‌μήπως ‌ἐν ‌τῷ ‌τοῦ ‌κόσμου ‌εὑρεθῶμεν ‌πελάγει ‌περιφερόμενοι, ‌ἀλλ' ‌ἐν ‌τῇ ‌ἡσυχίᾳ ‌μᾶλλον ‌ὡς ‌ἐν ‌ἀκυμάντῳ ‌λιμένι ‌καταλειφθῶμεν, ‌καὶ ‌ἐν ‌αὐτῇ ‌τῷ ‌Κυρίῳ ‌ἀποδῶμεν ‌τὴν ‌παραθήκην. ‌Διὸ ‌ὅρα ‌μὴ ‌ἐν ‌κοσμικῷ ‌αὐτὸς ‌χωρίῳ ‌πρὸς ‌τὰ ‌τελευταῖα ‌καταληφθείς, ‌οὐ ‌μικρῶς ‌στενάξῃς ‌περιλυπούμενος. ‌ὁ ‌δὲ ‌'Ηλίας ‌λέγει·; ‌τοσούτοις ‌ἔτεσι, ‌χάριτι ‌Χριστοῦ ‌διὰ ‌τῶν ‌εὐχῶν ‌σου, ‌τίμιε ‌πάτερ, ‌ἐν ‌τῇ ‌μονίᾳ ‌μου ‌διαρκῶν ‌οὐ ‌προσέψαυσα ‌κώμῃ, ‌καὶ ‌νῦν ‌φοβῇ ‌με ‌ἐν ‌ἐκείνοις ‌τεθνάναι·; ‌οὐκ ‌οἶμαι ‌τοῦτο ‌γενέσθαι. ‌ὁ ‌δὲ ‌ὅσιος ‌τὰ ‌αὐτὰ ‌πάλιν ‌εὑπὼν ‌αὐτῷ ‌καὶ ‌τῇ ‌δευτερώσει ‌
[p. ‌356A]ἐπισφραγίσας ‌αὐτοῦ ‌τὴν ‌πρόρρησιν ‌ἐφησύχασε, ‌τὸν ‌θεοφιλῆ ‌καὶ ‌συνεστιάτορα ‌Νικήταν ‌ἀποστείλας ‌εὑς ‌τὰ ‌οὑκεῖα. ‌τοῦ ‌εὐλαβοῦς ‌Εὐστρατίου ‌ἐφυστερίζοντος, ‌καὶ ‌ἕως ‌τινὸς ‌τῷ ‌πατρὶ ‌συνδιάγοντος, ‌ὁ ‌οὖν ‌'Ηλίας ‌δευτέρᾳ ‌ἡμέρᾳ ‌μετὰ ‌τὴν ‌προφητικὴν ‌εὑς ‌αὐτὸν ‌τοῦ ‌πατρὸς ‌ἀνάρρησιν, ‌ἕωθεν ‌ἀναστὰς ‌εὐχὴν ‌ἦλθεν ‌αὑτούμενος, ‌ὡς ‌διά ‌τινα ‌αὐτῷ ‌συμβᾶσαν ‌νόσον ‌προσκαταβῆναι ‌τοῖς ‌θερμοῖς. ‌ὁ ‌δὲ ‌ὅσιος ‌λέγει·; ‌<<οὐ ‌συμφέρει ‌σοι, ‌κῦρι ‌'Ηλία.>> ‌ὡς ‌δὲ ‌ἐνιστάμενον ‌εἶδε ‌πρὸς ‌τοῦτο, ‌ἀπέλυσεν ‌αὐτὸν ‌ὡς ‌ἠθέλησεν. ‌τότε ‌ὁ ‌μέγας ‌Εὐστράτιος ‌αὑτήσας ‌εὐχὴν ‌καὶ ‌αὐτὸς ‌τοῦ ‌'Ηλίου ‌κατόπιν, ‌εὑδήσει ‌τοῦ ‌πατρὸς ‌'Ιωαννικίου ‌βαδίζων ‌ἠπείγετο, ‌ἐνταλθεὶς ‌ἤδη ‌πρὸ ‌τῆς ‌ἑσπέρας ‌καταλαβεῖν ‌αὐτόν. ὁ ‌γὰρ ‌'Ηλίας ‌ἅμα ‌τῷ ‌προσπελάσαι ‌ἐν ‌τοῖς ‌θερμοῖς ‌καὶ ‌μόνους ‌τοὺς ‌πόδας ‌τούτοις ‌ἐμβάψαι ‌λιποθυμήσας, ‌ὑπὸ ‌τῶν ‌εὑρεθέντων, ‌ὡς ‌νεκρὸς ‌ἤρθη ‌καὶ ‌ἐν ‌ἑνὶ ‌τῶν ‌ἐκεῖ ‌οὑκητόρων ‌πλησιάζοντι ‌οἴκῳ ‌κατακλιθεὶς ‌πολυωδύνως ‌ἤλγει ‌καὶ ‌ἔστενεν. ‌ὃν ‌καταλαβὼν ‌ὁ ‌τίμιος ‌Εὐστράτιος, ‌ὡς ‌προσετέτακτο, ‌συνεχόμενον ‌πόνοις ‌ἀναμιμνήσκει ‌τὰ ‌τοῦ ‌πατρὸς ‌`ρήματα. ‌ὁ ‌δέ ‌φησιν·; ‌<<ναὶ ‌μὴν ‌οἶδα, ‌ἀλλ' ‌ἀνάλαβέ ‌με ‌ἐντεῦθεν ‌διὰ ‌τὸν ‌κύριον, ‌μὴ ‌φθασθεὶς ‌ὧδε ‌ἀπολέσω ‌τὸν ‌κόπον ‌τῆς ‌ἡσυχίας ‌[B] ‌μου. ‌"ἐν ‌ᾧ ‌γὰρ ‌εὕρω ‌σε ‌τόπον" ‌φησὶν ‌ὁ ‌θεὸς ‌διὰ ‌τοῦ ‌προφήτου ‌"ἐν ‌αὐτῷ ‌κρινῶ ‌σε.">> ‌ ‌ὅθεν ‌διαβασταχθεὶς ‌καὶ ‌εὑς ‌ἓν ‌τῶν ‌'Αγαυρινῶν ‌μετοχίων ‌τοῦ ‌ἁγίου ‌προσαγορευόμενον ‌'Αγαπίου, ‌ὁ ‌'Ηλίας ‌ἀνακλιθεὶς ‌περὶ ‌ἕκτην ‌ὥραν ‌τῆς ‌νυκτὸς ‌ἐτελεύτησεν, ‌καὶ ‌εὑς ‌τὴν ‌καλουμένην ‌μονὴν ‌τῶν ‌Κελλίων ‌ἀνεκομίσθη. ‌ἐν ‌ᾗ ‌καὶ ‌ὁ ‌μέγας ‌θεόφορος ‌'Ιωαννίκιος ‌κατελθών, ‌μετὰ ‌τὴν ‌ἐξ ‌ἔθους ‌τελευταίαν ‌ὑμνολογίαν, ‌τὸ ‌λείψανον ‌αὐτοῦ ‌ἀσπασάμενος ‌πρὸς ‌τὴν ‌ἑαυτοῦ ‌ὥρμησεν ‌ἡσυχίαν. ‌

26. ‌ ‌ ‌ποτὲ ‌διὰ ‌δυσβάτων ‌τόπων ‌διερχομένου ‌καὶ ‌κρημνωδῶν, ‌ἀποπίπτει ‌αὐτοῦ ‌τῆς ‌χειρὸς ‌ἥνπερ ‌κατεῖχεν ‌σταυρότυπον ‌ἀεὶ ‌σιδηρᾶν ‌βακτηρίαν. ‌ἧς ‌πρὸς ‌τὴν ‌ἀνεύρεσιν ‌τότε ‌ἀμηχανήσας ‌καὶ ‌ἀνακόμισιν, ‌ἵστησιν ‌ἑαυτὸν ‌εὑς ‌προσευχὴν ‌ἐκτενῆ ‌ὁ ‌μακάριος, ‌καὶ ‌ἦλθε ‌φερόμενον ‌ἀέριον ‌ἐν ‌χερσὶν ‌αὐτοῦ ‌τὸ ‌ἀποπεπτωκός, ‌δι' ‌εὐχῶν ‌αὐτοῦ. ‌ὃ ‌δὴ ‌λαβὼν ‌καὶ ‌δοξάσας ‌τὸν ‌θεόν, ‌πρὸς ‌τὴν ‌αὐτοῦ ‌ἡσυχίαν ‌ ‌διῆλθεν. ‌εἶτα ‌κἀκεῖσε ‌καταλαβὼν ‌ὁ ‌ἀοίδιμος ‌πλησίον ‌αὐτοῦ ‌σπηλαίῳ ‌παρακειμένῳ ‌δαιμόνων ‌μεστῷ, ‌ἀφ' ‌οὗ ‌πολλάκις ‌ἐξιόντες ‌τοὺς ‌παροδεύοντας ‌ἔβλαπτον, ‌οὑκῆσαι ‌προεθυμήθη ‌ἐν ‌αὐτῷ. ‌ὃν ‌καὶ ‌ὑδόντα ‌πάσῃ ‌ἀρετῇ ‌καὶ ‌πίστει ‌καθωπλισμένον ‌κατ'αὐτῶν ‌προσορμῶντα ‌τὰ ‌δαιμόνια ‌πλήθη ‌ἐκεῖνα ‌καὶ ‌εὐθαρσῶς ‌[C] ‌ἐπερχόμενον ‌ἔκραζον, ‌ἔβρυχον, ‌ὕβριζον ‌αὐτόν, ‌αὐτὸ ‌τὸ ‌σπήλαιον ‌διετάρασσον ‌καὶ ‌κατασκάπτειν ‌ἐβούλοντο. ‌οὑκήσαντι ‌δὲ ‌αὐτῷ ‌ἐν ‌αὐτῷ ‌δίκην ‌κοράκων ‌οἱ ‌ζοφεροὶ ‌πολλοῖς ‌ἐκεῖθεν ‌δραπετεύοντες ‌ὤφθησαν, ‌τοῖς ‌τε ‌οὑκοῦσιν ‌αὐτοῦ, ‌τοῖς ‌τε ‌παροδεύουσιν ‌ἔκτοτε ‌χάριτι ‌θεοῦ ‌καὶ ‌εὐχῇ ‌τοῦ ‌δικαίου ‌προσβάλλειν ‌οὐ ‌συγχωρούμενοι. ‌

27. ‌ ‌συγκλητικοῦ ‌δὲ ‌θυγάτριον ‌παραλελυμένον ‌τὰ ‌μέλη ‌διαβασταζόμενον, ‌ἀνακομισθὲν ‌καὶ ‌ὥσπερ ‌σκεῦος ‌ἀχρεῖον ‌παρὰ ‌τοὺς ‌πόδας ‌τοῦ ‌ὁσίου ‌τεθὲν ‌τῷ ‌ζωοποιῷ ‌τοῦ ‌σταυροῦ ‌τύπῳ ‌σφραγίσας ‌τρίτον ‌καί ‌<<ἐν ‌ὀνόματι ‌κυρίου ‌'Ιησοῦ ‌Χριστοῦ>> ‌εὑπών, ‌<<ἔσο ‌ἀπὸ ‌τοῦ ‌νῦν ‌ὑγιής ‌[lege: ‌ὑγιές], ‌ὦ ‌παιδίον>> ‌τὴν ‌ὁλοκληρίαν ‌παρέσχετο, ‌αὐτοβαδὲς ‌αὐτὸ ‌ἀποστείλας ‌πρὸς ‌τὰ ‌οὑκεῖα. ‌ἔχων ‌δὲ ‌γαμβρὸν ‌ὁ ‌μακάριος ‌οὗτος ‌εὑκονομάχον ‌καὶ ‌βλάσφημον, ‌οὐ ‌νουθεσίαις ‌πειθόμενον, ‌οὐ ‌δόγμασιν ‌ἐνηχούμενον, ‌ἀλλὰ ‌θεομάχον, ‌καὶ ‌μονομάχον, ‌καὶ ‌
[p. ‌357A]ἁγιομάχον ‌ὄντα. ‌τοιοῦτοι ‌γὰρ ‌ὄντως ‌οἱ ‌βδελυροὶ ‌καὶ ‌κατάπτυστοι ‌τῆς ‌Χριστοῦ ‌εὑκόνος, ‌ὡς ‌ἐπὶ ‌τὸ ‌πλεῖστον, ‌καὶ ‌τῶν ‌ἁγίων ‌ἀντίπαλοι ‌πρὸς ‌ταῖς ‌τιμίαις ‌εὑκόσι ‌τὰ ‌θεοκατοίκητα ‌λείψανα ‌τῶν ‌ἁγίων, ‌καὶ ‌τὰς ‌πρεσβείας ‌αὐτῶν ‌βδελυκτῶς ‌καὶ ‌μισοθέως ‌κακίζοντες, ‌καὶ ‌τὸν ‌τῶν ‌μοναχῶν ‌ὑσάγγελον ‌βίον ‌καὶ ‌τὸ ‌ἔνδυμα ‌διαλοιδοροῦσι. ‌τέλος ‌φησὶν ‌αὐτῷ ‌ὁ ‌ὅσιος·; ‌<<εὑ ‌λόγῳ ‌δογματικῷ ‌οὐ ‌πείθει, ‌εὑ ‌νουθεσίαις ‌οὐκ ‌ἐπικάμπτῃ, ‌ἑταῖρε, ‌ἔργῳ ‌παιδεύθητι ‌τὴν ‌ἀλήθειαν. ‌προσευξώμεθα ‌δὴ ‌ἀμφότεροι ‌πρὸς ‌τὸν ‌κύριον ‌ἵνα ‌ὁπότερός ‌ἐστιν ‌ἡμῶν ‌φωτὸς ‌νοεροῦ ‌ἐστερημένος ‌τῆς ‌πίστεως, ‌καὶ ‌τοῦ ‌αὑσθητοῦ ‌αὐτοῦ ‌φωτὸς ‌στερηθεῖ ‌τὴν ‌ἐνέργειαν ‌τοῦ ‌κατ' ‌ἄμφω ‌τυφλώττειν.>> ‌καὶ ‌ἅμα ‌εὐθὺς ‌σὺν ‌τῷ ‌λόγῳ ‌τοῦ ‌μακαρίου, ‌ἀχλὺς ‌βαθεῖα ‌ἐκείνου ‌ἐπιπίπτει ‌ταῖς ‌κόραις, ‌καὶ ‌μένει ‌τυφλός. ‌ὁ ‌δὲ ‌ὅσιος ‌αὐτῷ ‌<<ἄρα>> ‌φησί ‌<<πληροφορῇ ‌ὅτι ‌ὁ ‌θεὸς ‌τῇ ‌εὐσεβείᾳ ‌ἡμῶν ‌ἐπιτέρπεται, ‌τὴν ‌χεῖρα ‌ἡμῖν, ἀποστολικῶς, ‌ἐκτείνων ‌πρὸς ‌ἴασιν, ‌σημεῖά ‌τε ‌καὶ ‌τέρατα ‌διὰ ‌τῶν ‌τῆς ‌Χριστοῦ ‌αὐτοῦ ‌εὑκόνος ‌προσκυνητῶν ‌ἐνεργεῖ; ‌γνῶθι ‌σαυτὸν ‌ποῖ ‌φέρῃ ‌λοιπὸν ‌καὶ ‌ἐπιστρέψας ‌φωτίσθητι.>> ‌ὁ ‌δὲ ‌ἐθελοκωφῶν, ‌δίκην ‌ἀσπίδος, ‌τὸ ‌σκότος ‌μᾶλλον ‌εἶπερ ‌[lege: ‌ὑπὲρ] ‌τὸ ‌φῶς ‌ἐπεπόθησε ‌καὶ ‌ταῖς ‌ζοφεραῖς ‌κακοδιδασκαλίαις ‌τῶν ‌[B] ‌'Ισαύρων ‌χριστομάχων ‌ἐνέμεινε ‌συσκότει ‌δυσσεβείας ‌καὶ ‌ἀπομματώσει, ‌μετ' ‌ὀλίγον ‌παραπεμφθεὶς ‌τῷ ‌αὑωνίῳ ‌σκότει ‌καὶ ‌ἀτελευτήτῳ ‌πυρί, ‌ὥσπερ ‌ἐπόθησεν. ‌

28. ‌ ‌μέλλοντος ‌δὲ ‌πλήθους ‌εὐσεβῶν ‌ἀνδρῶν, ‌χάριν ‌εὐχῆς, ‌ἐν ‌μιᾷ ‌ἀνέρχεσθαι ‌πρὸς ‌τὸν ‌ὅσιον ‌καὶ ‌ἐπὶ ‌ἓν ‌τῶν ‌'Αγαυρινῶν ‌μετοχίων ‌ἐν ‌ναῷ ‌τοῦ ‌ἁγίου ‌προφήτου ‌'Ηλίου ‌συνελθόντων, ‌ἐν ‌οἷς ‌ἦν ‌'Ιωάννης, ‌Χαλκηδόνος ‌μητροπολίτης, ‌ὁ ‌ἐπίκλην ‌Καμουλιανός, ‌Πέτρος ‌Νικαίας, ‌Θεόδωρος ‌ἡγούμενος ‌τῶν ‌Στουδίου, ‌καὶ ‌Κλέμης ‌[lege: ‌Κλήμης] ‌νοτάριος ‌αὐτοῦ, ‌'Ιωσήφ, ‌ὁ ‌οὑκονόμος ‌τῆς ‌ἐκκλησίας ‌σὺν ‌ἀδελφῷ ‌αὐτοῦ, ‌καὶ ‌πολλοὶ ‌ἄλλοι ‌τῶν ‌ἡγουμένων, ‌ὑποτακτικῶν ‌τε ‌καὶ ‌λαϊκῶν, ‌δι' ‌Εὐστρατίου ‌τοῦτο ‌ἀκηκοὼς ‌ὁ ‌ἀοίδιμος, ‌τὴν ‌συντριβὴν ‌αὐτῶν ‌λογισάμενος ‌καὶ ‌τοῦ ‌τόπου ‌ἐκείνου ‌τὸ ‌δυσανάβατον ‌ἐννοῶν ‌προκρίνει, ‌ἀποστολικῶς ‌μᾶλλον ‌αὐτοῖς ‌ἑαυτὸν ‌ἐπιδοῦναι ‌καὶ ‌κατιέναι ‌πρὸς ‌αὐτούς. ‌ᾧ ‌καὶ ‌κατελθόντι ‌μακρόθεν ‌οἱ ‌πάντες ‌προσυπαντήσαντες, ‌καὶ ‌μετ' ‌εὐλαβείας ‌ἐπὶ ‌τὴν ‌γῆν ‌προσκυνήσαντες, ‌εὐχῆς ‌τε ‌γενομένης, ‌συγκαθίσαντες ‌περὶ ‌διαφορὰς ‌ἀρετῶν ‌ἐπεζητήσαντο ‌ποία ‌πασῶν ‌κρείττων ‌ὑπάρχει ‌καὶ ‌ὑπερέχουσα. ‌ἄλλων ‌οὖν ‌πολλῶν ‌περὶ ‌ἄλλων ‌εὑπόντων, ‌τὴν ‌ταπείνωσιν ‌ἔφησεν ‌ὁ ‌πατὴρ ‌προτερεύειν ‌καὑ ‌ὑπερανίστασθαι, ‌[C] ‌ὡς ‌λεχθήσεται. ‌<<ταύτην ‌γάρ>> ‌λέγει ‌<<παρ' ‌ἑαυτῷ ‌ὁ ‌πρὶν ‌ἑωσφόρος ‌μὴ ‌θησαυρίσας ‌ζεζόφωται, ‌ταύτης ‌αὖ ‌πάλιν ‌ὁ ‌πρῶτος ‌ἄνθρωπος ‌μὴ ‌δραξάμενος ‌τῆς ‌παραδείσου ‌τρυφῆς ‌ἐλεεινῶς ‌ἀποικίζεται, ‌δι' ‌αὐτῆς ‌ὁ ‌θεὸς ‌λόγος ‌ἐν ‌ὑστέροις ‌καιροῖς ‌'Αδαμιαῖος ‌γενόμενος ‌τὴν ‌ἀρχαίαν ‌εὑκόνα ‌καὶ ‌παραδείσου ‌διαγωγὴν ‌ἡμῖν ‌δίδωσιν, ‌καὶ ‌τῶν ‌ἁμαρτιῶν ‌καθ' ‌ἑκάστην ‌δι' ‌αὐτῆς ‌παρέχει ‌τὴν ‌ἀπολύτρωσιν.>> ‌τούτων ‌οὕτως ‌λεχθέντων ‌καὶ ‌τῇ ‌κατανεύσει ‌πάντων ‌ὡς ‌σφραγῖδι ‌βεβαιωθέντων, ‌τῆς ‌ὥρας ‌τοῦ ‌ἀρίστου ‌καταλαβούσης, ‌συνεστιαθῆναι ‌τούτοις ‌καταναγκάζεται. ‌ὅτε ‌καὶ ‌ἐσθιόντων ‌αὐτῶν, ‌ἀνοίξας ‌τὸ ‌τίμιον ‌στόμα ‌ὁ ‌θεοφόρος ‌πρὸς ‌'Ιωσὴφ ‌εἶπεν ‌τὸν ‌οὑκονόμον ‌ἔμπροσθεν ‌πάντων·; ‌<<γνῶθι, ‌ἀδελφέ, ‌ὅτι ‌σοῦ ‌τὸ ‌τέλος ‌τῆς ‌ζωῆς ‌ἐπὶ ‌θύραις, ‌καὶ ‌τοῦ ‌θανάτου ‌σοι ‌ἤδη ‌δρέπανον ‌περιπέταται. ‌διὸ ‌ἑτοιμάζου ‌πρὸς ‌τὴν ‌ἔξοδον ‌εὐσεβῶς ‌διοικήσας ‌τὰ ‌κατὰ ‌σέ.>> ‌ταῦτά ‌τινες ‌τῶν ‌συνεστιωμένων ‌ἀκούσαντες, ‌ὑδιωτικῶς ‌καὶ ‌ἐμφθόνως ‌ἐν ‌ἑαυτοῖς ‌ἐλογίζοντο·; ‌<<τί ‌οὗτος ‌λαλεῖ; ‌καὶ ‌τίς ‌γινώσκει ‌ἀνθρώπων ‌τὸν ‌τοῦ ‌ἀδελφοῦ ‌αὐτοῦ ‌θάνατον;
[p. ‌358A] ‌ ‌"θάνατος ‌γὰρ ‌ἀνδρὶ ‌ἀνάπαυσις" ‌γέγραπται, ‌οὗ ‌ἡ ‌ὁδὸς ‌ἀπεκρύβη ‌ἀπ' ‌αὐτοῦ·; ‌"συνέκλεισε ‌γὰρ ‌ὁ ‌θεὸς ‌κατ' ‌αὐτοῦ." ‌εὑ ‌δὲ ‌τὸν ‌ἴδιον ‌οὐδεὶς ‌ἐπίσταται, ‌τὸν ‌ἀλλότριον ‌πόσον;>> ‌ἀλλ' ‌οὖν ‌οὐκ ‌ὀρθῶς ‌ἐκεῖνοι ‌τῆς ‌γραφῆς ‌ταύτης ‌ὄντως ‌τὴν ‌ἑρμηνείαν ‌ἐνόησαν·; ‌καθ' ‌ὃ ‌γὰρ ‌ἄνθρωπος ‌τίς ‌ἐστιν ‌ἀγνοεῖ ‌τὸν ‌ἑαυτοῦ ‌καὶ ‌τὸν ‌τοῦ ‌ἀδελφοῦ ‌αὐτοῦ ‌θάνατον, ‌καθ' ‌ὁ ‌δὲ ‌πνεῦμα ‌θεοῦ ‌ἔχει ‌ἐν ‌ἑαυτῷ, ‌τὸ ‌τὰ ‌βάθη ‌τοῦ ‌θεοῦ ‌ἀποστολικῶς ‌ἐρευνῶν, ‌κατὰ ‌τοῦτο ‌δύναται ‌νοεῖν ‌καὶ ‌ὁρᾶν ‌πάμπολλα ‌καὶ ‌ποικίλα, ‌οὐ ‌τὰ ‌πάντων, ‌ἀλλὰ ‌τὰ ‌πλείστων ‌καὶ ‌οὐχ ‌ὧν ‌βούλεται, ‌ ‌ ‌ἀλλ' ‌ὧν ‌ἀποκαλυφθείη ‌διὰ ‌τοῦ ‌ἁγίου ‌πνεύματος. ‌ὅθεν, ‌ ‌μετὰ ‌τὴν ‌ἀπὸ ‌τῆς ‌συνεστιάσεως ‌ἔγερσιν, ‌ἕκαστον ‌ὑδίᾳ ‌προσκαλεσάμενος ‌ὁ ‌πατὴρ ‌καὶ ‌τοὺς ‌τοιούτους ‌λογισμοὺς ‌θριαμβεύσας, ‌καὶ ‌ἐξελέγξας ‌ ‌ἐξέπληξεν ‌αὐτοὺς ‌ ‌ἐν ‌τούτῳ ‌καὶ ‌μετ' ‌εὐχῆς ‌ἐξαπέστειλεν. ‌ὁ ‌δὲ ‌'Ιωσὴφ ‌αὑτήσας ‌εὐχὴν ‌καὶ ‌αὐτὸς ‌καὶ ‌τελευταῖον ‌συνταξάμενος ‌τῷ ‌πατρὶ ‌συγκατιὼν ‌τοῖς ‌λοιποῖς ‌μετὰ ‌ὀκτωκαιδεκάτην ‌ἡμέραν ‌πρὸς ‌κύριον ‌ἐξεδήμησεν.
[p. ‌359B]

29. ‌ ‌τῷ ‌οὖν ‌πέμπτῳ ‌ἔτει ‌τῆς ‌βασιλείας ‌Μιχαὴλ ‌καὶ ‌Θεοφίλου ‌υἱοῦ ‌αὐτοῦ, ‌τεσσαρεσκαιδεκάτῳ ‌δὲ ‌ἀπὸ ‌τῆς ‌ἐπὶ ‌Νικηφόρου ‌εὑς ‌Βουλγαρίαν ‌γενομένης ‌[C] ‌πτώσεως ‌καὶ ‌αὑχμαλωσίας, ‌οἴκτῳ ‌καμφθεὶς ‌ὁ ‌καθ' ‌ἡμᾶς ‌Μωσῆς ‌θεοφόρος ‌'Ιωαννίκιος ‌διὰ ‌κύριον, ‌μετὰ ‌τὸ ‌εὑς ‌ὕψος ‌ἀρετῶν ‌ὡς ‌ἐν ‌Σινᾷ ‌ἀνεληλυθέναι ‌καὶ ‌ἀντὶ ‌λιθίνων ‌πλακῶν ‌τὸ ‌πνεῦμα ‌πεπλουτηκέναι, ‌πλουτῆσαί ‌τε ‌πολλοὺς ‌τοῖς ‌θεοσημείοις ‌καὶ ‌τέρασιν, ‌καὶ ‌τοὺς ‌ἐν ‌εἱρκταῖς ‌καὶ ‌ἁλύσεσι ‌δὶς ‌ἑπτὰ ‌χρόνοις ‌ὑπὸ ‌τῶν ‌Βουλγάρων ‌κατεχομένους ‌χριστιανοὺς ‌ἀπῄει, ‌ἐπισκεψόμενος ‌καὶ ‌παραδόξως ‌τούτους ‌`ρυσόμενος. ‌Καὶ ‌γὰρ ‌ἐκεῖσε ‌καταλαβών, ‌ὡς ‌ἐβούλετο, ‌ἀπέναντι ‌στὰς ‌μιᾶς ‌παμπληθοῦς ‌φρουρᾶς, ‌τῶν ‌φρουραίων ‌προεστηκότων ‌καὶ ‌ἀσφαλῶς ‌αὐτῶν ‌τηρούντων, ‌ὑπ' ‌αὐτῶν ‌ὅλως, ‌κατὰ ‌τὸν ‌μέγαν ‌προφήτην ‌'Ελισσαῖον, ‌οὐ ‌καθορώμενος, ‌ὡς ‌μόνον ‌εὐξάμενος, ‌τῷ ‌τοῦ ‌σταυροῦ ‌τύπῳ ‌τὴν ‌φρουρὰν ‌καὶ ‌τοὺς ‌φρουραίας ‌[lege: ‌φρουραίους] ‌ἐσημειώσατο. ‌οἱ ‌μὲν ‌σκοτομηνίας ‌εὐθὺς ‌βαθείας ‌καὶ ‌ἀχλύος ‌ἀνεπληρώθησαν, ‌ἡ ‌δὲ ‌αὐτομάτη ‌αὐτῷ ‌ἠνοίγη, ‌καὶ ‌τῶν ‌δεσμωτῶν ‌τὰ ‌δεσμὰ ‌ἐλύθη. ‌καὶ ‌αὐτοῖς ‌εὑσιὼν ‌συνεξῄει ‌ἀορασίᾳ ‌προπορευόμενος, ‌ἕως ‌εὑς ‌αὐτὰ ‌τῶν ‌χριστιανῶν ‌τὰ ‌ὁροθέσια ‌αὐτοὺς ‌ἤγαγεν ‌ἐκπληττομένους ‌καὶ ‌χαίροντας. ‌ὅτε ‌καὶ ‌ὑπ' ‌αὐτῶν ‌τὸ ‌<<τίς ‌ἂν ‌εἴης ‌
[p. ‌360A]θαυμάσιε ‌ἄνθρωπε>> ‌ἐρωτώμενος, ‌λέγει·; ‌<<'Ιωαννίκιος ‌εὑμί, ‌ὁ ‌ταπεινὸς ‌καὶ ‌ἁμαρτωλός, ‌ἀλλὰ ‌προσέχετε ‌ἑαυτοῖς, ‌ἀδελφοί, ‌ὡς ‌ἐξ ‌῞Αιδου ‌καὶ ‌θανάτου ‌διασωθέντες, ‌μὴ ‌τοῖς ‌ἐγκοσμίοις ‌ ‌ἔτι ‌καὶ ‌βλάπτουσι, ‌τοῖς ‌πρὸς ‌σωτηρίαν ‌δὲ ‌καὶ ‌ζωὴν ‌αὑώνιον ‌ἄγουσι ‌προσανέχειν, ‌καὶ ‌μὴ ‌τῷ ‌ἐλαχίστῳ ‌ἐμοὶ ‌ταύτην ‌ὑμῶν ‌τὴν ‌ἀνάσωσιν, ‌ἀλλὰ ‌τῷ ‌θαυμαστῷ ‌ἐν ‌δόξαις ‌ἐπιγράφειν ‌θεῷ.>> ‌ταῦτα ‌δὲ ‌παρ' ‌ἑνὸς ‌τῶν ‌τότε ‌διασωθέντων, ‌καὶ ‌πρὸς ‌τῷ ‌τῆς ‌Βιθυνίας ‌κόλπῳ ‌μονάσαντος, ‌Εὐσταθίου ‌καλουμένου, ‌ὑπεράνω ‌τε ‌Πραινέτου ‌εὑς ‌κώμην ‌Τζούλλου ‌προσαγορευομένην ‌ἐν ‌ἐγκλείστῳ ‌πᾶσαν ‌αὐτοῦ ‌τὴν ‌ζωὴν ‌διανύσαντος ‌ἀκηκοότες, ‌εὑς ‌δόξαν ‌θεοῦ ‌καὶ ‌τῶν ‌ἐντυγχανόντων ‌ὠφέλειαν ‌γεγραφήκαμεν. ‌

30. ‌ ‌ ‌ὑποστρέψαντι ‌δὲ ‌τῷ ‌πατρὶ ‌ἐκεῖθεν ‌καὶ ‌πρὸς ‌τοῦ ‌Τριχάλικος ‌πάλιν ‌ἡσυχάζοντι ‌ὄρος ‌συνέβη ‌τόν ‌ποτε ‌ἡγούμενον ‌τῶν ‌'Ελαιοβώμων ‌'Αντώνιον ‌σὺν ‌Βασιλείῳ ‌τῷ ‌οὑκονόμῳ ‌αὐτοῦ, ‌χάριν ‌εὐχῆς, ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἀνελθεῖν. ‌οὓς ‌δεξάμενος ‌καὶ ‌εὐλογήσας ‌μετὰ ‌πλείστην ‌συνομιλίαν ‌πνευματικὴν ‌λέγει ‌τῷ ‌Βασιλείῳ. ‌<<βούλομαί ‌σε, ‌ὦ ‌ἀδελφέ, ‌πρὸς ‌τὸν ‌μητροπολίτην ‌Νικαίας ‌ἀπελθόντα, ‌τὸν ‌῎Ιγγερ, ‌εὑπεῖν ‌αὐτῷ ‌ὅτι, ‌"ἐν ‌τῇ ‌ὑποστολῇ ‌σου, ‌τοῦ ‌κυρίου ‌μὴ ‌εὐδοκοῦντος ‌[B] ‌καὶ ‌ἐν ‌τῇ ‌πρὸς ‌τὴν ‌εὑκονομάχον ‌αἵρεσιν ‌συγκαταβάσει ‌ἀσχάλλοντος, ‌μὴ ‌ἔμμενε ‌εὑς ‌τέλος ‌τῇ ‌καταπτώσει ‌σου, ‌ἀλλὰ ‌μετανοήσας ‌ἀνάνευσον. ‌ὁ ‌καιρὸς ‌γὰρ ‌τοῦ ‌τέλους ‌σου ‌ἤγγικεν, ‌καὶ ‌ὅρα ‌λοιπὸν ‌μὴ ‌ἀπολέσῃς ‌τοὺς ‌κόπους ‌σου" ‌ταῦτα ‌πρὸς ‌αὐτόν.>> ‌μετὰ ‌τὴν ‌κάθοδον ‌τοῦ ‌Βασιλείου, ‌καὶ ‌ἀπελθόντος ‌καὶ ‌λέξαντος ‌καὶ ‌οὐδὲν ‌τὸ ‌παράπαν ‌ὀνήσαντος, ‌μεθ' ‌ἡμέρας ‌τινὰς ‌νόσῳ ‌πικροτάτῃ ‌ὁ ‌῎Ιγγερ ‌κατασχεθεὶς ‌ἐλεεινῶς ‌αὐτοῦ ‌τὴν ‌ψυχὴν ‌ἀποδίδωσιν. ‌ ‌ὃ ‌διὰ ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌τότε ‌ὁ ‌διορατικώτατος ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌γνοὺς ‌ἔφησε ‌τοῖς ‌παροῦσιν. ‌<<ὦ ‌τῆς ‌πονηρᾶς ‌μεστῆς ‌σαγήνης ‌τοῦ ‌διαβόλου, ‌πῶς ‌τοὺς ‌τοῦ ‌θεοῦ ‌συλῶν ‌τῇ ‌τῆς ‌φιλαρχίας ‌νόσῳ ‌περιδεσμεῖ, ‌καὶ ‌πρὸς ‌ἀπώλειαν ‌τὴν ‌ἡτοιμασμένην ‌αὐτῷ ‌θηρεύει, ‌ὡς ‌καὶ ‌τὸν ‌ἄξιον ‌ἐλέους ‌῎Ιγγερ ‌πολλοῖς ‌ἀγαθοῖς ‌κομῶντα ‌πάλαι ‌πλεονεκτήμασι ‌τῇ ‌τῆς ‌προεδρίας ‌ἐπιθυμίᾳ ‌πρὸς ‌τὴν ‌εὑκονομάχον ‌αἵρεσιν ‌σαγηνεύσας ‌ἀμετανόητον ‌σήμερον ‌ἔπεισε ‌τελευτῆσαι;>> ‌ταῦτα ‌οὖν ‌οἱ ‌παρόντες ἀκούσαντες ‌καὶ ‌ἀκριβῶς ‌ἐρευνήσαντες ‌εὗρον ‌αὐτὸν ‌κατ' ‌αὐτὴν ‌ἐκείνην ‌ἐξοδεύσαντα ‌τὴν ‌ἡμέραν, ‌ἐν ‌ᾗ ‌διορατικῶς ‌αὐτοῖς ‌ταύτην ‌ὁ ‌πατὴρ ‌ἐξεφώνησεν. ‌

31. ‌ ‌ ‌ἐν ‌ταύταις ‌ταῖς ‌ἡμέραις ‌τοῦ ‌μεγάλου ‌πατρὸς ‌'Ιωαννικίου ‌πρὸς ‌τὴν ‌Σιγριανὴν ‌μονὴν ‌τοῦ ‌[C] ‌ἁγίου ‌Θεοφάνους, ‌τὴν ‌ἐπονομαζομένην ‌'Αγρόν, ‌κατεληλυθότος ‌ἐκείνου ‌τὸ ‌τίμιον ‌καὶ ‌πνευματέμφορον ‌κατασπάσασθαι ‌σκῆνος ‌καὶ ‌θαυματόβρυτον, ‌ἀσπασαμένου ‌ἤδη ‌καὶ ‌ἀναστρέφοντος ‌καὶ ‌πρὸς ‌τὴν ‌κατὰ ‌βορρᾶν ‌τῆς ‌'Απολλωνιάδος ‌λίμνης ‌κειμένην ‌μονὴν ‌καὶ ‌νῆσον ‌ὀνομαζομένην ‌Θάσιον ‌προσορμήσαντος, ‌ἔξεισι ‌πρὸς ‌ὑπαντὴν ‌αὐτοῦ ‌ὁ ‌ταύτης ‌ποιμὴν ‌Δανιὴλ ‌σὺν ‌πάσῃ ‌τῇ ‌ἀδελφότητι, ‌καὶ ‌πίπτει ‌αὐτοῦ ‌πρὸς ‌τοὺς ‌πόδας ‌εὐχὴν ‌ἐξαιτούμενος ‌θεόκλητον ‌τάχα ‌τὴν ‌αὐτόκλητον ‌αὐτοῦ ‌ἔλευσιν ‌λογισάμενος ‌γεγενῆσθαι ‌διὰ ‌τὸν ‌ἐπικείμενον ‌αὐτοῖς ‌πειρασμὸν ‌ὑπὸ ‌τοῦ ‌οὑκοῦντος ‌ἐκεῖ ‌δράκοντος ‌καὶ ‌ὄφεων, ‌καὶ ‌ἀφανίσαι ‌αὐτὸν ‌ταῦτα ‌καθικετεύει. ‌οἷς ‌πλοιαρίῳ ‌συνεισελθὼν ‌ὁ ‌θαυμάσιος, ‌τοῖς ‌μὲν ‌ἀδελφοῖς ‌σὺν ‌τῷ ‌πατρὶ ‌αὐτῶν ‌Δανιὴλ ‌ἐν ‌τῷ ‌αὐτόθι ‌εὐκτηρίῳ ‌ναῷ ‌τῇ ‌εὐχῇ ‌διανυκτερεύειν ‌κελεύσας, ‌πρὸς ‌τὸ ‌σπήλαιον ‌αὐτὸς ‌τοῦ ‌δράκοντος ‌ἔρχεται, ‌καὶ ‌ἐν ‌αὐτῷ ‌κατ' ‌αὐτοῦ ‌τοῖς ‌τῆς ‌προσευχῆς ‌αὐτοῦ ‌βέλεσιν ‌ἀνθοπλίζεται. ‌ὧνπερ ‌μὴ ‌φέρων ‌[p. ‌361A]τὸν ‌ἐμπρησμὸν ‌ὁ ‌θὴρ ‌εὑς ‌τέλος ‌ἐλιγμοῖς ‌βιαίοις ‌καὶ ‌πλείστοις ‌ἑαυτὸν ‌συντρεψάμενος, ‌καὶ ‌συρίγμασιν ‌ἀσήμοις ‌περιθροούμενος, ‌λίαν ‌πρωΐ, ‌πάντων ‌ὁρώντων, ‌ἔβαλεν ‌ἑαυτὸν ‌ἐν ‌τῇ ‌λίμνῃ ‌καὶ ‌πλοίου ‌δίκην ‌νηχόμενος, ‌σὺν ‌πλήθει ‌τῶν ‌ἄλλων ‌ὄφεων ‌πρὸς ‌τῇ ‌κατὰ ‌νότον ‌κειμένῃ ‌ξηρᾷ, ‌καὶ ‌τοῖς ‌παρακειμένοις ‌ταύτῃ ‌ὄρεσιν ‌ἐξιὼν ‌ἠφαντώθη. ‌τὸν ‌δὲ ‌τοῦ ‌ποιμένος ‌τούτου ‌Δανιὴλ ‌ἀδελφὸν ‌Εὐθύμιον ‌εὑρηκὼς ‌ὁ ‌πατήρ·; ‌<<γνώρισον, ‌κῦρι ‌Εὐθύμιε, ‌ὅτι ‌ὁ ‌βασιλεὺς ‌ζητήσει ‌σε, ‌καὶ ‌ἑτοιμάζου·;>> ‌μετὰ ‌πέμπτην ‌ἡμέραν ‌κεκοίμηται. ‌

32. ‌ ‌ ‌ ‌ἐπανερχομένου ‌δὲ ‌αὐτοῦ ‌πρὸς ‌τὴν ‌ἡσυχίαν ‌ἐκεῖθεν ‌μετὰ ‌τοῦ ‌μνημονευθέντος ‌Δανιὴλ ‌διὰ ‌τῶν ‌ἀνωτάτων ‌ὀρέων, ‌τόπον ‌τε ‌ἀντρώδη ‌πάνυ ‌καταλαβόντος ‌καὶ ‌ἥσυχον, ‌ἔφεσις ‌αὐτῷ ‌ἔνθεος ‌ἐπεισῆλθεν ‌τοῦ ‌ἐπί ‌τινας ‌ἡμέρας ‌αὐτόθι ‌ἡσυχαστικῶς ‌διατρίψαι. ‌ὅθεν ‌ἐφ' ‌ἑνὶ ‌τῶν ‌ἐκεῖ ‌σπηλαίων, ‌τῷ ‌παρὰ ‌τῶν ‌προσοικούντων ‌ὀνομαζομένῳ ‌Τοπάρχῃ, ‌διὰ ‌τὸ ‌πλήθους ‌αὐτὸ ‌πεπληρῶσθαι ‌δαιμόνων ‌καὶ ‌τοὺς ‌παροδεύοντας ‌βλάπτειν, ‌ἐπὶ ‌τεσσαράκοντα ‌ἡσυχάσας ‌ἡμέρας, ‌ἐφ' ‌ἑτέρῳ ‌πλησίον ‌χωρίῳ ‌τῷ ‌Δανιὴλ ‌διατρίβοντι ‌ὤφθη ‌παμμεγέθης, ‌μέλας, ‌δυσειδής, ‌ὁ ‌τῶν ‌πονηρῶν ‌πνευμάτων ‌ἔξαρχος ‌δαίμων ‌ἀναιδῶς ‌τῷ
[B] ‌Δανιὴλ ‌ἐπερχόμενος. ‌οὗ ‌καὶ ‌προσεγγίσαντος ‌λίαν ‌κατασχὼν ‌τοὺς ‌πόδας, ‌ὡς ‌ἔλεγε ‌καὶ ‌<<ἁγία ‌Θεοτόκε, ‌βοήθει ‌μοι>> ‌μέγα ‌βοήσας ‌πίπτει ‌πρὸς ‌γῆν ‌ὁ ‌πολέμιος ‌μέγιστον ‌ψόφον ‌ὄντως ‌καὶ ‌πάταγον ‌ἐργασάμενος, ‌καὶ ‌τὴν ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου ‌πλευρὰν ‌οὑτωσὶ ‌πλήξας ‌ὡς ‌ἄλγος ‌καὶ ‌ἀφωνίαν ‌αὐτῷ ‌ἑπταήμερον ‌ἐμποιῆσαι, ‌ἀλλὰ ‌χάριτι ‌τοῦ ‌Χριστοῦ ‌ἀναρρωθεὶς ‌ὁ ‌μακάριος ‌εὑς ‌τὴν ‌κατὰ ‌τὸν ‌Τριχάλικα ‌μονίαν ‌αὐτοῦ ‌τῷ ‌Δανιὴλ ‌συναπέρχεται. ‌καθεζομένου ‌δὲ ‌αὐτοῦ ‌ἐκεῖσε ‌καὶ ‌ἡσυχάζοντος ‌εὑς ‌τὸ ‌τῶν ‌'Αγαύρων ‌μετόχιον ‌τοῦ ‌ἁγίου ‌Κοσμᾶ ‌καλούμενον, ‌κάμπη ‌ἐπιπεσοῦσα ‌τὴν ‌λαχανηρὰν ‌ἐργασίαν ‌τῶν ‌μοναζόντων ‌διέφθειρεν. ‌ ‌οἳ ‌διὰ ‌τοῦ ‌τιμίου ‌Εὐστρατίου ‌τὸν ‌ὅσιον ‌ἐδυσώπησαν ‌ἀφανίσαι ‌αὐτὴν ‌ἐκεῖθεν. ‌ὁ ‌δὲ ‌<<ἄγωμεν>> ‌φησίν ‌<<αὐτὸς ‌ἐγὼ ‌τὸν ‌κῆπον ‌ἴδω.>> ‌καὶ ‌λίαν ‌πρωῒ ‌ἀπελθόντος ‌αὐτοῦ ‌καὶ ‌στάντος ‌μέσον, ‌ἑωρᾶτο ‌εὐθὺς ‌θείᾳ ‌δυνάμει ‌ἀγεληδὸν ‌ἡ ‌κάμπη ‌ἀποδιδράσκουσα ‌καὶ ‌ἔξωθεν ‌τῶν ‌φραγμῶν ‌τοῦ ‌κήπου ‌περιπολεύουσα, ‌μὴ ‌εὑσερχομένη ‌ ‌ἔνδον ‌ἔτι ‌ἢ ‌λυμαινομένη ‌τὰ ‌λάχανα. ‌θέλοντος ‌δὲ ‌τοῦ ‌ἡγουμένου ‌τῶν ‌'Αγαύρων Γρηγορίου ‌διά ‌τινα ‌χρείαν ‌πρὸς ‌τὴν ‌βασιλεύουσαν ‌εὑσελθεῖν ‌πόλιν ‌καὶ ‌τῷ ‌ὁσίῳ ‌τοῦτο ‌δηλοποιήσαντος, ‌κατῆλθεν ‌εὐλογῆσαι ‌αὐτὸν ‌καὶ ‌εὔξασθαι ‌ὁ ‌ταπεινόνους ‌καὶ ‌ἔνθεος, ‌καὶ ‌λέγει ‌αὐτῷ·; ‌[C] ‌<<θέρους ‌ὥρα ‌ἐπέστη, ‌πάτερ, ‌λευκὸν ‌εὑς ‌ἄκρον ‌τὸ ‌λήϊον, ‌καὶ ‌ὁ ‌βασιλεὺς ‌ἕνα ‌ἐξ ‌ἡμῶν ‌προσκαλεῖται ‌συντόμως.>> ‌ὁ ‌δὲ ‌ἡγούμενος ‌τὸ ‌λεχθὲν ‌μὴ ‌νοήσας ‌πρὸς ‌τὴν ‌πόλιν ‌ἀπῆρε, ‌μετὰ ‌ἕνδεκα ‌τελευτήσας ‌ἡμέρας ‌τῆς ‌ποιμνιαρχίας ‌εὑς ‌τὸν ‌ἀνεψιὸν ‌αὐτοῦ ‌μεταβάσης, ‌εἶθ' ‌οὕτως ‌κατόπιν ‌εὑς ‌τὸν ‌τίμιον ‌Εὐστράτιον.

33. ‌ ‌'Ισαάκιος ‌δέ ‌τις ‌κουράτωρ ‌προαστείων ‌ἑνὸς ‌τῶν ‌περὶ ‌τὴν ‌βασιλεύουσαν ‌πόλιν ‌περιβοήτων ‌γυναικείου ‌σεμνείου, ‌καλουμένου ‌Κλουβίου, ‌δυσὶν ‌'Αγαυρινοῖς ‌μοναχοῖς ‌ἀνιοῦσιν, ‌Δοσιθέῳ ‌καὶ ‌Εὐστρατίῳ ‌συνανελθὼν ‌πρὸς ‌τὸν ‌ὅσιον, ‌μετὰ ‌εὐχὴν ‌καὶ ‌ὁμιλίαν ‌τότε ‌ψυχωφελῆ ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌ἀκούει ‌<<οὐ ‌καλῶς ‌ποιεῖς, ‌κῦρι ‌'Ισαάκιε,>> ‌εὑπόντος ‌<<συνταξάμενος ‌τῷ ‌κυρίῳ ‌μονάσαι ‌καὶ ‌ἐμμένων ‌φροντίσι·; ‌καλὸν ‌γὰρ ‌μὴ ‌εὔξασθαι ‌ἢ ‌εὔξασθαι ‌καὶ ‌μὴ ‌ἀποδοῦναι.>> ‌τοῦδε ‌τὴν ‌βίαν ‌καὶ ‌κατοχὴν ‌τῆς ‌κυρίας ‌αὐτοῦ ‌καὶ ‌δεσποίνης ‌προβαλλομένου, ‌φησὶν ‌ὁ ‌πατήρ·; ‌<<διά ‌τινα ‌χρείαν ‌ἀναγκαίαν ‌Δοσιθέου ‌καὶ ‌Εὐστρατίου ‌
[p. ‌362A]τῶνδε ‌τῶν ‌μοναχῶν ‌πρὸς ‌τὴν ‌Κωνσταντινούπολιν ‌συνεισιόντων ‌σοι, ‌δηλώσω ‌σου ‌τῇ ‌δεσποίνῃ ‌καὶ ‌ἀπολύει ‌σε, ‌πρὶν ‌ἢ ‌σὲ ‌καταλάβοι ‌τὸ ‌τέλος. ‌ὅθεν ‌κατηχήσας ‌αὐτόν, ‌σφραγίσας ‌τε ‌καὶ ‌εὐξάμενος ‌σὺν ‌τοῖς ‌προγεγραμμένοις ‌μοναχοῖς ‌ἐξαπέστειλεν. ‌τῶν ‌οὖν ‌μοναχῶν ‌σὺν ‌'Ισαακίῳ ‌τὴν ‌πόλιν ‌καταλαβόντων, ‌καὶ ‌τῇ ‌κυρίᾳ ‌αὐτοῦ ‌κατὰ ‌τὴν ‌κέλευσιν ‌τοῦ ‌πατρὸς ‌προσειπόντων, ‌λίαν ‌ἐκείνη ‌διεταράχθη ‌τῷ ‌πνεύματι·; ‌ἦν ‌γὰρ ‌εὔχρηστος ‌αὐτῇ ‌ὁ ‌ἄνθρωπος ‌πρὸς ‌τὴν ‌τῶν ‌πραγμάτων ‌οὑκονομίαν ‌καὶ ‌διεγηγερμένην ‌διοίκησιν. ‌εὑρηκότων ‌δὲ ‌αὐτῇ ‌μετὰ ‌ταῦτα ‌ὡς ‌καὶ ‌τοῦ ‌τέλους ‌αὐτοῦ ‌τὸν ‌καιρὸν ‌ἐγγίζειν ‌ὁ ‌πατὴρ ‌προεφήτευσε, ‌πρὸς ‌τὴν ‌αἴτησιν ‌παρευθὺ ‌ἐπεκάμφθη. ‌ὑπὸ ‌δεινῶν ‌δὲ ‌καὶ ‌φθορέων ‌ἀνδρῶν ‌ὕστερον ‌παροδηγηθεῖσα ‌ἀγνοεῖν ‌τινα ‌ὅλως ‌καὶ ‌τῶν ‌ἁγίων ‌τόν ‌τινος ‌θάνατον ‌ἢ ‌τὸν ‌οὑκεῖον ‌φησάντων, ‌πρὸς ‌τὴν ‌τοῦ ‌'Ισαακίου ‌πάλιν ‌ἀναχαιτίζει ‌ἀπόλυσιν ‌καὶ ‌ἐπὶ ‌ἓν ‌αὐτὸν ‌ἀποστέλλει ‌τῶν ‌προαστείων. ‌ἐν ‌ᾧ ‌νοσήσας ‌ὁ ‌'Ισαάκιος ‌ὑπὸ ‌μοναχοῦ ‌τινος ‌εὑς ‌ἐπίσκεψιν ‌αὐτοῦ ‌οὑκονομικῶς ‌ἐλθόντος ‌ἀποκαρεὶς ‌τῇ ‌τρίτῃ ‌ἡμέρᾳ ‌μεθίσταται ‌τοῦδε ‌τοῦ ‌βίου ‌κατὰ ‌τὴν ‌πρόρρησιν ‌τοῦ ‌σεβασμίου ‌πατρὸς ‌καὶ ‌τῆς ‌παρούσης ‌ζωῆς ‌ἀπολύεται. ‌μετὰ ‌δὲ ‌ταῦτα ‌τῆς ‌αὐτῆς ‌εὐλαβοῦς ‌ἡγουμένης ‌[B] ‌τοῦ ‌Κλουβίου ‌σὺν ‌θυγατρὶ ‌μοναζούσῃ ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἀνελθούσης ‌καὶ ‌ὑπ' ‌αὐτοῦ ‌εὐλογηθείσης, ‌ἀποκαλυφθεὶς ‌ὁ ‌πατὴρ ‌διὰ ‌πνεύματος ‌θείου ‌τὴν ‌ταχινὴν ‌τῆς ‌γραὸς ‌τελευτὴν ‌καὶ ‌τὴν ‌ἡγεμονίαν ‌τῆς ‌θυγατρός, ‌λαβὼν ‌`ράβδον ‌ποιμνιαρχίας ‌ὡς ‌σύμβολον ‌τῇ ‌θυγατρὶ ‌δίδωσι ‌παρελθὼν ‌τὴν ‌μητέρα. ‌ἡ ‌δὲ ‌δηχθεῖσα ‌στερρῶς ‌καὶ ‌τῇ ‌λύπῃ ‌καταβληθεῖσα, ‌<<ἔδει, ‌πάτερ,>> ‌φησίν ‌<<ἐμοὶ ‌τῇ ‌ἀδυνάτῳ ‌γραῒ ‌μᾶλλον ‌εὑς ‌ὑποστήριξιν ‌`ράβδον ‌δοθῆναι ‌ἢ ‌τῇ ‌νέᾳ ‌θυγατρί ‌μου ‌καὶ ‌ἀκμαζούσῃ.>> ‌ὀ ‌δὲ ‌ὅσιός ‌φησιν ‌αὐτῇ·; ‌<<καλῶς ‌λέγεις, ‌ὦ ‌μῆτερ, ‌ἀλλ', ‌ὡς ‌ὁ ‌κύριος ‌ἠθέλησε, ‌γέγονε ‌καὶ ‌ᾗ ‌ἡτοίμαστο ‌δέδοται.>> ‌περίλυπος ‌δὲ ‌κατελθοῦσα ‌ἐκεῖθεν ‌οὐ ‌τοῖς ‌τυχοῦσιν ‌ὅρκοις ‌τὸν ‌θεῖον ‌Εὐστράτιον ‌ἐκμειλίσσεται ‌ἐρωτῶσα·; ‌<<τίνος ‌χάριν, ‌εὑπέ ‌μοι, ‌πάτερ, ‌τῇ ‌μὲν ‌θυγατρί ‌μου ‌δέδωκεν ‌ὁ ‌ὅσιος ‌`ράβδον, ‌ἐμὲ ‌δὲ ‌παρελογίσατο;>> ‌ὁ ‌δὲ ‌λέγει ‌αὐτῇ·; ‌<<τοῦ ‌τέλους ‌ἴσως, ‌κυρία, ‌ταχεῖαν ‌τὴν ‌ἐπιστασίαν ‌αὑσθόμενος ‌καὶ ‌τὴν ‌μετὰ ‌σὲ ‌πρὸς ‌τὴν ‌θυγατέρα ‌σου ‌τῆς ‌ποιμνιαρχίας ‌μετάβασιν ‌προδεικνύων ‌σοι ‌ὁ ‌δίκαιος ‌πέπραχεν ‌τοῦτο.>> ‌ἡ ‌δὲ ‌τοῦτο ‌ἀκούσασα ‌σύμφοβος ‌γενομένη ‌καὶ ‌σύντρομος ‌μετ' ‌ὀλίγας ‌ἡμέρας ‌νοσήσασα ‌καὶ ‌πρὸς ‌τὸν ‌θεόν, ‌κατὰ ‌τὴν ‌προόρασιν ‌τοῦ ‌πατρός, ‌ἐκδημήσασα ‌τὴν ‌αὐτῆς ‌θυγατέρα ‌τιμίαν ‌διάδοχον ‌τῆς ‌ἡγεμονίας αὐτῆς ‌[C] ‌ἀξίως ‌καταλέλοιπε. ‌

34. ‌ ‌γνώριμος ‌οὖν ‌ἐκεῖσε ‌πολλοῖς ‌καὶ ‌ἐν ‌παντὶ ‌ταῖς ‌θεοσημείαις ‌ὁ ‌ὅσιος ‌γενόμενος ‌περιβόητος ‌τῇ ‌ἐπιρροίᾳ ‌τῶν ‌ὄχλων ‌πάνυ ‌ἐθλίβετο ‌τραχυνόμενος. ‌ὅθεν ‌βουλεύεται ‌αὐτόθεν ‌ὑποχωρῆσαι ‌καὶ ‌πρὸς ‌τὴν ‌κατὰ ‌Κόρακος ‌Κεφαλὴν ‌ἐρημίαν ‌χωρῆσαι ‌δυσανάβατον ‌οὖσαν ‌καὶ ‌ὑψηλήν, ‌ ‌ἔνθα ‌τὴν ‌παρὰ ‌τῶν ‌ἁγίων ‌πάλαι ‌δύο ‌γερόντων ‌ὑπεδέξατο ‌χρησμῳδίαν. ‌διὸ ‌παραλαβὼν ‌τὸν ‌Εὐστράτιον ‌ὀρειβατῶν ‌ὥδευεν ‌ὁ ‌θεόληπτος. ‌ὡς ‌δὲ ‌πλησίον ‌Μεριλουκώμεως ‌[lege: ‌Μεριλλοῦ ‌κώμης] ‌γέγονεν, ‌λέγει·; ‌<<μέλλομεν ‌καταλαμβάνειν, ‌Εὐστράτιε, ‌μετ' ‌ὀλίγον ‌νεμομένην ‌ποίμνην ‌προβάτων, ‌κύνας ‌φοβεροὺς ‌ἐπισυρομένην, ‌καὶ ‌ὅρα ‌μὴ ‌πτοηθῇς ‌τῇ ‌ὁρμῇ ‌αὐτῶν.>> ‌προβάντες ‌δὲ ‌ἐκεῖθεν ‌μικρὸν ‌τὸ ‌τῶν ‌προβάτων ‌ποίμνιον ‌νεμόμενον ‌κατειλήφασιν, ‌τούς ‌τε ‌κύνας ‌ἐκείνους ‌κυκλοτερῶς ‌αὐτοῦ ‌περιθέοντας. ‌οἳ ‌καὶ ‌ὑδόντες ‌μακρόθεν ‌ἠλάλαζον ‌κατατρέχοντες, ‌ἀλλ'ὡς ‌πλησίον ‌ἤδη ‌τοῦ ‌πατρὸς ‌γεγόνασιν ‌ἡσυχάσαντες, ‌ὥσπερ ‌λογικῆς ‌οὐκ ‌ἀμοιροῦντες ‌αὑσθήσεως, ‌τοῖς ‌ποσὶν ‌αὐτοῦ ‌προσέπιπτον ‌ὑποσαίνοντες, ‌ἀφ' ‌
[363A] ‌ἧς ‌τῶν ‌ἁγίων ‌χρώτων ‌περιοσφρανθέντες ‌εὑς ‌τελείαν ‌ὄντως ‌κατέληξαν ‌ἡμερότητα. ‌ὁ ‌οὖν ‌πατήρ ‌<<κάλεσον>> ‌λέγει ‌<<τοὺς ‌ποιμένας, ‌Εὐστράτιε, ‌ὅπως ‌ἡμῖν ‌τὴν ‌ἐπὶ ‌Τράπεζαν ‌ὁδὸν ‌ἀπάγουσαν ‌ὑποδείξωσιν.>> ‌ὁ ‌δέ ‌φησι·; ‌<<καὶ ‌πῶς ‌αὐτούς, ‌πάτερ, ‌ἀνωνύμως ‌καλέσω;>> ‌καὶ ‌εἶπεν ‌ὁ ‌πατὴρ·; ‌<<Θεοφύλακτον ‌κάλεσον ‌πρῶτον, ‌εἶθ' ‌οὕτως ‌Χριστοφόρον ‌τὸν ‌σὺν ‌αὐτῷ.>> ‌φωνήσαντος ‌δέ, ‌ὅ ‌τε ‌Θεοφύλακτος ‌καὶ ‌Χριστοφόρος ‌συμφώνως ‌ἀποκριθέντες ‌παραγεγόνασι ‌πρὸς ‌αὐτούς.
εὑρηκότος ‌δὲ ‌αὐτοῖς ‌τοῦ ‌δικαίου ‌<<τὴν ‌ἐπὶ ‌Τράπεζαν ‌ὁδὸν ‌ἡμῖν ‌δείξατε, ‌ὦ ‌Χριστοφόρε ‌καὶ ‌Θεοφύλακτε,>> ‌λέγουσι·; ‌<<δύο ‌ὄντων ‌ἡμῶν, ‌τίμιε ‌πάτερ, ‌τοῦ ‌μὲν ‌ποιμαίνοντος ‌τὴν ‌ποίμνην, ‌τοῦ ‌δὲ ‌πρὸς ‌τὴν ‌ἑνὸς ‌προβάτου ‌ἀπολωλότος ‌πορευσομένου ‌ἀνεύρεσιν, ‌ ‌πῶς ‌γενήσεται ‌τοῦτο;>> ‌ὁ ‌δὲ ‌ὅσιος ‌τῷ ‌ἑνὶ ‌αὐτῶν ‌ἔφη·; ‌<<ἐλθὲ ‌μόνον, ‌τέκνον, ‌ἐπὶ ‌μικρὸν ‌ὁδήγησον ‌ἡμᾶς, ‌ ‌καὶ ‌ἐν ‌ταὐτῷ ‌τὸ ‌ἀπολωλὸς ‌εὑρήσας ‌σεσωσμένον ‌ἐπαναστρέψεις.>> ‌ὁ ‌δὲ ‌πληροφορηθεὶς ‌ἐν ‌τοῖς ‌`ρήμασι ‌τοῦ ‌πατρὸς ‌ὡς ‌συνοδοιπορῶν ‌αὐτοῖς ‌τὴν ‌ὁδὸν ‌ὑπεδείκνυεν, ‌τὸ ‌πρόβατον ‌ἐκεῖνο ‌σὺν ‌τῷ ‌ἀρνίῳ ‌κατείληφεν, ‌εὐχῆς ‌καὶ ‌χαρᾶς ‌πλήρης ‌πρὸς ‌τὸν ‌συννομέα ‌ἐπανακάμψας. ‌προβαινόντων ‌δὲ ‌αὐτῶν ‌τῇ ‌ὁδῷ ‌κατ' ‌ὀλίγον, ‌φησὶ ‌τῷ ‌Εὐστρατίῳ ‌ὁ ‌ἔνθεος·; ‌
[B] ‌<<ὁδοιπόροι ‌τινές, ‌ὦ ‌ἀδελφέ, ‌πρὸ ‌προσώπου ‌συναντᾶν ‌ἡμῖν ‌μέλλουσιν·; ‌οἷς ‌οὐ ‌βούλομαι ‌ὅλως ‌ὀφθῆναι, ‌ ‌διό ‌μοι ‌προπορεύου ‌συνεπομένῳ.>> ‌ὡς ‌δὲ ‌ἤδη ‌συνήντησαν ‌ἀλλήλοις ‌καὶ ‌τὸ ‌<<εὐλόγησον, ‌πάτερ>> ‌πρὸς ‌τὸν ‌Εὐστράτιον ‌ἔφησαν ‌καὶ ‌<<ποίας ‌εἶ ‌μονῆς>> ‌ἐπηρώτησαν, ‌λέγουσι·; ‌<<πῶς ‌ἐν ‌ἀβάτοις ‌ὡς ‌ἐπὶ ‌τὸ ‌πολὺ ‌καὶ ‌ἀδιεξοδεύτοις ‌ὄρεσι ‌διοδεύεις, ‌ ‌θηρῶν ‌ἢ ‌λῃστῶν ‌οὐχ ‌ὑφορώμενος ‌ἐπανάστασιν;>> ‌ὁ ‌δὲ ‌Εὐστράτιός ‌φησιν·; ‌<<ὁ ‌τὸν ‌θεὸν ‌ἔχων ‌μόνος ‌οὐκ ‌ὢν ‌πάντων ‌βλαπτόντων ‌ὑπερανίσταται, ‌ἐν ‌παντὶ ‌διαμένων ‌ἀπτόητος.>> ‌ταῦτα ‌συνομιλούντων ‌αὐτῶν,πλησίον ‌τοῦ ‌Εὐστρατίου ‌ὁ ‌πατὴρ ‌ἵστατο ‌μηδ' ‌ὅλως ‌καθορώμενος ‌ὑπ' ‌αὐτῶν. ‌διακριθέντων ‌δὲ ‌ἀπ' ‌ἀλλήλων, ‌τὸν ‌τῆς ‌οὑκήσεως ‌ὄγκον ‌περιαιρῶν, ‌εὐθὺς ‌πρὸς ‌τὸν ‌Εὐστράτιον ‌ἔφησεν·; ‌<<ἠ ‌εὐχή ‌σου ‌σκηνῆς ‌δίκην, ‌ἀδελφέ, ‌γενομένη ‌περὶ ‌ἐμὲ ‌ἀπέκρυψέ ‌με, ‌ὥσπερ ‌ἐπόθουν, ‌τῶν ‌ὀφθαλμῶν ‌αὐτῶν.>>

[p. ‌364C]

35. ‌ ‌ ‌ὡς ‌δὲ ‌τῆς ‌'Αντιδίου ‌ὀνομαζομένης ‌μονῆς ‌κατέλαβεν ‌ὄρεσιν, ‌ἐν ‌τόποις ‌τραχυτέροις ‌κελλίον ‌μικρὸν ‌οὑκοδομήσας, ‌ἡσύχασεν, ‌λαθεῖν αὐτόθι ‌τοὺς ‌πολλοὺς ‌λογισάμενος. ‌ἀλλ' ‌οὐ ‌κρύπτεται ‌εὑς ‌τέλος, ‌κατὰ ‌τὸν ‌τοῦ ‌Χριστοῦ ‌λόγον, ‌ἡ ‌θεοκατοίκητος ‌πόλις ‌ἐπάνω ‌ὄρους ‌τῶν ‌ἀρετῶν ‌κειμένη. ‌γυνὴ ‌γάρ ‌τις ‌τοῦ ‌πατρικίου ‌καὶ ‌μαγίστρου ‌Στεφάνου ‌ἐκ ‌περιεργ<ε>ίας ‌τῶν ‌θεραπαινίδων ‌αὐτῆς ‌φαρμαχθεῖσα ‌καὶ ‌τὰς ‌φρένας ‌βλαβεῖσα ‌τοῦ ‌πλούτου ‌τὸ ‌πλεῖστον ‌εὑς ‌ὑατροὺς ‌ἀνωφελῶς ‌ἀναλώσασα ‌πρὸς ‌τοῦτον ‌καταλαμβάνει ‌τὸν ‌δίκαιον, ‌ὑπὸ ‌τῶν ‌συγγενῶν ‌αὐτῆς ‌ἀγομένη ‌καὶ ‌τῶν ‌ὑδίων. ‌ἥνπερ ‌θεασάμενος ‌ὁ ‌πατὴρ ‌οὑκτειρήσας ‌καὶ ‌ἐπευξάμενος ‌καὶ ‌τῷ ‌τοῦ ‌σταυροῦ ‌τύπῳ ‌σφραγίσας, ‌ὑγιῆ ‌ἀπέστειλεν ‌εὑς ‌τὰ ‌ἴδια, ‌παραγγείλας ‌μὴ ‌ποιήσασθαι ‌αὐτὴν ‌ζήτησιν ‌τῶν ‌βλαψάντων, ‌ἀλλ' ‌ἀφεῖναι ‌χριστομιμήτως ‌τοῖς ‌φονευταῖς ‌κατὰ ‌πρόθεσιν. ‌Στέφανος ‌δὲ ‌μοναχὸς ‌πάνυ ‌εὐλαβὴς ‌καὶ ‌ἐνάρετος,
[p. ‌365A]τοῦ ‌στρατηγοῦ ‌'Ολβιανοῦ ‌νοτάριος ‌γεγονώς, ‌συχνῶς ‌πρὸς ‌τὸν ‌πατέρα ‌ἀνήρχετο ‌τὰς ‌κατ' ‌αὐτὸν ‌ἐξαγορεύσεις ‌ποιούμενος ‌καὶ ‌αὐτοῦ ‌τοῖς ‌κανόσι ‌κανονιζόμενος. ‌ᾧ ‌καὶ ‌ἐν ‌μιᾷ ‌τῶν ‌ἡμερῶν ‌ὁ ‌πατὴρ ‌λέγει·; ‌<<γρηγορεῖν ‌ὀφείλομεν ‌ἀεί, ‌τέκνον ‌Στέφανε, ‌ὅτι ‌ᾗ ‌ὥρᾳ ‌οὐκ ‌οἴδαμεν ‌ὁ ‌κύριος ‌ἡμῶν ‌ἔρχεται, ‌καὶ ‌ἄλλος ‌ἄλλου ‌προκαταλαμβάνει ‌προσλαμβανόμενος. ‌διὸ ‌εὐτρεπὴς ‌ἔσο ‌καὶ ‌ἕτοιμος·; ‌ὁ ‌γὰρ ‌βασιλεὺς ‌καὶ ‌Θεὸς ‌προσκαλεῖταί ‌σε, ‌καὶ ‌μεταναστεύσει ‌σε ‌ἀπὸ ‌τοῦ ‌σώματος ‌τάχιον.>> ‌ὁ ‌δὲ ‌εὐχὴν ‌κομισάμενος ‌καὶ ‌ἀπολυθείς, ‌μεθ' ‌ἡμέραν ‌ὀγδόην ‌ἐκδημεῖ ‌ἀπὸ ‌κόσμου, ‌καὶ ‌ἐνδημεῖ ‌πρὸς ‌κύριον, ‌ὑάσεις ‌πολλῶν ‌ἐνεργῶν ‌ὁσημέραι ‌τῇ ‌ἁφῇ ‌τῶν ‌λειψάνων. ‌καὶ ‌ἕτερος ‌μοναχὸς ‌Θωμᾶς ‌καλούμενος, ‌μετὰ ‌Εὐθυμίου ‌ἡγουμένου, ‌υἱοῦ ‌γενομένου ‌πατρικίου ‌τε ‌καὶ ‌μαγίστρου, ‌εὐχῆς ‌χάριν, ‌αὐτῷ ‌πρὸς ‌τὸν ‌πατέρα ‌συνελθὼν ‌μετὰ ‌πλείστην ‌ψυχωφελῆ ‌διάλεξιν ‌καὶ ‌τοῦ ‌θανάτου ‌μνήμην ‌ἀκούει, ‌τοῦ ‌πατρὸς ‌πρὸς ‌αὐτὸν ‌ἐπιστραφέντος ‌καὶ ‌λέγοντος·; ‌<<ὁ ‌βίος ‌βραχὺς ‌τῆς ‌ζωῆς ‌ἡμῶν, ‌ἀδελφέ ‌Θωμᾶ, ‌ὡς ‌ὄναρ ‌ ‌παριππεύων. ‌τὸ ‌φορτίον ‌δὲ ‌τῶν ‌κακιῶν ‌ἡμῶν ‌ἢ ‌τῶν ‌ἀρετῶν ‌καθ' ‌ἑκάστην ‌περιδεσμούμενον ‌αὔξεται ‌καὶ ‌πρόσεχε ‌σεαυτῷ ‌ὅτι ‌καὶ ‌συντόμως ‌μεθίστασαι.>> ‌ταῦτα ‌ἀκούσας ‌καὶ ‌τὰ ‌[B] ‌τῆς ‌ψυχῆς ‌αὐτοῦ ‌ὁ ‌Θωμᾶς ‌φροντίσας ‌ἐπιμελέστερον, ‌μετὰ ‌πεντεκαιδεκάτην ‌ἡμέραν ‌τὸν ‌πρὸς ‌ζωὴν ‌ὑπνώσας ‌ὕπνον ‌ἐν ‌εὑρήνῃ ‌κοιμᾶται. ‌

36. ‌ ‌ ‌τῆς ‌οὖν ‌αἱρέσεως ‌ἔτι ‌ἐπικρατούσης ‌καὶ ‌διωγμῶν ‌ἐπ'ἀλλήλων ‌ἐνεργουμένων ‌τοῖς ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνος ‌προσκυνηταῖς ‌ὑπὸ ‌Θεοφίλου ‌τοῦ ‌βασιλέως ‌τοὺς ‌πλείστους ‌τῶν ‌ἀρχιερέων ‌καὶ ‌ἡγουμένων ‌τῆς ‌αἱρετικῆς ‌τότε ‌λύμης ‌ἀποδιδράσκοντας ‌τῶν ‌οὑκείων ‌ἀπανίστασθαι ‌θρόνων ‌καὶ ‌ξένους ‌καὶ ‌πένητας ‌καὶ ‌ὀρειβάτους ‌ἀποκαθίστασθαι, ‌συνέβη ‌καὶ ‌τὸν ‌τῆς ‌'Αγαύρων ‌μονῆς ‌ποιμένα ‌Εὐστράτιον ‌ἐξελθόντα ‌ἀπὸ ‌τόπου ‌εὑς ‌τόπον ‌διὰ ‌Χριστὸν ‌περιάγεσθαι, ‌'Αντώνιον ‌δέ ‌τινα ‌τῆς ‌αὐτῆς ‌μονῆς ‌τοῖς ‌αἱρετικοῖς ‌συμφρονήσαντα ‌ὑπὸ ‌τῶν ‌τῆς ‌αἱρέσεως ‌ἐξάρχων ‌τὴν ‌τῆς ‌μονῆς ‌ἐκείνης ‌ἡγεμονίαν ‌καὶ ‌ἐπικράτειαν ‌πιστευθῆναι. ‌ὃς ‌διαφόρως ‌δηλωθεὶς ‌καὶ ‌νουθετηθεὶς ‌καὶ ‌τρίτον ‌κανονισθεὶς ‌ὑπὸ ‌τοῦ ‌πατρός, ‌τῆς ‌αἱρετικῆς ‌οὐ ‌διΐστατο ‌λύμης. ‌μετὰ ‌δὲ ‌ταῦτα ‌καὶ ‌τέταρτον ‌ἀνῄει ‌κανονισθῆναι ‌τῷ ‌ἔτι ‌παρακαλῶν ‌καὶ ‌διόρθωσιν ‌τὴν ‌ὄντως ‌ἐπαγγελλόμενος. ‌ὁ ‌δὲ ‌πατήρ ‌φησιν·; ‌<<ἐπειδὴ ‌πολλάκις ‌σε, ‌ὦ ‌'Αντώνιε, ‌ἐλθόντα ‌τὸ ‌κατὰ ‌δύναμιν ‌ἐβοήθησα, ‌χεῖρα ‌δοὺς ‌καὶ ‌συναγωνισάμενός ‌σοι, ‌αὐτὸς ‌δὲ ‌πρὸς ‌τὴν ‌ἀλήθειαν ‌ἀστατεῖς,τὸ ‌τέλος ‌σου, ‌γνῶθι, ‌πέφθακεν ‌καὶ ‌[C] ‌τεσσαρακοντήμερον ‌μόνον ‌χρόνον ‌ὀφείλεις ‌ἐν ‌σκληρᾷ ‌παιδείᾳ ‌μέλλων ‌διέρχεσθαι ‌καὶ ‌αὐτόν, ‌ἀλλ' ‌ὑπενεγκὼν ‌μετὰ ‌χαρᾶς ‌τοῦτον ‌σωθήσῃ.>> ‌ὁ ‌δέ ‌<<δι' ‌εὐχῶν ‌σου ‌τιμίων>> ‌εὑρηκώς ‌<<ὑπομένω, ‌τίμιε ‌πάτερ>> ‌τὸ ‌ἥμισυ ‌μέρος ‌εὐθὺς ‌τοῦ ‌σώματος ‌μετὰ ‌ἄλγους ‌πληγεὶς ‌ὑπὸ ‌τῶν ‌εὑρεθέντων ‌ὡς ‌νεκρὸς ‌ἤρθη ‌καὶ ‌μετὰ ‌τεσσαρακοστὴν ‌ἡμέραν ‌κεκοίμηται.
37. ‌ ‌ἀνὴρ ‌δέ ‌τις ‌εὐσεβής, ‌τῇ ‌ἀξίᾳ ‌ὑπατικός, ‌Κωνσταντῖνος ‌τῇ ‌κλήσει, ‌πιστῶς ‌καὶ ‌συχνῶς ‌ἀνήρχετο ‌πρὸς ‌τὸν ‌ὅσιον. ‌ὅστις ‌ἐν ‌μιᾷ ‌τὴν ‌πρὸς ‌ἐκεῖνον ‌ὁδὸν ‌ποιούμενος, ‌τοῦ ‌κτήνους ‌αὐτοῦ ‌πρὸς ‌ποταμὸν ‌ὀλισθήσαντος, ‌τῶν ‌ἐφοδίων ‌βραχέντων, ‌κατὰ ‌κεφαλῆς ‌ἔτυψεν ‌τὸν ‌τὴν ‌διακονίαν ‌ἐκείνου ‌ἐγκεχειρισμένον ‌ἄνθρωπον. ‌ὃν ‌καὶ ‌καταλαβόντα ‌μετὰ ‌τὸ ‌τῆς ‌εὐχῆς ‌τέλος ‌φησὶν ‌ὁ ‌πατήρ·; ‌<<ὄντως ‌κῦρι ‌ὕπατε, ‌οὐ ‌καλῶς ‌ἐποίησας ‌ὅτι, ‌τοῦ ‌κτήνους ‌ἐν ‌τῷ ‌ποταμῷ ‌ὀλισθήσαντος, ‌κατὰ ‌κεφαλῆς ‌ἔτυψάς ‌σου ‌τὸν ‌ὑπηρέτην·; ‌ὅταν ‌πρὸς ‌ταπεινοὺς ‌καὶ ‌ἁμαρτωλοὺς ‌ἔρχῃ, ‌μὴ ‌τύπτε ‌τοὺς ‌συνδούλους.>> ‌τούτων ‌ἀκούσας ‌
[p. ‌366A]ἐξέστη ‌παραχρῆμα ‌ὁ ‌ὕπατος ‌τῇ ‌διανοίᾳ, ‌τὴν ‌διόρασιν ‌τοῦ ‌πατρὸς ‌ἐκθαμβούμενος ‌καὶ ‌βαλὼν ‌μετάνοιαν ‌συγχώρησιν ‌ἐξῃτήσατο. ‌ἄλλοτε ‌πάλιν ‌ὁ ‌αὐτὸς ‌διά ‌τινα ‌χρείαν ‌οὑκονομικῶς ‌ἐκκοπεὶς ‌τοῦ ‌μὴ ‌ἀνελθεῖν, ‌ὡς ‌ἔθος ‌εἶχε, ‌πρὸς ‌τὸν ‌μακάριον, ‌τὸν ‌υἱὸν ‌αὐτοῦ ‌Νικηφόρον ‌ἀντ' ‌αὐτοῦ ‌ἀποστέλλει ‌σὺν ‌εὐλογίαις ‌τισὶν ‌αἷς ‌εὐπορεῖτο. ‌ὃν ‌δεξάμενος ‌καὶ ‌εὐλογήσας ‌ὁ ‌ὅσιος, ‌τὰ ‌περὶ ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌ἠρώτα. ‌ὁ ‌δὲ ‌ψελλίζων ‌ἐτραύλιζεν ‌ἄκρως, ‌ὥσπερ ‌παιδίον. ‌ὃ ‌καὶ ‌αὑσθόμενος ‌ὁ ‌ἀοίδιμος ‌λέγει ‌αὐτῷ·; ‌<<τέλειος ‌ὑπάρχων ‌τῇ ‌ἡλικίᾳ ‌ἔτι ‌τὴν ‌γλῶτταν ‌ἀτελῆ ‌περιφέρεις·; ‌οὐκ ‌εὐδοκῶ ‌τοῦτο ‌ὑπάρχειν ‌ἐν ‌σοί, ‌οὐδὲ ‌βούλομαι·; ‌εὑπὲ ‌ἄρφα.>> ‌ὁ ‌δέ ‌φησιν·;<<ἄλφα.>> ‌δευτεροῖ ‌τὸ ‌αὐτὸ ‌καὶ ‌πάλιν ‌φησὶν ‌<<ἄλφα>> ‌καὶ ‌λέγει·; ‌<<πρότεινόν ‌σου ‌τὴν ‌γλῶσσαν ‌ἔξω, ‌θεάσομαι ‌αὐτήν.>> ‌τοῦδε ‌τὸ ‌τάχος, ‌ὡς ‌προσετάγη, ‌προτείναντος, ‌φησὶν ‌ὁ ‌πατήρ, ‌ἀποβλέψας ‌τῇ ‌γλώσσῃ·; ‌<<Χριστὸς ‌'Ιησοῦς, ‌ὁ ‌θεὸς ‌καὶ ‌δημιουργός ‌σου, ‌ὁ ‌τὰ ‌μογιλάλων ‌καὶ ‌κωφῶν ‌διαρρήξας ‌δεσμὰ ‌καὶ ‌λάλον ‌γλῶσσαν ‌τοῖς ‌κατὰ ‌φύσιν ‌λογικοῖς ‌ἀποδόμενος ‌πάλαι ‌ἐντέλλεταί ‌σοι, ‌καὶ ‌νῦν ‌δι' ‌ἐμοῦ ‌τοῦ ‌ταπεινοῦ ‌καὶ ‌ἁμαρτωλοῦ ‌λαλεῖν ‌τὸ ‌`ρῶ ‌μὴ ‌ψελλίζουσαν ‌ἔτι.>> ‌καί ‌φησιν ‌τῷ ‌ἀνθρώπῳ·; ‌<<εὑπὲ ‌ἄρφα.>> ‌καὶ ‌εὐθὺς ‌εἶπεν ‌<<ἄρφα.>> ‌ὡς ‌δὲ ‌[B] ‌ὀρθολέκτησεν ‌τὸ ‌`ρῶ ‌τρανολογῶν ‌ὁ ‌νεώτερος, ‌ἐξαίσιον ‌θάμβος ‌ἐπί ‌τε ‌αὐτὸν ‌ἐκεῖνον ‌καὶ ‌τοὺς ‌παρόντας ‌ἐπέπεσεν ‌ἐπὶ ‌τῷ ‌τῆς ‌παραδοξοποιΐας ‌ταύτης ‌προβλήματι. ‌ὅθεν ‌εὐχαριστῶν ‌τῷ ‌κυρίῳ ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌ὁ ‌ἄνθρωπος, ‌εὑς ‌τὰ ‌ἴδια ‌αὐτοῦ ‌ἐπορεύετο ‌χαίρων. ‌ ‌

38. ‌ ‌ ‌κατὰ ‌τὸν ‌καιρὸν ‌δὲ ‌τοῦτον, ‌κτιζομένου ‌τοῦ ‌ναοῦ ‌τοῦ ‌ἁγίου ‌'Ιωάννου ‌τοῦ ‌προφήτου, ‌προδρόμου ‌καὶ ‌βαπτιστοῦ, ‌τοῦ ‌ἐν ‌τῇ ‌'Αντιδίου ‌μονῇ, ‌κατελθὼν ‌ἀπὸ ‌τῆς ‌ἡσυχίας ‌ὁ ‌δίκαιος ‌τοῦτο ‌ἔργον ‌περισκοπῆσαι, ‌εὑ ‌ἄρα ‌γε, ‌ὡς ‌διετάξατο, ‌κτίζεται ‌ἀκριβολογούμενος ‌αὐτὸ ‌περιήρχετο. ‌'Ιωάννου ‌δὲ ‌μοναχοῦ ‌τῆς ‌αὐτῆς ‌μονῆς ‌ἐξελθόντος ‌πρὸς ‌τὸν ‌πυλῶνα ‌καὶ ‌χάριν ‌εὐχῆς ‌τοῦ ‌ἁγίου ‌εὑρόντος ‌τινὰς ‌καταλαβόντας, ‌κἀκεῖσε ‌αὐτὸν ‌παρεῖναι ‌παρά ‌τινων ‌μεμαθηκότας ‌καὶ ‌περὶ ‌αὐτῶν ‌αὐτὸν ‌ὑπομνῆσαι ‌ ‌δυσωπηθέντας·; ‌<<μακροθυμήσατε>> ‌λέγει ‌αὐτοῖς ‌<<μικρόν, ‌ἀδελφοί, ‌καὶ ‌ὃν ‌ἂν ‌ἴδητε ‌ἐξερχόμενον ‌σὺν ‌ἐμοὶ ‌ἐκεῖνός ‌ἐστι, ‌προσέλθετε ‌αὐτῷ, ‌ὥσπερ ‌βούλεσθε.>> ‌τοῦ ‌οὖν ‌πατρὸς ‌τότε ‌περινοστήσαντος ‌τὴν ‌οὑκοδομήν, ‌καὶ ‌ἅμα ‌τῷ ‌'Ιωάννῃ ‌πρὸ ‌προσώπου ‌τῶν ‌ζητούντων ‌αὐτὸν ‌διελθόντος ‌καὶ ‌μὴ ‌ὁραθέντος, ‌ἀλλὰ ‌πρὸς ‌αὐτὸ ‌τὸ ‌ὄρος ‌χωρήσαντος, ‌ὑποστρέψαντι ‌μόνῳ ‌τῷ ‌'Ιωάννῃ ‌οἱ ‌ἐλθόντες ‌θεάσασθαι ‌τὸν ‌μάκαριόν ‌φησιν ‌αὐτῷ·; ‌<<πότε, ‌πάτερ, ‌ὁ ‌ἅγιος, ‌ὡς ‌εἴρηκας, ‌ἐξελεύσεται;>> ‌ὁ ‌[C] ‌δέ ‌φησιν ‌αὐτοῖς·; ‌<<ἤδη ‌σὺν ‌ἐμοὶ ‌ἐξῆλθε ‌καὶ ‌δι'ὑμῶν ‌διῆλθε ‌καὶ ‌πρὸς ‌τὴν ‌ἡσυχίαν ‌αὐτοῦ ‌εὑσέδυ.>> ‌οἱ ‌δὲ ‌οὐδένα ‌ἕτερον ‌διερχόμενον ‌σὺν ‌αὐτῷ, ‌ὡς ‌ἐπὶ ‌κυρίου, ‌ὑδόντες ‌ἐβεβαιώσαντο ‌καὶ ‌ἐλυποῦντο ‌λίαν ‌ἀστοχήσαντες ‌αὐτῶν ‌τῆς ‌ἐφέσεως. ‌ὁ ‌δὲ ‌'Ιωάννης ‌ἀνελθὼν ‌αὖθις ‌καὶ ‌τῷ ‌πατρὶ ‌ἀναγγείλας ‌τὰ ‌κατ' ‌αὐτοὺς ‌ἐπιτρέπεται ‌αὐτοῖς ‌προσειπεῖν ‌ὅτι·; ‌<<εὑ ‌θέλημα ‌ἦν ‌θεοῦ, ‌ἀδελφοί, ‌δι' ‌ὑμῶν ‌ἐλθόντα ‌με ‌ἐθεάσασθε ‌ἄν, ‌ ‌τὰ ‌νῦν ‌δὲ ‌κεκοπωμένῳ ‌μοι ‌ὄντι ‌συμπαθήσαντες, ‌ὡς ‌ὑδόντες ‌με, ‌ἀλύπως ὑποχωρήσατε, ‌παρὰ ‌θεοῦ ‌τοῦ ‌κόπου ‌ὑμῶν ‌τὸν ‌μισθὸν ‌ἐκδεχόμενοι, ‌κἀγὼ ‌ὑμῖν ‌ὁ ‌ταπεινὸς ‌ὡς ‌εὐπειθέσιν ‌ὑπερεύξομαι.>> ‌οἱ ‌δὲ ‌τοιαῦτα ‌ὑπ' ‌αὐτοῦ ‌δηλωθέντες ‌μετὰ ‌χαρᾶς ‌ἀνεχώρησαν.

39. Θεόδωρος ‌δέ ‌τις ‌μοναχὸς ‌καὶ ‌ἡγούμενος, ‌γνώριμος ‌τῷ ‌τιμίῳ ‌τούτῳ ‌πατρί, ‌τὰ ‌αὐτοῦ ‌κατορθώματα ‌καὶ ‌θαύματα ‌ἐπιστάμενος ‌καὶ ‌ἐπὶ ‌ὠφελείᾳ ‌τινῶν ‌ἐν ‌μιᾷ ‌ταῦτα ‌κηρύττων, ‌εἷς ‌τις ‌τῶν ‌ἀκουόντων ‌φησίν·; ‌<<θαυμαστὰ ‌ἡμῖν ‌λέγεις ‌περὶ ‌τοῦ ‌ἀνδρὸς ‌καὶ ‌
[p. ‌367A]παράδοξα ‌διηγῇ, ‌πάτερ, ‌ἀλλά, ‌παρακαλῶ ‌σε, ‌λαβών ‌με ‌μετὰ ‌σοῦ ‌πρὸς ‌αὐτὸν ‌συνανάγαγε, ‌ὅπως ‌αὐτὸς ‌ἐγὼ ‌ὑδὼν ‌πιστῶ ‌θεῷ ‌[lege: ‌πιστωθῶ].>> ‌συνανελθὼν ‌δὲ ‌τῷ ‌ἡγουμένῳ ‌Θεοδώρῳ ‌πρὸς ‌τὸν ‌πατέρα ‌ὁ ‌ἄνθρωπος, ‌ὡς ‌ἱκέτευσε, ‌λαβών ‌τε ‌εὐχὴν ‌καὶ ‌συνεστιάσεως ‌τούτου ‌κατηξιώθη. ‌ἐσθιόντων ‌δὲ ‌αὐτῶν, ‌ἄρκος ‌παμμεγέθης ‌ἐκ ‌τοῦ ‌πλησίον ‌ἄλσους ‌προκύψασα ‌μεγάλως ‌τοὺς ‌συνεστιάτορας ‌ἐξεφόβησε. ‌πρὸς ‌οὕς ‌φησιν ‌ὁ ‌μακάριος·; ‌<<ὁ ‌τὸν ‌θεὸν ‌φοβούμενος ‌οὐ ‌πτοεῖται ‌θηρία·;>> ‌ὡς ‌θείαν ‌γὰρ ‌θεοῦ ‌εὑκόνα ‌ταῦτα ‌ὑποσαίνει ‌αὐτὸν ‌καὶ ‌ὑποπτήσσει. ‌καί ‌φησι ‌προστακτικῶς ‌ὁ ‌πατὴρ ‌τῷ ‌θηρίῳ·; ‌<<ἐλθὲ ‌πρὸς ‌ἡμᾶς.>> ‌ἐλθούσῃ ‌δὲ ‌αὐτῇ, ‌καὶ ‌πρὸς ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌μετὰ ‌τρόμου ‌πλησιασάσῃ ‌αὐτοῖς ‌ἐκείνοις ‌οὑκείαις ‌χερσὶ ‌ψωμίζειν ‌ἐπέτρεπεν ‌αὐτήν·; ‌οἳ ‌καὶ ‌ψωμίζοντες ‌ἐξεπλήττοντο. ‌ὁ ‌δὲ ‌πατὴρ ‌λέγει ‌αὐτῇ·; ‌<<πορεύου ‌ὅθεν ‌καὶ ‌προῆλθες.>> ‌ἡ ‌δὲ ‌μετ' ‌αὑδοῦς ‌τὴν ‌κεφαλὴν ‌αὐτῆς ‌κλίνασα ‌καὶ ‌οἱονεὶ ‌προσκυνήσασα ‌αὐτῷ ‌πρὸς ‌τὸ ‌ὄρος ‌εὑσέδυ. ‌ὁ ‌δὲ ‌ἅγιος ‌τοὺς ‌προμελετηθέντας ‌τε ‌καὶ ‌μελετωμένους ‌λογισμοὺς ‌ἐκφαυλίζων ‌τῶν ‌ἐσθιόντων ‌λέγει·; ‌<<τοῖς ‌θηρίοις ‌τὴν ‌τοῦ ‌θεοῦ ‌εὑκόνα, ‌ἤγουν ‌τὸν ‌ἄνθρωπον, ‌μὴ ‌φοβεῖσθαι ‌καὶ ‌τρέμειν ‌ἐπιτέτραπται ‌δημιουργηθεῖσιν, ‌ἀλλ' ‌ἐπεὶ ‌τὴν ‌ἐντολὴν ‌οὐκ ‌ἐφυλάξαμεν ‌καὶ ‌νῦν ‌δὲ ‌τῶν ‌τοιούτων ‌[B] ‌καθ' ‌ἑκάστην ‌ταῖς ‌παραβάσεσιν ‌ἁλισκόμεθα, ‌τρέμομεν ‌ἡμεῖς ‌τὸ ‌ἀνάπαλιν ‌τὰ ‌θηρία. ‌εὑ ‌δὲ ‌τῶν ‌τοῦ ‌Χριστοῦ ‌ἐντολῶν ‌ἀκαταίσχυντοι ‌εὑρεθῶμεν ‌ἐρασταί, ‌ἐπὶ ‌ἀσπίδας ‌καὶ ‌βασιλίσκους, ‌λέοντάς ‌τε ‌καὶ ‌δράκοντας ‌αὑσθητῶς ‌καὶ ‌νοερῶς ‌ἐπιβῆναι ‌δυνάμεθα, ‌καὶ ‌μή ‌τις ‌ἀπιστείτω ‌τὴν ‌χάριν ‌ταύτην ‌τοῦ ‌κατ' ‌εὑκόνα ‌δηλοῦσαν ‌τὸ ‌ἀπαράγραπτον.>> ‌ταῦτα ‌ἀκηκοότες ‌οἱ ‌πρότερον ‌ἀμφιβάλλοντες ‌τοῦ ‌πατρὸς ‌αὐτοψεὶ ‌βεβαιωθέντες ‌τὸ ‌ἔνθεον, ‌λαβόντες ‌αὐτοῦ ‌τὰς ‌εὐχὰς ‌ἀπελύθησαν. ‌

40. ‌ ‌πτωχοῖς ‌ἄλλοτε ‌παρακαλοῦσι ‌καὶ ‌ἐλεημοσύνην ‌αὑτοῦσι ‌μὴ ‌ἔχων ‌χρυσὸν ‌ὁ ‌πατὴρ ‌μήτε ‌ἄργυρον ‌ὅλως ‌ἐπιτρέπει ‌Θεοδούλῳ ‌τῷ ‌ὑπουργῷ ‌αὐτοῦ, ‌<<ἄγε ‌ἐνταῦθα>> ‌εὑπών ‌<<τὸ ‌πλῆρες ‌ἄγγος ‌ἐλαίου, ‌καὶ ‌δὸς ‌τοῖς ‌ἀδελφοῖς ‌ἡμῶν ‌τοῖς ‌πτωχοῖς, ‌ἀλλὰ ‌καὶ ‌κενὸν ‌ἀγγεῖον ‌ἐλαίου ‌συνεπικόμιζε.>> ‌ὁ ‌δὲ ‌λέγει·; ‌<<τοῦ ‌μεστοῦ, ‌πάτερ, ‌φερομένου ‌ἐνταῦθα ‌ἄγγους, ‌τίς ‌ἡ ‌χρεία ‌τοῦ ‌κενωμένου ‌τῆς ‌παρουσίας;>> ‌ὁ ‌δὲ ‌πατήρ ‌ ‌<<εὐλογίαν ‌ἔχεις>> ‌φησίν ‌<<ὡς ‌εἶπον ‌σοι, ‌οὕτως ‌ποίησον.>> ‌ὁ ‌δὲ ‌Θεόδουλος ‌ἀπιὼν ‌τὸ ‌προστεταγμένον ‌πληρῶσαι ‌καὶ ‌ὑποστρέφων ‌ὀλισθήσας ‌συνεποδίσθη ‌καὶ ‌τρηθέντος ‌τοῦ ‌πλήρους ‌εὑς ‌τὸ ‌κενὸν ‌μετάγει ‌τὸ ‌ἔλαιον. ‌τότε ‌ὁ ‌ἀδελφὸς ‌Θεόδουλος ‌συναισθόμενος ‌τὴν ‌πρὸς ‌ὀλίγον ‌αὐτοῦ ‌γενομένην ‌[C] ‌πρὸς ‌τὸν ‌πατέρα ‌ἀνηκοΐαν, ‌ἐθρήνησεν ‌καὶ ‌ἐλθὼν ‌τούτῳ ‌σὺν ‌μετανοίᾳ ‌ἀπελογήσατο, ‌τὴν ‌προφητικὴν ‌αὐτοῦ ‌ἀποθαυμάσας ‌διόρασιν.

41. τῷ ‌οὖν ‌πολλάκις ‌μνημονευθέντι ‌ὁσίῳ ‌Εὐστρατίῳ, ‌ἡγουμένῳ ‌'Αγαύρων, ‌συνέβη ‌πλείστην ‌αἵματος ‌`ρύσιν ‌γενέσθαι ‌ἐκ ‌τῶν ‌ἐγκάτων, ‌ὡς ‌ἄφωνον ‌κεῖσθαι ‌καὶ ‌μόλις ‌δυνηθῆναι ‌μοναχῷ ‌τινι ‌Νικολάῳ ‌προσφθέγξασθαι ‌τοῦ ‌ἀνελθόντα ‌εὑπεῖν ‌τῷ ‌ὁσίῳ ‌τὰ ‌κατ' ‌αὐτόν. ‌ὡς ‌δὲ ἀπελθὼν ‌τῷ ‌πατρὶ ‌ἀπήγγειλε ‌τὰ ‌κατὰ ‌Εὐστράτιον ‌Νικόλαος, ‌<<μεῖνον ‌ὀλίγον, ‌τέκνον,>> ‌φησὶν ‌αὐτῷ ‌ὁ ‌θαυμάσιος, ‌καὶ ‌διαστὰς ‌ ‌ἀπ' ‌αὐτοῦ ‌μικρόν, ‌ὡς ‌διά ‌τινα ‌χρείαν, ‌δι' ‌εὐχὴν ‌δὲ ‌ὄντως ‌ἐκτενῆ, ‌ὡς ‌οὐκ ‌ἔλαθεν, ‌ὑποστρέψας ‌δηλοποιεῖ ‌τῷ ‌αὑτήσαντι ‌ὡς ‌<<οὐκ ‌ἀποθάνῃ ‌τῷ ‌νῦν>> ‌εὑπών ‌<<ὦ ‌Εὐστράτιε, ‌ὀψόμεθα ‌γὰρ ‌πάλιν ‌ἀλλήλους ‌ἐν ‌σαρκί, ‌μὴ ‌ἀθύμει.>> ‌ὁ ‌δὲ ‌μοναχὸς ‌Νικόλαος ‌τοῦ ‌ὄρους ‌καταβὰς ‌τὰ ‌τοῦ ‌ὁσίου ‌ἀπήγγειλε ‌τῷ ‌Εὐστρατίῳ, ‌ἐρρωμένον ‌καταλαβὼν ‌αὐτόν·; ‌καὶ ‌πότε ‌ἀνερρώσθη ‌μαθών, ‌εὗρεν ‌ἀκριβολογήσας ‌ὡς ‌κατ' ‌αὐτὴν ‌τὴν ‌ὥραν, ‌ἣν ‌ὁ ‌πατὴρ ‌ὑπὲρ ‌αὐτοῦ, ‌μετὰ ‌τὸ ‌μαθεῖν, ‌τοῦ ‌Θεοῦ ‌ἐδεήθη, ‌σωθεὶς ‌ἐπλούτησε ‌τὴν ‌ἀνάρρωσιν. ‌μηδέπω ‌
[p. ‌368A]δὲ ‌αὐτοῦ ‌τὸ ‌σῶμα ‌ἀναληψαμένου ‌ἀπὸ ‌τῆς ‌νόσου, ‌ὑπὸ ‌τῶν ‌ἐν ‌τῷ ‌μετοχίῳ ‌αὐτοῦ ‌καλουμένῳ ‌Λευκάδων ‌ὄντων ‌ἀδελφῶν ‌δυσωπεῖται ‌παραγενέσθαι ‌πρὸς ‌αὐτοὺς ‌δι' ‌ὠφέλειαν ‌καὶ ‌συνομιλίαν ‌πνευματικήν. ‌ὃς ‌φιλοσυμπαθέστατος ‌πέλων ‌καὶ ‌μὴ ‌θέλων ‌τινὰ ‌λυπῆσαι, ‌ὑπακούσας ‌ἀπῄει. ‌ὅθεν ‌κεκοπιακὼς ‌ἐκ ‌τῆς ‌ὁδοιπορίας ‌καὶ ‌ὑποστρέψας ‌σφοδρότερον ‌ἐν ‌νόσῳ, ‌λάβρῳ ‌πυρετῷ ‌κατεσχέθη. ‌ἐπὶ ‌τέσσαρας ‌ἡμέρας ‌ἐκεῖσε ‌ἄφωνος ‌διαμείνας ‌καὶ ‌ἄσιτος, ‌κυκλοτερῶς ‌περιϊσταμένων ‌καὶ ‌θρηνῳδούντων ‌τῶν ‌μοναχῶν, ‌ὅτε ‌δὲ ‌ἑαυτοῦ ‌τὴν ‌ὑσχὺν ‌συνεκλείπουσαν ‌αὑσθόμενος ‌εἶδεν, ‌τὸν ‌ὅσιον ‌μετ' ‌εὐχῆς ‌κατὰ ‌διάνοιαν ‌παρακαλεῖ ‌ὁ ‌Εὐστράτιος, ‌καὶ ‌εὐθέως ‌εὑς ‌ὕπνον ‌τραπεὶς ‌συλλαλοῦντα ‌αὐτῷ ‌ὁρᾷ ‌τὸν ‌ἅγιον ‌πατέρα ‌καὶ ‌ἐνισχύοντα. ‌καὶ ‌διϋπνισθείς ‌μετὰ ‌ταῦτα, ‌εὐθὺς ‌ἀνενεγκὼν ‌ἀπὸ ‌τῆς ‌νόσου, ‌ἦλθεν ‌ὑγιαίνων ‌εὑς ‌τὴν ‌μονὴν ‌αὐτοῦ, ‌δοξάζων ‌τὸν ‌κύριον ‌καὶ ‌τὸν ‌ὅσιον ‌αὐτοῦ. ‌

42. ‌ ‌τοῦ ‌οὖν ‌κακίστου ‌καὶ ‌δεινοῦ ‌Θεοφίλου ‌τοὺς ‌εὐσεβοῦντας ‌ἐλαύνοντος ‌ ‌καὶ ‌τὸ ‌ὑπήκοον ‌διὰ ‌γραφέων ‌[lege: ‌ἀναγραφέων] ‌κατ' ‌ἐκεῖνον ‌τὸν ‌καιρὸν ‌πλεονεκτοῦντος ‌ἀσυμπαθῶς, ‌εἷς ‌τις ‌ἐξ ‌αὐτῶν, ‌τοῦ ‌'Οψικίου ‌πρωτονοτάριος ‌ἀναγραφεὺς ‌καὶ ‌σπαθάριος ‌Δρόσος, ‌χάριν ‌εὐχῆς ‌[B] ‌ἔρχεται ‌πρὸς ‌τὸν ‌ὅσιον. ‌ᾧ ‌συγκαθεσθεὶς ‌καὶ ‌πλεῖστα ‌ψυχοφελῆ ‌προσφθεγξάμενος ‌ὁ ‌πατὴρ ‌λέγει·; ‌<<εὐτρέπισον ‌σεαυτόν, ‌σπαθάριε, ‌καὶ ‌τοὺς ‌χάρτας ‌σου·; ‌ὁ ‌γὰρ ‌βασιλεὺς ‌συντόμως ‌μετακαλεῖταί ‌σε ‌ἀποδοῦναι ‌εὐθύνας ‌τῶν ‌πεπραγμένων.>> ‌ὁ ‌δὲ ‌μὴ ‌νοήσας ‌ὅτι ‌ἀλληγορικόν ‌ἐστι ‌τὸ ‌`ρηθέν. ‌ἕτοιμον ‌αὐτὸν ‌ἔφη ‌εἶναι, ‌εὑ ‌καὶ ‌κατ' ‌αὐτὴν ‌ζητηθείη ‌τὴν ‌ὥραν. ‌ὁ ‌δὲ ‌πατὴρ ‌λέγει ‌αὐτῷ·; ‌<<οὐ ‌περὶ ‌τοῦ ‌ἐπὶ ‌γῆς ‌βασιλέως ‌σοι ‌εἶπον ‌ἢ ‌χαρτῶν ‌ἀδικίας, ‌ἀλλὰ ‌περὶ ‌τοῦ ‌ἐν ‌οὐρανοῖς ‌κατοικοῦντος ‌καὶ ‌τὰ ‌κρυπτὰ ‌ὁρῶντος ‌τῶν ‌καρδιῶν ‌ἡμῶν, ‌τοῦ ‌μέλλοντος ‌ἀπαιτεῖν ‌τῶν ‌ἔργων ‌καὶ ‌λόγων ‌καὶ ‌ἐννοιῶν ‌ἡμῶν, ‌ἁπάσης ‌νυκτὸς ‌καὶ ‌ἡμέρας ‌τὴν ‌ἀρχὴν ‌καὶ ‌τὸ ‌πέρας, ‌ἢ ‌αὐτῷ ‌διὰ ‌τῆς ‌τῶν ‌ἐντολῶν ‌φυλακῆς, ‌ἢ ‌τῷ ‌ἐχθρῷ ‌τοὐναντίον ‌διὰ ‌τῶν ‌παραβάσεων ‌ἐδουλώθημεν. ‌ὁ ‌καιρὸς ‌γάρ ‌σου ‌τῆς ‌ἀναλύσεως ‌ἤγγικεν·; ‌διὸ ‌ἀνάπτυξόν ‌σου ‌τοὺς ‌χάρτας ‌τῶν ‌ἐπταισμένων ‌κατὰ ‌διάνοιαν ‌ὕδασι ‌δακρύων ‌καὶ ‌σπόγγῳ ‌ἐλεημοσύνης ‌ἀπαλείφων ‌αὐτούς, ‌ὅπως ‌μὴ ‌εὑρεθεῖεν ‌ἐν ‌τῇ ‌τῆς ‌κρίσεως ‌ἡμέρᾳ ‌κατηγοροῦντές ‌σου.>> ‌ταῦτα ‌αὐτῷ ‌εὑρηκὼς ‌καὶ ‌εὐξάμενος, ‌ἀπολύει. ‌ὁ ‌δὲ ‌τῶν ‌`ρημάτων ‌τοῦ ‌ἁγίου ‌πατρὸς ‌μὴ ‌φροντίσας, ‌ἀλλ' ‌ἔτι ‌εὑς ‌τὴν ‌ἄδικον ‌ἐκείνην ‌καταγραφὴν ‌διερχόμενος, ‌ὡς ‌ἤδη ‌ἔφθασε ‌περὶ ‌τὰ ‌Μητάτα ‌Λυδίας, ‌ἀποθνήσκει ‌συντόμως. ‌

43. ‌[C] ‌ ‌Πέτρος ‌δὲ ‌μοναχὸς ‌εὐλαβὴς ‌καὶ ‌ἐνάρετος ‌πάνυ ‌συνήθως ‌καὶ ‌συνεχῶς ‌ἐρχόμενος ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἀνελθὼν ‌ἐν ‌μιᾷ ‌σὺν ‌πλησιοχώρῳ ‌αὐτοῦ ‌ἡσυχαστῇ ‌Πλάτωνι ‌καλουμένῳ, ‌καὶ ‌εὐλογηθεὶς ‌συγκαθημένου ‌αὐτοῖς ‌τοῦ ‌πατρὸς ‌καὶ ‌συνομιλοῦντος ‌θεοχαρίτωτα, ‌φησὶν ‌ὁ ‌Πλάτων ‌τότε·; ‌<<ἀπὸ ‌ψυχῆς ‌καὶ ‌πίστεως ‌ἐκδυσωποῦμέν ‌σε, ‌πάτερ ‌ἅγιε, ‌ἅπαξ ‌τοῦ ἔτους ‌ἡμῖν ‌χαρίζεσθαι ‌τὴν ‌τιμίαν ‌συνομιλίαν ‌καὶ ‌θέαν ‌σου, ‌πίστιν ‌ἐκ ‌τούτων ‌καὶ ‌γνῶσιν ‌μεταλαμβάνουσι ‌διὰ ‌πνεύματος, ‌ὡς ‌ἐξ ‌ἡλίου ‌ὄντως ‌φῶς ‌καὶ ‌θερμότητα.>> ‌ὁ ‌δέ·; ‌<<γινώσκειν ‌σε ‌βούλομαι, ‌ἀδελφὲ ‌Πλάτων, ‌ὡς ‌οὐ ‌προσθήσῃ ‌θεάσεσθαί ‌με ‌σωματικῶς ‌ἔτι ‌ἀπὸ ‌τοῦ ‌νῦν ‌καὶ ‌βουλόμενος.>> ‌ὅθεν ‌δοὺς ‌αὐτοῖς ‌ἄρτου ‌ξηροῦ ‌ἀνὰ ‌μερίδων ‌δώδεκα ‌εὑς ‌εὐλογίαν, ‌ἐξέπεμψε ‌μετ' ‌εὑρήνης. ‌τῷ ‌οὖν ‌ἐπιόντι ‌ἐνιαυτῷ ‌συναπελθὼν ‌τῷ ‌Πλάτωνι ‌ὁ ‌ἀββᾶς ‌Πέτρος ‌πρὸς ‌ἕτερον ‌μοναχὸν ‌μήκοθεν ‌ἡσυχάζοντα, ‌καὶ ‌αὐτὸν ‌Πέτρον ‌καλούμενον, ‌ἐκ ‌τοῦ ‌κατὰ ‌Βιθυνίαν ‌μοναστηρίου ‌`Ηράκλην ‌ὀνομαζομένου ‌ὁρμώμενον, ‌
[p. ‌369A]τὸν ‌καὶ ‌μικρὸν ‌ὕστερον, ‌Θεοῦ ‌χάριτι ‌γενομένης ‌ὀρθοδοξίας, ‌μητροπολίτην ‌Συλλαίου ‌γενόμενον, ‌ἐπισκέψεως ‌ἕνεκα ‌καὶ ‌εὐχῆς, ‌μετὰ ‌ἀσπασμὸν ‌καὶ ‌συνομιλίαν ‌πνευματικήν, ‌φησὶν ‌ὁ ‌Πέτρος ‌πρὸς ‌ὃν ‌παραγέγονε ‌Πέτρον·; ‌<<ἔφεσιν ‌ὄντως ‌οὐ ‌μικρὰν ‌ἔχω, ‌πάτερ, ‌τὸν ‌ἅγιον ‌'Ιωαννίκιον ‌ὑδεῖν ‌καὶ ‌τὰ ‌τίμια ‌αὐτοῦ ‌ἴχνη ‌κατασπάσασθαι, ‌ἀλλὰ ‌ἀδυνατῶ ‌τοῦ ‌πεζοπορῆσαι ‌καὶ ‌κτήνους ‌ἀπορῶ ‌καὶ ‌μισθώματος.>> ‌ὁ ‌δὲ ‌Πέτρος ‌πρὸς ‌Πέτρον ‌ἔφη, ‌<<συνανελεύσῃ ‌μοι, ‌ἀδελφέ, ‌βουλομένῳ, ‌ἐφ' ‌ἑνί ‌μου ‌τῶν ‌κτηνῶν ‌ἐπιβαίνων>> ‌τὸν ‌Πλάτωνα ‌αὐτῷ ‌συνανακομίσαι ‌μὴ ‌εὐδοκήσας. ‌ὁ ‌οὖν ‌Πλάτων ‌λοιπὸν ‌ἀπορήσας ‌ἐκεῖθεν ‌καὶ ‌ἀλλαχοῦ ‌ἐρευνήσας, ‌κτῆνος ‌οὐχ ‌εὗρεν ‌ἵνα ‌μὴ ‌ὁ ‌τοῦ ‌Θεοῦ ‌θεράπων ‌'Ιωαννίκιος ‌ψεύστης ‌ἀποδειχθῇ, ‌μὴ ‌ὄψεσθαι ‌τὸ ‌πρόσωπον ‌αὐτοῦ ‌ἐν ‌σαρκὶ ‌ἔτι ‌τῷ ‌Πλάτωνι ‌εὑρηκώς. ‌ἀνελθόντων ‌δὲ ‌τούτων ‌καὶ ‌ἀπαίρειν ‌μελλόντων, ‌ἕκαστος ‌αὐτῶν ‌εὑσιὼν ‌μυστικῶς ‌ἐπευλογεῖτο ‌τῷ ‌πατρί, ‌ἀνατιθέμενος ‌τὰ ‌καθ' ‌ἑαυτόν, ‌δώδεκα ‌δὲ ‌μερίδας ‌ἄρτου ‌ξηροῦ ‌εὑς ‌εὐλογίας ‌χάριν ‌ἀπήρχοντο ‌κομιζόμενος ‌ἕκαστος. ‌Μετὰ ‌δὲ ‌τὸ ‌πάντας ‌εὑσελθεῖν ‌καὶ ‌εὐλογηθῆναι, ‌καὶ ‌ὁ ‌τοῦ ‌Πλάτωνος ‌συναγωνιστὴς ‌καὶ ‌συνήσυχος ‌Πέτρος ‌εὑσῄει. ‌ᾧ ‌καὶ ‌δοὺς ‌ὁ ‌πατὴρ ‌δώδεκα ‌εὐλογίας, ‌ὥσπερ ‌τοῖς ‌[B] ‌ἄλλοις, ‌καὶ ‌λόγῳ ‌τοῦ ‌Πλάτωνος ‌αὐτῷ ‌δέδωκε ‌λέξας·; ‌<<εὑπὲ ‌Πλάτωνι, ‌ὦ ‌τέκνον ‌Πέτρε·; ‌μὴ ‌λυποῦ, ‌ὅτι ‌ἄκων ‌τῆς ‌ταπεινῆς ‌μου ‌θέας ‌ἀπελείφθης. ‌ἐδέξατό ‌σου ‌τὴν ‌πρόθεσιν ‌κύριος ‌καὶ ‌ὡς ‌κοπιάσαντι ‌τὸν ‌μισθὸν ‌ἀποδώσει.>> ‌τοῦ ‌δὲ ‌Πέτρου ‌ταῦτα ‌ἀκούοντος ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌καὶ ‌κατὰ ‌διάνοιαν ‌λέγοντος, ‌<<εἴθε ‌καὶ ‌τῇ ‌ἐμῇ ‌μητρὶ ‌καὶ ‌ταῖς ‌ἀδελφαῖς ‌ὁ ‌πατὴρ ‌ἔπεμψεν ‌εὐλογίας>> ‌δίδωσιν ‌αὐτῷ ‌πρὸς ‌τοῦτο ‌ἀδολεσχοῦντι ‌ἑτέρας ‌εὐλογίας ‌τριάκοντα ‌ἓξ ‌εὑπών·; ‌<<δὸς ‌ἀνὰ ‌ἓξ ‌τῇ ‌τε ‌μητρί ‌σου ‌καὶ ‌ταῖς ‌πέντε ‌σου ‌ἀδελφαῖς, ‌ὦ ‌τέκνον ‌Πέτρε, ‌καὶ ‌συμπορεύου ‌χαίρων ‌τοῖς ‌ἀδελφοῖς ‌σου.>> ‌ὅθεν ‌ὁ ‌Πέτρος ‌ἐπὶ ‌τῇ ‌διοράσει ‌ἐκστὰς ‌τοῦ ‌πατρός, ‌θάμβους ‌καὶ ‌ὠφελείας ‌καὶ ‌εὐλογίας ‌πλήρης ‌κατέρχεται.

[p. ‌370B]

44. ‌ ‌ ‌τοῦ ‌δὲ ‌μακαριωτάτου ‌καὶ ‌θαυματουργοῦ ‌Πέτρου, ‌ἡγουμένου ‌γεγονότος ‌τῆς ‌μονῆς ‌τοῦ ‌ἁγίου ‌Ζαχαρίου, ‌ὑπὸ ‌πόδας ‌τοῦ ‌ἐκεῖσε ‌'Ολυμπιακοῦ ‌ὄρους ‌καὶ ‌σύνεγγυς ‌Καλουκώμης ‌κειμένης, ‌ἐν ‌τῷ ‌ὑπεράνω ‌[C] ‌τῆς ‌μονῆς ‌Βασιλειου ‌[lege: ‌Βαλαίου] ‌ναῷ ‌τοῦ ‌ἁγίου ‌Νικολάου ‌τότε ‌κατασκηνοῦντος, ‌ἐν ‌ᾧ ‌καὶ ‌τοῦ ‌σώματος ‌ὁ ‌ἀοίδιμος ‌ἀπανέστη, ‌κατὰ ‌τὸν ‌μέγαν ‌'Αντώνιον ‌τὰ ‌Νιτριώτου ‌'Αμοῦν ‌ἐξοδεύσαντος ‌θεοπρεπῆ ‌θεασάμενον, ‌ὁ ‌κατ' ‌ἐκεῖνον ‌οὗτος ‌ἐρημικὸς ‌καὶ ‌φιλήσυχος ‌καὶ ‌μέγας ‌'Ιωαννίκιος ‌τὰ ‌τῆς ‌ἐνδόξου ‌ἀπὸ ‌γῆς ‌ ‌πρὸς ‌οὐρανὸν ‌μεταθέσεως ‌τοῦ ‌ ‌πατρὸς ‌Πέτρου ‌ἀποκαλύπτεται ‌φοβερά. ‌ὃ ‌πρὸς ‌ἐμὲ ‌τὸν ‌ἐλάχιστον ‌οὑκείῳ ‌στόματι ‌εἴρηκεν ‌ὅτι·; ‌<<ἐν ‌αὐτῇ ‌τῇ ‌ἡμέρᾳ ‌καὶ ‌ὥρᾳ ‌τῶν ‌ἑωθινῶν ‌ὕμνων, ‌ἐν ‌ᾗ ‌τετελείωτο ‌ὁ ‌πατὴρ ‌Πέτρος, ‌τέκνον ‌Σάβα, ‌προσευχομένου ‌μου, ‌γεγονὼς ‌ἐν ‌ἐκστάσει ‌εἶδον ‌ὡς ‌ἐν ‌τῷ ‌τοῦ ‌ἁγίου ‌ἱεράρχου ‌Νικολάου ‌ναῷ ‌σὺν ‌τῷ ‌τρισοσίῳ ‌πατρὶ ‌Πέτρῳ ‌παρήμην ‌καὶ ‌ὑδοὺ>> ‌φησίν ‌<<ὄρος περικαλλὲς ‌καὶ ‌τερπνότατον, ‌οὗ ‌ἡ ‌κορυφὴ ‌τὰς ‌οὐρανίους ‌ὑπερῆρεν ‌ἁψῖδας. ‌ὑπὸ ‌πόδας ‌δὲ ‌τούτου ‌ἄμφω ‌ἡμῶν ‌ἱσταμένων ‌καὶ ‌συλλαλούντων, ‌δύο ‌τινὲς ‌ἡμῖν ‌ἄνδρες ‌ἀστραπήφοροι ‌ ‌ἄνωθεν ‌ἐπιστάντες ‌χεῖρα ‌αὐτοῦ ‌κατασχόντες ‌πρὸς ‌ἑκατέραν ‌σὺν ‌αὐτῷ ‌ἀνέβαινον ‌ὅθεν ‌κατῆλθον. ‌ὅσον ‌δέ ‌μου ‌αὐτὸς ‌τῇ ‌ἀναβάσει ‌διΐστατο, ‌τοσοῦτον ‌λοιπὸν ‌τῇ ‌θείᾳ ‌δόξῃ ‌κατηγλαΐζετο, ‌καὶ ‌ὅσον ‌τοῖς ‌
[p. ‌371A]ἐμοῖς ‌σωματικοῖς ‌ὀφθαλμοῖς ‌ἀπεκρύπτετο, ‌μᾶλλον ‌αὐτὸς ‌καὶ ‌μᾶλλον ‌κατελαμπρύνετο. ‌τοῦτο ‌ἑωρακὼς ‌ἕνα ‌τῶν ‌ὑπηρετῶν ‌μου ‌ἀποστείλας, ‌εὑρίσκω ‌ὡς ‌παρ' ‌αὐτὰ ‌κεκοίμητο ‌ὁ ‌θαυματουργὸς ‌καὶ ‌μακάριος ‌Πέτρος ‌καὶ ‌τὸ ‌πνεῦμά ‌μου ‌ταχθείη ‌μετὰ ‌τοῦ ‌πνεύματος ‌αὐτοῦ.>> ‌ταῦτα ‌οὖν ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌'Ιωαννικίου ‌ὡς ‌ἐπὶ ‌κυρίου ‌παραλαβών, ‌ἐνταῦθα ‌μὲν ‌ἐκ ‌μέρους, ‌ ‌ἐν ‌δὲ ‌τῷ ‌τοῦ ‌πατρὸς ‌Πέτρου ‌Βίῳ ‌προεξεθέμην ‌πλατύτερον. ‌

45. ‌ ‌ὁ ‌οὖν ‌βασιλεὺς ‌Θεόφιλος ‌ἔτι ‌τοὺς ‌τῆς ‌Χριστοῦ ‌εὑκόνος ‌προσκυνητὰς ‌διώκων, ‌ἀποστέλλει ‌πρὸς ‌τοῦτον ‌τὸν ‌προφητικώτατον ‌ἄνδρα ‌καὶ ‌μέγαν ‌ ‌'Ιωαννίκιον ‌δύο ‌τινὰς ‌τῶν ‌οὑκείων ‌αὐτοῦ ‌καὶ ‌μεγιστάνων ‌κατὰ ‌καιρούς, ‌φημὶ ‌δὴ ‌τὸν ‌πρωτοβεστιάριον ‌καὶ ‌τὸν ‌κουράτωρα ‌τὸν ‌μέγαν, ‌πειραστικῶς ‌ἐρωτήσοντας ‌εὑ ‌δεῖ ‌τοῦ ‌Χριστοῦ ‌προσκυνεῖν ‌τὴν ‌εὑκόνα. ‌ὧν ‌ἀνελθόντων, ‌δεχθέντων ‌τε ‌καὶ ‌συνομιλούντων ‌τῷ ‌μακαρίτῃ, ‌νεύει ‌ὁ ‌ἕτερος ‌αὐτῶν ‌πρὸς ‌τὸν ‌ἕτερον ‌ἀπογυμνῶσαι ‌τῷ ‌πατρὶ ‌τό, ‌περὶ ‌ὃ ‌παραγεγόνασιν, ‌ἐπερώτημα. ‌Πρὸ ‌δὲ ‌τοῦ ‌αὐτοὺς ‌προτεῖναι ‌ὁ ‌πατὴρ ‌λέγει·; ‌<<τί ‌οὖν ‌ἐστιν, ‌ὦ ‌ἄνδρες, ‌ὅπερ ‌ἀλλήλοις ‌ἐννεύετε; ‌μὴ ‌περὶ ‌τῆς ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνος ‌ἐστάλητε ‌ἐρωτῆσαί ‌με ‌εὑ ‌δεῖ ‌προσκυνεῖσθαι ‌αὐτήν; ‌[B] ‌γνῶτε ‌οὖν ‌καὶ ‌τῷ ‌ἀποστείλαντι ‌ὑμᾶς ‌ἀπαγγείλατε ‌ὅτι ‌ἡ ‌μὲν ‌ἱερὰ ‌ὄντως ‌καὶ ‌θεία ‌γραφὴ ‌πολλαῖς ‌μαρτυρίαις ‌ἀποδεικνύει ‌τὴν ‌τῆς ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνος ‌τιμὴν ‌καὶ ‌τῆς ‌Θεοτόκου ‌καὶ ‌τῶν ‌ἁγίων. ‌ἐμοὶ ‌δὲ ‌τῷ ‌ἐλαχίστῳ ‌καὶ ‌ταπεινῷ ‌τὸ ‌πνεῦμα ‌τὸ ‌ἅγιον ‌ἔδειξεν ‌ὅτι ‌εὑ ‌καὶ ‌βίον ‌ἔχει ‌τις ‌χρηστῆς ‌ὑπολήψεως ‌πλήρης, ‌τὴν ‌δὲ ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνα ‌καὶ ‌μορφὴν ‌οὐ ‌τιμᾶ ‌καὶ ‌ἀσπάζεται, ‌τῆς ‌διὰ ‌Χριστοῦ ‌προσγενομένης ‌σωτηρίας ‌οὐ ‌τεύξεται ‌καὶ ‌τῆς ‌βασιλείας ‌αὐτοῦ ‌χωρισθήσεται. ‌ὡς ‌οἱ ‌τὴν ‌σὴν ‌μορφήν, ‌βασιλεῦ, ‌ἀτιμάζοντες, ‌ἑτέρῳ ‌δῆλον ‌τὴν ‌ἀρχήν ‌σου ‌προσνέμοντες, ‌τὸ ‌κράτος ‌τῆς ‌ἐξουσίας ‌χαριζόμενοι ‌τῇ ‌πρὸς ‌σὲ ‌γὰρ ‌αὐτῶν ‌ἀκαταλλάκτῳ ‌κατεχόμενοι ‌ἔχθρᾳ ‌εὑς ‌τὴν ‌εὑκόνα ‌σου ‌παροινοῦσι ‌καὶ ‌δι' ‌αὐτῆς ‌ἀθέσμως ‌σε ‌ἐνυβρίζουσιν, ‌ὅθεν ‌εὑ ‌[lege: ‌οἱ] ‌μὴ ‌τὴν ‌'Ιησοῦ ‌Χριστοῦ ‌εὑκόνα, ‌ὡς ‌ἔφην, ‌τιμῶντες ‌καὶ ‌προσπτυσσόμενοι, ‌ἄνθρωπον ‌αὐτὸν ‌κατὰ ‌σὲ ‌οὐ ‌πιστεύουσι ‌γεγενῆσθαι ‌καὶ ‌βασιλεύεσθαι ‌ὑπ' ‌αὐτοῦ ‌οὐκ ‌ἀνέχονται, ‌εὑς ‌τὸ ‌αὑώνιον ‌καὶ ‌ἀτελεύτητον ‌πῦρ ‌μετὰ ‌τοῦ ‌πρώτου ‌ ‌εὑκονομάχου ‌Σατὰν ‌καὶ ‌τῶν ‌ἐκείνου ‌ἀγγέλων ‌καταταττόμενοι.>> ‌ταῦτα ‌οἱ ‌τοῦ ‌Θεοφίλου ‌φορολόγοι ‌πρὸ ‌τοῦ ‌ἐξειπεῖν ‌ἀκούσαντες ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌μετ' ‌ἐκπλήξεως ‌ἄκρας ‌κατίεσαν ‌καὶ ‌τῷ ‌ἀποστείλαντι ‌αὐτοὺς ‌τὰ ‌τῆς ‌ἀποκρίσεως ‌προσανήγγειλαν. ‌ἀλλ' ‌[C] ‌οὐκ ‌ἐβελτιώθη ‌κατειλημμένος ‌τῇ ‌ἀσεβείᾳ ‌καὶ ‌ὑπὸ ‌'Ιωάννου ‌ἠπατημένος ‌τοῦ ‌δυσσεβοῦς, ‌ἀλλ' ‌ἔμενεν ‌ἐν ‌τῇ ‌αἱρέσει. ‌

46. ‌ ‌ὅθεν ‌μετά ‌τινας ‌ἡμέρας ‌τοῦ ‌τιμίου ‌ἀνδρὸς ‌Εὐστρατίου, ‌ἡγουμένου ‌'Αγαύρων, ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἀνελθόντος, ‌ὡς ‌ἔθος ‌εἶχε, ‌καὶ ‌τὴν ‌πρὸς ‌τοὺς ‌εὐσεβεῖς ‌τῶν ‌διωκτῶν ‌στιβαρότητα ‌αὐτῷ ‌ἀπαγγείλαντος ‌καὶ ‌περιλυπουμένου, ‌φησὶν ‌ὁ ‌πατὴρ·; ‌<<ἔτι ‌μικρόν, ‌ὦ ‌Εὐστράτιε, ‌καὶ ‌τὸ ‌τοῦ ‌ἀποστάτου ‌δράκοντος ‌ἀφομοίωμα ‌κεφαλῇ ‌καὶ ‌οὐρᾷ ‌σὺν ‌τοῖς ‌μέσοις, ‌δυνάμει ‌Χριστοῦ, ‌νεκρωθήσεται ‌καὶ ‌ὁ ‌ὑπηρέτης ‌αὐτοῦ ‌τῶν ‌θελημάτων ‌ἀποθανεῖται ‌Θεόφιλος, ‌καὶ ‌ὀρθοδοξία ‌καθολικὴ ‌προσγενήσεται.>> ‌ὅθεν θαρρήσας ‌ὁ ‌Εὐστράτιος ‌λέγει·; ‌<<τούτου ‌τοῦ ‌ἀγαθοῦ ‌δι' ‌εὐχῶν ‌σου ‌τελειουμένου, ‌μάκαριε, ‌τίς ‌ἄρα ‌ἔσται ‌ὁ ‌τῆς ‌πατριαρχίας ‌ἄξιος, ‌ἐμπιστευθησόμενος ‌τὰς ‌ἡνίας ‌τοῦ ‌ἔξω ‌τῆς ‌αἱρετικῆς ‌λύμης ‌καὶ ‌πάσης ‌βλάβης ‌τὴν ‌ἐκκλησίαν ‌Χριστοῦ ‌διεξάξαι ‌καὶ ‌διϊθύναι;>> ‌ὁ ‌δέ ‌φησιν·; ‌<<ὁ ‌ἀφωρισμένος ‌ὑπὸ ‌θεοῦ ‌εὑς ‌τοῦτο, ‌κατὰ ‌τὸν ‌μέγαν ‌Παῦλον ‌"ἀπὸ ‌κοιλίας ‌μητρος ‌αὐτοῦ" ‌
[p. ‌372A]πράξει ‌τε ‌καὶ ‌γνώσει ‌καὶ ‌πνευματικῇ ‌πτωχείᾳ ‌λελαμπρυσμένος, ‌Μεθόδιος, ‌ὁ ‌κόσμου ‌φυγὰς ‌καὶ ‌πλούτου ‌ἀπὸ ‌νεότητος, ‌ὁ ‌διαπρέψας ‌ἀσκήσει ‌καὶ ‌ἁγνείᾳ ‌σὺν ‌προθυμίᾳ, ‌καὶ ‌ὑπὲρ ‌ ‌τῆς ‌εὑς ‌Χριστὸν ‌εὐσεβείας ‌διωγμοὺς ‌πολλοὺς ‌καὶ ‌ἀποδημίας ‌ἐνέγκας, ‌ ‌ὁ ‌πρὸ ‌ὀλίγων ‌ἐτῶν ‌ἐκ ‌`Ρώμης ‌ἐλθὼν ‌καὶ ‌ὑπὸ ‌τῶν ‌δυσσεβῶν ‌ἐπὶ ‌ἐννέα ‌χρόνους ‌ἐν ‌μνημείῳ ‌κατακλεισθὲις ‌διὰ ‌Χριστὸν ‌καὶ ‌καρτερήσας, ‌ὁ ‌μετὰ ‌ταῦτα, ‌κατὰ ‌τὸν ‌Δαυῒδ ‌καὶ ‌Σαμψών, ‌ὡς ‌λέοντι ‌καθ'ἑκάστην ‌τῷ ‌τυραννοῦντι ‌μαχόμενος.>> ‌ὅπερ ‌καὶ ‌γέγονεν ‌μετὰ ‌γὰρ ‌ἓξ ‌ἥμισυ ‌ἔτη ‌τῆς ‌δυσσεβείας ‌τοῦ ‌Λέοντος, ‌καὶ ‌ὀκτὼ ‌πρὸς ‌ἐννέα ‌μησὶ ‌τοῦ ‌Μιχαὴλ ‌χλιαρότητος, ‌ ‌δώδεκά ‌τε ‌καὶ ‌μησὶ ‌τρισὶ ‌τοῦ ‌υἱοῦ ‌αὐτοῦ ‌Θεοφίλου ‌πρὸς ‌τὴν ‌εὐσεβείαν ‌ἀσεβοῦς ‌στιβαρότητος, ‌καὶ ‌ἐνιαυτὸν ‌ἕνα ‌τῆς ‌τούτου ‌γυναικὸς ‌Θεοδώρας ‌καὶ ‌Μιχαὴλ ‌τοῦ ‌υἱοῦ ‌αὐτοῦ ‌τῶν ‌εὐσεβῶν ‌ἀναθρώξεως. ‌τῷ ‌δευτέρῳ ‌ἔτει ‌τῆς ‌ἐνθέου ‌καὶ ‌φιλοχρίστου ‌αὐτῶν ‌βασιλείας ‌τὸν ‌ἴδιον ‌κόσμον ‌ὃν ‌ἀποστολικαῖς ‌χερσὶν ‌ἡ ‌ἐκκλησία ‌ἐστόλιστο, ‌τῶν ‌δυσσεβῶν ‌δὲ ‌παλάμαις ‌γεγύμνωτο, ‌χάριτι ‌Χριστοῦ ‌ἀμφιασαμένη, ‌ἀρχιερέα ‌ἔνθεον, ‌τὸν ‌ὑπὸ ‌τοῦ ‌πατρὸς ‌προοραθέντα ‌Μεθόδιον, ‌προσεδέξατο, ‌τοῦ ‌δυσσεβοῦς ‌καὶ ‌βλασφήμου ‌'Ιωάννου ‌καθαιρεθέντος.

47. ‌ ‌ ‌[B] ‌ἀλλ' ‌ὁ ‌τούτου ‌πατὴρ ‌καὶ ‌διδάσκαλος ‌εὑκονομάχος ‌διάβολος ‌ἐκ ‌μέσου ‌τῆς ‌ἐκκλησίας, ‌ὡς ‌σκότος ‌ὑπὸ ‌τοῦ ‌φωτὸς ‌τῆς ‌εὐσεβείας ‌ἀπελασθείς, ‌καὶ ‌σὺν ‌πᾶσι ‌αὐτοῦ ‌τοῖς ‌ὁμόφροσι ‌προκαθαιρεθείς, ‌τῆς ‌εὑρήνης ‌ἐχθρὸς ‌ὑπάρχων, ‌ἀπὸ ‌αἱρέσεως ‌εὐθὺς ‌εὑς ‌σχίσματα ‌προεχώρησεν ‌καὶ ‌τὴν ‌ἐκκλησίαν ‌Χριστοῦ ‌ἐλεεινῶς ‌κατεμέρισεν, ‌οὐ ‌τῶν ‌αἱρετιζόντων ‌τῷ ‌χωρισμῷ, ‌οὐδεμία ‌γὰρ ‌κοινωνία ‌φωτὶ ‌πρὸς ‌σκότος, ‌ἀλλὰ ‌τῶν ‌ὀρθοδοξούντων ‌τῷ ‌διχασμῷ. ‌οἳ ‌εἴτε ‌φιλοθεΐας ‌κατειλημμένοι ‌τῷ ‌ἔρωτι, ‌εἴτε ‌προλήψεως ‌ἀφορμῇ ‌τὸν ‌μέγα ‌καὶ ‌πρῶτον ‌ἐν ‌τῇ ‌καθ' ‌ἡμᾶς ‌γενεᾷ ‌ὀρθόδοξον ‌πατριάρχην ‌διελοιδόρουν ‌Μεθόδιον ‌τὸν ‌ὑσάγγελον ‌αὐτοῦ ‌περιεργαζόμενοι ‌καὶ ‌κακίζοντες ‌βίον, ‌οὐ ‌κανόνων ‌ἀκριβείᾳ, ‌ἀλλ' ‌ὑδιορρυθμίᾳ ‌περιφερόμενοι. ‌καὶ ‌οἳ ‌μὲν ‌ἀξίους ‌εἶναι ‌τοὺς ‌εὑκονοκλάστας ‌καὶ ‌τοὺς ‌ὑπ' ‌αὐτῶν ‌χειροτονηθέντας ‌ἱεροθυτεῖν ‌ἐθέσπιζον ‌ἀμαθαίνοντες, ‌οἳ ‌δὲ ‌καλῶς ‌πρὸς ‌τοῦτο ‌αὐτὸ ‌ἀνεχαίτιζον, ‌καὶ ‌τὴν ‌τῆς ‌ἱερωσύνης ‌δοχὴν ‌αὐτῶν ‌ἀπηνήναντο. ‌συγχύσεως ‌οὖν ‌οὔσης ‌διὰ ‌ταῦτα ‌οὐ ‌τῆς ‌τυχούσης, ‌ἐπιστέλλει ‌τότε ‌τῷ ‌πατριάρχῃ ‌παραμυθητικὸν ‌πνευματόφθεγκτον ‌γράμμα ‌ὁ ‌ὅσιος ‌ἡμῶν ‌πατὴρ ‌'Ιωαννίκιος ‌οὕτως ‌ἔχον·; ‌<<θείας ‌πάσης ‌καὶ ‌ἀνθρωπίνης ‌πεπληρωμένος ‌γνώσεως ‌καὶ ‌συνέσεως, ‌ἀρχιεράρχα ‌πάτερ ‌Μεθόδιε, ‌[C] ‌διὰ ‌τῆς ‌ἐνοικούσης ‌σοι ‌τοῦ ‌παναγίου ‌πνεύματος ‌δωρεᾶς ‌τε ‌καὶ ‌χάριτος, ‌καὶ ‌ἐννοῶν ‌τὸν ‌τῆς ‌εὑρήνης ‌πολέμιον ‌καὶ ‌τῆς ‌Χριστοῦ ‌ἐκκλησίας ‌ἀντίπαλον, ‌εὑκονομάχον ‌διάβολον, ‌τὸν ‌ἐξ ‌αὐτῆς ‌ἀπελασθέντα ‌σὺν ‌τοῖς ‌αὐτοῦ, ‌αὐτὸν ‌ὄντα ‌αἴτιον ‌τῶν ‌σχισμάτων, ‌πρὸς ‌τὸν ‌τοῦ ‌παντὸς ‌οὑκοδεσπότην ‌ἀποβλέπων ‌Χριστόν, ‌εἷς ‌καὶ ‌αὐτὸς ‌τῶν ‌οὑκειακῶν ‌αὐτοῦ ‌πέλων, ‌ταῖς ‌κατὰ ‌σοῦ ‌λοιδορίαις ‌μὴ ‌ἄσχαλλε, ‌ἀλλὰ ‌χαῖρε. ‌καὶ ‌γὰρ ‌πνεύματι ‌θεοῦ ‌τὰ ‌δαιμόνια ‌αὐτὸς ‌ἐκβάλλων, ‌ἐν ‌τῷ ‌Βεελζεβοὺλ ‌αὐτὰ ‌ἐκβάλλειν ‌ὑπὸ ‌τῶν ‌ἀσεβούντων ‌κατηγορεῖτο, ‌καὶ ‌πλάνος ‌ἐκωμῳδεῖτο, ‌ ‌φάγος ‌τε ‌καὶ ‌οὑνοπότης, ‌φίλος ‌τελωνῶν ‌καὶ ‌ἁμαρτωλῶν ‌ἐκαλεῖτο. ‌καὶ ‌οἱ ‌οὑκειακοὶ ‌αὐτοῦ ‌ὡσαύτως ‌κατηγορίαις ‌πλείσταις ‌καὶ ‌οὐ ‌ταῖς τυχούσαις ‌καθυπεβλήθησαν, ‌μεθ' ‌ὧν ‌καὶ ‌αὐτὸς ‌ἑαυτὸν ‌ἐν ‌τούτῳ ‌καταριθμούμενον ‌γίνωσκε. ‌καὶ ‌τῶν ‌μὲν ‌σχιζομένων ‌τῆς ‌ἐκκλησίας, ‌ὡς ‌μελῶν ‌οὑκείων, ‌ἄλγει ‌καὶ ‌περιλυποῦ ‌ ‌τὴν ‌διαίρεσιν, ‌τῶν ‌διαβολῶν ‌δὲ ‌μὴ ‌μέλει ‌σοι, ‌ὦ ‌φερέπονε. ‌οὐ ‌τὰ ‌ἑαυτοῦ ‌γάρ, ‌εὖ ‌οἶδα, ‌ζητεῖς, ‌ἀλλὰ ‌τὰ ‌τῶν ‌πολλῶν, ‌ἀποστολικῶς, ‌ἵνα ‌σωθῶσιν ‌καὶ ‌ἐξ ‌ἀσεβείας ‌
[p. ‌373A]εὑς ‌εὐσέβειαν ‌`ρυθμισθῶσιν ‌καὶ ‌τοῦ ‌ἐκκλησιαστικοῦ ‌σώματος ‌μὴ ‌ἀπαλλαγῶσιν. ‌ἀλλ' ‌ἴσθι ‌καὶ ‌τοῦτο, ‌ὦ ‌θεόσοφε, ‌ὅπερ ‌οἶδας, ‌ἡμῶν ‌οὐχ ‌ἧττον ‌ὡς ‌ἐν ‌αἱρέσει ‌οὐ ‌γίνεται ‌σχίσματα. ‌ὁ ‌γὰρ ‌ἀνήμερος ‌θὴρ ‌καὶ ‌λυμαιὼν ‌[lege: ‌λυμεών] ‌τῆς ‌ζωῆς ‌ἡμῶν ‌ὄντως ‌διάβολος ‌μέσῳ ‌τῆς ‌τῶν ‌αἱρετικῶν ‌συνεδρίας ‌περιπολεύων ‌ἐνὶ ‌ἀπωλείας ‌ζόφῳ ‌τοὺς ‌αὐτῷ ‌πειθομένους ‌περιδεσμεῖ, ‌ἐν ‌δὲ ‌τῇ ‌ὀρθοδόξων ‌φαεινῇ ‌ἐκκλησίᾳ ‌χώραν ‌μὴ ‌ἔχων, ‌ὡς ‌σκότος ‌ὤν, ‌οἷα ‌κύων ‌ἔξωθεν ‌λαθροδήκτης ‌περινοστῶν ‌ὁ ‌τῆς ‌ἀγάπης ‌ἐχθρός, ‌ἀκριβολογίας ‌προφάσει ‌καὶ ‌κανόνων ‌διερευνήσει, ‌διαιρεῖ ‌τὰ ‌μέλη ‌τῶν ‌μελῶν ‌ἀφειδῶς ‌καὶ ‌τοὺς ‌ἀγλώττους ‌πόδας ‌καὶ ‌ἄνοας, ‌ἀληθῶς ‌εὑπεῖν, ‌τῆς ‌κεφαλῆς ‌ἀντανίστησιν, ‌καὶ ‌μὴ ‌διοικεῖσθαι ‌ταῦτα ‌τοῖς ‌νοεροῖς ‌αὐτῆς ‌βουλήμασι ‌καὶ ‌κινήμασι ‌πείθει, ‌σύγχυσιν ‌καὶ ‌ἀταξίαν, ‌ἀλλεπάλληλον ‌τούτοις ‌ἐνεργαζόμενος. ‌καὶ ‌ταῦτα ‌μὲν ‌οὕτως. ‌τῶν ‌δὲ ‌εὑκονομάχων ‌ἐπισκόπων ‌καὶ ‌ἱερέων ‌πρὸς ‌ἱερωσύνην ‌ὄντως ‌τὴν ‌δοχὴν ‌ἀπαναίνου. ‌τοῦ ‌γὰρ ‌μεγάλου ‌πατριάρχου ‌Ταρασίου, ‌τοῦ ‌ἐν ‌ἁγίοις, ‌τὴν ‌ἱερωσύνην ‌αὐτῶν ‌ἅπαξ ‌οὑκονομικῶς ‌δεξαμένου, ‌λιβέλλους ‌ἐπιδιδόντων ‌ἐνόρκους ‌σὺν ‌ἀναθέματι ‌μὴ ‌ὑποστρέψαι ‌τῇ ‌αἱρέσει, ‌γενομένης ‌πάλιν ‌ ‌ἐπὶ ‌Λέοντος ‌τῆς ‌αὐτῆς ‌δυσσεβείας, ‌οἱ ‌τὰ ‌ὑδιόχειρα ‌[B] ‌αὐτῶν ‌συγκαταβατικῶς ‌πατήσαντες ‌καὶ ‌ἑαυτοὺς ‌ἀναθεματίσαντες, ‌χειρί ‌τε ‌τὴν ‌εὑκόνα ‌Χριστοῦ ‌προσκαθελόντες, ‌ἐμπτύσαντες, ‌ἐνυβρίσαντες, ‌ἢ ‌οἱ ‌ὑπὸ ‌τοιούτων ‌ἱερωθέντες ‌πῶς ‌ἱερουργοὶ ‌παρὰ ‌χριστιανοῖς ‌λογισθήσονται, ‌τὸν ‌ἱερουργούμενον ‌ἀθετήσαντες; ‌οἱ ‌γὰρ ‌τὸ ‌σχῆμα ‌τοῦ ‌σώματος ‌τοῦ ‌Χριστοῦ ‌ὡς ‌ψευδὲς ‌καὶ ‌εἴδωλον ‌ἀπαλείφοντες, ‌καὶ ‌αὐτὸ ‌τὸ ‌σῶμα, ‌εὑ ‌δοθείη ‌αὐτοῖς ‌τόπος ‌ἱερουργίας, ‌ὡς ‌ἐχθροῦ ‌ἂν ‌καταμερίσωσιν ‌ἐχθρωδῶς. ‌ὅθεν ‌τὸ ‌μὲν ‌βάπτισμα ‌αὐτῶν, ‌διὰ ‌τὸ ‌εὑς ‌πατέρα ‌καὶ ‌υἱὸν ‌καὶ ‌ἅγιον ‌πνεῦμα ‌βαπτίσαι, ‌ἔστω ‌δεκτὸν ‌οὑκονομικῶς, ‌τῆς ‌δὲ ‌ἱερωσύνης ‌κατὰ ‌τὸν ‌πρῶτον ‌εὑκονομάχον ‌διάβολον ‌καὶ ‌τοὺς ‌σὺν ‌αὐτῷ, ‌ὡς ‌ἀπ' ‌οὐρανῶν ‌ἐπὶ ‌γῆς ‌καὶ ‌ἀπὸ ‌γῆς ‌ὑπὸ ‌γῆν, ‌οἱ ‌ἔσχατοι ‌εὑκονομάχοι ‌ἀποπεσέτωσαν. ‌ὡς ‌καὶ ‌Κυρίλλῳ ‌τῷ ‌'Αλεξανδρείας ‌δοκεῖ ‌τὴν ‌παλαιὰν ‌ἑρμηνεύοντι ‌καὶ ‌τὴν ‌ἐν ‌πνεύματι ‌λατρείαν ‌διευθετοῦντι ‌καὶ ‌λέγοντι·; ‌"οἷς ‌δὲ ‌ἀδελφὰ ‌τὰ ‌νοήματα ‌καὶ ‌ὁμότροπα ‌τὰ ‌τολμήματα ‌καὶ ‌ὁμοειδὲς ‌τὸ ‌θράσος, ‌τούτοις ‌ἂν ‌εἴη ‌πρέπον ‌καὶ ‌ταῖς ‌ὑσορρόποις ‌ἐναλῶναι ‌δίκαις." ‌καὶ ‌εὑκότως·; ‌οἱ ‌γὰρ ‌ἐξ ‌ἄλλων ‌αἱρέσεων, ‌τὴν ‌τριάδα ‌μὲν ‌ὁμολογοῦντες, ‌τὴν ‌οὑκονομίαν ‌δὲ ‌Χριστοῦ ‌στόματι ‌βλασφημοῦντες, ‌εὑς ‌τὴν ‌ἐκκλησίαν ‌ἐρχόμενοι ‌αὐτοστοματὶ ‌τὴν ‌οὑκείαν ‌ἀναθεματίζοντες ‌[C] ‌αἵρεσιν ‌καὶ ‌τοὺς ‌τῆς ‌αἱρέσεως ‌αὐτῶν ‌ἐξάρχους ‌παρὰ ‌τῶν ‌ἱερῶν ‌κανόνων ‌καὶ ‌τῶν ‌πατέρων ‌εὑσδέχονται. ‌οὗτοι ‌δὲ ‌τριάδα, ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌εὑπεῖν, ‌ὁμολογοῦντες ‌οὐκ ‌ἀληθῶς ‌εὑς ‌ἅπαν ‌Χριστοῦ ‌τὴν ‌οὑκονομίαν ‌ἀρνοῦνται, ‌δι' ‌ἧς ‌ὁ ‌πατὴρ ‌ἡμῖν ‌πεφανέρωται ‌καὶ ‌τὸ ‌πνεῦμα, ‌ὡς ‌αὐτός ‌φησιν, ‌"πάτερ, ‌ἐφανέρωσά ‌σου ‌τὸ ‌ὄνομα ‌τοῖς ‌ἀνθρώποις ‌καὶ ‌ἄλλον ‌παράκλητον ‌πέμψω ‌ὑμῖν ‌τὸ ‌πνεῦμα ‌τῆς ‌ἀληθείας ‌ὃ ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌ἐκπορεύεται," ‌χεῖρας ‌ἑαυτῶν ‌ἀναξίους ‌ποιήσαντες ‌ἅγια ‌μυστήρια ‌ἱεροθυτεῖν. ‌εὑ ‌γὰρ ‌ὁ ‌ἐν ‌χείλεσι ‌μιανθεὶς ‌ἱερατικῶς ‌κατὰ ‌τὸν ‌κανόνα ‌ἐπέχεται, ‌ἄλλως ‌τε ‌κρίνεται ‌παρὰ ‌Θεῷ ‌καὶ ‌παρ' ‌ἡμῶν ‌ἔργον ‌καὶ ‌λόγος; ‌καὶ ‌εὑ ‌ὁ ‌σάρκα ‌μιάνας ‌τῆς ‌ἱερωσύνης ‌ἀλλοτριοῦται, ‌οἱ ‌στόμα ‌αὐτὸ ‌τοῖς ‌κατὰ ‌Χριστοῦ ‌ἐμπτυσμοῖς, ‌ὕβρεσί ‌τε ‌καὶ ‌χεῖρας ‌αὐτὰς ‌ψευδέσιν ‌ὑπογραφαῖς ‌καὶ ‌καθαιρέσεσι ‌τῶν ‌ἱερῶν ‌εὑκόνων ‌καταρρυπώσαντες, ‌ἢ ‌οἱ ‌ὑπὸ ‌τοιούτων ‌ἱερωθέντες ‌πῶς ‌ἂν ‌ἱερῶν ‌ἅψωνται κειμηλίων ‌ἢ ‌ἱεροθυτῆσαι ‌τολμήσωσιν; ‌οὐ ‌μόνο ‌δέ, ‌ἀλλὰ ‌καὶ ‌ἐμοὶ ‌τὸ ‌πνεῦμα ‌τὸ ‌ἅγιον ‌ἔδειξε ‌τοὺς ‌θέᾳ ‌μόνῃ ‌ὑουδαϊκῶς ‌τοῦ ‌Χριστοῦ ‌βαρουμένους, ‌ἐπικλήσει ‌τε ‌αὐτοῦ ‌χριστωνύμως ‌[p. ‌374A]ταραττομένους ‌καὶ ‌αὐτὸ ‌τὸ ‌σχῆμα ‌καὶ ‌γράμμα ‌κατὰ ‌τὰς ‌ἀλόγους ‌παρδάλεις ‌δυσμενείᾳ ‌διασπαράσσοντας ‌χριστομάχους, ‌εὑκονομάχους ‌καὶ ‌τοὺς ‌ὑπ' ‌αὐτῶν ‌χειροτονηθέντας ‌ἐχθραῖς ‌χερσὶ ‌καὶ ‌`ρυπώσαις ‌μὴ ‌μελίζειν ‌αὐτοῦ ‌τὸ ‌τίμιον ‌καὶ ‌ἄχραντον ‌σῶμα, ‌ἡμῶν ‌πιστῶς ‌αὐτὸ ‌καὶ ‌ἐντρόμως ‌ἱεροθυτούντων ‌καὶ ‌πύλην ‌ἐχόντων ‌πρὸς ‌τὸν ‌θυόμενον ‌εὐδιάβατον ‌τὴν ‌αὐτοῦ ‌ἐν ‌γραφῇ ‌ἀφομοίωσιν ‌ὡς ‌δι' ‌αὐτῆς ‌εὑς ‌τὸν ‌ἐπουράνιον ‌αὐτὸν ‌καὶ ‌βασίλειον ‌θρόνον ‌τῶν ‌θυηπόλων ‌ἡμῶν ‌παρακυπτόντων ‌καὶ ‌τὸν ‌μελιζόμενον ‌αὐτὸν ‌ἐν ‌σχηματισμένῳ ‌σώματι ‌ἐντεθρονισμένον ‌ἐκεῖσε ‌κατοπτευόντων ‌κἀκεῖθεν ‌πρὸς ‌τὴν ‌θεοθυσίαν ‌αὐτὴν ‌εὐχὴν ‌καταγόντων ‌τὸ ‌θεῖον ‌πνεῦμα ‌καὶ ‌τοὺς ‌μεταλαμβάνοντας ‌αὐτῆς ‌θείας ‌φύσεως ‌κοινωνοὺς ‌ἀπεργαζομένων. ‌ἧς ‌αὐτὸς ‌πληρούμενος ‌ταῖς ‌φωτοχυσίαις ‌καὶ ‌μεταδιδοὺς ‌αὐτῆς ‌τοῖς ‌ἐθέλουσι, ‌τοιούτοις ‌ἀεὶ ‌περιφρουρούμενος ‌καὶ ‌τούτοις ‌ἑπόμενος, ‌ἔρρωσο, ‌ὑπερευχόμενος ‌ἡμῶν ‌τῆς ‌εὐτελείας, ‌ἀρχιεραρχῶν ‌πανοσιώτατε.>> ‌

[p. ‌376A]

48. ‌ ‌ ‌τοῦτο ‌τὸ ‌τίμιον ‌καὶ ‌θεόπνευστον ‌γράμμα ‌ὁ ‌πατριάρχης ‌δεξάμενος ‌καὶ ‌τοῖς ‌βασιλεύουσιν ‌ἐπιδείξας ‌τὰ ‌ἐν ‌αὐτῷ ‌θεόκριτα ‌λογισάμενος, ‌τοὺς ‌εὑκονομάχους ‌ἅπαντας ‌καθαίρει ‌καὶ ‌τοὺς ‌σχίζοντας ‌ἑαυτοὺς ‌διαιρεῖ ‌καὶ ‌εὑρήνην ‌βαθεῖαν ‌τῇ ‌ἐκκλησίᾳ ‌χαρίζεται, ‌οὑακίζων ‌ἐν ‌ταύτῃ ‌θεοχαρίτωτα. ‌ἐξ ‌οὗ ‌δὴ ‌τῶν ‌καθαιρεθέντων ‌οἱ ‌πλείους ‌κατὰ ‌τοῦ ‌σεβασμίου ‌πατρὸς ‌'Ιωαννικίου ‌εὑς ‌γλωσσαλγίαν ‌ἐτράπησαν, ‌ὡς ‌ἀντίθεός ‌ἐστι ‌ταῦτα ‌φρονῶν ‌καὶ ‌ἀντίνομος ‌φάσκοντες. ‌ὅπερ ‌οὐκ ‌ἀγνοῶν ‌ὁ ‌ὄντως ‌ὢν ‌προφητικῆς ‌χάριτος ‌πύρινος ‌στύλος, ‌παρόντος ‌πλήθους ‌ἐν ‌μιᾷ ‌πρὸς ‌αὐτὸν ‌ἀνδρῶν ‌εὐσεβῶν, ‌ἐπισκόπων, ‌λέγω, ‌ἱερέων ‌καὶ ‌μοναχῶν, ‌πνεύματος ‌ἁγίου ‌πλησθεὶς ‌πρὸς ‌αὐτοὺς ‌εἶπεν·; ‌<<ἐπειδή ‌τινες ‌ἀδελφοὶ ‌καὶ ‌πατέρες, ‌ὑδιώτην ‌ὄντα ‌με ‌τὸν ‌ταπεινὸν ‌φθόνῳ ‌νυττόμενοι ‌μὴ ‌ὀρθῶς ‌πιστεύειν ‌θρυλλοῦσι ‌καὶ ‌[B] ‌ὑποπτεύουσιν, ‌εὑς ‌ὑπήκοον ‌ὑμῶν ‌πάντων ‌ἀνακηρύξω ‌τὴν ‌δόξαν ‌μου ‌τὴν ‌περὶ ‌θεόν. ‌θεὸς ‌οὖν ‌ἐστιν ‌ὑπερούσιος ‌οὐσία ‌καὶ ‌ἄκτιστος, ‌ ‌ὡς ‌πασῶν ‌οὐσιῶν ‌αὑτία ‌τε ‌καὶ ‌προαγωγὸς ‌διῃρημένη ‌ἀδιαιρέτως ‌καὶ ‌συνημμένη ‌διῃρημένως, ‌τρισήλιος, ‌τρισυπόστατος ‌ἐν ‌μιᾷ ‌βασιλείᾳ ‌καὶ ‌δόξῃ ‌καὶ ‌κυριότητα ‌ὑπὸ ‌τῆς ‌ἀγγελικῆς ‌φύσεως ‌ἀκαταπαύστως ‌ἀνυμνουμένη. ‌οὐ ‌γὰρ ‌ἅπαξ ‌λέγει ‌τὰ ‌Σεραφὶμ ‌"ἅγιος," ‌ἵνα ‌μὴ ‌ὑουδαϊκὸν ‌ᾖ ‌τὸ ‌φρόνημα, ‌οὐδὲ ‌πάλιν ‌"ἅγιος, ‌ἅγιος" ‌ἵνα ‌μὴ ‌τὴν ‌τῶν ‌'Αρειανῶν ‌ἢ ‌Μακεδονιανῶν ‌ἐπεισαγάγῃ ‌ἀσέβειαν, ‌ἀλλὰ ‌τρίτον ‌"ἅγιος, ‌ἅγιος, ‌ἅγιος ‌κύριος" ‌οὐ ‌"κύριοι," ‌ἀλλὰ ‌"κύριος," ‌ἐπειδὴ ‌μία ‌κυριότης. ‌διό, ‌ὡς ‌πιστεύει ‌τὰ ‌Σεραφίμ, ‌πιστεύω ‌τρισὶν ‌ἐνυποστάτοις ‌ἁγιασμοῖς, ‌μίαν ‌κυριότητα ‌προσκυνῶ ‌καὶ ‌θεότητα, ‌θεὸν ‌τὸν ‌πατέρα, ‌θεὸν ‌τὸν ‌υἱόν, ‌θεὸν ‌τὸ ‌πνεῦμα ‌τὸ ‌ἅγιον, ‌θεὸν ‌ἕκαστον ‌τούτων ‌καθ' ‌ἑαυτὸν ‌νοούμενον ‌καὶ ‌λεγόμενον, ‌διὰ ‌τὴν ‌τρισυπόστατον ‌ὁμοουσιότητα ‌καὶ ‌τὸ ‌ἁπλοῦν ‌τῆς ‌θείας ‌φύσεως ‌καὶ ‌ἀσύνθετον·; ‌καὶ ‌οὐ ‌τρεῖς ‌θεούς, ‌εἷς ‌γὰρ ‌τὰ ‌τρία ‌θεὸς ‌σὺν ‌ἀλλήλοις ‌νοούμενά ‌τε ‌καὶ ‌ἀριθμούμενα, ‌οὐ ‌συντιθέμενα, ‌οὐ ‌συναλειφόμενα ‌διὰ ‌τὸ ‌ταὐτὸν ‌τῆς ‌κινήσεως ‌καὶ ‌τὴν ‌ἐν ‌ἀλλήλαις ‌τῶν ‌ὑποστάσεων ‌ἀσύγχυτον ‌περιχώρησιν ‌καὶ ‌ἀδιαίρετον ‌τῆς ‌[C] ‌τρισυποστάτου ‌θεότητος ‌μοναρχίαν, ‌τοῦ ‌νοῦ ‌χωρίζοντος ‌τὰ ‌ἀχώριστα ‌παράδοξον ‌ἔχοντα ‌καὶ ‌τὴν ‌ ‌διαίρεσιν ‌καὶ ‌τὴν ‌ἕνωσιν. ‌πατὴρ ‌γάρ·; ‌ὁ ‌πατὴρ ‌καὶ ‌ἄναρχος, ‌ἀγέννητος, ‌ἄκτιστος, ‌οὐ ‌γὰρ ‌ἔκ ‌τινος. ‌λόγος ‌καὶ ‌υἱός·; ‌ὁ ‌υἱὸς ‌πρὸ αὑώνων ‌ἀρρεύστως ‌καὶ ‌ἀπαθῶς ‌ὡς ‌ἐκ ‌νοῦ ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌γεννηθείς, ‌ ‌οὐ ‌κτισθεὶς ‌καὶ ‌αὐτὸν ‌ἔχων ‌ἀρχὴν ‌ἄναρχον, ‌οὗ ‌καὶ ‌ὑπάρχει ‌συνάναρχος. ‌πνεῦμα ‌δέ·; ‌πνεῦμα ‌τὸ ‌ἅγιον ‌καὶ ‌συνάναρχον, ‌οὐ ‌γεννητῶς ‌κατὰ ‌τὸν ‌υἱόν, ‌οὐ ‌κτιστῶς, ‌ἀλλ' ‌ἐκπορευτῶς ‌ἐκ ‌πατρὸς ‌προερχόμενον ‌καὶ ‌διὰ ‌υἱοῦ ‌τῷ ‌κοσμῷ ‌φανερωθέν. ‌ὁμολογῶ ‌δὲ ‌τὸν ‌ἕνα ‌τῆς ‌τριάδος ‌υἱὸν ‌τοῦ ‌θεοῦ ‌καὶ ‌θεὸν ‌λόγον ‌δι' ‌ἡμᾶς, ‌ὑπὲρ ‌ἡμᾶς, ‌καθ' ‌ἡμᾶς ‌
[p. ‌377A]καὶ ‌διὰ ‌τὴν ‌ἡμετέραν ‌σωτηρίαν ‌ἐξ ‌ἁγίας ‌παρθένου ‌Μαρίας ‌ἐπ' ‌ἐσχάτων ‌τῶν ‌ἡμερῶν ‌σαρκωθέντα ‌ἀτρέπτως, ‌ἀσυγχύτως, ‌ἀναλλοιώτως, ‌οὐκ ‌οὐράνιον ‌λέγων ‌αὐτοῦ ‌τὴν ‌σάρκα, ‌ὡς ‌ἐξ ‌οὐρανοῦ ‌κατελθοῦσαν, ‌ ‌κατὰ ‌'Απολινάριον ‌καὶ ‌Οὐάλεντα ‌[lege: ‌Οὐαλέντιον?] ‌τοὺς ‌μεμισημένους, ‌οὐκ ‌ἐκ ‌τῶν ‌κοσμικῶν ‌στοιχείων ‌αὖ ‌πάλιν ‌γυναικὸς ‌ἄνευ ‌συνδραμοῦσαν ‌καὶ ‌ἑνωθεῖσαν ‌αὐτῷ ‌κατὰ ‌'Απελλὴν ‌τὸν ‌ἄθεον ‌καὶ ‌βλάσφημον, ‌ἀλλ' ‌ἐκ ‌παρθένου ‌μᾶλλον, ‌οὐ ‌προδιαπλασθέντι ‌ἀνθρώπῳ ‌ἐνῳκηκότα, ‌κἂν ‌ὡς ‌ἐν ‌`ριπῇ, ‌κατὰ ‌τὸν ‌ἀνθρωπολάτρην ‌Νεστώριον. ‌ἅμα ‌γὰρ ‌τῷ ‌ἀσπασμῷ ‌τοῦ ‌Γαβριὴλ ‌πρὸς ‌τὴν ‌παρθένον ‌γυμνὸς ‌καὶ ‌ἁπλοῦς ‌εὑσπηδήσας ‌ὁ ‌λόγος, ‌πατρὸς ‌εὐδοκήσαντος ‌καὶ ‌πνεύματος ‌συνεργήσαντος, ‌τέλειος ‌'Αδὰμ ‌πρωτοδεύτερος ‌ἐν ‌αὐτῇ ‌γεγέννηται ‌ἀθρόον, ‌καὶ ‌οὐ ‌ταῖς ‌κατὰ ‌μικρὸν ‌τῶν ‌μελῶν ‌διαπλάσεσι, ‌κατὰ ‌τὴν ‌συνήθειαν ‌τὴν ‌τῆς ‌φύσεως, ‌καὶ ‌προέρχεται ‌θεὸς ‌σαρκὸς ‌προσλήψει ‌ἐμψυχωμένης ‌καὶ ‌νοερᾶς, ‌υἱὸς ‌θεοῦ ‌κατ' ‌αὐτὸ ‌καὶ ‌υἱὸς ‌γνωριζόμενος ‌τῆς ‌παρθένου. ‌ἀμήτωρ ‌ἄνω ‌ἐκ ‌μόνου ‌πατρός, ‌ἀπάτωρ ‌κάτω ‌ἐκ ‌μόνης ‌μητρός, ‌ὁ ‌φύσει ‌θεότητος ‌τὰ ‌πάντα ‌πληρῶν. ‌διὰ ‌τοῦτο ‌γὰρ ‌καὶ ‌λόγος ‌προσαγορεύεται ‌καθ' ‌ἡμᾶς ‌ὁ ‌ἐκ ‌νοῦ ‌τοῦ ‌πατρός, ‌καθ' ‌ὃ ‌ἔφην, ‌πρὸ ‌αὑώνων ‌[B] ‌γεννηθεὶς ‌ἐνυπόστατος ‌ἀπαθῶς ‌καὶ ‌ἀρρεύστως, ‌τοῦ ‌γεγεννηκότος ‌κατὰ ‌τὴν ‌φύσιν ‌ ‌οὐ ‌διεστώς, ‌εὑ ‌καὶ ‌ὡς ‌ἐντόμῳ ‌παρθενικῇ ‌νηδύϊ ‌ὕστερον ‌ἐγγραφείς, ‌εἶτ' ‌οὖν ‌συντεθείς, ‌κατὰ ‌τὸν ‌`Ησαΐαν, ‌"ἐσωματώθη ‌ὁ ‌ἄϋλος ‌καὶ ‌ὡράθη ‌ὁ ‌ἀόρατος ‌καὶ ‌ἐσπαργανώθη ‌ὁ ‌ἀπερίληπτος ‌καὶ ‌ἔπαθεν ‌ὁ ‌ἀπαθὴς ‌καὶ ‌νενέκρωται ‌ἡ ‌ζωὴ ‌καὶ ‌ἀνέστη ‌ὁ ‌μὴ ‌πεσὼν ‌καὶ ‌ἀνελήφθη ‌ὁ ‌πάντα ‌πληρῶν." ‌ὅθεν ‌κυρίως ‌καὶ ‌ἀληθῶς ‌Θεοτόκον ‌τὴν ‌αὐτὸν ‌τεκοῦσαν ‌ἀνακηρύττω, ‌τὰς ‌αὐτῆς ‌πρὸς ‌τὸν ‌υἱὸν ‌αὐτῆς ‌πρεσβείας, ‌ἀγγέλων ‌τε ‌καὶ ‌πάντων ‌ἁγίων ‌ἐπικαλούμενος ‌καὶ ‌τὰ ‌αὐτῶν ‌πιστῶς ‌τίμια ‌λείψανα ‌ἀσπαζόμενος ‌πρὸς ‌τούτοις ‌καὶ ‌τὴν ‌ἐν ‌γραφῇ ‌Χριστοῦ ‌μορφὴν ‌προσπτυσσόμενος ‌κατὰ ‌τὴν ‌τῶν ‌ἀποστόλων ‌παράδοσιν ‌καὶ ‌τοῦ ‌πρώτου ‌ἐν ‌βασιλεῦσι ‌χριστιανῶν ‌Κωνσταντίνου ‌σὺν ‌τῷ ‌τύπῳ ‌τοῦ ‌σταυροῦ ‌ἀναστήλωσιν ‌καὶ ‌τῆς ‌τοιαύτης ‌παραδόσεως ‌ἐπικύρωσιν ‌πᾶσαν ‌ἐκτρέπομαι ‌αἵρεσιν ‌κατ' ‌ἐκεῖνον. ‌διὰ ‌γὰρ ‌τῆς ‌εὑκονικῆς ‌ὕλης, ‌χρυσοῦ, ‌φημί, ‌ἀργύρων ‌ἢ ‌χρωμάτων ‌ὕλην ‌ἀτρέπτως ‌γενέσθαι ‌ ‌πᾶσιν ‌ἐπιδεικνύει ‌τὸν ‌ἄϋλον ‌τοὺς ‌Φαντασιαστὰς ‌ἀπωθούμενος ‌διὰ ‌πάσης ‌ἐλθεῖν ‌ἡλικίας ‌τὸν ‌σαρκωθέντα ‌λόγον ‌καὶ ‌πρὸς ‌αὐτῷ ‌τῆς ‌οὑκονομίας ‌τῷ ‌τέλει ‌τρίπηχυν ‌καθ'ἡμᾶς ‌ὁραθέντα ‌τε ‌καὶ ‌ἀναληφθέντα ‌καὶ ‌[C] ‌ἐπὶ ‌τοῦ ‌θρόνου ‌κηρύττει ‌τοὺς ‌'Ιουδαιόφρονας ‌καὶ ‌λήρους ‌'Οσσαίους, ‌Σαμψαίους, ‌'Ελκεσαίους ‌καὶ ‌τοὺς ‌βδελυρίτους ‌'Οφίτας ‌ἀποτρεπόμενος. ‌οἱ ‌μὲν ‌γὰρ ‌Χριστόν ‌τινα ‌ὑπερμεγέθη ‌τῇ ‌ἡλικίᾳ ‌ἐτερατεύοντο, ‌ἤγουν ‌μιλίων ‌ἐνενήκοντα ‌ἓξ ‌ὄντα ‌τὸ ‌ὕψος ‌καὶ ‌εἴκοσι ‌τεσσάρων ‌τὸ ‌πλάτος ‌καὶ ‌τὴν ‌λοιπὴν ‌ἔχοντα ‌διαγραφὴν ‌τῶν ‌μελῶν ‌ὑπεράνθρωπον. ‌οἱ ‌δὲ ‌Χριστὸν ‌τὸν ‌ὄφιν ‌ἐκάλουν ‌καὶ ‌ὀφιοειδῆ ‌τὸν ‌Χριστὸν ‌ὑπελάμβανον. ‌διὰ ‌δὲ ‌τοῦ ‌ἑαυτὸν ‌συνεγγράφειν ‌καὶ ‌συνεικονίζειν ‌ἐν ‌τοῖς ‌νομίσμασι ‌τὸν ‌Χριστόν, ‌βασιλέα ‌αὐτὸν ‌βασιλευόντων ‌καὶ ‌κύριον ‌κυρίων ‌δηλοῖ, ‌καὶ ‌παρ' ‌αὐτοῦ ‌λαβεῖν ‌τὴν ‌ἐπὶ ‌γῆς ‌βασιλείαν ‌ὁμολογεῖν, ‌τοποτηρητήν ‌τε ‌αὐτῷ ‌ταύτην ‌ὑπὲρ ‌εὐσεβείας ‌καὶ ‌θείων ‌ἐντολῶν ‌ἐκδικίας ‌μηνύει, ‌πᾶσαν ‌σύγχυσιν ‌ἐν ‌ταὐτῷ ‌τῶν ‌αἱρετιζόντων ‌καὶ ‌τὴν ‌διαίρεσιν ‌ἐκμειῶν. ‌ὡς ‌γὰρ ‌αὐτὸς ‌ὁ ‌μέγας ‌ἄναξ Κωνσταντῖνος ‌καὶ ‌πρῶτος ‌ἐν ‌τῷ ‌εὑκονίζεσθαι ‌ ‌σωματικῶς, ‌ὡς ‌ἔφην, ‌ἐν ‌τοῖς ‌νομίσμασι ‌σὺν ‌Χριστῷ, ‌οὐ ‌περιεγράφετο, ‌οὐ ‌διῃρεῖτο ‌κατὰ ‌ψυχὴν ‌ἢ ‌[p. ‌378A]νενέκρωτο, ‌ἀλλὰ ‌ἐν ‌τῇ ‌ὑδίᾳ ‌εὑκόνι ‌ὁρώμενος ‌ὡς ‌βασιλεὺς ‌καὶ ‌τιμώμενος ‌κατὰ ‌τὴν ‌φύσιν ‌διέμεινεν ‌ἀναλλοίωτος ‌τὴν ‌οὑκείαν, ‌ἀδιαίρετος ‌καὶ ‌ἀπερίγραπτος, ‌καὶ ‌Χριστὸν ‌ὡσαύτως ‌αὐτῷ ‌τῷ ‌ἔργῳ ‌προσβεβαιοῖ ‌ἀπεριγράπτως ‌γραφόμενον ‌καὶ ‌ἀσχηματίστως ‌σχηματιζόμενον, ‌ἐλέγχων ‌ἐν ‌τούτῳ ‌τοὺς ‌χριστιανοκατηγόρους ‌ἀντιχρίστους ‌εὑκονομάχους ‌ὑπὸ ‌τοῦ ‌παμβασιλέως ‌Χριστοῦ ‌οὐκ ‌ἀνεχομένους ‌τοῦ ‌βασιλεύεσθαι, ‌ἀλλὰ ‌τῷ ‌ἀντιχρίστῳ ‌ὑποκειμένους ‌ὡς ‌βασιλεῖ ‌αὐτῷ, ‌καὶ ‌αὐτῷ ‌τὴν ‌βασιλείαν ‌προετοιμάζοντας. ‌οὗ ‌καὶ ‌τὴν ‌σφραγῖδα ‌ποθοῦντες ‌προσδέξασθαί ‌τε ‌καὶ ‌ἐλπίζοντες ‌τὸν ‌χαρακτῆρα ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ ‌οὐ ‌προσδέχονται, ‌οὐδὲ ‌τὸν ‌συναναστειλωθέντα ‌αὐτῷ ‌σταυρὸν ‌ὡς ‌σκῆπτρον ‌βασιλικὸν ‌προσπτύσσονται, ‌κἂν ‌οὐ ‌λέγωσιν, ‌ἀλλ' ‌ὡς ‌ἀναιρέτην ‌Χριστοῦ ‌οἱ ‌ἐχθροὶ ‌Χριστοῦ ‌περιχαρῶς ‌κατασπάζονται. ‌ὧν ‌τῆς ‌ἐπαράτου ‌μερίδος ‌ἐγώ ‌τε ‌καὶ ‌ὑμεῖς ‌λυτρωθείημεν ‌καὶ ‌πᾶς ‌ὁ ‌εὑς ‌Χριστὸν ‌ἐλπίζων ‌θεόδημος.>> ‌ταῦτα ‌ἀκηκοότες ‌οἱ ‌πρὸς ‌αὐτὸν ‌ἀνεληλυθότες ‌τὴν ‌θεοσοφίαν ‌αὐτοῦ ‌θαυμάσαντες ‌καὶ ‌διόρασιν, ‌πίπτουσι ‌αὐτοῦ ‌πιστῶς ‌πρὸς ‌τοὺς ‌πόδας ‌καὶ ‌λέγουσιν·; ‌<<ἐστήριξας ‌ἡμῶν ‌τὰς ‌ψυχάς, ‌πάτερ, ‌ἐν ‌εὐσεβείᾳ, ‌[B] ‌ἐφανέρωσας ‌ἡμῶν ‌τῶν ‌περὶ ‌σοῦ ‌λογισμῶν ‌κρυπτομένων ‌τὰ ‌ἄρρητα, ‌λοιπὸν ‌ἐφοδίασον ‌ἡμᾶς ‌εὐχαῖς ‌σου ‌τῆς ‌πρὸς ‌ζωὴν ‌καὶ ‌σωτηρίαν ‌ἀγούσης ‌ὁδοῦ ‌μὴ ‌ἐκτρέπεσθαι.>> ‌ὁ ‌δὲ ‌πατὴρ ‌εὐξάμενος ‌αὐτοὺς ‌καταπεπληγμένους ‌ἀπέστειλεν ‌εὑς ‌τὰ ‌ἴδια.

49. ‌ ‌ ‌γενομένης ‌οὖν ‌τότε ‌Θεοῦ ‌χάριτι ‌τῆς ‌ὀρθοδοξίας, ‌ὡς ‌προδεδήλωται, ‌τὰς ‌ἐν ‌τῷ ‌Λισῷ ‌κτισθείσας ‌ὑπ' ‌αὐτοῦ ‌ἐκκλησίας ‌ἐπὶ ‌τοῦ ‌Λέοντος ‌ὁ ‌πατὴρ ‌ἐπιτρέπει ‌ἐγκαινισθῆναι ‌καὶ ‌τὰ ‌πρὸς ‌ἁπαρτισμὸν ‌τοῦ ‌ἐγκαινισμοῦ ‌ἀποστέλλει. ‌τῶν ‌δὲ ‌θεοχαριτώτων ‌ἐγκαινίων ‌ἤδη ‌ἐκεῖσε ‌τῶν ‌ἱερῶν ‌εὐκτηρίων ‌ἐκτελουμένων, ‌οἱ ‌ἐκ ‌πνευμάτων ‌τότε ‌ἐνεργούμενοι ‌ἀκαθάρτων ‌παραγενέσθαι ‌αὐτοῦ ‌πνευματικῶς ‌τὸν ‌ἅγιον ‌'Ιωαννίκιον ‌καὶ ‌μαστίζειν ‌αὐτοὺς ‌ὠλοφύροντο. ‌ὅθεν ‌μετὰ ‌ταῦτα ‌οἱ ‌τῶν ‌ἐγκαινισθέντων ‌εὐκτηρίων ‌καὶ ‌μοναστηρίων ‌ἡγούμενοι, ‌τοῦ ‌ἁγίου ‌Εὐσταθίου, ‌φημί, ‌καὶ ‌τῆς ‌Θεοτόκου, ‌ἄμφω ‌ὀνομαζόμενοι ‌Μάκαρες, ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἐλθόντες ‌ἀκούουσι ‌παρ' ‌αὐτοῦ ‌τὰ ‌ἐν ‌τῇ ‌ἑορτῇ ‌τοῦ ‌ἐγκαινισμοῦ ‌συμβάντα ‌ἀπαραλείπτως, ‌τὴν ‌τῶν ‌πραγμάτων, ‌λέγω, ‌διοίκησιν, ‌τὴν ‌τῆς ‌ἐλεημοσύνης ‌μετάδοσιν, ‌τὴν ‌τῶν ‌ἐνεργουμένων ‌πυρπόλησιν. ‌καὶ ‌θάμβους ‌πληροῦνται ‌ἐξαισίου, ‌ὑπομνησθέντες ‌τὴν ‌τῆς ‌πνευματικῆς ‌παρουσίας ‌ὑπὸ ‌τῶν ‌ἐνεργουμένων ‌τοῦ ‌πατρὸς ‌[C] ‌ἀνακήρυξιν. ‌ὧν ‌ἔτι ‌τῷ ‌πατρὶ ‌συγκαθεζομένων, ‌ὁ ‌εἷς ‌αὐτῶν ‌τοιαῦτα ‌ὁρῶν ‌κατ' ‌ὑδίαν ‌ἀνέστρεφεν. ‌ὡσεὶ ‌καὶ ‌ἄκρᾳ ‌ἀσκήσει ‌ἐν ‌βαθεῖ ‌γήρᾳ ‌πιέζει ‌αὐτοῦ ‌ὁ ‌πατὴρ ‌τὸ ‌σαρκίον, ‌νόσος ‌δὲ ‌αὐτὸν ‌πολυήμερος ‌περιέσχεν ‌καὶ ‌βαρεῖα, ‌ὥσπερ ‌ἠκούομεν, ‌ἀλλ' ‌ἔτι ‌αὐτοῦ ‌πολύσαρκον ‌τὸ ‌σῶμα ‌ἐκ ‌τῆς ‌ἐπάρσεως ‌τῶν ‌κνημῶν ‌ὑποπτεύεται. ‌ᾧ ‌καὶ ‌λογιζομένῳ ‌ταῦτα, ‌φησὶν ‌εὐθὺς ‌ὁ ‌μακάριος·; ‌<<οὐχ ‌ὡς ‌σὺ ‌νομίζεις, ‌ἀδελφὲ ‌Μάκαρ, ‌σαρκῶν ‌ἐστι ‌πλῆθος ‌ὅπερ ‌ὁρᾷς ‌τὸ ‌τῶν ‌κνημῶν ‌μου ‌ἔπαρμα ‌καὶ ‌ἀνεύρυσμα, ‌ἀλλ' ‌ἐκ ‌πνεύματος ‌στομάχου ‌κακοσιτίας.>> ‌ὅθεν ‌ἀκούσας ‌ὁ ‌Μάκαρ ‌τὰ ‌κατὰ ‌διάνοιαν ‌αὐτῷ ‌μελετώμενα ‌θριαμβευόμενα ‌ἔπτηξε ‌καὶ ‌μετάνοιαν ‌βαλὼν ‌τὴν ‌τῶν ‌λογισθέντων ‌ᾔτει ‌συγχώρησιν. ‌

50. ‌ ‌ ‌πολέμου ‌δὲ ‌κατ' ‌ἐκείνῳ ‌καιρῷ ‌τῶν ‌χριστιανῶν ‌πρὸς ‌τοὺς ‌'Ισμαηλίτας ‌συγκροτηθέντος, ‌παρελήφθησαν ‌αὐτοῖς ‌οὐκ ‌ὀλίγοι ‌τῶν ‌`Ρωμαίων. ‌ὅτε ‌καὶ ‌ἑνός ‌τινος ‌συμπαραληφθέντος ‌ἐκείνοις ‌ἐκ ‌κώμης ὁρμωμένου ‌τοῦ ‌῎Ελους, ‌οἱ ‌ἴδιοι ‌θρηνῳδοῦντες ‌
[p. ‌379A]ἀνέρχονται ‌πρὸς ‌τὸν ‌ὅσιον ‌καὶ ‌μάλιστα ‌ἀκηκοότες ‌τὸν ‌πατρίκιον ‌καὶ ‌σακελλάριον ‌Λέοντα ‌μέλλοντα ‌καὶ ‌αὐτὸν ‌χάριν ‌εὐχῆς ‌ἀνιέναι ‌πρὸς ‌τοῦτον ‌παρακαλέσαι ‌δοῦναι ‌αὐτοῖς ‌Σαρακηνὸν ‌ἀντ' ‌αὑχμάλωτον, ‌ὅπως ‌ἀντικαταλλάξαντες ‌αὐτὸν ‌τὸν ‌ἴδιον ‌τῆς ‌αὑχμαλωσίας ‌ἀπολυτρώσωνται. ‌τοῦ ‌δὲ ‌πατρικίου ‌ἀνεληλυθότος ‌καὶ ‌μετ' ‌εὐχὴν ‌τῷ ‌πατρὶ ‌συγκαθίσαντος, ‌τοῦ ‌δεομένου ‌ἱσταμένου ‌ἀπέναντι ‌αὐτῶν, ‌ψυχωφελέσι ‌λόγοις ‌πρὸς ‌αὐτὸν ‌μᾶλλον ‌ἐσχόλασεν, ‌τὰ ‌περὶ ‌τοῦ ‌αὑχμαλώτου ‌ἐκουσίως ‌ἀμνημονήσας. ‌εἶτα ‌ἐκεῖθεν ‌τοῦ ‌σακελλαρίου ‌ἀπολυθέντος, ‌ὁ ‌ἱκέτης ‌καὶ ‌συγγενὴς ‌τοῦ ‌αὑχμαλωτισθέντος ‌ ‌περιλυπούμενος ‌κατὰ ‌νοῦν ‌ἐκακηγόρει ‌τὸν ‌ἅγιον ‌μὴ ‌γνωρίσαντα ‌τὴν ‌παράκλησιν ‌αὐτοῦ ‌τῷ ‌σακελλαρίῳ. ‌ὃ ‌ὁ ‌πατὴρ ‌διὰ ‌τοῦ ‌θείου ‌πνεύματος ‌ἐπιγνοὺς ‌πραείᾳ ‌φωνῇ ‌τούτῳ ‌ἐμβλέψας ‌εἶπεν·; ‌<<μὴ ‌λυποῦ, ‌ἀδελφέ, ‌κατ' ‌ἐμοῦ ‌τῷ ‌μὴ ‌ἀναθέσθαι ‌με ‌τὴν ‌αἴτησίν ‌σου ‌ἀνθρώπῳ·; ‌ἐπὶ ‌θεὸν ‌μᾶλλον ‌ἢ ‌ἐπ' ‌ἄνθρωπον ‌χρὴ ‌τὴν ‌πεποίθησιν ‌ἔχειν. ‌τίς ‌γὰρ ‌ἤλπισεν ‌ἐπ' ‌αὐτὸν ‌καὶ ‌ᾐσχύνθη; ‌ἔλπιζε ‌οὖν ‌καὶ ‌θάρσει ‌λοιπὸν ‌καὶ ‌τῆς ‌αὑτήσεώς ‌σου ‌ἐκ ‌θεοῦ ‌ἐπιτεύξῃ.>> ‌τοιούτοις ‌λόγοις ‌πραῢνας ‌αὐτοῦ ‌τὸν ‌νοῦν ‌καὶ ‌τὴν ‌λύπην ‌κατακοιμήσας, ‌τῇ ‌νυκτὶ ‌ἐκείνῃ ‌ἐν ‌τῇ ‌αὑχμαλωσίᾳ ‌ ‌[B] ‌καὶ ‌τοῖς ‌δεσμοῖς, ‌οἷς ‌κατείχετο ‌ὁ ‌αὑχμάλωτος, ‌ἐπιφανεὶς ‌ὁ ‌μακάριος ‌ἑνὶ ‌τῶν ‌γνωρίμων ‌αὐτοῦ ‌καὶ ‌συναιχμαλώτων ‌ἔφη·; ‌<<ἀναστάς, ‌ὦ ‌σύ, ‌ἐπιλαβόμενος ‌τὸν ‌συναιχμάλωτόν ‌σου ‌καὶ ‌γνώριμόν ‌μοι ‌Εὐάνδριον, ‌ἀκολουθεῖτέ ‌μοι ‌προπορευομένῳ. ‌εὑ ‌δὲ ‌ἐρωτήσειεν ‌τίς ‌ὁ ‌ὀφθείς ‌σοι, ‌"'Ιωαννίκιος" ‌ἐρεῖς ‌αὐτῷ ‌"ὁ ‌ταπεινὸς ‌καὶ ‌ταλαίπωρος.">> ‌τοῦ ‌δὲ ‌παρ' ‌αὐτὰ ‌τὰ ‌τῆς ‌ὀπτασίας ‌εὑρηκότος ‌τῷ ‌Εὐανδρίῳ ‌συνδεσμουμένῳ, ‌τὸ ‌θεόληπτον ‌αὐτὸς ‌οὐκ ‌ἀγνοῶν,τοῦ ‌τρισοσίου ‌θαρρήσας ‌τῇ ‌ὀπτασίᾳ, ‌τῷ ‌πνεύματι ‌πιστεύσας ‌ἀνεζωπύρησεν. ‌ὧν ‌ἀναστάντων ‌ἔπεσον ‌ἀπὸ ‌τῶν ‌χειρῶν ‌καὶ ‌ποδῶν ‌αὐτῶν ‌πᾶσαι ‌αἱ ‌ἁλύσεις ‌καὶ ‌τὰ ‌δεσμά, ‌καὶ ‌ἠνοίγησαν ‌τοῦ ‌δεσμωτηρίου ‌αἱ ‌πύλαι, ‌τοῦ ‌ἁγίου ‌αὐτοῖς ‌δῆλον ‌ὅτι, ‌προπορευομένου ‌καθορωμένου, ‌τοὺς ‌φύλακας ‌νεκροῦντος ‌καὶ ‌ἐκ ‌ποδῶν ‌ποιοῦντος ‌ ‌πάντα ‌τὰ ‌σκάνδαλα ‌καὶ ‌ποτὲ ‌μὲν ‌βλεπομένου, ‌ποτὲ ‌δὲ ‌τῶν ‌ὀφθαλμῶν ‌αὐτῶν ‌ἀποκρυπτομένου. ‌ὅθεν ‌κατὰ ‌πάροδον ‌προβαίνοντες ‌εὑρίσκουσι ‌ποιμένας ‌Σαρακηνῶν ‌ποιμαίνοντας ‌ἔν ‌τινι ‌τόπῳ, ‌συνεπισυρομένους ‌φοβεροὺς ‌κύνας. ‌οἳ ‌καὶ ‌ὑδόντες ‌αὐτοὺς ‌θρασέως ‌ἠλάλαζον ‌κατατρέχοντες, ‌ἀλλ' ‌ἐπιφανεὶς ‌ὁ ‌μακάριος ‌τότε ‌τοὺς ‌μὲν ‌κύνας ‌εὐθὺς ‌καταδικάζει ‌σιγῇ, ‌τοὺς ‌ποιμένας ‌δὲ ‌περιβάλλει ‌ἀχλύϊ ‌τοῦ ‌μὴ ‌ὑδεῖν ‌αὐτοὺς, ‌κἀκείνους ‌ἀφόβως ‌[C] ‌ὁδεύειν ‌παραθαρσύνει, ‌αὖθις ‌τῶν ‌ὀφθαλμῶν ‌αὐτῶν ‌ἀποπτάς. ‌ἐλθόντες ‌δὲ ‌κατὰ ‌μικρὸν ‌εὑς ‌τὰ ‌ἴδια ‌πρὸς ‌τὸν ‌ἅγιον ‌θεράποντα ‌Χριστοῦ ‌ἀνῆλθον ‌'Ιωαννίκιον, ‌εὐχαριστοῦντες ‌αὐτῷ ‌ὡς ‌σωτηρίας ‌αὑτίῳ ‌καὶ ‌τῆς ‌ἀπολυτρώσεως ‌αὐτῶν ‌παραδοξοποιὸν ‌μετὰ ‌κύριον ‌καὶ ‌πᾶσιν ‌αὐτὸν ‌μεγαλοφώνως ‌ἀνακηρύττοντες.

51. ‌ ‌ ‌τῷ ‌πεντηκοστῷ ‌δὲ ‌αὐτοῦ ‌τῆς ‌ἀσκήσεως ‌χρόνῳ ‌καὶ ‌ἐνενηκοστῷ ‌δευτέρῳ ‌τῆς ‌ἕως ‌τότε ‌ζωῆς ‌αὐτοῦ, ‌ὡς ‌ἀπὸ ‌τῶν ‌ἁγίων ‌δύο ‌γερόντων ‌ἐν ‌Κόρακος ‌Κεφαλῇ ‌κατ' ‌ἀρχὰς ‌ὁ ‌πατὴρ ‌ἐχρησμῳδοτήθη, ‌ἐν ‌μεγίστῳ ‌πειρασμῷ ‌περιέπεσεν. ‌'Επιφάνιος ‌γάρ ‌τις ‌ὀνομαζόμενος, ‌μοναχὸς ‌ὑπεράνω ‌τῆς ‌μονῆς ‌Βαλεοῦ ‌[lege: ‌Βαλαίου], ‌ἐν ‌τόπῳ ‌προσαγορευομένῳ ‌Κοχλίᾳ ‌καθεζόμενος ‌ἐν ‌κελλίῳ, ‌φθόνον ‌πικρὸν ‌ὠδινήσας ‌ἐν ‌διανοίᾳ, ‌ἐζηλοτύπει ‌τὸν ‌ὅσιον ‌κακηγορῶν ‌αὐτὸν ‌καὶ ‌σκώπτων. ‌ἑώρα ‌γὰρ ‌πολλοὺς ‌καθ' ‌ἑκάστην ‌σωματικῆς ‌χάριν ‌ὑάσεως ‌καὶ ‌ψυχικῆς ‌ὠφελείας ‌πρὸς ‌τούτῳ ‌πιστῶς ‌ἀνατρέχοντας. ‌ὅστις ‌εὑς ‌τόκον ‌τὴν ‌πικρὰν ‌ὠδῖνα ‌ἄγειν ‌σπουδάζων, ‌ἀθροίζει ‌τινὰς ‌εὑς ‌συνεργίαν ‌αὐτοῦ ‌κακοδαίμονας. ‌οἳ ‌καὶ ‌παράνομον ‌συμβουλίαν ‌
[p. ‌380A]ποιησάμενοι, ‌τὴν ‌θύραν ‌τῆς ‌κέλλης ‌αὐτοῦ ‌προσδεσμήσαντες ‌τὸ ‌πλησιάζον ‌ἄλσος ‌ἐνέπρησαν, ‌ὅπως ‌αὐτὸν ‌τὸ ‌πῦρ ‌ἐλθὸν ‌ἔνδον ‌κατακαύσῃ ‌καὶ ‌ἀφανίσῃ. ‌ἀλλ' ‌ἡ ‌τοῦ ‌φιλανθρώπου ‌θεοῦ ‌χάρις ‌διαναστήσασα ‌καὶ ‌νευρώσασα ‌τοῦτον ‌ἀποκαλύπτει ‌τῆς ‌κέλλης ‌ὑπεξελθεῖν. ‌ὃς ‌εὑρηκὼς ‌τὴν ‌κέλλαν ‌προσδεδεμένην, ‌εὐχῇ ‌καὶ ‌χειρὶ ‌τὸν ‌δεσμὸν ‌διαρρήξας ‌πρὸς ‌τοὺς ‌ἐπιβουλεύοντας ‌ἔξεισιν. ‌ὡς ‌δὲ ‌ἠστόχησαν ‌αὐτῶν ‌τῆς ‌κακοβουλίας ‌ἐκείνης ‌οἱ ‌δείλαιοι ‌ὕβρεσιν ‌αὐτὸν ‌καὶ ‌κακολογίαις ‌οὐ ‌ταῖς ‌τυχούσαις ‌ὑπέβαλλον. ‌ὁ ‌δέ, ‌ὡς ‌πρόβατον ‌ἄκακον ‌τῆς ‌ἀγέλης ‌Χριστοῦ ‌τοῦ ‌πράου ‌ὄντως ‌καὶ ‌ταπεινοῦ ‌ὑπάρχον, ‌πραέως ‌αὐτοῖς ‌ὡμίλει ‌καὶ ‌συνελάλει. ‌πλάνος ‌γὰρ ‌καὶ ‌ἀμετανόητος ‌καὶ ‌πάσης ‌κακίας ‌ἐργάτης ‌ὀνομαζόμενος ‌ὑπ' ‌αὐτῶν, ‌ἔφη ‌αὐτοῖς·; ‌<<ἀδελφοί ‌μου ‌καὶ ‌πατέρες, ‌ἀληθῶς ‌ἁμαρτωλός ‌εὑμι, ‌ὡς ‌φατέ, ‌καὶ ‌ταλαίπωρος, ‌ἀλλ' ‌ἔστιν ‌μετάνοια.>> ‌οἱ ‌δὲ ‌λέγουσιν·; ‌<<ναί, ‌μετάνοιά ‌ἐστιν, ‌ἀλλ' ‌αὐτὸς ‌ὅλως ‌διατελεῖς ‌ἀδιόρθωτος.>> ‌καὶ ‌εὐθὺς ‌σὺν ‌τῷ ‌λόγῳ ‌ὁ ‌'Επιφάνιος ‌ἥνπερ ‌κατεῖχε ‌`ράβδον ‌ξυλίνην ‌πρὸς ‌τὸ ‌τέλος ‌αὐτῆς ‌ὀξὺ ‌σίδηρον ‌ἔχουσαν ‌εὑς ‌τὴν ‌τοῦ ‌πατρὸς ‌κοιλίαν ‌ἐπέστησεν, ‌εὑ ‌καὶ ‌οὐ ‌συνήργησεν ‌αὐτῷ ‌πρὸς ‌ἀναίρεσιν. ‌ὁ ‌δὲ ‌πατήρ, ‌κατὰ ‌τὸν ‌τοῦ ‌Χριστοῦ ‌[B] ‌λόγον, ‌εὑς ‌ἄκραν ‌παιδοπρεπῆ ‌ἀκακίας ‌αὐξήσας, ‌ὡς ‌μηδὲν ‌πεπονθώς, ‌τῷ ‌ἑνὶ ‌αὐτῶν ‌ἀμνησικάκως ‌λέγει·; ‌<<εἴσελθε, ‌ἀββᾶ ‌Μάκαρ, ‌ἐν ‌τῷ ‌κελλίῳ, ‌καὶ ‌ὅπερ ‌ἂν ‌εὕρῃς ‌βρῶμα ‌ἢ ‌πόμα ‌ἐξάγαγε, ‌ὅπως ‌λάβωμεν ‌ἀγάπην ‌σὺν ‌τοῖς ‌πατράσι.>> ‌πρὸς ‌τούτῳ ‌δὲ ‌ζέοντας ‌αὐτοὺς ‌τῷ ‌θυμῷ ‌καὶ ‌μὴ ‌εἴξαντας ‌<<δεῦτε>> ‌λέγει ‌<<κἂν ‌ἑαυτοὺς ‌καὶ ‌ἀλλήλους ‌κατασπασώμεθα.>> ‌καὶ ‌οἱ ‌μὲν ‌λοιποὶ ‌ἀσπασάμενοι ‌αὐτὸν ‌ὑπεχώρησαν, ‌ὁ ‌δὲ ‌'Επιφάνιος ‌ἐπέμενεν ‌ἀκατάλλακτος. ‌

52. ‌ ‌εὑς ‌βαθὺ ‌δὲ ‌γῆρας ‌ἐλάσας, ‌καὶ ‌ἀδυναμίᾳ ‌ἄκρᾳ ‌κατασχεθείς, ‌ὁ ‌μακάριος ‌πρὸς ‌τὴν ‌'Αντιδίου ‌μονὴν ‌συγκαταβαίνει ‌καὶ ‌ἐν ‌αὐτῇ ‌κατασκευάσας ‌κελλίον ‌ἐφησυχάζει. ‌ὅθεν ‌ἐν ‌μιᾷ ‌ἐξελθὼν ‌ἐκεῖθεν ‌κυρτοβατῶν ‌καὶ ‌στιχολογῶν ‌ἀνθυποστρέφων ‌ἤδη, ‌τοῦ ‌ὑπουργοῦ ‌αὐτοῦ ‌Θεοφίλου ‌συνεπομένου, ‌ὁρᾷ ‌τινας ‌ἀδελφοὺς ‌καὶ ‌πλείστους ‌πτωχοὺς ‌πρὸς ‌αὐτὸν ‌ἀνεληλυθότας, ‌καὶ ‌εὐξάμενος ‌δι' ‌αὐτῶν ‌διῆλθεν ‌οὐ ‌καθορώμενος. ‌Οὓς ‌καὶ ‌οὑκτείρας ‌ἀπέστειλε ‌κατὰ ‌τὸ ‌δυνατὸν ‌εὐλογίαν. ‌οἱ ‌δὲ ‌λέγουσι ‌τῷ ‌Θεοφίλῳ·; ‌<<εἴθε ‌ἦμεν ‌ἄξιοι ‌τοῦ ‌τιμίου ‌πατρὸς ‌τὸν ‌χαρακτῆρα ‌θεάσασθαι.>> ‌καὶ ‌ὁ ‌Θεόφιλος ‌ἔφη·; ‌<<ὃν ‌ἑωράκατε ‌σὺν ‌ἐμοί, ‌ἀδελφοί, ‌πρὸ ‌μικροῦ ‌ἐνώπιον ‌ὑμῶν ‌διερχόμενον, ‌ἐκεῖνός ‌ἐστιν, ‌ὅνπερ ‌ἐπιζητεῖτε ‌θεάσασθαι.>> ‌οἱ ‌δὲ ‌ὅρκοις ‌αὐτὸν ‌ἐπληροφόρουν ‌μόνον ‌αὐτὸν ‌τότε ‌ὑδεῖν ‌[C] ‌καὶ ‌οὐχ ‌ἕτερον. ‌

[p. ‌381C]

53. ‌ ‌τῷ ‌οὖν ‌πέμπτῳ ‌ἔτει ‌τῆς ‌εὐσεβοῦς ‌βασιλείας ‌Μιχαὴλ ‌καὶ ‌Θεοδώρας, ‌τετάρτῳ ‌δὲ ‌τῆς ‌ὀρθοδοξίας, ‌ἐνενηκοστῷ ‌δὲ ‌τετάρτῳ ‌τῆς ‌τοῦ ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου ‌ζωῆς, ‌πεντηκοστῷ ‌δὲ ‌δευτέρῳ ‌τῆς ‌ἐκ ‌τοῦ ‌κόσμου ‌ἀναχωρήσεως ‌καὶ ‌ἑξακισχιλιοστῷ ‌τριακοσιοστῷ ‌πεντηκοστῷ ‌πέμπτῳ ‌ἀπὸ ‌κτίσεως ‌κόσμου, ‌δεκάτῃ ‌ὑνδικτιῶνι ‌καὶ ‌μηνὶ ‌νοεμβρίῳ ‌πρώτῃ, ‌ὁ ‌ὄντως ‌θεοφόρος ‌ἐν ‌ἱεράρχαις ‌Μεθόδιος ‌τὴν ‌ἐκ ‌τοῦ ‌σώματος ‌ἀνάλυσιν ‌τοῦ ‌ἁγίου ‌προθεωρήσας ‌τῷ ‌πνεύματι, ‌
[p. ‌382A]ἔξεισι ‌πρὸς ‌αὐτόν, ‌καὶ ‌εὑς ‌τὴν ‌'Αντιδίου ‌ἀνατρέχει ‌μονήν, ‌ἐν ‌ᾗ ‌ὑπῆρχε ‌τὸ ‌τηνικαῦτα ‌ἐνδιαιτώμενος ‌ὁ ‌ὅσιος. ‌ᾧ ‌προσυπαντήσας ‌καὶ ‌φιλήματι ‌ἁγίῳ ‌ὁ ‌μακαρίτης ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌κατασπασάμενος ‌ἔφησε ‌τῷ ‌πατριάρχῃ·; ‌<<τοῦ ‌πρώτου ‌δεσπότου ‌καὶ ‌μεγάλου ‌ἀρχιερέως ‌Χριστοῦ ‌ὡς ‌τύπος ‌καὶ ‌εὑκὼν ‌ἀπαράγραπτος ‌ἐν ‌τοῖς ‌λοιποῖς ‌ἀγαθοῖς πέλων ‌καὶ ‌τῇ ‌ταπεινώσει ‌σου ‌ἔδειξας ‌πᾶσι ‌τῆς ‌συγκαταβάσεως ‌τὴν ‌ἀκρότητα ‌πρὸς ‌ἡμᾶς ‌τοὺς ‌εὐτελεῖς ‌καὶ ‌ἐλαχίστους ‌παραγενόμενος ‌τῇ ‌ἀγγελοειδεῖ ‌καὶ ‌ἁγιοπρεπεῖ ‌παρουσίᾳ ‌σου, ‌τὴν ‌ἐκ ‌τοῦδε ‌τοῦ ‌δυστήνου ‌σαρκίου ‌τῆς ‌ταπεινῆς ‌μου ‌ψυχῆς ‌αὑνιξάμενος, ‌ὥς ‌μοι ‌δεδήλωται. ‌ἀλλ' ‌ἐπεί ‌τινες ‌τῶν ‌αἱρετικῶν ‌καὶ ‌σχισματικῶν ‌εὑς ‌οὐρανὸν ‌τὸ ‌στόμα ‌αὐτῶν ‌ἄραντες, ‌κατὰ ‌τοῦ ‌κυρίου ‌τὴν ‌γλῶσσαν ‌εὑς ‌τὴν ‌κατὰ ‌σοῦ ‌τοῦ ‌χριστοῦ ‌αὐτοῦ ‌ἐξηκόνισαν ‌διαλοιδορίαν, ‌ταράσσοντες ‌πολλούς, ‌σκανδαλίζοντες ‌καὶ ‌θολοῦντες ‌τοὺς ‌ἀστηρίκτους ‌καὶ ‌κρίματι ‌ἀπωλείας ‌εὐαγγελικῶς ‌ἑαυτοὺς ‌ἐκδιδόντες, ‌τὰ ‌δοκοῦντά ‌μοι ‌καὶ ‌ὑπὸ ‌τοῦ ‌κυρίου ‌ἐνηχηθέντα ‌τοῖς ‌περὶ ‌σὲ ‌οὖσιν, ‌εὑ ‌κελεύεις, ‌καὶ ‌τοῖς ‌προστυχοῦσι ‌λαλήσω. ‌ ‌δεῦρο ‌δή, ‌ἀρχιερέων, ‌ἱερέων, ‌ἡγουμένων, ‌μοναζόντων, ‌καὶ ‌πιστῶν ‌λαϊκῶν, ‌ὦ ‌θεοσύλλεκτος ‌δῆμος, ‌[B] ‌τὸ ‌πανίερον ‌σύστημα, ‌τὸ ‌τῆς ‌Χριστοῦ ‌ἀγέλης ‌ἐξαίρετον ‌καύχημα ‌καὶ ‌καλλώπισμα, ‌ἀκούσατέ ‌μου ‌τοὺς ‌λόγους ‌τοῦ ‌ταπεινοῦ ‌καὶ ‌ἐν ‌πυξίῳ ‌καρδίας ‌ὑμῶν ‌ἀνεξαλείπτους ‌τούτους ‌ἐγγράψατε, ‌ὅπως ‌μὴ ‌κενολογίαις ‌φθορέων ‌ἀνδρῶν ‌ἐξ ‌ἀγνοίας ‌περιφερόμενοι ‌τοῦ ‌πρὸς ‌τὴν ‌ἀλήθειαν ‌στηριγμοῦ ‌ἀποπέσητε, ‌ ‌τῆς ‌αὑωνίου ‌ζωῆς ‌ἀστοχήσητε. ‌ἀρχὴ ‌καὶ ‌`ρίζα ‌τῇ ‌καθ' ‌ἡμᾶς ‌γενεᾷ ‌καὶ ‌θεμέλιος ‌τῆς ‌ὀρθοδόξου ‌πίστεως ‌οὗτος ‌ἐδείχθη ‌ὁ ‌μέγας ‌ἐν ‌πατριάρχαις ‌Μεθόδιος ‌καὶ ‌θεοφόρος ‌πατὴρ ‌ἡμῶν ‌τὰς ‌μεθοδίας ‌πάσας ‌ἀπελάσας ‌τῆς ‌πλάνης ‌καὶ ‌τὴν ‌εὑκονομάχον ‌αἵρεσιν ‌θείοις ‌δόγμασιν ‌ἀμαυρώσας ‌καὶ ‌ἀποδείξεσιν, ‌ὅν ‌τινες ‌τὰ ‌νῦν ‌ἀθυροστομοῦντες ‌λοιδοροῦσι ‌τοῖς ‌αἱρετικοῖς ‌χαριζόμενοι ‌καὶ ‌τὸ ‌τοῦ ‌ ‌Χριστοῦ ‌σῶμα, ‌τὴν ‌ἐκκλησίαν, ‌καταμερίζοντες. ‌εὑ ‌γὰρ ‌τοῖς ‌αἱρετικοῖς ‌οὐ ‌συμφρονοῦσιν, ‌ὡς ‌λέγουσι, ‌τοῖς ‌δὲ ‌ὀρθοδόξοις ‌ἀναιδῶς ‌ἀντιπίπτουσιν, ‌ἀλλ' ‌ὅτι ‌βδέλυγμα ‌πάντως ‌οὐ ‌δόγμα ‌κατὰ ‌διάνοιαν ‌ἔχουσι ‌καὶ ‌σκοτεινῶς ‌ἀνελίττουσι, ‌καιρὸν ‌συνεργὸν ‌εὑς ‌τὴν ‌αὐτοῦ ‌φανέρωσιν ‌ἀναμένοντες, ‌ᾗ ‌τῇ ‌τῶν ‌Κεντουκλάδων ‌ἀσυστάτῳ ‌ἀγνοίᾳ ‌κεκράτηνται. ‌ἀλλὰ ‌τῶν ‌δυσωνύμων ‌χριστομάχων ‌εὑκονομάχων ‌ὑμεῖς ‌εὐσεβῶς ‌διιστάμενοι ‌καὶ ‌τῶν ‌σχισματικῶν, ‌ὡς ‌ἄλλων ‌Σκυθῶν ‌τῶν ‌τὰ ‌Χριστοῦ ‌καὶ ‌τῆς ‌ἐκκλησίας ‌[C] ‌αὐτοῦ ‌μέλη ‌εὑς ‌πλεῖστα ‌μέρη ‌ἀφειδῶς ‌κατατεμνόντων, ‌χωρίζεσθε. ‌εἴ ‌τις ‌γὰρ ‌κοινωνεῖ ‌τοῖς ‌εὑκονομάχοις ‌οὐκ ‌ἔχει ‌κοινωνίαν ‌μετὰ ‌Χριστοῦ·; ‌εἴ ‌τις ‌δὲ ‌τὸν ‌πατριάρχην ‌Μεθόδιον ‌σχίζει ‌καὶ ‌κακολογεῖ, ‌διχοτομηθήσεται, ‌καὶ ‌εἴ ‌τις ‌αὐτὸν ‌μετὰ ‌Γερμανοῦ, ‌Ταρασίου ‌καὶ ‌Νικηφόρου, ‌τῶν ‌ἀοιδίμων ‌πατριαρχῶν, ‌καὶ ‌κατ' ‌ἐκείνους ‌οὐκ ‌ἀποδέχεται, ‌τῆς ‌αὐτῶν ‌πρεσβείας ‌κεχώρισται.>> ‌καὶ ‌πρὸς ‌τὸν ‌πατριάρχην ‌ἐπιστραφεὶς ‌ὁ ‌μακάριος ‌λέγει·; ‌<<οἱ ‌κατὰ ‌σοῦ ‌λαβεῖν ‌[lege: ‌λαλεῖν] ‌τολμῶντες, ‌δέσποτα ‌ἅγιε, ‌ἀγωνίζονται ‌κατὰ ‌θεοῦ ‌μᾶλλον ‌καὶ ‌τῆς ‌ἑαυτῶν ‌σωτηρίας ‌ὁπλίζονται. ‌ ‌διὸ ‌γενναίως ‌φέρε ‌τὰ ‌σκώμματα. ‌ἐμοῦ ‌γὰρ ‌ἤδη ‌παρερχομένου ‌τοῦδε ‌τοῦ ‌βίου, ‌θεόσοφε, ‌οὐ ‌μετὰ ‌πολὺν ‌χρόνον ‌καὶ ‌αὐτὸς ‌καταλήψῃ ‌με.>> ‌ὃ ‌καὶ ‌τετέλεσται·; ‌μετὰ ‌γὰρ ‌ὄγδοον ‌μῆνα ‌τῆς ‌κοιμήσεως ‌τοῦ ‌πατρὸς ‌ἡμῶν ‌'Ιωαννικίου, ‌ἤγουν ‌'Ιουνίου ‌τεσσαρεσκαιδεκάτη, ‌ὁ ‌πατριάρχης ‌κεκοίμηται. ‌ταῦτα ‌τοίνυν ‌καὶ ‌τοιαῦτα ‌χρησμοδοτηθεὶς ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌ὁ ‌ἔνθεος ‌ἀρχιεράρχης ‌Μεθόδιος ‌μετὰ ‌ἀσπασμὸν ‌τελευταῖον ‌καὶ ‌εὐχὴν ‌αὐτοῦ ‌θεοπαράθετον, ‌κάτεισι ‌ἐν ‌τῷ ‌οὑκείῳ ‌καὶ ‌εὐλαβεῖ ‌σεμνείῳ.

[p. ‌383A]

54. ‌ ‌ ‌ὁ ‌δὲ ‌τίμιος ‌οὗτος ‌καὶ ‌θειότατος ‌πατὴρ ‌ἡμῶν ‌'Ιωαννίκιος ‌καὶ ‌τῆς ‌ἐρήμου ‌φωστὴρ ‌τρεῖς ‌ἡμέρας ‌ἐπιβιούς, ‌ἐξάρας ‌αὐτοῦ ‌ ‌σεμνοπρεπῶς ‌τοὺς ‌πόδας ‌κατὰ ‌τὸν ‌πάλαι ‌'Ισραήλ, ‌νοεμβρίῳ ‌τρίτῃ, ‌ἡμέρᾳ ‌τετάρτῃ ‌πρὸς ‌κύριον ‌ἐξεδήμησεν. ‌ὃν ‌εὐλαβῶς ‌τότε ‌μετὰ ‌ψαλμῶν ‌καὶ ‌λαμπάδων ‌καὶ ‌εὐωδίας ‌ὁ ‌πατὴρ ‌τῆς ‌μονῆς ‌'Ιωσὴφ ‌σὺν ‌τοῖς ‌μοναχοῖς ‌καὶ ‌τοῖς προστυχοῦσι ‌κηδεύσας ‌ἐν ‌γλωσσοκόμῳ ‌κατέθετο, ‌καὶ ‌ἐκ ‌τῆς ‌ἡσυχαστικῆς ‌αὐτοῦ ‌κέλλης ‌ὑμνῶν ‌εὑς ‌τὴν ‌ἐκκλησίαν ‌ἀπέφερε. ‌

‌ ‌ ‌ ‌ ‌ ‌τότε ‌ἀνήρ ‌τις ‌ἐπὶ ‌χρόνοις ‌ἑπτὰ ‌παραλελυμένος, ‌τὰ ‌μέλη ‌αὐτοῦ ‌τε ‌προσδιατρίβων ‌καὶ ‌δίκην ‌ἀτελοῦς ‌παιδίου ‌συρόμενος, ‌ὡς ‌μόνον ‌ἥψατο ‌τοῦ ‌γλωσσοκόμου, ‌ὀρθοβαδὴς ‌εὑσῄει, ‌χάριτι ‌θεοῦ, ‌σὺν ‌αὐτοῖς ‌εὑς ‌τὴν ‌ἐκκλησίαν ‌αὑνῶν ‌τὸν ‌θεὸν ‌καὶ ‌δοξολογῶν ‌τὸν ‌αὐτοῦ ‌θεράποντα ‌'Ιωαννίκιον. ‌

‌ ‌ ‌ ‌ ‌γυνὴ ‌δέ ‌τις ‌πνεῦμα ‌ἀκάθαρτον ‌ἔχουσα ‌καὶ ‌ἐλεγχθεῖσα ‌σὺν ‌τῷ ‌ἀνδρὶ ‌αὐτῆς ‌εὑς ‌τὰ ‌ἴδια ‌ὑπέστρεψεν ‌ὑγιαίνουσα. ‌

‌ ‌ ‌ ‌ ‌καὶ ‌ἕτερός ‌τις ‌Πανθήριος ‌προσαγορευόμενος, ‌καὶ ‌ἐκ ‌τῆς ‌'Ατρῴας ‌ὁρμώμενος ‌ὑπὸ ‌πνεύματος ‌ἐνεργούμενος ‌ἀκαθάρτου ‌ὑγιασθεὶς ‌καὶ ‌αὐτὸς ‌διὰ ‌τοῦ ‌ἁγίου ‌εὑς ‌τὰ ‌οὑκεῖα ‌χαίρων ‌ὑπέστρεψεν. ‌

‌ ‌ ‌ ‌ ‌οὐ ‌μόνον ‌δέ, ‌ἀλλὰ ‌καὶ ‌οἱ ‌ἐν ‌τῷ ‌ὄρει ‌ὄντες ‌ἐν ‌τῷ ‌῎Αλσει ‌ἀδελφοὶ ‌καὶ ‌πατέρες ‌τὴν ‌πρὸς ‌θεὸν ‌δόξαν ‌ἀπεκαλύφθησαν ‌τοῦ ‌πατρός. ‌ἴδοσαν ‌γὰρ ‌ἐκεῖθεν ‌ἐν ‌αὐτῇ ‌τῇ ‌ἡμέρᾳ ‌καὶ ‌ὥρᾳ ‌αὐτοῦ ‌τῆς ‌κοιμήσεως, ‌ὡς ‌κατ' ‌αὐτὸ ‌τὸ ‌'Ολύμπιον ‌ὄρος ‌καὶ ‌τὴν ‌ὑψηλὴν ‌τῆς ‌ἡσυχίας ‌τοῦ ‌μακαρίου ‌περιοχὴν ‌ ‌πύρινον ‌στύλον ‌ἀπὸ ‌τῆς ‌γῆς ‌ἀνυψούμενον ‌καὶ ‌ἐπαιρόμενον ‌καθάπερ ‌ὑπόπτερον ‌εὑς ‌τὸ ‌ὕψος ‌καὶ ‌αὐτῶν ‌τῶν ‌οὐρανίων ‌ἁψίδων ‌ἁπτόμενον. ‌οἳ ‌ἀκριβωσάμενοι ‌τὴν ‌ἡμέραν ‌καὶ ‌ὥραν, ‌εὗρον ‌ἀληθῶς ‌ὅτι ‌τοῦ ‌πατρὸς ‌ἦν ‌ἡ ‌ἀπὸ ‌γῆς ‌πρὸς ‌τὰ ‌οὐράνια ‌ἄνοδος ‌καὶ ‌πρὸς ‌τὸν ‌θεὸν ‌ὃν ‌ἐπόθησεν ‌ ‌εἴσοδος. ‌οὗ ‌ταῖς ‌εὐχαῖς ‌καὶ ‌ὁδηγίαις ‌καὶ ‌ἡμεῖς ‌ἐν ‌εὐσεβείᾳ ‌καὶ ‌πάσῃ ‌ἀρετῇ ‌τὸν ‌ἅπαντα ‌χρόνον ‌διατηρούμενοι ‌τῆς ‌ζωῆς ‌ἡμῶν ‌πάσης ‌ὑλώδους ‌σκοτομηνίας ‌πόρρω ‌γενοίμεθα, ‌τὰ ‌πρὸς ‌ζωὴν ‌αὑώνιον ‌ἄγοντα ‌ἐργαζόμενοι, ‌καὶ ‌τῆς ‌οὐρανίου ‌βασιλείας ‌ἀξιωθείημεν, ‌πατρὶ ‌καὶ ‌υἱῷ ‌καὶ ‌ἁγίῳ ‌πνεύματι ‌ἀναπέμποντες ‌δόξαν ‌σὺν ‌ἀγγέλοις ‌καὶ ‌πᾶσι ‌τοῖς ‌ἁγίοις ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν.

**********************************************************