Saint: PLATO OF SAKKOUDION
Edition: ‌PG ‌99:804-50

[p. ‌804]
τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌καὶ ‌ὁμολογητοῦ ‌Θεοδώρου ‌ἡγουμένου ‌τῶν ‌Στουδιτῶν ‌ἐπιτάφιος ‌εὑς ‌Πλάτωνα ‌τὸν ‌ἑαυτοῦ ‌πνευματικὸν ‌πατέρα.

1. ‌[A] ‌ ‌`ρήτορσι ‌μὲν ‌καὶ ‌σοφισταῖς ‌ἡ ‌πᾶσα ‌σπουδή, ‌οὐ ‌τοῦ ‌ἀληθοῦς ‌ἐπιτυχεῖν ‌καθιοῦσιν ‌[lege: ‌καθιᾶσι?] ‌ἑαυτοὺς ‌ἐπὶ ‌τὸ ‌γράφειν, ‌ἀλλ' ‌ὥστε ‌λαμπρῦναι ‌τὴν ‌φράσιν, ‌καὶ ‌συντεμεῖν ‌τὸ ‌ἔπος, ‌κἀντεῦθεν ‌ἐπᾶραι ‌τὸ ‌διήγημα, ‌πρὸς ‌γαργαλισμὸν ‌τῶν ‌ἀκουόντων. ‌θέλγουσι ‌γὰρ ‌ταῖς ‌εὐεπίαις, ‌καὶ ‌παραλογίζονται ‌ταῖς ‌πιθανότησιν, ‌ὀλίγα ‌τοῦ ‌ἀψευδοῦς ‌φροντίζοντες, ‌ἅτε ‌δοξόθηρες ‌ὄντες ‌καὶ ‌ἀνθρωπαρεσκείᾳ ‌δουλούμενοι·; ‌οἷς ‌δὲ ‌ἀληθείας ‌ἔρως, ‌τὸ ‌ὂν ‌εὑπεῖν, ‌καὶ ‌τὸ ‌ἀληθὲς ‌πρεσβεῦσαι, ‌κἂν ‌μὴ ‌τὸ ‌γλαφυρὸν ‌καὶ ‌εὐφραδὲς ‌ἔχοιεν ‌ὁ ‌[lege: ‌τοῖς?] ‌λόγοις·; ‌ἐπειδὴ ‌γὰρ ‌κάλλους ‌ἀληθείας ‌ἐφίενται, ‌παραπετάσμασιν ‌ἐοικόσι ‌ταῖς ‌φράσεσι ‌χαίρειν ‌φαίουσιν ‌[lege: ‌φασί?]·; ‌ὅπερ ‌ἐστὶν ‌σοφίας ‌τῆς ‌ὄντως ‌εὕρεμα. ‌οὕτω ‌δήπουθεν ‌κἀγώ, ‌ὁ ‌βραχὺς ‌καὶ ‌νῷ ‌καὶ ‌λόγῳ ‌καὶ ‌πνεύματι, ‌τὸν ‌ἐμὸν ‌[B] ‌πατέρα ‌ἐπαινέσομαι·; ‌οὐκ ‌ἐκείνῳ ‌χαριζόμενος ‌τὴν ‌εὐφημίαν·; ‌τίς ‌γὰρ ‌καὶ ‌χάρις ‌τῷ ‌μηδενὶ ‌τερπομένῳ ‌τῶν ‌τῇδε, ‌ἤδη ‌τὴν ‌ὑπερκόσμιον ‌λαχόντι ‌λῆξιν, ‌ἧς ‌πᾶς ‌ἐπιτυχὼν ‌διαγελᾷ ‌τὰ ‌παρόντα, ‌ὡς ‌μηδενὸς ‌ἐν ‌αὐτοῖς ‌ὄντος ‌στασίμου ‌τε ‌καὶ ‌μακαρίου, ‌ἀλλ' ‌ἴσα ‌σκιαῖς ‌παρατρέχοντος ‌καὶ ‌ἄνθεσιν ‌ἠρινοῖς ‌ἀπομαραινομένου; ‌ἄλλως ‌τε, ‌εὑ ‌ἔτι ‌ὑπὲρ ‌γῆν ‌ὤν, ‌ἀνάξιον ‌ἑαυτὸν ‌ἡγεῖτο ‌καὶ ‌τοῖς ‌ἁπλῶς ‌μονασταῖς ‌ἐγκα<τα>τάττεσθαι, ‌ὅπερ ‌ἦν ‌ἄκρας ‌ταπεινοφροσύνης ‌δεῖγμα, ‌καὶ ‌τῆς ‌ἁγίας ‌ἐκείνης ‌ψυχῆς ‌προτέρημα·; ‌πῶς ‌ἂν ‌μετελθὼν ‌τῶν ‌ἐνθένδε, ‌καὶ ‌ἐν ‌τοῖς ‌ἀκηράτοις ‌γενόμενος, ‌ἔνθα ‌κενῆς ‌δόξης ‌οὐδεμία ‌ἔφεσις, ‌ταύτης ‌ἐκζητήσειεν ‌παρ' ‌ἡμῶν, ‌διὰ ‌τῶν ‌ἐπαίνων ‌ἐπιτεύξασθαι; ‌ ‌ ‌

2. ‌ ‌[C] ‌ἀλλ' ‌ὅτι ‌χρέος ‌ἐμοὶ ‌εἴπερ ‌τινὶ ‌ἄλλῳ ‌δικαιότατον, ‌ὀφείλοντι ‌μετὰ ‌τῶν ‌ἄλλων, ‌καὶ ‌ὑπὲρ ‌αὐτοῦ ‌τοῦ ‌ὅπως ‌οὖν ‌καὶ ‌ὑπ' ‌ἐκείνου ‌πόνων ‌τε ‌καὶ ‌ἐπιμελειῶν ‌προσόντος ‌μοι ‌λόγου, ‌οἷά ‌τινα ‌ἀμοιβήν, ‌τῷ ‌πατρὶ ‌τὸν ‌λόγον ‌ἀναθήσειν·; ‌καίτοιγε ‌συννοῶν ‌ὅτιπερ ‌ὁ ‌πατρικὸς ‌ἔπαινος ‌εὑς ‌υἱοῦ ‌δόξαν ‌ἀναφέρεται, ‌κατὰ ‌εὑπόντα ‌σοφόν·; ‌"ἡ ‌δόξα ‌ἀνθρώπου ‌ἐκ ‌τιμῆς ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ", ‌οὐ ‌μὴν ‌διὰ ‌τοῦτο, ‌ὡς ‌ἄν ‌τις ‌οὑηθείη ‌ἐπαινέσων, ‌εὑδὼς ‌πάλιν, ‌ὡς ‌ἕκαστος, ‌εὑ ‌οἴκοθεν ‌καὶ ‌παρ' ‌ἑαυτοῦ ‌τὸ ‌εὐκλεὲς ‌ἔχοι, ‌εὐκλεέστερος ‌ἂν ‌εἴη ‌καὶ ‌πατρόθεν ‌δόξαν ‌ἐρανιζόμενος. ‌τί ‌δὲ ‌μή, ‌οὐδὲν ‌ὀνίνησιν ‌τὸ ‌πατρικὸν ‌γέρας ‌τὸν ‌ἀκλεῆ ‌τε ‌καὶ ‌ἀγέραστον, ‌οἷος ‌ἐγὼ ‌φαίνομαι. ‌ἀλλ' ‌ὅτι ‌οὐχ ‌ὅσιον, ‌ὑπὸ ‌τὸν ‌τῆς ‌σιγῆς ‌μόδιον ‌θεῖναι, ‌καθάπερ ‌τινὰ ‌λύχνον ‌ἀείφωτον, ‌τὸν ‌ἐνάρετον ‌ἐκείνου, ‌ἀλλ' ‌ἐπὶ ‌τὴν ‌λογικὴν ‌[D] ‌λυχνίαν ‌μαρμαρύσσοντα, ‌θαρρῶ ‌λέγειν, ‌οὐ ‌τῷ ‌δεῖνι ‌καὶ ‌δεῖνι, ‌ἀλλὰ ‌σχεδὸν ‌εὑπεῖν ‌πᾶσι ‌τοῖς ‌ἐν ‌τῇ ‌τοῦ ‌θεοῦ ‌ἐκκλησίᾳ. ‌ἐπεὶ ‌οὖν ‌λυσιτελὴς ‌ἡμῖν ‌καὶ ‌ὑπόχρεος, ‌κατὰ ‌<αὐ>τοῦ ‌ἐδείχθη ‌ὁ ‌λόγος, ‌ἔχων ‌μετὰ ‌ἀληθοῦς ‌καὶ ‌
[p. ‌805A]τὸ ‌χρήσιμον ‌ἡλίκον·; ‌φέρε ‌ἐκεῖθεν ‌ἐπαρξώμεθα ‌τῶν ‌ἐγκωμίων, ‌ὅθεν ‌καὶ ‌πρεπωδέστατον.
‌ ‌
3. ‌ ‌πατέρες ‌μὲν ‌τῷ ‌μακαρίῳ ‌Πλάτωνι, ‌Σέργιος ‌καὶ ‌Εὐφημία, ‌ὧν ‌τὸ ‌εὐγενὲς ‌ἐπίσημον, ‌καὶ ‌ὁ ‌τρόπος ‌οὐκ ‌ἀγενέστερος·; ‌ἤθεσι ‌χρηστοτέροις ‌ἀναστρεφόμενοι ‌καὶ ‌οὑκουριῶν ‌ἐπιμελείαις ‌τὰ ‌ἐνόντα ‌ὑπὲρ ‌τοὺς ‌[B] ‌πολλοὺς ‌αὔξοντες, ‌καὶ ‌ζηλωτοὶ ‌διὰ ‌ταῦτα ‌συγγενεῦσιν ‌ὑπάρχοντες·; ‌οἷς, ‌μετὰ ‌τῶν ‌ἄλλων ‌μέγιστον ‌ἐγκώμιον ‌καὶ ‌εὐτεκνίας ‌δώρημα. ‌φέρουσι ‌γὰρ ‌ὥσπερ ‌τινὰ ‌εὐθυγενῆ ‌βλαστόν, ‌σὺν ‌δυσὶ ‌θυγατράσι, ‌τὸν ‌νῦν ‌ἐπαινούμενον, ‌οὐδὲ ‌αὐταῖς ‌ἀκλεέσιν ‌ὀφθείσαις, ‌ὧν ‌πολλὰ ‌καὶ ‌καλὰ ‌τὰ ‌διηγήματα, ‌τῆς ‌μὲν ‌ἐν ‌τῷ ‌κοινωνικῷ ‌βίῳ ‌διαπρεψάσης, ‌τῆς ‌<δέ>, ‌ἐξ ‌ἧς ‌καὶ ‌ἡμεῖς, ‌κἂν ‌τῷ ‌μοναδικῷ ‌τάγματι ‌διαλαμψάσης. ‌ἐπειδὴ ‌δὲ ‌ἐνέσκηψε κατ' ‌ἐκεῖνο ‌καιροῦ ‌ὀργὴ ‌οὐράνιος ‌(ἄγει ‌με ‌γὰρ ‌ταύτην ‌δηλῶσαι ‌ἡ ‌ὑπόθεσις) ‌φθορὰν ‌ὅτι ‌μάλιστα ‌ἐπάγουσα ‌πάνδημον, ‌οὐκ ‌ὀλίγαις ‌μὲν ‌ἄλλαις ‌χώραις ‌τε ‌καὶ ‌πόλεσιν ‌μετενδημοῦσα, ‌ὥσπερ ‌τις ‌Αὑγυπτιακὴ ‌μάστιξ ‌ἐκ ‌τῆσδε ‌εὑς ‌τήνδε, ‌μάλιστα ‌δὲ ‌τῇ ‌βασιλιζούσῃ ‌Βυζαντίδι·; ‌ταύτῃ ‌τοι ‌καὶ ‌καταλύουσι ‌τὸν ‌βίον ‌οἱ ‌ἀείμνηστοι. ‌οὐκ ‌ἄκαιρον ‌δὲ ‌τάχα ‌ὠφελείας ‌χάριν ‌[C] ‌καὶ ‌τὸν ‌τοῦ ‌θανάτου ‌τρόπον ‌ἐπισημᾶναι·; ‌γένοιτο ‌γὰρ ‌ἂν ‌τὸ ‌διήγημα ‌ἐκδειματοῦν ‌τὰς ‌ψυχὰς ‌τῶν ‌συνετῶς ‌ἐπαϊόντων.

4. ‌ἑωρᾶτο ‌ἐξάπινα ‌ἐν ‌τοῖς ‌ἑκάστου ‌ἐσθήμασιν ‌ἐν ‌βαφίδι ‌ἐλαιώδει ‌τὸ ‌σημεῖον ‌τοῦ ‌ζωοποιοῦ ‌σταυροῦ ‌κατεστιγμένον, ‌οἷα ‌παρὰ ‌χειρὸς ‌ὡραιογραφούσης, ‌μᾶλλον ‌δὲ ‌ἐπὶ ‌θεοῦ ‌δακτύλῳ ‌καὶ ‌ὑπέρτατον. ‌ἐθροεῖτο ‌ὁ ‌ληφθείς, ‌ὕπεισίν ‌οἱ ‌εὐθὺς ‌ὁ ‌θάνατος ‌αὐθημερόν·; ‌τοῦ ‌αὐτοῦ ‌καὶ ‌νεκρὸν ‌ἐκκομίζοντος ‌καὶ ‌νεκροῦ ‌ἐκκομιζομένου, ‌δύο ‌ἐπὶ ‌τοῦ ‌αὐτοῦ ‌ἐπισκίμποδος ‌[lege: ‌{ἐπὶ} ‌σκίμποδος?], ‌δισδύο ‌ἐπὶ ‌ζῴου ‌ἀχθοφόρου, ‌φόρτοι ‌ἀλλεπάλληλοι ‌δυστυχῶν ‌σωμάτων. ‌θρῆνοι ‌πανταχοῦ ‌περιηχούμενοι ‌καὶ ‌ἐλεεινολογίαι·; ‌ἠτόνουν ‌οἱ ‌ἐκκομισταί·; ‌ἐσπάνιζον ‌οἱ ‌ἐνταφιασταί·; ‌ἐκλείοντο ‌οἶκοι·; ‌ἐκενοῦντο ‌[D] ‌`ρεγεῶνες·; ‌ἐπληροῦντο ‌πολυάνδρια, ‌διὰ ‌μέσου ‌δυοῖν ‌μηνοῖν ‌τῆς ‌πολυανθρώπου ‌τε ‌καὶ ‌μυριοίκιδος ‌πόλεως ‌ἐρήμου ‌καὶ ‌ἀοικίστου, ‌σχεδὸν ‌εὑπεῖν, ‌ἐποφθείσης. ‌ταῦτα ‌ἐν ‌ἡμέραις ‌Κωνσταντίνου ‌τοῦ ‌δυσσεβοῦς ‌βασιλέως, ‌ὑφ' ‌οὗ ‌ἡ ‌εὑκὼν ‌τοῦ ‌Χριστοῦ ‌καθυβρίσθη, ‌
[p. ‌808A]εἴδωλον ‌πλάνης ‌ὀνομασθεῖσα ‌παρὰ ‌τοῦ ‌λαοπλάνου ‌ἐξαγίστου·; ‌μᾶλλον ‌δὲ ‌αὐτὸς ‌Χριστὸς ‌ὁ ‌θεὸς ‌ἡμῶν ‌ἠτιμώθη, ‌εἴπερ ‌ἡ ‌τῆς ‌εὑκόνος ‌τιμὴ ‌ἐπὶ ‌τὸ ‌πρωτότυπον ‌ἀναβαίνει, ‌καθὼς ‌ὁ ‌θεηγόρος ‌ὧδέ ‌πού ‌φησι ‌Βασίλειος. ‌ταῦτα ‌ἡ ‌κατὰ ‌τῶν ‌ἁμαρτανόντων ‌δικαιοτάτη, ‌ὡς ‌ἄν ‌τις ‌εἴποι, ‌παιδευτικὴ ‌`ράβδος ‌τοῦ ‌θεοῦ, ‌τὴν ‌ἄμετρον ‌ἡμῶν ‌κακίαν ‌ἐπιστρεπτικῶς ‌σωφρονίζουσα ‌καὶ ‌ὁδοποιοῦσα ‌τρίβον ‌σωτηρίας ‌τῇ ‌ὀργῇ ‌αὐτοῦ ‌τοῖς ‌εὐαισθήτως ‌δεχομένοις ‌τὴν ‌νουθέτησιν. ‌ἐμοὶ ‌δὲ ‌ἐπὶ ‌τὸν ‌πατέρα ‌μεθαρμοστέος ‌ὁ ‌λόγος. ‌

5. ‌ ‌καταλιμπάνεται ‌τοιγαροῦν ‌ἔρημος ‌γονέων ‌σὺν ‌τοῖς ‌[lege: ‌ταῖς] ‌ὁμαίμοσι ‌κομιδῇ ‌παῖς ‌τυγχάνων·; ‌ὃς ‌προσληφθεὶς ‌ὑφ' ‌ἑνὶ ‌τῶν ‌συγγενῶν ‌καὶ ‌εὑς ‌ἡλικίαν ‌ἡβῶσαν ‌ἀναχθείς, ‌ἀνθεῖ ‌μὲν ‌εὐθύς, ‌ὥσπερ ‌τι ‌ἔρνος ‌εὐθύβλαστον, ‌ἡ ‌ἀκμὴ ‌τῆς ‌νεότητος ‌τὴν ‌καλλίστην ‌σύνεσιν, ‌[B] ‌ἥπερ ‌δυσκατόρθωτος ‌τοῖς ‌ὀρφανίᾳ ‌ἠγμένοις, ‌οὐκ ‌ἔχουσι ‌τὸν ‌ἴσα ‌γονέων ‌ἐπιστατοῦντα. ‌καρποφορεῖ ‌δὲ ‌ταῖς ‌παρ' ‌ἑαυτοῦ ‌σπουδαῖς ‌τε ‌καὶ ‌φιλοζηλίαις ‌τὴν ‌παίδευσιν ‌τῆς ‌νοταρικῆς ‌μεθόδου, ‌ὡς ‌οὔπω ‌τις ‌τῶν ‌καὶ ‌πατρικαῖς ‌ἐπιμελείαις ‌προμηθευομένων, ‌συζυγοστατῶν ‌τε ‌αὐτῷ ‌προσειληφότι ‌θείῳ ‌τὰ ‌βασιλικὰ ‌χρήματα. ‌καὶ ‌τοσοῦτον ‌φανεὶς ‌ἐνταῦθα ‌περιδέξιος, ‌ὡς ‌ὄνομα ‌μόνον ‌ἔχειν ‌ἐκεῖνον ‌τῆς ‌ἀρχῆς, ‌τὸν ‌δὲ ‌τὸ ‌ἔργον ‌γνωρίζεσθαι, ‌καὶ ‌διὰ ‌ταῦτα ‌ἐπίσημον ‌μὲν ‌εἶναι ‌ἐν ‌τοῖς ‌βασιλικοῖς ‌ταμιεύμασιν, ‌ἀσπαστὸν ‌δὲ ‌τοῖς ‌ἄρχουσι, ‌γνώριμόν ‌τε ‌καὶ ‌αὐτῷ ‌τῷ ‌καίσαρι.

6. ‌ ‌οὕτω ‌δὲ ‌διαφαινόμενος, ‌οὐ ‌ταῖς ‌ἀκαθέκτοις ‌ὁρμαῖς ‌τῆς ‌νεότητος ‌ ‌προὔδωκεν ‌τὸν ‌νοῦν, ‌ὡς ‌ἄν ‌τις ‌τῶν ‌ἀφέτων ‌τε ‌καὶ ‌`ρηξιφρόνων, ‌ἀλλ' ‌οἷά ‌τις ‌ἄριστος ‌πωλοδάμνης ‌αὐτὸς ‌ἑαυτῷ ‌γιγνόμενος, ‌ἀπείχετο ‌μὲν ‌ἀσυνέτων, ‌συνήπετο ‌δὲ ‌πεπαιδευμένοις, ‌τῷ ‌[C] ‌τιμαλφεστέρῳ ‌συνταττόμενος, ‌ἀλλ' ‌οὐχὶ ‌τῷ ‌ἀτιμοτέρῳ ‌συνερχόμενος, ‌καὶ ‌τῷ ‌καθ' ‌ἡλικίαν ‌προέχοντι ‌παραζευγνύμενος, ‌ἀλλ' ‌οὐχὶ ‌τῷ ‌νεοπαγεστέρῳ ‌συνδιαιτώμενος, ‌καὶ ‌πρὸς ‌τὸ ‌ἄναντες, ‌κἀκ ‌τῶν ‌ἔξωθεν ‌τιμῶν, ‌τὸ ‌τῆς ψυχῆς ‌εὐγενές, ‌λεληθότως ‌πως ‌ὁδοποιούμενος. ‌οὐ ‌τί ‌που ‌συμπόταις ‌καὶ ‌συσσίτοις ‌ἑαυτὸν ‌ἐπιδιδοὺς ‌κατὰ ‌κοινὴν ‌φιλοτησίαν, ‌ὡς ‌εἴ ‌τις ‌τῶν ‌νεανιευομένων ‌ἐν ‌εὐωχίαις, ‌οὐδ' ‌οὐ ‌μὴν ‌κύβοις ‌καὶ ‌μέθαις ‌καταναλίσκων ‌τὴν ‌οὐσίαν, ‌οἷα ‌τῶν ‌μαστροπῶν·; ‌σχολαῖς ‌δὲ ‌ἐπιπόνοις ‌ἐφεστὼς ‌τῇ ‌ζυγοστασίᾳ, ‌κἀντεῦθεν ‌πλοῦτον ‌ἑαυτῷ ‌συναθροίζων, ‌καὶ ‌τοσοῦτον ‌αὔξων, ‌ὡς ‌ἄλλην ‌συστήσασθαι ‌περιουσίαν ‌παρὰ ‌τὴν ‌γονικὴν ‌κληρονομίαν ‌ἱκανωτάτην ‌οὖσαν. ‌τοῦτο ‌δὲ ‌οὐκ ‌ἂν ‌προσεγεγόνει, ‌εὑ ‌μὴ ‌αὐταρκείᾳ ‌συνετηρεῖτο ‌ἐν ‌πᾶσι, ‌δι' ‌ἧς ‌καὶ ‌σωφροσύνῃ ‌ἐκαλλωπίζετο ‌ὁ ‌[D] ‌φιλόκαλος ‌καὶ ‌φρονήσει ‌ἠγλαΐζετο ‌ὁ ‌μειλίχιος, ‌πόρρω ‌βάλλων ‌τὰς ‌νεωτερικὰς ‌ἐπιθυμίας, ‌αἷς ‌οἱ ‌ἁλόντες ‌οὐ ‌μόνον ‌τὰ ‌οὐκ ‌ὄντα ‌προσλαμβάνονται, ‌ἀλλὰ ‌καὶ ‌τὰ ‌ἐνόντα ‌κενοῦν ‌εὑώθασιν. ‌ ‌

7. ‌τί ‌τὸ ‌ἐντεῦθεν; ‌τοσοῦτος ‌γέγονε ‌πολλοστὸς ‌τῇ ‌συνέσει ‌καὶ ‌πυκτικὸς ‌ταῖς ‌ἀφορμαῖς ‌τοῦ ‌βίου ‌(ὃ ‌φιλεῖται ‌παρὰ ‌τῶν ‌ἐν ‌κόσμῳ ‌καὶ ‌σπουδάζεται ‌παρὰ ‌ἐκδιδούντων ‌ἀνδρὶ ‌θυγατέρα), ‌ὡς ‌ἕλκειν ‌αὐτὸν ‌ἄλλον ‌[p. ‌809A]ἄλλοθεν ‌καὶ ‌τῶν ‌ἄγαν ‌εὐπατριδῶν ‌τε ‌καὶ ‌εὐπόρων ‌εὑς ‌κοινωνίαν ‌βίου. ‌ἀλλ' ‌οὐ ‌γὰρ ‌ἀφῆκεν ‌αὐτὸν ‌ὁ ‌θεῖος ‌πόθος, ‌ὃν ‌ἀνῆψεν ‌ἑαυτῷ ‌διὰ ‌κρείττονος ‌ἐπιλογισμοῦ, ‌ἐμπαγῆναι ‌τοῖς ‌βίου ‌τέλμασιν·; ‌καὶ ‌γὰρ ‌ἦν ‌ἀναγνώσεσι ‌προσέχων ‌ἀντὶ ‌παιγνίων, ‌ἔν ‌τε ‌ἐκκλησίαις ‌προσεδρεύων ‌ἀντὶ ‌θεάτρων, ‌καὶ ‌ἐν ‌σεμν<ε>ίοις ‌ἀναστρεφόμενος ‌ἀντὶ ‌ἀσέμνων ‌καταγωγίων·; ‌καί ‌γε ‌τὸ ‌ἀξιεπαινετώτερον, ‌ἐξαγορεύσεις ‌ποιούμενος ‌τῶν ‌κρυφίων ‌τοῦ ‌νοῦ ‌κινημάτων ‌τε ‌καὶ ‌δραμάτων ‌τινὶ ‌τῶν ‌καθηγουμένων·; ‌ὃ ‌τῆς ‌μὲν ‌ἐκείνου ‌φιλοθεΐας ‌ὑπῆρχε ‌σύμβολον, ‌τοῦ ‌δὲ ‌τὴν ‌ἐξαγόρευσιν ‌δεχομένου ‌κατέπληττε ‌τὴν ‌διάνοιαν, ‌τελειωτικῶς ‌γινόμενον. ‌ ‌ ‌

8. ‌ ‌ὅθεν ‌ἐπάρας ‌τὸ ‌τῆς ‌διανοίας ‌ὄμμα ‌ἐπὶ ‌τὰς ‌ἀϊδίων ‌θεωρίας ‌καὶ ‌τῷ ‌ἐκεῖθεν ‌πτερωθεὶς ‌ἔρωτι, ‌σβέννυσι ‌τὸν ‌κάτω ‌πόθον ‌καὶ ‌ποιεῖ ‌τὸ ‌τοῦ ‌[B] ‌θείου ‌'Αντωνίου ‌ὁ ‌θαυμάσιος. ‌πάντα ‌γὰρ ‌διαπιπράσας ‌σὺν ‌αὐτῇ ‌τῇ ‌πατρικῇ ‌ἑστίᾳ ‌καὶ ‌πτωχοῖς ‌διανείμας ‌τούς ‌τε ‌οὑκέτας ‌ἐλευθερώσας ‌καὶ ‌ ‌ταῖς ‌δυσὶν ‌ἀδελφαῖς ‌βραχέα ‌τινὰ ‌καταλείψας, ‌ἔξεισιν, ‌'Αβραμιαίᾳ ‌προθέσει, ‌οὐκ ‌εὑς ‌τὰς ‌ἐγγύθεν ‌κώμας ‌ἀσκήσων, ‌ἀλλ' ‌ὧδέ ‌που ‌μακρὰν ‌ἀποδραμὼν ‌ἐν ‌τοῖς ‌τοῦ ‌'Ολύμπου ‌μέρεσι ‌κατὰ ‌τὸν ‌ὑποδειχθέντα ‌αὐτῷ ‌παρά ‌τινι ‌τῶν ‌ἐν ‌ἄστει ‌ἀρχιμανδριτῶν ‌τόπον ‌καὶ ‌ἄνδρα, ‌τοῦ ‌μὲν ‌Συμβόλους ‌ἐπικεκλημένου, ‌τοῦ ‌δὲ ‌Θεοκτίστου ‌ἐπονομαζομένου, ‌ ‌οὗ ‌ὁ ‌τρόπος ‌ἀγαθὸς ‌τό ‌τε ‌γένος ‌περίβλεπτον ‌καὶ ‌τὸ ‌τέλος ‌ὅσιον. ‌ἀλλ' ‌οἵα ‌καὶ ‌ἡ ‌ἀναχώρησις; ‌μνήμης ‌ὅτι ‌μάλιστα ‌ἐμοὶ ‌ἀξία ‌ἀκούουσί ‌τε ‌κατανύξεως ‌ἔχουσα ‌φάρμακον. ‌ἀπὸ ‌γὰρ ‌τῆς ‌πατρίδος ‌ἀπάρας ‌μεθ' ‌ἑνὸς ‌θυμηρεστάτου ‌οὑκέτου ‌καὶ ‌κατὰ ‌τοὺς ‌λεγομένους ‌Βασιλεῖς ‌ἐφθακὼς ‌ὑπὸ ‌[C] ‌τε ‌λόχμην ‌τινὰ ‌εὑσδύς, ‌κείρει ‌μὲν ‌τὴν ‌κόμην ‌τὼ ‌χεῖρε ‌τοῦ ‌ἑπομένου, ‌ ‌μετενδιδύσκεται ‌δὲ ‌τὴν ‌φαιὰν ‌ἐσθῆτα, ‌ὥς ‌τινα ‌πορφυρίδα. ‌ ‌καὶ ‌τὸ ‌ὅραμα ‌ἡλίκον; ‌τοῦ ‌μὲν ‌χωριζομένου ‌καὶ ‌οἴκαδε ‌ἐπανιέναι ‌μετὰ ‌τῶν ‌ἀπαμφιασμάτων ‌παρεγγυωμένου ‌κἀν ‌τούτῳ ‌θρήνοις, ‌ὡς ‌τὸ ‌εὑκός, ‌βαλλομένου ‌διὰ ‌τὴν ‌δεσποτικὴν ‌στέρησιν, ‌τοῦδε ‌μονωτάτου ‌μετὰ ‌θεοῦ ‌ἐγκαταλειφθέντος, ‌ὑπὲρ ‌οὗ ‌καὶ ‌δι' ‌ὃν ‌τὸ ‌δρᾶμα·; ‌τοιοῦτος ‌ὁ ‌θεῖος ‌ἔρως, ‌πάντων ‌ἐξιστῶν ‌τὸν ‌ἐραστὴν ‌καὶ ‌περὶ ‌αὐτὸν ‌μόνον ‌συνάγων ‌τὴν ‌ἔφεσιν ‌πυρπολουμένην. ‌

9. ‌ ‌[D] ‌ἐπειδὴ ‌δὲ ‌φοιτήσας ‌πρὸς ‌τὸν ‌παιδοτρίβην ‌ἠρωτήθη ‌ὅστις ‌εἴη ‌καὶ ‌ὅθεν ‌ὥρμηται ‌καὶ ‌ὅτου ‌χάριν ‌ἡ ‌ἐπιδημία, ‌εὐαγεῖς ‌πρὸς ‌ἑκάστην ‌τῶν ‌ἐρωτήσεων ‌τὰς ‌ἀποκρίσεις ‌ἐδίδου·; ‌τοῦ ‌δὲ ‌μεμαθηκότος ‌τήν ‌τε ‌πατρίδα, ‌τὸ ‌γένος, ‌καὶ ‌τὴν ‌ἀνατροφήν·; ‌<<οὔπω ‌ὑσχύεις>> ‌φησίν ‌<<ἐν τῇδε ‌τῇ ‌θέσει ‌τοῦ ‌τόπου, ‌
[p. ‌ ‌812A]σκληραγωγίαν ‌οὐ ‌τὴν ‌τυχοῦσαν ‌ἐχούσῃ, ‌τὸν ‌κόπον ‌τοῦ ‌μοναχοῦ ‌ὑπομεμενηκέναι.>> ‌πρὸς ‌ὃν ‌ὁ ‌τοῦ ‌Χριστοῦ ‌πύκτης·; ‌<<πάντα ‌σοι, ‌ὦ ‌πάτερ, ‌ἀποδίδωμι, ‌καὶ ‌νοῦν, ‌καὶ ‌θέλημα ‌καὶ ‌σῶμα, ‌χρῷ ‌τῷ ‌σῷ ‌οὑκέτῃ ‌ὡς ‌ἂν ‌βούλοι, ‌εἴκοντί ‌σοι ‌κατὰ ‌πάντα.>> ‌ὢ ‌θαυμασίας ‌προθέσεως ‌ἀπόδειξις, ‌καὶ ‌θαυμασιωτέρας ‌ἀποταγῆς ‌ὑπόθεσις. ‌τῆς ‌μέν, ‌ὅτι ‌ἐν ‌αὐτῷ ‌τῷ ‌ἄνθει ‌τῆς ‌ἡλικίας ‌κατὰ ‌`ροῦν ‌αὐτῷ ‌χωρούντων ‌τῶν ‌πραγμάτων, ‌τῶν ‌ἐλπίδων ‌χρηστοτέρων ‌ὑποβαλλομένων, ‌πλούτου ‌προκειμένου, ‌δόξης ‌ὑπαστραπτούσης, ‌σαρκὸς ‌σφριγώσης, ‌καὶ ‌ταῦτα ‌σὺν ‌αὐτοκρατείᾳ, ‌νικῶσαν ‌ἔσχεν ‌ἁπάντων ‌τὴν ‌εὑς ‌θεὸν ‌ἐπιθυμίαν·; ‌τῆς ‌δέ, ‌ὅτι ‌καίπερ ‌οὕτω ‌ἄριστα ‌βουλευσάμενος, ‌οὐ ‌κατὰ ‌τοὺς ‌πολλοὺς ‌τῶν ‌νῦν ‌ἐπιπλάστως, ‌οὑκειότερον ‌δὲ ‌εὑπεῖν, ‌ἀναποτάκτως ‌ἀποτασσομένων ‌τὴν ‌ἀποταγὴν ‌ἔθετο·; ‌ἀλλ' ‌ὡς ‌[B] ‌ἀπέδειξεν ‌ὁ ‌ἀληθὴς ‌λόγος. ‌οἱ ‌μὲν ‌γάρ, ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌ἐπιλαθόμενοι ‌τοῦ ‌κυρίου ‌λέγοντος, ‌"ὃς ‌οὐκ ‌ἀποτάσσεται ‌πᾶσι ‌τοῖς ‌ἑαυτοῦ ‌ὑπάρχουσιν, ‌οὐ ‌δύναταί ‌μου ‌εἶναι ‌μαθητής" ‌καὶ ‌ἀλλαχοῦ ‌προστάσσοντος ‌"πώλησόν ‌σου ‌{τὰ} ‌πάντα ‌τὰ ‌ὑπάρχοντα ‌καὶ ‌δὸς ‌πτωχοῖς ‌καὶ ‌ἕξεις ‌θησαυρὸν ‌ἐν ‌οὐρανοῖς ‌καὶ ‌δεῦρο ‌ἀκολούθει ‌μοι," ‌ἐγείρουσιν ‌ἑαυτοῖς ‌ναούς ‌τε ‌καὶ ‌μοναστήρια, ‌εἶτα ‌ἀσπασάμενοι ‌τὸ ‌ἐπάγγελμα, ‌τῶν ‌οὑκείων ‌ἄρχουσί ‌τε ‌καὶ ‌κυριεύουσι, ‌δούλους ‌καὶ ‌ὕλας ‌διαφόρους ‌ἐπισυρόμενοι, ‌χθὲς ‌ἀμύητοι ‌τοῦ ‌ἐπαγγέλματος, ‌καὶ ‌σήμερον ‌ὡς ‌παλαιοὶ ‌καθηγούμενοι·; ‌χθὲς ‌μὴ ‌εὑδότες ‌χειραγωγεῖσθαι ‌μετὰ ‌συνέσεως ‌καὶ ‌σήμερον ‌χειραγωγεῖν ‌ἄλλους ‌ἀπαιδεύτως ‌προαιρούμενοι·; ‌ὧν ‌οὐχ ‌ἡ ‌ἀρετή, ‌ἡ ‌χρῆσις ‌δὲ ‌τῶν ‌ὑπαρχόντων ‌τὴν ‌ἡγεμονίαν ‌κατεπίστευσεν. ‌οἳ ‌πολλοῖς ‌ἔτεσιν ‌ὀφείλοντες ‌ἐκμαθεῖν ‌καλῶς ‌τὸ ‌[C] ‌ἄρχεσθαι, ‌εἶθ' ‌οὕτως ‌ἐπὶ ‌τὸ ‌ἄρχειν ‌ἀνιέναι, ‌πρὸ ‌τῆς ‌πείρας ‌τοῦ ‌προτέρου ‌ἐπικινδύνως ‌τοῦ ‌δευτέρου ‌ἐπιλαμβάνοντες, ‌τοιούτους ‌ἀπεργαζόμενοι ‌τοὺς ‌ὑπὸ ‌χεῖρας, ‌οἷοι ‌καί ‌εὑσιν. ‌ὁ ‌δὲ ‌ἐπειδὴ ‌ἀληθινὴν ‌τὴν ‌ἀποταγὴν ‌ἐποιήσατο, ‌ἀνόθευτον ‌καὶ ‌τὴν ‌ὑποταγὴν ‌δείκνυσιν·; ‌καὶ ‌γὰρ ‌προηγεῖται ‌τοῦ ‌δευτέρου ‌τὸ ‌πρότερον, ‌ὡς ‌ἀστραπὴ ‌βροντῆς ‌καὶ ‌ἑωσφόρος ‌ἡλίου ‌ἀνίσχοντος·; ‌ὁ ‌γὰρ ‌ἄριστα ‌ἀποταξάμενος, ‌ἄριστα ‌δηλαδὴ ‌καὶ ‌ὑποταγήσεται·; ‌ὁ ‌δὲ ‌καθ' ‌ἑκάτερον ‌σκολιώσας, ‌καὶ ‌ἐν ‌θατέρῳ ‌δηλονότι ‌χωλανεῖται.

10. ‌ ‌πολλὰ ‌μὲν ‌οὖν ‌τὰ ‌κατ' ‌ἀρετὴν ‌ἐπιτηδεύματα, ‌ἐγκρατείας ‌κατάτηξις, ‌ἀγρυπνίας ‌νῆψις, ‌δακρύων ‌κένωσις, ‌εὐχῆς ‌πτέρωσις, ‌χαμευνίας ‌σύνθλιψις, ‌ἐσθῆτος ‌εὐτέλεια, ‌χειρῶν ‌ἐργασία, ‌γονυκλισιῶν ‌ ‌πυκνότης, ‌μελέτη ‌θανάτου, ‌ψαλμῳδίας ‌εὐτονία ‌[D] ‌στάσεως ‌καρτερία·; ‌οὐδὲν ‌δὲ ‌τοιοῦτον ‌τῷ ‌ὑποτακτικῷ, ‌οἷον ‌τὸ ‌κατ' ‌ἐξαγόρευσιν ‌ἀγώνισμα, ‌καὶ ‌τὸ ‌καθ' ‌ὑπακοὴν ‌κατόρθωμα, ‌δι' ‌ὧν ‌ψυχὴ ‌φωτίζεται ‌καὶ ‌νεκροῦται ‌θέλημα, ‌καὶ ‌ὁλοτελὴς ‌εὑσοίκησις ‌τοῦ ‌πνευματικῶς ‌γεγεννημένου ‌πρὸς ‌τὸν ‌γεγεννηκότα ‌ἐγγίνεται. ‌ὁ ‌γὰρ ‌μὴ ‌ταῦτα ‌τῶν ‌ἄλλων ‌προτιμήσας, ‌σαθρὸς ‌πρὸς ‌ὑποταγὴν ‌καθίσταται, ‌καὶ ‌δι' ‌ὧν ‌δοκεῖ ‌σωτηρίας ‌ἔχεσθαι, ‌ἀπάτης ‌ὑφίσταται ‌ὄλεθρον. ‌τὸ ‌γὰρ ‌ἐγκρατὲς ‌καὶ ‌ἄγρυπνον, ‌καὶ ‌ὁτιοῦν ‌ἄλλο ‌τῶν ‌προειρημένων ‌κατορθωμάτων, ‌αὐτὸ ‌μὲν ‌καθ' ‌ἑαυτὸ ‌ἐπαινετὸν ‌δοίη ‌τις ‌εἶναι, ‌οὐδ' ‌ἂν ‌δὲ ‌εἴη ‌λυσιτελές, ‌μᾶλλον ‌μὲν ‌οὖν ‌καὶ ‌πτώσεως ‌αἴτιον ‌τῷ ‌ὑδιο<ρ>ρύθμως ‌πράττοντι, ‌εὑ ‌μὴ ‌γνώμονι ‌καὶ ‌κανόνι ‌τοῦ ‌καθηγουμένου ‌
[p. ‌813A]περαίνοιτο, ‌ὥστε ‌ὁ ‌τὴν ‌ἐξαγόρευσιν ‌μεθ' ‌ὑπακοῆς ‌ἐξασκῶν, ‌τὰ ‌δευτέρια ‌[lege: ‌δευτερεῖα?] ‌τοῖς ‌ἄλλοις ‌δίδωσιν, ‌ἐν ‌τοῖς ‌δυσὶ ‌τὰ ‌πάντα ‌περικλείων. ‌

11. ‌ ‌ταῦτα ‌ὁ ‌μακάριος, ‌ὡς ‌οὐκ ‌οἶδ' ‌εἴ ‌τις ‌τῶν ‌ἄλλων ‌ἀφοσιωσάμενος, καλὴν ‌τὴν ‌βάσιν ‌πήγνυσι, ‌καὶ ‌ἐπὶ ‌ταύτῃ ‌ἀσφαλῆ ‌τὴν ‌οὑκοδομὴν ‌πεποίηται, ‌πάντα ‌λογισμὸν ‌ἀνατιθέμενος, ‌καὶ ‌πάντα ‌καθ' ‌ὑπακοὴν ‌διαπραττόμενος, ‌καὶ ‌διὰ ‌ταῦτα, ‌γραφικῶς ‌εὑπεῖν, ‌ἀγαπώμενος ‌ἐν ‌προσώπῳ ‌πατρὸς ‌αὐτοῦ. ‌γίνεται ‌οὖν ‌ἀδάμας ‌τῇ ‌καρτερίᾳ, ‌περιδέξιος ‌τῇ ‌διακονίᾳ ‌διαλάμπων ‌μὲν ‌ἐν ‌πολλοῖς ‌συνάθλοις, ‌ὧν ‌οὐ ‌πόρρω ‌ἀφίστατο ‌κατὰ ‌τὴν ‌κοινοβιαϊκὴν ‌ζωήν, ‌ὑδίᾳ ‌δὲ ‌μεθ' ‌ἑνὸς ‌ὁμοτρόπου ‌ὑποταττόμενος ‌καθ' ‌ἡσυχίαν ‌τῷ ‌ἀειμνήστῳ ‌Θεοκτίστῳ, ‌καὶ ‌πῆ ‌μὲν ‌οἴκοι ‌σχολάζων ‌πῆ ‌δὲ ‌τῇ ‌κοινότητι ‌συνερχόμενος, ‌ἔν ‌τε ‌ψαλμῳδίαις, ‌[B] ‌διατροφαῖς ‌τε ‌καὶ ‌ἐργασίαις, ‌καὶ ‌οἷον ‌εὑπεῖν ‌κοινός ‌τε ‌καὶ ‌ἐπίκοινος ‌γινόμενος ‌καὶ ‌μέτριος ‌κατὰ ‌πάντα·; ‌οὐ ‌γάρ, ‌ἐπειδὴ ‌εὐγενὴς ‌τὸ ‌κατὰ ‌σάρκα ‌ἀπετραχύνετο ‌τοῖς ‌ἀγροικοτέροις ‌συνδιαιτώμενος, ‌οὐδὲ ‌ἐπειδὴ ‌ἐξυπηρετεῖτο ‌παρ' ‌οὑκετῶν ‌πρότερον ‌τὰς ‌ἀτιμοτέρας ‌ἐγχειρίζεσθαι ‌διακονίας ‌ἐξενοπάθει. ‌τοιγαροῦν ‌καὶ ‌κόπρον ‌ἐπὶ ‌ὤμων ‌ἐπεφέρετο, ‌καὶ ‌χῶρον ‌ἀρδεύειν ‌προσετάττετο, ‌καὶ ‌ἄλευρα ‌φύρειν ‌ἠνείχετο, ‌καὶ ‌ταῦτα ‌μετὰ ‌τοῦ ‌γράφειν ‌τόνῳ ‌πολλῷ ‌καὶ ‌ἐπιμελείᾳ ‌κρατίστῃ. ‌

12. ‌ ‌βούλει ‌μαθεῖν ‌καὶ ‌ἕτερα ‌ὑπακοῆς ‌ἀριστεύματα ‌ἐγγύθεν; ‌ὁ ‌πράκτωρ ‌τῶν ‌κατορθωμάτων ‌ὠνειδίζετο ‌παρὰ ‌τοῦ ‌Πατρὸς ‌ἐπὶ ‌παρουσίᾳ ‌ξένων, ‌καὶ ‌ὡς ‌εὐφημίαν ‌δεχόμενος, ‌ἀκλόνητος ‌διέμενεν ‌ὁ ‌εὐκλεέστατος·; ‌ὑπανεγίνωσκεν ‌ἀξιολόγως ‌ἐν ‌ὠσὶν ‌ἀδελφότητος ‌[C] ‌καὶ ‌ὡς ‌παρὰ ‌λόγον ‌ἀναγνοὺς ‌ἐπιπληττόμενος ‌ὑπέπτησσεν ‌ὁ ‌ἐμφρονέστατος·; ‌δουλογενὴς ‌ἀκούων ‌κατὰ ‌ἀστειασμὸν ‌τὴν ‌κεφαλὴν ‌κατένευεν ‌συνερῶν ‌τῷ ‌πατρί, ‌ὁ ‌εὐγενὴς ‌ὄντως ‌σὺν ‌τῇ ‌ψυχῇ ‌καὶ ‌τῷ ‌σώματι·; ‌πολύτλας ‌ὤν ‌ἐν ‌τῷ ‌ἐργοχείρῳ ‌καὶ ‌πολλὰ ‌ποριζόμενος, ‌ὡς ‌μηδὲν ‌εὑσφέρων ‌[*** ‌lacuna?]·; ‌ἄτυφος ‌ὅτι ‌μάλιστα ‌διείρχετο ‌[lege: ‌διήρχετο] ‌ὁ ‌φιλομαθής ‌τε ‌καὶ ‌φιλόθεος, ‌ἀποπεμπόμενος ‌μετὰ ‌γονυπέτησιν ‌παρὰ ‌τοῦ ‌πατρός, ‌ὡς ‌ἐπὶ ‌τὸ ‌αὐτὸ ‌[lege: ‌τῷ ‌αὐτῷ] ‌ἐμπεπτωκὼς ‌τῷ ‌σφάλματι, ‌οὐκ ‌ἀπηυθαδίαζεν, ‌ἀλλ' ‌ἐπέμενεν ‌ἐξαιτῶν ‌τὴν ‌συγχώρησιν ‌ὁ ‌θαυμασιώτατος·; ‌ἠτόνει ‌τὸ ‌δὴ ‌λεγόμενον ‌ὁ ‌κατὰ ‌πεῖραν ‌σκώπτων ‌καὶ ‌διασύρων, ‌<οὐκ> ‌<μᾶλλον> ‌ἢ ‌ἐκορέννυτο ‌τοῖς ‌ὀνείδεσιν ‌ὁ ‌διὰ ‌τῆς ‌ἐθελουσίου ‌ἀτιμίας ‌δόξαν ‌ἑαυτῷ ‌περιποιούμενος ‌ἀΐδιον. ‌εἴπω ‌τι ‌καὶ ‌τῶν ‌οὐκ ‌οὑκείων ‌δοκούντων ‌τῷ ‌ἐπαγγέλματι, ‌[D] ‌τὸν ‌δὲ ‌λόγον ‌ἔχον ‌κατευθὺ ‌πραττόμενον, ‌ὅτι ‌ἔρωτι ‌ταπεινώσεως ‌βαλλόμενος, ‌παρεκάλει, ‌ἠντιβόλει, ‌κοσσίζεσθαι, ‌`ραπίζεσθαι, ‌καὶ ‌μέντοι ‌ἔπειθεν, ‌καὶ ‌πείθων ‌ἐτετύφετο ‌καὶ ‌τυπτόμενος ‌παρά ‌τινος ‌κατ' ‌ἐπιταγὴν ‌τοῦ ‌πατρός, ‌ὡς ‌δῶρον ‌εὑληφὼς ‌ἐγεγήθει·; ‌καὶ ‌ἦν ‌τὸ ‌γινόμενον ‌ὑπερφυές, ‌τοῦ ‌μὲν ‌ἐκβιαζομένου ‌διὰ ‌τὸ ‌δοκοῦν ‌ἀνοίκειον, ‌τοῦ ‌δὲ ‌χαίροντος ‌διὰ ‌τὸ ‌κερδόμισθον·; ‌καὶ ‌ἡ ‌ὠφέλεια ‌ὅση ‌ὁρῶσί ‌τε ‌καὶ ‌ἀκούουσιν, ‌
[p. ‌816A]ὅστις ‌εἴη ‌ὁ ‌ταῦτα ‌ἑκουσίως ‌ὑφιστάμενος ‌καὶ ‌Χριστὸν ‌ἐντεῦθεν ‌μιμούμενος.

13. ‌ ‌τὸν ‌οὖν ‌τοιοῦτόν ‌τε ‌καὶ ‌τηλικοῦτον ‌ἦν ‌ἆρα ‌μὴ ‌ἀγαπᾶσθαι ‌καὶ ‌στέργεσθαι; ‌καὶ ‌πῶς ‌ἂν ‌ἔχοι ‌λόγον, ‌ὅλον ‌ἑαυτὸν ‌ἐμπαρέχοντα ‌τὸν ‌τῆς ‌ὑπακοῆς ‌υἱὸν ‌ἀπόθητον ‌καὶ ‌οὐχ ‌ὁλόστερνον ‌εἶναι ‌τῷ ‌γεννήτορι; ‌διὰ ‌τοῦτο ‌καὶ ‌ἀγαπᾶται ‌λίαν, ‌ὡς ‌εἴρηται. ‌καὶ ‌πανταχοῦ ‌τῇ ‌τῆς ‌ἀρετῆς ‌φα<ει>νότητι ‌διατεθρύλληται, ‌ὡς ‌πάντα ‌τῷ ‌πατρὶ ‌γινόμενος, ‌οἷον, ‌ὀφθαλμὸς ‌δεξιὰ ‌βλέπων, ‌χεὶρ ‌ἐργαζομένη, ‌ποὺς ‌βαδίζων, ‌σύμβουλος ‌ἀγαθός, ‌παραστάτης ‌καρτερός, ‌συνόμιλος ‌γλυκερός, ‌τῶν ‌ἔνδον ‌ὁ ‌πιστότατος, ‌τῶν ‌ἐκτὸς ‌ὁ ‌φυλακτικώτατος, ‌ὁμοῦ ‌μὲν ‌τὰ ‌μαθητῶν ‌ὁμοῦ ‌δὲ ‌τὰ ‌ἀδελφῶν ‌[B] ‌ἐπιδεικνύμενος, ‌προσθείην ‌δ' ‌ἂν ‌ὅτι ‌καὶ ‌τὰ ‌πατρὸς ‌χαριζόμενος, ‌καὶ ‌τοσοῦτος ‌ὢν ‌ἐν ‌ἀμφοτέροις, ‌ὡς ‌εἴ ‌που ‌κατά ‌τινα χρείαν ‌ἦν ‌ἐκδημεῖν ‌τὸν ‌ἀοίδιμον ‌Πλάτωνα ‌ἀδημονεῖν ‌τὸν ‌ἀείμνηστον ‌Θεόκτιστον ‌καὶ ‌μὴ ‌ἔχειν ‌ἄνεσιν, ‌ἀποστολικῶς ‌εὑπεῖν, ‌τῷ ‌πνεύματι ‌διὰ ‌τὸν ‌ποθούμενον. ‌τίς ‌γὰρ ‌ἐκείνου ‌τὸ ‌μέλλον ‌προβλέψαι ‌στοχαστικώτερος; ‌τίς ‌δὲ ‌τὸ ‌λυποῦν ‌μαλᾶξαί ‌τε ‌καὶ ‌θεραπεῦσαι ‌προσηνέστερος; ‌τίς ‌δ' ‌αὐτο<ῦ> ‌χρειῶδες ‌εὑσοῖσαι ‌εὐμαρέστερος; ‌τίς ‌δὲ ‌τιμὴν ‌ἀνάψαι ‌ποικιλώτερος; ‌τοιοῦτος ‌μὲν ‌πρὸς ‌εὔνοιαν ‌γνήσιος, ‌ὡς ‌πάντων ‌ἐξουσιάζειν ‌τῶν ‌πατρικῶν, ‌τοσοῦτος ‌δὲ ‌ἀφιλόϋλος, ‌ὡς ‌οὐδὲ ‌κύριος ‌ὀβολοῦ. ‌ἀνθ' ‌ὧν ‌τί ‌τὸ ‌πέρας ‌καὶ ‌τίς ‌ἡ ‌ἀμοιβή; ‌ἡ ‌πατρικὴ ‌εὐλογία ‌ἐπὶ ‌τὸν ‌κατὰ ‌πνεῦμα ‌'Ιακώβ, ‌ὠξ ‌οὗ ‌πατριάρχαι, ‌εἶτ' ‌οὖν ‌ἱεράρχαι ‌καὶ ‌ποιμνιάρχαι, ‌ἀφ' ‌ὧν ‌πολλὰ ‌τὰ ‌κατὰ ‌[C] ‌θεὸν ‌τέκνα ‌πλήθουσί ‌τε ‌καὶ ‌πληθυνθήσονται, ‌εὖ ‌οἶδα, ‌τοῦ ‌εὐλογημένου ‌σπέρματος. ‌τοσοῦτος ‌ὁ ‌τῆς ‌ὁσιότητος ‌ἐραστὴς ‌ὡς ‌ἀληθῶς, ‌καὶ ‌τοιοῦτον ‌αὐτῷ ‌τὸ ‌τέλος, ‌ὡς ‌ἐν ‌σκιαγραφίᾳ ‌πρὸς ‌εὔχρουν ‌χαρακτῆρα ‌τῆς ‌εὐμούσου ‌ὑποταγῆς. ‌

14. ‌ἐπειδὴ ‌δὲ ‌παραπέμπει ‌πρὸς ‌τὸν ‌ἐν ‌οὐρανοῖς ‌δεσπότην ‌τὸν ‌καθηγεμόνα, ‌καθίστησιν ‌ἑαυτὸν ‌εὑς ‌τὸν ‌ἐκείνου ‌τόπον ‌καὶ ‌τρόπον, ‌καὶ ‌τὴν ‌ἡσυχίαν ‌ἀσπάζεται ‌ἐννόμως ‌τε ‌καὶ ‌ἐνθέσμως·; ‌οὐ ‌κατὰ ‌τοὺς ‌πολλοὺς ‌τῶν ‌νῦν ‌σφαλερῶς ‌ἐπὶ ‌ταύτην ‌ἐρχομένων, ‌καὶ ‌πρὶν ‌ὑποτάξαι ‌τὴν ‌σάρκα ‌τῷ ‌πνεύματι, ‌τοῖς ‌τῆς ‌πονηρίας ‌πνεύμασιν ‌μονομαχήσειν ‌τεθαρρηκότων ‌καὶ ‌ἐν ‌καιρῷ ‌τῆς ‌νίκης ‌παλαίειν ‌ἐκμελετώντων ‌[D] ‌ὁπότε ‌καὶ ‌πεῖραν ‌οὑόντων ‌[lege: ‌οὑομένων?] ‌δυστέκμαρτον ‌τὴν ‌νίκην ‌σὺν ‌θεῷ ‌ποιήσασθαι·; ‌ὃς ‌γὰρ ‌ἂν ‌οὐκ ‌ἐπαιδεύθη ‌τὴν ‌ὑποταγὴν ‌πρότερον, ‌πῶς ‌οὗτος ‌ὑποτάξειεν ‌τὰ ‌πολέμια ‌πάθη; ‌καὶ ‌ὃς ‌δ' ‌ἂν ‌μὴ ‌ἐφύλαξεν ‌ἁγνὴν ‌τὴν ‌εὐπείθειαν, ‌πῶς ‌οὗτος ‌προσβήσεται ‌τῷ ‌ὄρει ‌τῆς ‌ἡσυχίας; ‌ἢ ‌δηλονότι ‌ὁ ‌παρὰ ‌καιρὸν ‌αὐτῆς ‌ἁψάμενος, ‌"λίθοις ‌λιθοβοληθήσεται, ‌ἢ ‌βολίδι ‌κατατοξευθήσεται, ‌καὶ ‌τελευτήσειεν ‌τῷ ‌κατὰ ‌ψυχὴν ‌θανάτῳ," ‌καθώς ‌πού ‌φησι ‌τὸ ‌ἱερὸν ‌γράμμα; ‌ἀλλ' ‌οὐχ ‌οὕτως ‌ὁ ‌περὶ ‌οὗ ‌ὁ ‌λόγος·; ‌λόγῳ ‌γὰρ ‌καὶ ‌τρόπῳ ‌θεαρέστως ‌ὑποταγείς, ‌
[p. ‌817A]εὐλόγως ‌καὶ ‌εὐαφόρμως ‌ἐπὶ ‌ταύτην ‌πρόσεισιν, ‌καὶ ‌τὸν ‌νοῦν ‌καθαίρεται ‌ἐγγίζων ‌θεῷ, ‌καὶ ‌ταῖς ‌πρὸς ‌αὐτὸν ‌θεωρίαις ‌γλυκαίνεται ‌μετεωροπορῶν ‌τῷ ‌νῷ·; ‌ἐπεὶ ‌μηδὲ ‌ἔνεστιν ‌ἡδύτερόν ‌τι ‌τοῦ ‌θεὸν ‌ἔχειν ‌ἐν ‌θεωρίᾳ, ‌ὅς ‌ἐστι ‌γλυκασμὸς ‌καὶ ‌ὅλος ‌ἐπιθυμία ‌τοῖς ‌γευομένοις ‌αὐτοῦ ‌τῆς ‌ἀκορέστου ‌ἀγάπης, ‌ὡς ‌λήθην ‌λαμβάνειν ‌καὶ ‌αὐτῆς ‌σχεδὸν ‌τῆς ‌ὀρεκτικῆς ‌τροφῆς. ‌ἐφ' ‌ἑαυτῷ ‌μὲν ‌οὖν ‌ταῦτα ‌καὶ ‌ἐφέλκεται ‌καὶ ‌πορίζεται, ‌καὶ ‌δυνάμεως ‌εὑς ‌δύναμιν ‌μετερχόμενος, ‌καὶ ‌ἀναβάσεις ‌ἀρετῶν ‌ἐν ‌καρδίᾳ ‌διατιθέμενος. ‌

15. ‌[B] ‌ἐπειδὴ ‌δὲ ‌οὐκ ‌ἤρκει ‌τὸ ‌καθ' ‌ἑαυτὸν ‌μόνον ‌σκοπεῖν, ‌ζητούσης ‌τῆς ‌ἀγάπης ‌καὶ ‌τὸ ‌τῶν ‌ἄλλων ‌συμφέρον, ‌τέθειται ‌γοῦν ‌καὶ ‌ἐν ‌τάξει ‌πατρός, ‌μᾶλλον ‌δὲ ‌φωστῆρος ‌δίκην ‌τῇ ‌μνημονευθείσῃ ‌ἀδελφότητι, ‌κατὰ ‌διαδοχὴν ‌τοῦ ‌μακαρίου ‌Θεοκτίστου, ‌ἐχούσῃ ‌ἴδιον ‌τὸν ‌καθηγεμόνα, ‌ἣν ‌καὶ ‌ἀμφότεροι ‌πνευματικῶς ‌τε ‌καὶ ‌σωματικῶς ‌ὅτι ‌μάλιστα ‌εὑς ‌τὸ ‌εἶναί ‌τε ‌καὶ ‌ὀνομάζεσθαι ‌μονὴν ‌εὐαγεστάτην ‌προήγαγον. ‌γίνεται ‌δὲ ‌καὶ ‌δυοῖν ‌φοιτητῶν ‌καθηγητὴς ‌ὑδιοτρόπως, ‌ὑφ' ‌ὧν ‌ἐξυπηρετεῖτο, ‌καὶ ‌οὓς ‌εἶχε ‌συνεστίους, ‌ἀλλ' ‌οὐχὶ ‌συσσίτους, ‌ὧν ‌ὁ ‌εἷς ‌ἔτι ‌περίεστι ‌τοὔνομα ‌'Αντώνιος, ‌ὁ ‌μεθ' ‌ἡμῶν ‌καὶ ‌σὺν ‌ἡμῖν ‌μέχρι ‌γήρους ‌ὑποταττόμενος·; ‌αὐτὸς ‌ἡμῖν ‌ὑφηγητὴς ‌εἴη ‌ἐνταῦθα ‌τῶν ‌ἐπιζητουμένων·; ‌<<ἄρτος>> ‌φασί ‌<<τῷ ‌πατρὶ ‌καὶ ‌κύαμος ‌πρὸς ‌λαχάνοις ‌καὶ ‌ἀκροδρύοις, ‌ἡ ‌καθ' ‌ἡμέραν ‌[C] ‌εὐανθίζουσα ‌ἀνέλαιος ‌διατροφή, ‌πλὴν ‌κυριακῆς ‌τε ‌καὶ ‌ἑορτῆς, ‌καθ' ‌ἃς ‌εὑώθει ‌ὁμοτράπεζος ‌εἶναι ‌τῇ ‌κοινῇ ‌ἀδελφότητι. ‌ποτόν, ‌ὃ ‌βλύζουσι ‌κρῆναι ‌καὶ ‌ᾧ ‌συνάγεται ‌νοῦς, ‌οὐ ‌χεόμενος ‌οὑνοφλυγίας `ρεύματι, ‌οὐδ' ‌αὐτὸ ‌ἡμερήσιον ‌ἀεί, ‌ἀλλὰ ‌πῇ ‌μὲν ‌ὑπερημερήσιον, ‌πῇ ‌δὲ ‌δισσευόμενον ‌τῇ ‌ἑβδομάδι ‌ἢ ‌καὶ ‌δεκατήμερον ‌λαμβανόμενον ‌τῆς ‌βραδυποσίας, ‌ἵν' ‌οὕτως ‌εἴπω, ‌καὶ ‌ἀποσίας, ‌μετὰ ‌τῆς ‌ἐγκρατοῦς ‌ἐφέσεως, ‌καὶ ‌ἐκ ‌φυσικῆς ‌κράσεως ‌εὑς ‌ἕξιν ‌αὐτῷ ‌καθεστώσης.>>

16. ‌ἐσθὴς ‌εὐτελὴς ‌καὶ ‌βραχύτιμος ‌καὶ ‌πρὸς ‌μόνην ‌θάλψιν ‌πεποιημένη, ‌ἀλλ' ‌οὐχὶ ‌λεπτοῖς ‌ὑφάσμασιν ‌ἐπιτετηδευμένη, ‌οὐδὲ ‌βαφικαῖς ‌χροιαῖς ‌ἐξηνθισμένη, ‌ἣν ‌οἱ ‌καλλωπισταί, ‌ἀλλ' ‌οὐ ‌μονασταὶ ‌θηρᾶν ‌ἐφίενται. ‌προσευχὴ ‌καὶ ‌ἀνάγνωσις ‌ἐπίπονος, ‌[D] ‌ἀφοριζομένη ‌κατὰ ‌καιρόν, ‌καὶ ‌εὑς ‌τροφὴν ‌αὐτῷ ‌ἀντὶ ‌τρυφῆς ‌καρυκευομένη. ‌γονυκλισιῶν ‌πυκνότης, ‌πατρόθεν ‌ἠργμένη, ‌ἐξ ‌ἧς ‌τύλοι ‌χειρῶν ‌τε ‌καὶ ‌γῆς ‌ἐφ' ‌ἧς ‌ἐβεβήκει ‌μέχρι ‌τοῦ ‌δεῦρο ‌τὴν ‌ἀρετὴν ‌στηλιτεύοντες. ‌στρωμνὴ ‌οὐχ ‌ἁπαλή ‌τε ‌καὶ ‌διαρρέουσα, ‌ἀλλ' ‌ὅση ‌καὶ ‌ὑποπιάζειν ‌τὸ ‌σῶμα ‌δυναμένη, ‌καὶ ‌ἀταπείνωτον ‌αὐτὸ ‌πρὸς ‌τὰς ‌πνευματικὰς ‌λειτουργίας ‌διαφυλάττειν ‌ὑσχύουσα. ‌χειρῶν ‌ἐργασία ‌διὰ ‌σπουδῆς·; ‌τοῦτο ‌γὰρ ‌τῶν ‌ἐκείνου ‌κατορθωμάτων ‌παρὰ ‌τοὺς ‌πολλούς ‌(ἵνα ‌μὴ ‌λέγω ‌τοὺς ‌πάντας) ‌τὸ ‌ἐπίσημον·; ‌ἢ ‌μᾶλλον ‌οὑκειότερον ‌εὑπεῖν, ‌σὺν ‌τῷ ‌ἱερῷ ‌ἀποστόλῳ ‌φάναι ‌[ms. ‌φαίην]
[p. ‌820A]ἔχοντος ‌[lege: ‌ἔχοντι?]·; ‌"ταῖς ‌χρείαις ‌μου ‌καὶ ‌τοῖς ‌οὖσι ‌μετ' ‌ἐμοῦ ‌ὑπηρέτησαν ‌αἱ ‌χεῖρες ‌αὗται," ‌ὅτι ‌μηδὲ ‌δωρεὰν ‌ἄρτον ‌ἔφαγεν. ‌ποία ‌γὰρ ‌χεὶρ ‌τῆς ‌ἐκείνου ‌δεξιᾶς ‌μουσικώτερον ‌ἐσυρμαιογράφησεν, ‌ἢ ‌τίς ‌ἐπιπονώτερον ‌τῆς ‌ἐκείνου ‌προθυμίας ‌ἐσπουδαιογράφησεν, ‌καὶ ‌πᾶν ‌ὁτιοῦν ‌προσπεσὸν ‌ἔργον ‌θερμῶς ‌διεχειρίσατο; ‌πῶς ‌ἄν ‌τις ‌ἐξαριθμήσειεν ‌τοὺς ‌τὰ ‌ἐκείνου ‌πονήματα, ‌εἴτ' ‌οὖν ‌βιβλιδάρια ‌ἔχοντας, ‌ἐκ ‌διαφόρων ‌θείων ‌πατέρων ‌ἀνθολογηθέντα ‌καὶ ‌ἱκανὴν ‌ποριζόμενα ‌τοῖς ‌κεκτημένοις ‌τὴν ‌ὠφέλειαν; ‌ταῖς ‌καθ' ‌ἡμᾶς ‌δὲ ‌μοναῖς ‌πόθεν ‌ἄλλοθεν ‌ἡ ‌τῶν ‌δέλτων ‌εὐπορία, ‌ἢ ‌οὐχὶ ‌ἐκ ‌τῶν ‌ἐκείνου ‌ἁγίων ‌χειρῶν ‌καὶ ‌πόνων; ‌ἃς ‌οἱ ‌μετιόντες ‌καὶ ‌τὴν ‌ψυχὴν ‌φωτιζόμεθα ‌καὶ ‌τὴν ‌γραφίδα ‌[B] ‌θαυμάζομεν ‌ὁποία ‌τε ‌καὶ ‌ἡλίκη. ‌ἀλλὰ ‌γὰρ ‌παραδραμὼν ‌ὁ ‌λόγος ‌ἀνιστόρητά ‌τινα, ‌πάλιν ‌ὑπονοστήσας ‌ἀπαγγελλέτω ‌τὰ ‌παραλειφθέντα. ‌

17. ‌ἤκμαζε ‌τηνικαῦτα ‌ὁ ‌χειμὼν ‌τῆς ‌ἀσεβείας, ‌Κωνσταντῖνος ‌ὁ ‌δυσσεβὴς ‌<τὸν> ‌λογισμόν, ‌τὸ ‌τῆς ‌κακίας ‌δοχεῖον, ‌ὁ ‌πολυκέφαλος ‌δράκων, ‌ὁ ‌τῆς ‌εὑκονομαχικῆς ‌αἱρέσεως ‌τριστάτης, ‌ὁ ‌τοῦ ‌μοναδικοῦ ‌τάγματος ‌πικρὸς ‌διώκτης, ‌ὃς ‌τίνα ‌τῶν ‌καθ' ‌ἡμᾶς ‌Ναζιραίων ‌οὐκ ‌ἐξηφάνισεν; ‌τίνα ‌δὲ ‌κρυπτόμενον ‌οὐκ ‌εὑς ‌μέσον ‌ἤγαγεν; ‌ποῖον ‌δὲ ‌ἀντιφερόμενον ‌οὐ ‌κατέσπασεν ‌εὑς ‌τὸ ‌καὶ ‌<τῆς> ‌ἀσεβείας ‌βάραθρον; ‌ὡς ‌εἴ ‌πού ‌τινα ‌ἐναπολειφθέντα ‌τῶν ‌ἐπιφανῶν, ‌ὥσπερ ‌τινὰ ‌σπινθῆρα ‌ἐν ‌ἀποβύστῳ ‌τόπῳ ‌κείμενον, ‌ἐν ‌νεκροῖς ‌λελογέναι ‌[lege: ‌λελογίσθαι?], ‌παρὰ ‌τῶν ‌ἔτι ‌ὑπὲρ ‌γῆν ‌ὄντων. ‌τοιοῦτος ‌ὁ ‌ἡμέτερος ‌'Ηλίας, ‌ὑπὸ ‌κυρίου ‌φυλαττόμενος ‌ἐν ‌οἷς ‌ἠσκεῖτο ‌τόποις, ‌καὶ ‌μὴ ‌εὑς ‌χεῖρας ‌ἁλοὺς ‌τοῦ ‌νέου ‌'Αχαάβ, ‌μηδὲ ‌μετασχὼν ‌τῆς ‌ἐκείνου ‌ἀσεβείας, ‌ἵν' ‌ἀναφανῇ ‌μετὰ ‌παρέλευσιν ‌τῆς ‌νυκτομαχίας, ‌ἀστὴρ ‌[C] ‌ἑωθινὸς ‌ἡμῖν, ‌ὅπερ ‌καὶ ‌γέγονεν. ‌ἐντεῦθεν ‌διά ‌τινα ‌ἀναγκαῖα ‌εἴσεισιν ‌εὑς ‌τὸ ‌Βυζάντιον, ‌ἄρτι ‌ὥσπερ ‌τινῶν ‌φωστήρων ‌ἐπιφαινομένων ‌τῶν ‌ἐπιλελειμμένων ‌μοναστῶν ‌τοῖς ‌ἐν ‌ἄστει. ‌[*** ‌lacuna?]

18. ‌ ‌καὶ ‌ἐπείπερ ‌ὡς ‌ἐκ ‌νεκρῶν ‌ζῶν ‌ἀνεγνωρίσθη ‌ὁ ‌μακαρίτης ‌(οὐδὲ ‌γὰρ ‌ὅτι ‌ὑπῆν ‌ἡμῶν ‌τῆς ‌τεκούσης ‌ὁμαίμων ‌ἐγνωρίζετο), ‌γίνεται ‌περιβόητος ‌οὐ ‌μόνον ‌συγγενεῦσιν, ‌ἀλλὰ ‌γὰρ ‌καὶ ‌πάσῃ ‌τῇ ‌Βυζαντίδι, ‌ἄλλων ‌ἀλλαχοῦ ‌ἑλκόντων ‌αὐτόν, ‌περιχαρῶς ‌τε ‌ἀσπαζομένων ‌καὶ ‌φιλοφρόνως δεξιουμένων, ‌καὶ ‌ἀπολαυόντων ‌διδασκαλίας ‌προσηκούσης. ‌ἦν ‌γὰρ ‌ὅτι ‌μάλιστα ‌ὁ ‌ἀνὴρ ‌ἡδὺς ‌τὸν ‌λόγον, ‌ἡδύτερος ‌τὸν ‌τρόπον, ‌ἀσκητικὸς ‌τὸ ‌εἶδος, ‌πολυειδὴς ‌τὴν ‌διδασκαλίαν, ‌τοῖς ‌πᾶσι ‌τὰ ‌πάντα, ‌ἀποστολικῶς ‌εὑπεῖν, ‌γιγνόμενος, ‌[D] ‌τῶν ‌ἐν ‌συζυγίαις ‌σωφρονιστής, ‌τῶν ‌παρθενευόντων ‌συνασπιστής, ‌τῶν ‌ἐν ‌ἐξουσίαις ‌παρακλητικός, ‌τῶν ‌ἀσθενούντων ‌εὑς ‌ψυχὴν ‌ὑατρός, ‌πατράσι ‌τέκνα ‌συμβιβάζων, ‌πατέρας ‌τέκνοις ‌καταλλάσσων, ‌δεσπόταις ‌δούλους ‌εὐνοεῖν ‌ἀντιβολῶν, ‌καὶ ‌τούτους ‌ἐκείνοις ‌
[p. ‌821A]εὐεργέτας ‌καθιστῶν. ‌τἄλλα ‌ὅσα ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος ‌ποιῶν ‌τε ‌καὶ ‌λέγων ‌γνωρίζεται, ‌ἓν ‌εὑπὼν ‌εὑς ‌σύστασιν ‌τῶν ‌εὑρημένων, ‌πιστώσω ‌τὸν ‌λόγον. ‌ὅτιπερ ‌ἀφ' ‌οὗ ‌ἐπεδήμησεν ‌ἐν ‌ἄστει, ‌ὅλους ‌οἴκους ‌ ‌μετέπλασεν ‌καὶ ‌μετεστοιχείωσεν ‌εὑς ‌βίον ‌ἐνάρετον. ‌τί ‌δή ‌τοῦτο; ‌ὅρκον ‌ἐκκόψας ‌τῇ ‌παραινετικῇ ‌αὐτοῦ ‌γλώττῃ, ‌καλλωπισμοὺς ‌συστείλας ‌τῇ ‌εὐκόσμῳ ‌διδασκαλίᾳ, ‌φιλοπτωχίαν ‌ἐμποιήσας ‌τῇ ‌ἠθικῇ ‌ὑφηγήσει, ‌ἐξ ‌ἧς ‌κένωσις ‌χρημάτων ‌καὶ ‌διανομαὶ ‌ἐφ' ‌οὓς ‌ἠσκεῖτο ‌τόπους ‌δημόσιοι. ‌πρός ‌τε ‌ἀνάγνωσιν ‌`ρυθμίσας, ‌καὶ ‌πρὸς ‌ὁτιοῦν ‌τῶν ‌καλῶν ‌εὖ ‌ἐπανάγων, ‌καὶ ‌ταῦτα ‌ἐν ‌κόπῳ ‌καὶ ‌μόχθῳ ‌νυκτὸς ‌καὶ ‌ἡμέρας, ‌τληπαθῶν, ‌ἀγρυπνῶν, ‌πεζοπορῶν, ‌ταῖς ‌παρὰ ‌τῶν ‌φίλων ‌καὶ ‌συγγενῶν ‌δεξιώσεσιν ‌ἀνταλλάσσων ‌τὰς ‌παρ' ‌ἑαυτοῦ ‌κακοπαθείας, ‌ἔργῳ ‌τὸ ‌τοῦ ‌ἀποστόλου ‌φθεγγόμενος·; ‌"ὑποπιάζω ‌μου ‌τὸ ‌σῶμα ‌καὶ ‌δουλαγωγῶ, ‌[B] ‌μή ‌πως ‌ἄλλοις ‌κηρύξας, ‌αὐτὸς ‌ἀδόκιμος ‌γένωμαι." ‌

19. ‌ ‌ ‌ἦρεν ‌τοιγαροῦν ‌σύσσημον ‌τῇ ‌βασιλιζούσῃ, ‌τὸν ‌λόγον ‌ὑπὸ ‌τοῦ ‌βίου ‌μαρτυρούμενον ‌ἔχων, ‌κἀξ ‌αὐτοῦ ‌τοῦ ‌εὐτελοῦς ‌καὶ ‌ἀπερίττου ‌σχήματος ‌παράκλησις ‌εὑς ‌ἀρετὴν ‌τοῖς ‌ὁρῶσι ‌γινόμενος·; ‌εὑ ‌δὲ ‌ὅτι ‌πολιτικὸς ‌ἦν ‌ἔν ‌τισι ‌γλυκαίνων ‌τὴν ‌φράσιν ‌πρὸς ‌τὸ ‌τῶν ‌ἀκουόντων ‌ὑδιότροπον, ‌ὁράτω ‌τις ‌τὸν ‌καρπὸν ‌καὶ ‌μὴ ‌μεμφέσθω ‌τὸν ‌τρόπον. ‌τί ‌δὲ ‌οὗτος; ‌ὁ ‌τῶν ‌ἁμαρτανόντων ‌μετάμελος, ‌καὶ ‌ὁ ‌τῶν ‌ἀποτασσομένων ‌τοῦ ‌βίου ‌ὅμιλος·; ‌πρῶτος ‌γὰρ ‌καὶ ‌μόνος ‌σχεδὸν ‌εὑπεῖν ‌πτερωτὴς ‌τῶν ‌τοῦ ‌γένους ‌καὶ ‌τῶν ‌ἔξω ‌γένους, ‌ὁ ‌τῆς ‌ὁσιότητος ‌ἐραστὴς ‌ἡμῶν ‌δέδεικται. ‌Διὰ ‌ταῦτα ‌καὶ ‌προστατεῖν ‌μοναστηρίου ‌ἀστικοῦ ‌ἀναγκάζεται ‌μὲν ‌[C] ‌οὐ ‌καταπείθεται ‌δέ·; ‌καὶ ‌ἄρχειν ‌τῆς ‌Νικομηδέων ‌ἐκκλησίας ‌ὑπὸ ‌τοῦ ‌τηνικαῦτα ‌προέδρου ‌προτρέπεται ‌μέν, ‌οὐ ‌συνέρχεται ‌δέ, ‌φεύγων ‌τὸν ‌κλῆρον ‌ὁ ‌τούτου ‌ἄξιος, ‌καὶ ‌τὸ ‌τῆς ‌ἱεραρχίας ‌ὕψος ‌δεδιὼς ‌ὁ ‌τὴν ‌ἀρετὴν ‌μετέωρος. ‌διὸ ‌καὶ ‌πρὸς ‌τὴν ‌φίλην ‌αὐτῷ ‌ἡσυχίαν ‌ἐπάνεισιν, ‌κἀκεῖ ‌καθιστᾷ ‌μνήμης ‌ἄξια, ‌πτωχῶν ‌προϊστάμενος, ‌ἀδικουμένων ‌ὑπερασπιζόμενος, ‌θλιβομένους ‌παραμυθούμενος, ‌καὶ ‌θλίψιν, ‌οἵαν ‌βούλῃ, ‌πιεζομένους ‌θεραπεύων, ‌τοῦτο ‌μὲν ‌διὰ ‌γλώσσης ‌καὶ ‌μέλανος, ‌ἐπεὶ ‌μὴ ‌εἶχεν ‌ἄλλῳ ‌τινὶ ‌φαρμάκῳ ‌ἐπαμῦναι ‌τῷ ‌προσιόντι, ‌καὶ ‌ἴσχυέν ‌γε ‌τὸ ‌γράμμα ‌ὡς ‌δῶρον ‌αὑδοῖ ‌τοῦ ‌ἀνδρός, ‌κάμπτων ‌πρὸς ‌οἶκτον ‌τὸν ‌ἐλεεῖν ‌δυνάμενον.

20. ‌ ‌τοῦτο ‌δὲ ‌καὶ ‌ἐξ ‌ὧν ‌εὐπορεῖτο ‌ἡ ‌χεὶρ ‌ἐπιδιδόναι, ‌πληρούντων ‌αὐτὴν ‌τῶν ‌καλῶς ‌τὰ ‌ἐνόντα ‌κενούντων ‌[D] ‌ἐπὶ ‌μεθέξει ‌τῶν ‌ἀκενώτων ‌καὶ ‌αὑωνίων. ‌εὑ ‌δὴ ‌μηδ' ‌
[p. ‌824A]ἑτέρῳ, ‌παρακλήσει ‌ἐξαίρων ‌τὸ ‌ἄλγος ‌καὶ ‌μακροτέρᾳ ‌διερωτήσει ‌ἁπαλύνων ‌τὴν ‌τραχυνομένην ‌καρδίαν ‌τοῦ ‌κάμνοντος. ‌Τί ‌θαυμαστὸν ‌πρὸς ‌ταῦτα ‌καὶ ‌αὐτὸν ‌μετὰ ‌τοῦ ‌ἀοιδίμου ‌'Ιὼβ ‌ἐκεῖνα ‌λέγειν·; ‌"διέσωσα ‌πτωχὸν ‌ἐκ ‌χειρὸς ‌δυνάστου ‌καὶ ‌ὀρφανῷ ‌οὗ ‌οὐκ ‌ἦν ‌βοηθὸς ‌ἐβοήθησα, ‌στόμα ‌δὲ ‌χήρας ‌με ‌ηὐλόγησεν, ‌δίκην ‌δὲ ‌ἣν ‌οὐκ ‌ᾔδειν ‌ἐξιχνίασα·;" ‌ὧν ‌ἕνεκεν ‌καὶ ‌ὡς ‌πατὴρ ‌ἐγνωρίζετο, ‌καὶ ‌ὡς ‌προστάτης ‌ἐμεγαλύνετο, ‌καὶ ‌ὡς ‌κηδεμὼν ‌ἐμακαρίζετο, ‌ὁρώμενος, ‌ἀπαντώμενος, ξενιζόμενος, ‌παρὰ ‌μονασταῖς, ‌παρὰ ‌μιγάσιν, ‌εὑς ‌τὰ ‌ὑπερέκεινα ‌ὧν ‌ἠσκεῖτο ‌τόπων ‌τῆς ‌περὶ ‌αὐτοῦ ‌φήμης ‌διαδραμούσης, ‌καὶ ‌πάντων ‌τὸν ‌Πλάτωνα ‌ἐν ‌ταῖς ‌ἑαυτῶν ‌γλώσσαις, ‌ὡς ‌μέγα ‌τι ‌καὶ ‌ἀξιάγαστον ‌χρῆμα, ‌ἐπιφερόντων·; ‌ὃν ‌καὶ ‌ὁ ‌μέλλων ‌χρόνος ‌εὖ ‌οἶδ' ‌ὅτι ‌οὐ ‌σιγήσειεν, ‌εἴπερ ‌ἀρετὴ ‌[B] ‌πρᾶγμα ‌ἀθάνατον. ‌ ‌

21. ‌ ‌ἀλλ' ‌ἧκεν ‌ἡμῖν ‌ἡ ‌χριστοφόρος ‌Εὑρήνη, ‌ἡ ‌φερωνύμως ‌βασιλεύσασα, ‌ἐν ‌ᾗ ‌μετὰ ‌τῶν ‌ἄλλων ‌καλῶν ‌καὶ ‌ἡ ‌τοῦ ‌μονάζειν ‌παντὶ ‌τῷ ‌βουλομένῳ ‌ἠνέῳκτο ‌θύρα, ‌πάλαι ‌ὑπὸ ‌ἀσεβοῦς ‌βασιλείας ‌κεκλεισμένη, ‌καθάπερ ‌ὑπὸ ‌ἑλληνιζούσης ‌τὸ ‌χριστιανίζειν. ‌ἐντεῦθεν ‌ἡ ‌περὶ ‌ἡμᾶς ‌μὲν ‌πανέστιος ‌ἀποταγή, ‌τοῦ ‌δὲ ‌πανευφήμου ‌πατρὸς ‌ἡ ‌μετὰ ‌τὴν ‌ἡσυχίαν ‌ἡγεμονία, ‌οὐ ‌βουλομένου ‌μέν, ‌οὐδὲ ‌ὀρεγομένου ‌ἄρχειν ‌(πῶς ‌γὰρ ‌ἂν ‌ὁ ‌τὰς ‌μεγίστας ‌φυγὼν ‌ἀρχὰς ‌ἐφέσει ‌τῶν ‌ὑφειμένων ‌ἡλίσκετο;) ‌ἀλλὰ ‌τὸ ‌μὲν ‌κατακλασθεὶς ‌ὑπὸ ‌τοῦ ‌αἵματος ‌(εὑρήσεται ‌γὰρ ‌τ' ‌ἀληθές, ‌εὑ ‌καὶ ‌τραχύτερος ‌ὁ ‌λόγος), ‌τὸ ‌δὲ ‌καὶ ‌ἐλπίσας ‌τὴν ‌αὐτὴν ‌ἴσχειν ‌[C] ‌ἡσυχίαν ‌κἂν ‌τῇ ‌ἡγεμονείᾳ, ‌ὅπερ ‌οὐχ ‌οἷόν ‌τε. ‌οὐδὲ ‌γὰρ ‌ζητήσας ‌εὗρε ‌τὸ ‌ἐλπιζόμενον, ‌κἀντεῦθεν ‌αὐτῷ ‌οἱ ‌πολλοὶ ‌πνεύσαντες ‌πειρασμοί·; ‌τὸ ‌δὲ ‌ὑφ' ‌ὧν ‌καὶ ‌δι' ‌οὕς, ‌ἀφίημι ‌λέγειν, ‌αὑδοῖ ‌τῶν ‌προσώπων, ‌πλὴν ‌ἕλκει ‌βίον ‌ὀδυνηρόν ‌τε ‌καὶ ‌ἀνώμαλον, ‌καὶ ‌τῆς ‌οὑκείας ‌ἕξεως ‌ἀναρμόδιον. ‌

22. ‌ ‌ἀλλὰ ‌τί ‌ποιεῖ ‌ὁ ‌γενναῖος ‌ἐκεῖνος ‌ὄντως ‌καὶ ‌εὐθύβουλος; ‌ἐπειδὴ ‌ἑώρα ‌ἑαυτὸν ‌ἑαλωκότα ‌τῇ ‌προστασίᾳ, ‌καὶ ‌φυγεῖν ‌ταύτην ‌οὐκ ‌ἀκίνδυνον, ‌καίπερ ‌πολλάκις ‌βουλευσάμενος, ‌οἷά ‌τις ‌οὑακοστρόφος, ‌ἐν ‌μέσῳ ‌κλύδωνος ‌περιζέοντος, ‌τὸ ‌τῆς ‌ψυχῆς ‌ὀκνῶδες ‌ἀποσεισάμενος, ‌καὶ ‌τὸ ‌τῆς ‌διανοίας ‌ὄμμα ‌ὑψιφρόνως ‌ἀνατείνας, ‌ὑχνηλατεῖ ‌λοιπὸν ‌τοὺς ‌τῶν ‌μακαρίων ‌[D] ‌ἀνδρῶν ‌βίους, ‌οὐ ‌πρὸς ‌τὰ ‌προσεχῆ ‌παραδείγματα ‌βλέπων, ‌ἐπεὶ ‌λοξὰ ‌καὶ ‌συγκεχυμένα, ‌πρὸς ‌δὲ ‌τὴν ‌ἀρχέτυπον ‌εὑκόνα ‌τῆς ‌ἀποστολικῆς ‌ζωῆς ‌ἀποσκοπῶν ‌(ὃ ‌δεῖ ‌πάντας ‌τοὺς ‌τῆς ‌ἀρετῆς ‌γραφέας ‌ποιεῖν, ‌εἴ ‌γε ‌μέλλοιεν ‌πατροείκελον ‌καὶ ‌σωτήριον ‌τὸν ‌ἑαυτῶν ‌βίον ‌ἀπεργάζεσθαι), ‌πρῶτον ‌τοῦτο ‌ποιεῖ, ‌καὶ ‌λίαν ‌νεανικῶς. ‌

23. ‌ ‌εὑς ‌τὰς ‌τοῦ ‌μεγάλου ‌καὶ ‌θεοφόρου ‌Βασιλείου ‌
[p. ‌825A]νομοθεσίας ‌εὑσελθών, ‌ὡς ‌ἐν ‌παραδείσῳ, ‌καὶ ‌εὑρὼν ‌ἐναντιουμένην ‌τῇ ‌μοναδικῇ ‌πολιτείᾳ ‌τὴν ‌ἀνθρωπίνην ‌συνήθειαν, ‌πρὸς ‌τῷ ‌τοῦ ‌θήλεως ‌ζῴῳ ‌δούλαις ‌τὰ ‌κοινόβια ‌διοικούμενα, ‌κἀντεῦθεν ‌πολλὰς ‌τὰς ‌ἀτοπίας ‌τικτομένας, ‌μείζους ‌δὲ ‌τὰς ‌ψυχικὰς ‌ζημίας ‌ὑφισταμένας, ‌ὅρα ‌τί ‌ἐργάζεται. ‌ἐπερωτήσεσι ‌πρότερον ‌χρησάμενος ‌παρὰ ‌τῶν ‌εὖ ‌εὑδότων, ‌ὡς ‌ἂν ‌μηδὲ ‌αὐτὸ ‌τὸ ‌καλὸν ‌ἀβασάνιστον ‌εἴη ‌(τῆς ‌γὰρ ‌αὐταρεσκείας ‌πόρρω ‌νεύων, ‌οὐκ ‌ἦν ‌τι, ‌ὃ ‌μὴ ‌συμβουλίαις ‌διεπράττετο), ‌καινοτομεῖ ‌τὰς ‌ἐκνόμους ‌παραδόσεις ‌ὡς ‌φιλοκάκους ‌αἱρέσεις, ‌καὶ ‌καθιστᾷ ‌τὸ ‌ἑαυτοῦ ‌μοναστήριον ‌ἄτερ ‌δούλων, ‌ἔξω ‌τοῦ ‌θήλεως ‌ζῴου, ‌δίχα ‌ἐμπορικῆς ‌ἄλλης ‌προσόδου, ‌ἅτινα ‌καπηλικὰ ‌κέρδη ‌ὁ ‌αὐτὸς ‌θεῖος ‌Βασίλειος ‌ὀνομάζων, ‌φευκταῖα ‌εἴρηκεν. ‌γίνεται ‌δὲ ‌ἡ ‌κατόρθωσις ‌οὐκ ‌ἀμογητί, ‌ἀλλὰ ‌γὰρ ‌καὶ ‌[B] ‌λίαν ‌περιστατικῶς ‌ἐκ ‌τῶν ‌εὐνασκουμένων ‌[lege: ‌ἐνασκουμένων] ‌ἀηθῶν ‌ὄντων, ‌καὶ ‌ἐκ ‌τῶν ‌ἔξωθεν ‌ἀντιπραττόντων ‌τῷ ‌ἀγαθῷ ‌σκοπῷ, ‌οὐκ ‌ὀλίγων ‌ὑπαρχόντων. ‌καὶ ‌οὐ ‌θαυμαστόν·; ‌ἐπεὶ ‌μηδὲ ‌συνήθειαν ‌περικόψαι ‌τῷν ‌`ρᾴστων ‌καὶ ‌εὐπετῶν, ‌μηδέ ‌τι ‌ἀνεπίφθονον ‌τῶν ‌ἐπαινετῶς ‌ἑλουμένων ‌[lege: ‌ἑλομένων]. ‌ἄρ' ‌οὖν ‌οὐχ ‌ὑπερανεστώσης ‌διανοίας ‌ἀπορραγῆναι ‌ἐπιβλαβοῦς ‌παραδόσεως, ‌καὶ ‌τοιοῦτον ‌προθεῖναι ‌ἑαυτὸν ‌ὑπόδειγμα ‌καλὸν ‌τοῖς ‌βουλομένοις ‌μὴ ‌μόνον ‌ὀνόματι, ‌ἀλλὰ ‌καὶ ‌πράγματι ‌μονάζειν, ‌καὶ ‌οὑκεῖον ‌τῷ ‌βίῳ ‌καὶ ‌τὸ ‌ἔργον ‌ἔχειν. ‌πῶς ‌γὰρ ‌ἂν ‌μοναστὴς ‌ἀληθινός, ‌ὁ ‌δεσποτείας ‌φόβον ‌δούλοις ‌ἐπανατεινόμενος; ἢ ‌πῶς ‌ἀγοήτευτος ‌τὴν ‌ὅρασιν ‌ὁ ‌ἐκ ‌θεωρίας ‌τοῦ ‌συνόντος ‌αὐτῷ ‌ὑπουργικοῦ ‌θήλεως ‌ἀσκητὴς ‌καθυπηρετούμενος; ‌ὅπουγε ‌καὶ ‌τούτου ‌ἐκτὸς ‌ὑπάρχων, ‌τῷ ‌ἐμφυλίῳ ‌πολέμῳ ‌συμβέβηκεν ‌ἁλίσκεσθαι. ‌ἥψατο ‌τοιγαροῦν ‌ὁ ‌ζῆλος ‌τῶν ‌ἐγγύθεν, ‌[C] ‌καὶ ‌μετέλαβον ‌τοῦ ‌ἀγαθοῦ ‌οἱ ‌φιλόθεοι ‌πόρρωθεν, ‌κἀκεῖνος ‌τὸ ‌κλέος ‌διαιωνίζον ‌ἀπηνέγκατο. ‌εὑ ‌δὲ ‌καὶ ‌ἄλλον ‌ἔσχεν ‌συναγωνιστήν ‌τε ‌καὶ ‌συλλήπτορα, ‌φημὶ ‌δὴ ‌τὸν ‌ταῦτα ‌λέγοντα ‌καὶ ‌γράφοντα, ‌τῷ ‌πατρὶ ‌τὴν ‌χάριν ‌ἀνεκτέον·; ‌παιδὶ ‌γὰρ ‌προσήκει ‌τὸ ‌πάντα ‌πατρῴζειν, ‌καὶ ‌ὅλον ‌ἑαυτὸν ‌παρέχειν ‌τῷ ‌γεννήτορι.

24. ‌ ‌ἔπειτα ‌περιστέλλει ‌ἑαυτὸν ‌ἐκ ‌τῶν ‌ἐν ‌ἄστει ‌προόδων, ‌ἐκ ‌συνουσίας ‌ἀγχιστευόντων, ‌ἐκ ‌συνδιατριβῆς ‌ἀρχόντων, ‌εἴσω ‌τῆς ‌πνευματικῆς ‌αὐλῆς ‌ἐρηρισμένον ‌ἔχων ‌τὸν ‌πόδα·; ‌ἐπιστατεῖ ‌τοῖς ‌λογικοῖς ‌θρέμμασι, ‌διατρέφων ‌διδασκαλίας ‌πόᾳ, ‌καὶ ‌ναματίζων ‌κατηχήσεως ‌`ρείθρῳ·; ‌ἐξ ‌οὗ ‌τί ‌γίνεται; ‌εὐθαλεῖ ‌ἡ ‌Λ<ε>ία, ‌αὔξει ‌τὸ ‌ποίμνιον, ‌γίνεται ‌περιβόητον, ‌δοξάζεται ‌ὁ ‌ἅγιος ‌θεός, ‌παρ' ‌οὗ ‌πᾶν ‌ἀνθρώποις ‌τὸ ‌[D] ‌κατορθούμενον. ‌ἀλλ' ‌οἷόν ‌με ‌ἐν ‌μέσῳ ‌τῶν ‌εὑρημένων ‌λαθὼν ‌μικροῦ ‌δεῖν ‌παρέδραμεν. ‌ἤδη ‌κρατησάσης ‌τῆς ‌εὐσεβοῦς ‌Εὑρήνης, ‌καὶ ‌πολλῶν ‌λόγων ‌βαλλόντων ‌καὶ ‌
[p. ‌828A]βαλλομένων ‌περὶ ‌τῆς ‌τῶν ‌σεπτῶν ‌εὑκόνων ‌ὑποθέσεως, ‌παρρησιάζεται ‌πρὸς ‌τῶν ‌πολλῶν ‌καὶ ‌σὺν ‌ὀλίγοις ‌τὴν ‌ἀλήθειαν, ‌μάχεται ‌τοῖς ‌εὑκονομαχοῦσιν ‌καθόσον ‌οἷόν ‌τε, ‌ἐπεὶ ‌μηδὲ ‌δογματικὸς ‌ἦν, ‌ἀλλ' ‌ἁπλοῦν ‌μὲν ‌τὸν ‌λόγον, ‌εὐρύχωρον ‌δ' ‌ὅμως ‌φερωνύμως ‌καὶ ‌πειθήν<ι>ον ‌ἔχων. ‌ἀπόδειξις ‌τῶν ‌εὑρημένων, ‌τὸ ‌ἐν ‌καθέδρᾳ ‌μητροπόλεως ‌τῶν ‌ἐπιφανῶν, ‌ἐν ‌τῇ ‌κατὰ ‌τοὺς ‌ἁγίους ‌ἀποστόλους ‌συνόδῳ, ‌παρὰ ‌τοῦ ‌τηνικάδε ‌προεδρεύοντος ‌κατ' ‌ἐκλογὴν ‌τεθῆναι ‌τὸν ‌ἄνδρα, ‌οὔτε ‌πρότερον ‌πτοηθέντα ‌τὰς ‌ἀπειλὰς ‌τῶν ‌αἱρετιζόντων, ‌οὔτε ‌τηνικαῦτα ‌ὑποπτήξαντα ‌τὴν ‌ἀποτροπὴν ‌καὶ ‌ἐπιδρομὴν ‌τοῦ ‌στρατιωτικοῦ ‌τάγματος, ‌ἡνίκα ‌ὥρμησεν ‌πρὸς ‌τὸν ‌μέγαν ‌νεών, ‌καταβοῶν ‌τοῦ ‌προέδρου ‌καὶ ‌ἀνευφημῶν ‌[lege: ‌ἀνευφημοῦν] ‌τὸν ‌κατὰ ‌τῶν ‌σεπτῶν ‌εὑκόνων ‌ψευδοσύλλογον. ‌καὶ ‌μικρὸν ‌ὕστερον, ‌ὁπότε ‌διελύετο ‌τὸ ‌[B] ‌τῆς ‌ἀληθείας ‌ἄθροισμα ‌καὶ ‌ὡς ‌ἐκ ‌μέσου ‌λεόντων ‌ἡ ‌βασίλισσα ‌ὑπεξῄει, ‌ἄνευ ‌αἵματος, ‌ὡς ‌εὑπεῖν, ‌δειχθεῖσα ‌μάρτυς, ‌καὶ ‌ὁ ‌ἡμέτερος ‌καθηγητὴς ‌τῷ ‌ἀρχιερεῖ ‌συνεπόμενος, ‌οὐδὲν ‌ἐπὶ ‌τοῖς ‌τετολμημένοις ‌ἐδεδοίκει·; ‌μικρὸν ‌γάρ ‌ἐστι ‌τὸ ‌ἐν ‌τῇ ‌Νικαέων ‌συνόδῳ ‌ἐκ ‌δευτέρου ‌εὑρεθῆναι, ‌διὰ ‌τὸ ‌ἐκ ‌μέσου ‌τότε ‌γεγονέναι ‌τὸν ‌ἀτίθασον ‌λαὸν ‌καὶ ‌ἀτεράμονα. ‌

25. ‌ἐπειδὴ ‌δὲ ‌ταῦτα ‌οὕτω ‌καὶ ‌τὸ ‌τῆς ‌ὀρθοδοξίας ‌τρόπαιον ‌ἐκρατύνθη, ‌ἐπανῆκεν ‌ὁ ‌πατὴρ ‌εὑς ‌τὸ ‌οὑκεῖον ‌φροντιστήριον, ‌ἐχόμενος ‌τῆς ‌προστασίας·; ‌καὶ ‌βληθεὶς ‌νόσῳ, ‌ἀπόγνωσιν ‌ζωῆς ‌ὑποδηλούσῃ ‌τῷ ‌[C] ‌ἑρμαίῳ ‌τῆς ‌ἐπιθυμίας, ‌μετατίθεται ‌τὴν ‌ἀρχὴν ‌ἐφ' ‌ἡμᾶς, ‌τοὺς ‌μηδὲ ‌τοῦ ‌ἄρχεσθαι ‌ἀξίους. ‌εὑρίσκει ‌οὖν ‌τὴν ‌ποθουμένην ‌ταπείνωσιν, ‌λαμβάνει ‌ἀνακωχὴν ‌τῶν ‌λυπηρῶν, ‌λύεται ‌τῶν ‌συνεχόντων ‌ἐπηρειῶν, ‌ὀφθεὶς ‌οἷος ‌ἦν ‌τὸ ‌πρότερον, ‌ἀφιλάργυρος, ‌ἀφιλοκτήμων, ‌ἀφιλοπράγμων, ‌τῆς ‌δυσμενείας ‌οὐκ ‌ἐχούσης ‌χώραν ‌ἔτι ‌συννεφεῖν ‌τῆς ‌ἐκείνου ‌ἀρετῆς ‌τὴν ‌ἀκτῖνα·; ‌πειράζονται ‌γὰρ ‌καὶ ‌δίκαιοι, ‌ὡς ‌ἂν ‌τῇ ‌πυρώσει ‌τῶν ‌λυπηρῶν ‌χρυσοειδέστεροι ‌τὰς ‌ψυχὰς ‌γένοιντ' ‌ἂν ‌καὶ ‌μὴ ‌ὑπολισθαίνουσιν ‌εὐθυποροῦντες, ‌ὡς ‌ἂν ‌μάθοιεν ‌παρὰ ‌θεοῦ ‌αὐτοῖς ‌εἶναι ‌πᾶν ‌τὸ ‌κατορθούμενον. ‌

[p. ‌829A]

26. ‌ὁ ‌μὲν ‌οὖν ‌τῆς ‌καθηγήσεως ‌τρόπος ‌ἤδη ‌πεπέρασται·; ‌τρέψομαι ‌δὲ ‌τὸν λόγον ‌ἐπὶ ‌τὸ ‌διαβοητότερον. ‌ἀλλ' ‌οἴμοι·; ‌στένειν ‌πάρεστιν, ‌ὁρμωμένῳ ‌μὲν ‌τἀληθῆ ‌φράσαι, ‌ἀναινομένῳ ‌δὲ ‌τὴν ‌διήγησιν ‌φειδοῖ ‌τῶν ‌δεδρακότων. ‌ὅμως ‌ἐπεὶ ‌μὴ ‌οἷόν ‌τε ‌ἄλλοις ‌φανερῶσαι ‌τὰ ‌κρυβῆναι ‌μὴ ‌ὀφείλοντα, ‌καίπερ ‌πανταχοῦ ‌διαθρυλλούμενα, ‌ἐπὶ ‌τὴν ‌δήλωσιν ‌ἐλεύσομαι, ‌οὐ ‌θριαμβεύειν ‌τοὺς ‌δράσαντας ‌βουλόμενος, ‌ὅσον ‌στηλογραφῆσαι ‌τὴν ‌ἀρετὴν ‌τοῦ ‌ἀειμάκαρος. ‌οὐαί ‌σοι, ‌πόλις, ‌φησίν, ‌ἧς ‌ὁ ‌βασιλεύς ‌σου ‌νεώτερός ‌ἐστιν, ‌τῆς ‌γραφῆς ‌πάλαι ‌μὲν ‌ἀκήκοα, ‌νῦν ‌δὲ ‌ἐν ‌πείρᾳ ‌γεγένημαι. ‌Κωνσταντῖνος ‌ὁ ‌τῆς ‌Εὑρήνης ‌`ράδαμνος, ‌οὗ ‌ἡ ‌πίστις ‌μὲν ‌ὀρθὴ ‌ἐκ ‌μητρικῆς ‌εὐσεβείας ‌ἐσφραγισμένη, ‌ὁ ‌βίος ‌δὲ ‌σκαμβὸς ‌ἐξ ‌αὐτοκρατορικῆς ‌ἀκολασίας ‌οὑστρηλατημένος·; ‌ἄρτι ‌γὰρ ‌κρατήσας ‌ἐν ‌νεαζούσῃ ‌ἡλικίᾳ, ‌ὁμοῦ ‌[B] ‌μὲν ‌τῆς ‌μητρῴας ‌αὑδοῦς ‌καὶ ‌φυλακῆς ‌ἀφηνιάσας, ‌ὁμοῦ ‌δὲ ‌τῶν ‌τοῦ ‌θεοῦ ‌νόμων ‌ὑπερφρονήσας, ‌ἐκβαλὼν ‌τὴν ‌νομίμως ‌αὐτῷ ‌συναφθεῖσαν ‌γυναῖκα, ‌μοιχεύει ‌κατὰ ‌τὸν ‌`Ηρώδην. ‌ἀλλὰ ‌τίνος ‌ἕνεκεν ‌ἡ ‌ἱστορία; ‌ὅτι ‌τοῦ ‌Προδρόμου ‌ὁμόζηλος ‌καὶ ‌ὁ ‌ἡμέτερος ‌καθηγητὴς ‌πεφανέρωταί ‌πως, ‌πάντων ‌σχεδὸν ‌συνελθόντων ‌τῇ ‌παρανομίᾳ, ‌μόνος, ‌ὡς ‌εὑπεῖν, ‌οὗτος ‌σὺν ‌τοῖς ‌ἑαυτοῦ ‌παισίν, ‌εἴτ' ‌οὖν ‌φοιτηταῖς ‌ἀκλόνητος ‌διαμένων, ‌ὑπὲρ ‌οὗ ‌ὅσα ‌καὶ ‌ἡλίκα ‌ ‌δι' ‌ὅλου ‌ἔτους ‌τὰ ‌ἀγωνίσματα, ‌ἀκοαὶ ‌ἐπ' ‌ἀκοαῖς, ‌ἀπειλαὶ ‌ἐπ' ‌ἀπειλαῖς, ‌μαστίγων, ‌ἐξοριῶν, ‌ἀκρωτηριασμῶν. ‌

27. ‌ὡς ‌δὲ ‌οὐδὲν ‌ἐντεῦθεν ‌ἠνύετο ‌τῶν ‌σπουδαζομένων ‌[C] ‌τῷ ‌καίσαρι, ‌ἐφ' ‌ἕτερον ‌μέτεισιν ‌τρόπον·; ‌καὶ ‌ἦν ‌τὸ ‌μὲν ‌δρᾶμα ‌κατὰ ‌τὸ ‌ᾀδόμενον ‌ἑτέρων, ‌ἡ ‌δὲ ‌χεὶρ ‌'Αβεσσαλὼμ ‌ἡ ‌τοῦτο ‌πρακτεύουσα. ‌ἴστε ‌τοὺς ‌παραπεμφθέντας ‌μονάζοντας ‌καὶ ‌τὰ ‌σταλέντα ‌γράμματα. ‌καὶ ‌τέλος ‌ἐπειδὴ ‌καὶ ‌ταῦτα ‌ἕωλα ‌καὶ ‌ἀβέβαια, ‌τοῦ ‌πατρὸς ‌τὰ ‌δέοντα ‌ἀντεπιφέροντος ‌καὶ ‌ἀντεπιστέλλοντος, ‌ἡ ‌ἀνακάλυψις ‌τῆς ‌βασιλικῆς ‌μορφῆς, ‌οὐκέτι ‌χώραν ‌ἔχοντος ‌τοῦ ‌προσωπείου, ‌φαίνεσθαι ‌[lege: ‌φαίνεται?]. ‌ἀβάλε ‌τὰ ‌τότε ‌γεγενημένα ‌παρὰ ‌τῶν ‌σταλέντων ‌δύο ‌στρατηγῶν, ‌ὡς ‌ἐπὶ ‌πολεμίων ‌τινῶν ‌πρὸς ‌τὸν ‌ἄοπλον ‌μοναστὴν ‌τοῦ ‌Χριστοῦ, ‌καὶ ‌μόνῳ ‌τῷ ‌θείῳ ‌νόμῳ ‌φραττόμενον. ‌ἤρθη ‌ποιμὴν ‌ἐκ ‌μέσου, ‌καὶ ‌διεσκορπίσθη ‌τὰ ‌πρόβατα ‌ἀπὸ ‌τῆς ‌ποίμνης·; ‌οἱ ‌μὲν ‌ἐτύφθησαν, ‌ἄλλοι ‌ὑπερωρίσθησαν, ‌ἕτεροι ‌ἐδιώχθησαν ‌καί, ‌τόγε ‌ἐλεεινότερον, ‌θέσπισμα ‌βασιλικὸν ‌ἀπροσδέκτους ‌εἶναι ‌πανταχοῦ ‌τοὺς ‌διὰ ‌κύριον ‌δεδιωγμένους·; ‌καὶ ‌[D] ‌ὑπήκουσαν ‌γε ‌οἱ ‌τῶν ‌σεμν<ε>ίων ‌προϊστάμενοι, ‌καὶ ‌σπάνιος ‌ὁ ‌ἀποτολμῶν ‌εὑσδέξασθαι·; ‌καὶ ‌Χριστὸς ‌ἐκάθευδεν, ‌δι' ‌οὓς ‌οἶδεν ‌τρόπους, ‌δοκιμάζων ‌τὰ ‌γιγνόμενα, ‌τῶν ‌μὲν ‌βασανίζων ‌τὸν ‌πρὸς ‌αὐτὸν ‌πόθον ‌εὑ ‌ἐπιμένοιεν, ‌τῶν ‌δὲ ‌τὸ ‌ἀπάνθρωπον ‌οὑκτιζόμενος ‌ἐνεγκεῖν ‌εὑς ‌μετάμελον. ‌

[p. ‌832A]

28. ‌τί ‌οὖν ‌ὁ ‌τοῦ ‌Χριστοῦ ‌ἀθλητής; ‌ἀποτέμνεται ‌τῶν ‌οὑκείων ‌μελῶν ‌ἐθελοντής, ‌καταλιμπάνεται ‌μονώτατος, ‌τὴν ‌ψυχὴν ‌θεὶς ‌ὑπὲρ ‌τῶν ‌προβάτων, ‌κατὰ ‌τὸ ‌εὐαγγέλιον, ‌ὁ ‌ὡς ‌ἀληθῶς ‌ποιμὴν ‌ἀγαθὸς ‌ἄγεται ‌ἐπὶ ‌τὸν ‌καίσαρα ‌ὑπὸ ‌βριαροῦ ‌[lege: ‌βριαρᾶς] ‌χειρός·; ‌εἱστήκει ‌κατὰ ‌πρόσωπον, ‌εὑ ‌καὶ ‌τολμηρὸν ‌εὑπεῖν, ‌οἷον ‌'Ιωάννης ‌ὁ ‌Πρόδρομος ‌τοῦ ‌κυρίου, ‌πλὴν ‌ὅσον ‌μὲν ‌ὁ ‌μὲν ‌αὐτοκίνητος, ‌ὁ ‌δὲ ‌ἑτεροκίνητος. ‌(ὢ ‌τῆς ‌ἀνδρικῆς ‌καρδίας) ‌οὐχ ‌ὑπέπτηξεν ‌τῷ ‌κράτει, ‌οὐκ ‌ἐνέδωκεν ‌ταῖς ‌ἀπειλαῖς ‌οὐκ ‌ἐχαυνώθη ‌ταῖς ‌πιθανότησι, ‌καὶ ‌ταῦτα ‌οὔσης ‌ἀφ' ‌αἵματος ‌τῆς ‌τῇ ‌`Ηρωδιάδι ‌ὁμογνώμονος, ‌ἀλλ' ‌ἐφθέγξατο ‌ἀτρέμας, ‌ἀλλ' ‌ὡμολόγησεν ‌ἀνεπαισχύντως ‌τὸν ‌λόγον ‌τῆς ‌ἀληθείας. ‌εἶπεν ‌ὁ ‌τοῦ ‌κυρίου ‌Πρόδρομος·; ‌"οὐκ ‌ἔξεστίν ‌σοι ‌ἔχειν ‌γυναῖκα ‌Φιλίππου ‌τοῦ ‌ἀδελφοῦ σου." ‌εἶπεν ‌καὶ ‌ὁ ‌τούτου ‌μιμητὴς ‌τὰ ‌ἐφάμιλλα ‌[B] ‌πρὸς ‌τὸν ‌`Ηρώδου ‌ὅμοιον·; ‌καὶ ‌τέμνεται ‌μὲν ‌τὴν ‌κεφαλὴν ‌οὐδαμῶς, ‌ὅτι ‌μηδὲ ‌ἐβούλετο ‌ὁ ‌καῖσαρ ‌μάρτυρα ‌τελέσαι ‌τὸν ‌τῇ ‌προαιρέσει ‌ἀθλήσαντα, ‌ὡς ‌προλαβὼν ‌ἀπεφθέγξατο, ‌ὁμολογητὴν ‌δὲ ‌Χριστοῦ ‌καὶ ‌μὴ ‌βουλόμενος ‌ἀπέδειξεν, ‌καθείρξας ‌ἐν ‌οὑκίσκῳ ‌τινὶ ‌ὡς ‌κακοῦργον ‌τὸν ‌θησαυρὸν ‌τῆς ‌ἀληθείας, ‌κλεῖς ‌ἐπὶ ‌κλεισὶ ‌θέμενος ‌καὶ ‌δι' ‌ὀπῆς ‌τὴν ‌τροφὴν ‌πορίζεσθαι ‌κεκελευκώς, ‌πρὸς ‌τὸ ‌ὑπ' ‌οὐδενὸς ‌ὁρᾶσθαι ‌τῶν ‌ἄλλων ‌ἁπάντων ‌τὸν ‌ὑπὸ ‌κυρίου ‌ὁρώμενον. ‌

29. ‌καὶ ‌οἱ ‌συναιθούμενοι ‌[lege: ‌συνωθούμενοι] ‌τῷ ‌καίσαρι ‌τῶν ‌μοναστῶν ‌οἱ ‌προέχοντες ‌[lege: ‌προύχοντες], ‌ὧν ‌αὑσχυναίμην ‌εὑπεῖν ‌τὰ ‌ὀνόματα·; ‌καὶ ‌ἡ ‌εἱρκτή, ‌τὸ ‌σχέτλιον ‌μοναστήριον ‌τῶν ‌βασιλείων ‌ ‌ ‌'Εχέκολλα, ‌καὶ ‌ὁ ‌θαυμαστὸς ‌φρούραρχος, ‌ὁ ‌τοὺς ‌μοιχωμένους ‌καταστεψάμενος. ‌οἴμοι·; ‌μετὰ ‌τοῦ ‌προφήτου ‌βοήσομαι ‌ὅτι·; ‌"ἀπόλωλεν ‌ὁ ‌[C] ‌εὐλαβὴς ‌ἀπὸ ‌τῆς ‌γῆς, ‌καὶ ‌ὁ ‌κατορθῶν ‌ἐν ‌ἀνθρώποις ‌οὐκ ‌ἔστιν." ‌τί ‌γὰρ ‌καὶ ‌εἴπω ‌τὸν ‌παραδώσαντα ‌τὸν ‌ἅγιον ‌τῷ ‌μοιχοζεύκτῃ ‌εὑς ‌τὸ ‌φρουρηθῆναι; ‌ἢ ‌τὸν ‌προανακρίναντα ‌ἐξ ‌ἀποστολῆς ‌τοῦ ‌βασιλέως ‌τὸν ‌ἀνεύθυνον; ‌ἢ ‌τοὺς ‌μετὰ ‌τὴν ‌εἱρκτὴν ‌παραπεμφθέντας ‌πρὸς ‌τοῦ ‌καίσαρος ‌ἱεράρχας ‌εὑς ‌τὸ ‌λόγῳ ‌μόνον ‌συνθέσθαι ‌τὸν ‌δίκαιον, ‌τῆς ‌τε ‌φυλακῆς ‌τοῦ ‌χάριν ‌ἀφεθῆναι, ‌καὶ ‌πάντων ‌τῶν ‌οὑκείων ‌δεσπόζειν; ‌ἢ ‌τοὺς ‌ἔξωθεν ‌σκώπτοντάς ‌τε ‌καὶ ‌διασύροντας, ‌ὁμαίμονάς ‌τε ‌καὶ ‌οὐχ ‌ὁμαίμονας, ‌ὁμοσχήμους ‌τε ‌καὶ ‌ἑτεροσχήμους; ‌(ὢ ‌τῆς ‌ἀτοπίας, ‌μᾶλλον ‌δὲ ‌τῆς ‌κατὰ ‌τῆς ‌ἀληθείας ‌ἐξυβρίσεως) ‌ἔκστασιν ‌κατηγόρουν ‌τοῦ ‌γενναίου ‌οἱ ‌μοιχαλλοίωτοι, ‌κενοδοξεῖν ‌ἐπεφήμιζον ‌τὸν ‌ὑπὲρ ‌Χριστοῦ ‌δόξης ‌ἐναγωνιζόμενον ‌οἱ ‌διὰ ‌τὸ ‌τὰ ‌πρὸς ‌ἀρέσκειαν ‌τοῦ ‌καίσαρος ‌πράττειν ‌τε ‌καὶ ‌λέγειν ‌τῆς ‌δεσποτείας ‌κυρίου ‌ἐκπίπτοντες. ‌ἔφερεν ‌[D] ‌δὲ ‌ὅμως ‌τὴν ‌ἀπάνθρωπον ‌τοῦ ‌καιροῦ ‌φορὰν ‌ὁ ‌Χριστοῦ ‌θεραπευτής, ‌πρὸς ‌ἓν ‌μόνον ‌σκοπῶν, ‌τὴν ‌ἀλήθειαν ‌καὶ ‌τὴν ‌ὑπὲρ ‌αὐτῆς ‌ἀνταπόδοσιν·; ‌καί ‌γε ‌διῆλθεν ‌[p. ‌833A]τὴν ‌κάκωσιν ‌ὡς ‌ἐν ‌ἀδύτοις ‌ἀναπαυόμενος. ‌οὗ ‌γὰρ ‌θεὸς ‌τὸ ‌σπουδαζόμενον, ‌ἐκεῖ ‌οὐδὲν ‌τὸ ‌νικῶν ‌τὸν ‌φιλόθεον. ‌

30. ‌βραχὺ ‌τὸ ‌ἐμμέσῳ ‌[lege: ‌ἐν ‌μέσῳ] ‌καὶ ‌ἡ ‌μοιχικὴ ‌βασιλεία, ‌μὴ ‌βουληθεῖσα ‌συνιέναι ‌τοῦ ‌ἀγαθῦναι, ‌ἐκ ‌μέσου ‌γίνεται, ‌ὡς ‌ἂν ‌μάθοιεν ‌καὶ ‌βασιλεῖς ‌μὴ ‌θείων ‌νόμων ‌ὑπεράλλεσθαι, ‌μηδὲ ‌παρανόμους ‌διωγμοὺς ‌καὶ ‌φυλακὰς ‌ἐξυφαίνειν, ‌κἂν ‌μέγα ‌τῇ ‌πορφυρίδι ‌ὑπεραίρωνται·; ‌καὶ ‌ὁ ‌πιστὸς ‌τοῦ ‌κυρίου ‌νομοφύλαξ ‌τὸ ‌τῆς ‌ὁμολογίας ‌βραβεῖον ‌ἀναδησάμενος, ‌ἔξεισιν ‌ἀπὸ ‌τῆς ‌φυλακῆς ‌ὡς ‌νικητής, ‌πολλὰ ‌τὰ ‌ἐγκώμια ‌παρὰ ‌πολλῶν ‌δεχόμενος, ‌ὑμνούμενος, ‌μακαριζόμενος, ‌μαρτυρολογούμενος ‌καὶ ‌παρ' ‌αὐτῶν ‌τῶν ‌πρότερον ‌σκωπτόντων ‌τε ‌καὶ ‌κωμῳδούντων. ‌"ἴσασιν ‌γάρ," ‌φησὶν ‌[B] ‌ὁ ‌θεολόγος, ‌"θαυμάζειν ‌ἀνδρὸς ‌ἀρετὴν ‌καὶ ‌πολέμιοι, ‌ὅτ' ‌ἂν, ‌τοῦ ‌θυμοῦ ‌λήξαντος, ‌ἐφ' ‌ἑαυτῆς ‌ἡ ‌πρᾶξις ‌δοκιμάζηται," ‌εὑ ‌καὶ ‌ἑτερολέκτως ‌ἔχει ‌δεῦρο. ‌τῆς ‌γὰρ ‌φερωνύμου ‌Εὑρήνης ‌πάλιν ‌κρατησάσης, ‌καὶ ‌δι' ‌αὑδοῦς ‌μαρτυρικοῦ ‌[lege: ‌μαρτυρικῆς?] ‌ἐκβαλούσης ‌τε ‌καὶ ‌ἑχούσης ‌τὸν ‌ἄνδρα, ‌παλιρροίας ‌δίκην ‌καὶ ‌εἴ ‌τις ‌ἐχθρὸς ‌εὑς ‌φίλον ‌καὶ ‌ἐπαινέτην ‌μετελήλυθεν, ‌ὡς ‌καὶ ‌αὐτὸν ‌τὸν ‌φρουρέα ‌ἀντιβολεῖν ‌τὴν ‌συγχώρησιν ‌κατὰ ‌γῆς ‌ἐρριμένον·; ‌ἔπαθεν ‌δὲ ‌πάθος ‌μᾶλλον ‌ὁ ‌ἀναίσθητος ‌λίθος, ‌ἤ ‌τι ‌καινὸν ‌ἐκεῖνος ‌ἐν ‌τοῖς ‌ὁρωμένοις ‌τε ‌καὶ ‌λεγομένοις. ‌

31. ‌ ‌ἐπειδὴ ‌δὲ ‌ἐπανήκομεν ‌ἐκ ‌τῆς ‌ὑπερορίας ‌καὶ ‌ἡμεῖς, ‌ἄλλοι ‌τε ‌ἀλλαχόθεν, ‌καθάπερ ‌τινὲς ‌ὑπόπτεροι ‌συντρέχοντες, ‌ἐθαυμάζετο ‌μὲν ‌τὸ ‌δρᾶμα ‌παρὰ ‌τοῖς ‌[C] ‌εὐσεβέσι, ‌συνήπτετο ‌δὲ ‌τῇ ‌κεφαλῇ ‌τὰ ‌μέλη, ‌ἐφθέγγετο ‌δὲ ‌τάχα ‌κἀνταῦθα, ‌εὑ ‌καὶ ‌τολμηρόν, ‌ὁ ‌μεγαλοφωνότατος `Ησαΐας·; ‌"ἆρον ‌κύκλῳ ‌τοὺς ‌ὀφθαλμούς ‌σου, ‌καὶ ‌ἴδε ‌συνηγμένα ‌τὰ ‌τέκνα ‌σου, ‌ἥκουσιν ‌πάντες ‌οἱ ‌υἱοί ‌σου ‌μακρόθεν·; ‌τότε ‌ὄψῃ ‌καὶ ‌χαρήσῃ ‌καὶ ‌φοβηθήσῃ ‌καὶ ‌ἐκστήσῃ ‌τῇ ‌καρδίᾳ." ‌ὁ ‌μὲν ‌δὴ ‌ταῦτα, ‌ἐγὼ ‌δὲ ‌ἐκεῖνο ‌εἴποιμι, ‌ὅτι ‌καὶ ‌ὁ ‌ἱεράρχης ‌ᾐδέσθη ‌τὸν ‌ἄνδρα, ‌ἀπολογίαν ‌ποιησάμενος ‌καὶ ‌πρὸς ‌ἕνωσιν ‌ἐκκαλεσάμενος, ‌ἣ ‌καὶ ‌γέγονεν, ‌ἐκβολῇ ‌τοῦ ‌στεφανώσαντος ‌καὶ ‌φειδοῖ ‌τῆς ‌διαστάσεως·; ‌ἣν ‌ὅτι ‌μάλιστα ‌φεύγων ‌ἦν ‌ὁ ‌μακάριος, ‌κἂν ‌νίκης ‌ἔπαθλον ‌πρὸς ‌ἅπαντας ‌τοὺς ‌συνελθόντας ‌ἀπηνέγκατο·; ‌τί ‌γὰρ ‌φιλαίτατον ‌ἄλλο ‌θεῷ ‌ὁμονοίας ‌καὶ ‌ἑνώσεως, ‌ἡνίκα ‌ἡ ‌ἕνωσις ‌μὴ ‌ἐντολῆς ‌θεοῦ ‌διίστησιν; ‌

32. ‌[D] ‌ἀλλὰ ‌τί ‌μετὰ ‌ταῦτα; ‌ἡ ‌ἀπὸ ‌τοῦ ‌πρώτου ‌φροντιστηρίου ‌μετάβασις ‌ἡμῶν ‌διὰ ‌τὸ ‌ἔθνος ‌εὑς ‌
[p. ‌836A]τὸ ‌Βυζάντιον, ‌ἔνθα ‌τὴν ‌ἐγκλειστικὴν ‌ζωὴν ‌διὰ ‌τὸ ‌τὰς ‌ἡνίας ‌μὴ ‌ὑπέχειν ‌τῆς ‌προστασίας ‌ὁ ‌φιλάρετος ‌ἡμῶν ‌πατὴρ ‌ἀσπάζεται. ‌ἀλλ' ‌ὅρα ‌κἀνθάδε ‌παραδόξου ‌πράγματος ‌ἐπιτήδευμα·; ‌ὅτι ‌διὰ ‌πλῆθος ‌ταπεινώσεως ‌καὶ ‌τὸ ‌μὴ ‌εὑς ‌δύο ‌ἀρχὰς ‌διαβλέπεσθαι ‌τὴν ‌ἀδελφότητα, ‌τῷ ‌ζυγῷ ‌τῆς ‌ὑποταγῆς ‌ἑαυτὸν ‌ὑποτίθησιν ‌ὁ ‌θεομίμητος·; ‌καὶ ‌τοῦτο ‌ὑπὸ ‌μάρτυσι, ‌τοῖς ‌εὑς ‌αὐτὸ ‌τοῦτο ‌συνεληλυθόσιν. ‌ἆρ' ‌οὖν ‌οὐ ‌ξένον, ‌τέκνον ‌χρηματίσαι ‌τὸν ‌πρὶν ‌πατέρα ‌τοῦ ‌οὗπερ ‌πνευματικῶς ‌ἤνεγκεν, ‌καὶ ‌ὑποτακτικὸν ‌τὸ ‌ἀρχικὸν ‌τοῦ ‌οὗπερ ‌ἦρξεν; ‌μὴ ‌ὅτι ‌γε ‌μετὰ ‌τοσούτων ‌προδιηνυσμένων ‌ἄθλων, ‌οἷς ‌τὸ ‌μετριάζειν ‌μόνον ‌ἀρκετὸν ‌εὑς ‌ἔπαινον. ‌ἀλλὰ ‌τῷ ‌γε ‌ἀξιαγάστῳ ‌εὐπετῶς ‌κατώρθωται, ‌οὐκ ‌ἐπιπλάστως ‌πως ‌καὶ ‌νενοθευμένως, ‌ὡς ‌ὄνομα ‌μόνον ‌παραχωρεῖν ‌κρατοῦντι ‌πράγματι, ‌ἀλλὰ ‌καὶ ‌[B] ‌λίαν ‌εὑλικρινῶς ‌καὶ ‌θεοφρόνως·; ‌οὗ ‌γὰρ ‌ἐξαγόρευσις, ‌ἐκεῖ ‌καὶ ‌πεποίθησις, ‌καὶ ‌οὗ ‌πεποίθησις ‌ἐκεῖ ‌καὶ ‌κοπὴ ‌θελήματος, ‌καὶ ‌οὗ ‌κοπὴ ‌θελήματος ‌ἐκεῖ ‌ὑποταγῆς ‌τελείωσις. ‌μάρτυρες ‌δὲ ‌τῶν ‌κατορθωμάτων, ‌[*** ‌lacuna?] ‌ὧν ‌καὶ ‌τὰ ‌αὑτήματα·; ‌ἠντιβόλει ‌ὑπὲρ ‌τοῦ ‌πέλας, ‌καὶ ‌ἐπιτυχὼν ‌τοῦ ‌αὑτήματος, ‌ἔχαιρεν ‌ἀντὶ ‌τοῦ ‌ἀπολαύοντος·; ‌ἐξαιτῶν ‌οὐκ ‌ἐπετύγχανεν ‌καὶ ‌ἀπρακτήσας ‌οὐκ ‌ἐδυσχέραινεν·; ‌πρὸς ‌ἓν ‌μόνον ‌ἀποβλέπων ‌τὸ ‌τοῦ ‌κάμνοντος ‌ὠφέλιμον, ‌οὐχ ‌ὅπως ‌ἐκτελέσειεν ‌τὸ ‌ἑαυτοῦ ‌θέλημα. ‌"οἴμοι, ‌πάτερ," ‌προφητικῇ ‌φωνῇ, ‌"ὡς ‌τίνα ‌με ‌ἔτεκες," ‌πατέρα ‌καλεῖν ‌μὴ ‌αὑσχυνόμενος, ‌τὸν ‌μηδὲ ‌υἱόν ‌σου ‌ὀνομάζεσθαι ‌ἐπάξιον; ‌καὶ ‌ἵνα ‌τί ‌με ‌εὑς ‌τόδε ‌τὸ ‌ἀξίωμα ‌προήγαγες ‌τὸν ‌ἀδυνάτως ‌καὶ ‌τοῦ ‌ἄρχεσθαι ‌ἔχοντα; ‌οἶδεν ‌θεὸς ‌καὶ ‌ἡ ‌σὴ ‌ἁγία ‌ψυχὴ ‌τὸν ‌περὶ ‌τούτου ‌λόγου ‌[lege: ‌λόγον], ‌καὶ ‌ὡς ‌τὰ ‌ὑπὲρ ‌δύναμιν ‌[C] ‌οἴσει ‌φιλία, ‌εἴτ' ‌οὖν ‌ὑπακοή, ‌ἵν' ‌ἐν ‌βραχεῖ ‌λόγῳ ‌τὴν ‌ἀπολογίαν ‌ἐνταῦθα ‌θείημι. ‌

33. ‌ ‌ἀλλ' ‌ἐπανιτέον ‌εὑς ‌τὸ ‌προκείμενον. ‌ἐγκέκλειστο ‌ὁ ‌πατὴρ ‌καὶ ‌ἡ ‌κάθειρξις ‌σμικροτάτη, ‌καὶ ‌τοσοῦτον ‌ἐν ‌θέρει ‌θαλπομένη, ‌ὡς ‌ἄλλην ‌εἶναι ‌ταύτην ‌κάμινον ‌Χαλδαϊκὴν ‌ἐκ ‌τῆς ‌ἐκπυρώσεως ‌τῆς ‌μολιβδίνης ‌στέγης·; ‌ὁ ‌δὲ ‌τοσοῦτον ‌ἀπείχετο ‌[lege: ‌ἀπεῖχε ‌τοῦ] ‌ἀνιᾶσθαι, ‌ὡς ‌εὐχὴν ‌εὔχεσθαι, ‌τηλικαύτην ‌αὐτῷ ‌ἀνάπαυσιν ‌εὑς ‌τὸ ‌μέλλον ‌ταμιεύεσθαι, ‌τοῦ ‌πόθου ‌τὸν ‌κόπον ‌κουφίζοντος ‌καὶ ‌τῆς ‌ἐλπίδος ‌εὐμαριζούσης ‌τὴν ‌δυσχέρειαν, ‌ἐξ ‌ὧν ‌αἱ ‌μεγάλαι ‌ἀρεταὶ ‌καὶ ‌πολιτεῖαι ‌τὸ ‌κράτος ‌ἔχουσιν. ‌οὐδ' ‌οὕτω ‌πάλιν ‌ἀρκούμενος ‌ὁ ‌φιλόπονος ‌ἀλλὰ ‌τόνῳ ‌μὲν ‌ταῖς ‌χερσὶν ‌ἐργαζόμενος ‌καὶ ‌πολλῆς ‌δυνάμεως ‌παρ' ‌αὐταῖς ‌ἐξερχομένης, ‌εὐτονώτερον ‌δὲ ‌[D] ‌τῇ ‌θείᾳ ‌μελέτῃ ‌ἐπειγόμενος ‌καὶ ‌πυκτεύων ‌πρὸς ‌τὸν ‌πολέμιον ‌ἑκάστοτε. ‌θερμότερον ‌δὲ ‌πρὸς ‌τὴν ‌τῶν ‌ἀδελφῶν ‌χρείαν ‌παριστάμενος ‌καὶ ‌τὸν ‌μὲν ‌θεραπεύων ‌λυπούμενον, ‌τὸν ‌δὲ ‌ψυχαγωγῶν ‌ἐκλείποντα, ‌καὶ ‌ἄλλον ‌ἐπανορθῶν ‌καταπίπτοντα, ‌καὶ ‌ἕτερον ‌γλυκαίνων ‌πικραινόμενον, ‌καὶ ‌τῇ ‌τοῦ ‌πάσχοντος ‌ἕξει ‌συμμορφούμενος ‌ὁ ‌πολυειδὴς ‌ἐκεῖνος ‌τῶν ‌ψυχῶν ‌ὑατρός, ‌καὶ ‌θεραπεύων ἄριστα ‌τοὺς ‌πάσχοντας. ‌οὐδὲ ‌ἐκεῖνο ‌παραλείψομαι ‌ἀξιομνημόνευτον ‌τυγχάνον, ‌ὅτι ‌ἅλυσιν ‌
[p. ‌837A]σιδηραίαν, ‌ἱκανὴν ‌τῷ ‌βάρει, ‌τῷ ‌ποδὶ ‌περιθείς, ‌ἐνεκαρτέρει ‌τοῖς ‌πόνοις ‌(καὶ ‌τὸ ‌κοπῶδες ‌ὅσον ‌τὸ ‌μεθ' ‌ἑαυτῆς ‌καθεύδειν, ‌ὁμοῦ ‌τε ‌ἐγρηγορέναι ‌καὶ ‌ἐργάζεσθαι, ‌συνορᾶν ‌ἔξεστι ‌τῷ ‌ἀρτίφρονι) ‌οὐκ ‌ἐπιδεικτιῶν ‌τὴν ‌κάθειρξιν, ‌οὐδ' ‌οὐ ‌μὴν ‌αὐχῶν ‌τὴν ‌πρᾶξιν ‌ὡς ‌ἀρετῆς ‌ἐργαστήριον, ‌κατ' ‌ἐκεῖνόν ‌που ‌τὸν ‌Χείρωνα ‌τὸ ‌Θετταλικὸν ‌ἄντρον ‌οὑκοῦντα ‌(πόρρω ‌γὰρ ‌ὁ ‌ἀθλητὴς ‌τοῦ ‌πάθους)·; ‌ἀλλὰ ‌τὴν ‌μὲν ‌εὐτελίζων, ‌ὡς ‌οὐ ‌θεραπεύων ‌ἀξίως, ‌τὴν ‌δὲ ‌κρύψας ‌τέχνῃ ‌ταπεινοφροσύνης ‌καὶ ‌μικροῦ ‌λαθὼν ‌ἅπαντας, ‌ἕως ‌ὅτε ‌προελθὼν ‌τῆς ‌κέλλης ‌διὰ ‌κύριον, ‌ἐγνώρισε ‌καὶ ‌μὴ ‌βουλόμενος. ‌περὶ ‌μὲν ‌τούτων ‌ἅλις, ‌φιλοῦντος ‌ἀκροατοῦ ‌τὸ ‌μέτριον, ‌καὶ ‌οὐκ ‌εὐποροῦντος ‌τοῦ ‌γράφοντος ‌ἐξηγορεῖν ‌πλουσιώτερον. ‌

34. ‌ ‌ἐπειδὴ ‌δὲ ‌ἀπεβίω ‌ὁ ‌τηνικαῦτα ‌θεῖος ‌πρόεδρος, ‌ζητεῖται ‌ψῆφος ‌πατριαρχήσοντος, ‌καὶ ‌τὰ ‌ψηφίσματα ‌[B] ‌ἐπὶ ‌πολλοὺς ‌οἱ ‌πολλοί, ‌ὡς ‌ἕκαστος ‌εἶχεν ‌κατὰ ‌φιλίαν ‌ἢ ‌ἀλήθειαν·; ‌ζητεῖται ‌καὶ ‌παρὰ ‌τοῦ ‌πατρός, ‌οὐχ ‌ὑπὸ ‌τῶν ‌τῆς ‌ἱερωσύνης ‌μόνον ‌ἐγκρίτων, ‌ἀλλ' ‌ἤδη ‌καὶ ‌πρὸς ‌αὐτοῦ ‌τοῦ ‌βασιλεύοντος. ‌τί ‌οὖν ‌ἔδει, ‌ὢ ‌πρὸς ‌τῆς ‌ἀληθείας ‌αὐτῆς; ‌οὐχὶ ‌τὸν ‌τοσαῦτα ‌ὑπὲρ ‌τοῦ ‌καλοῦ ‌ἐναθλήσαντα ‌καὶ ‌ἠκριβωμένου ‌βίου ‌τοῖς ‌πᾶσι ‌νόμον ‌προκείμενον, ‌ἀψευδῶς ‌εὑπεῖν ‌τὴν ‌ἐνοῦσαν ‌αὐτῷ ‌διάθεσιν, ‌πρὸς ‌τὸ ‌κοινῇ ‌συμφέρον ‌σκοποῦντα; ‌"οὔ," ‌φασὶν ‌οἱ ‌τὰ ‌ἐκείνου ‌σκώπτοντές ‌τε ‌καὶ ‌διαγελῶντες, ‌ἀλλ' ‌ἢ ‌τὴν ‌ἄγνοιαν ‌προβαλέσθαι, ‌ἢ ‌τοῖς ‌ἐπιζητήσασι ‌παραχωρῆσαι ‌τὸ ‌ψήφισμα·; ‌ἔστιν ‌δέ, ‌τὸ ‌μὲν ‌πρότερον ‌ψεῦδος, ‌τὸ ‌δὲ ‌δεύτερον ‌ὑπόκρισις, ‌καὶ ‌ἀμφότερα ‌ἀπόπτυστα. ‌ὁ ‌μὲν ‌οὖν ‌τὴν ‌ψῆφον ‌ἔστειλεν, ‌τὸ ‌δὲ ‌ἐφ' ‌ὅτῳ, ‌παρῶ ‌λέγειν·; ‌ἐπέστειλεν ‌δ' ‌ὅμως ‌ὡς ‌ὑπὸ ‌θεῷ ‌μάρτυρι. ‌καὶ ‌οἱ ‌μὲν ‌ἀσμένως ‌ἐδέξαντο, ‌[C] ‌οὐκ ‌οἶδ' ‌ὁποίῳ ‌τρόπῳ ‌βεβαιώσαντες ‌τὸ ‌γράμμα·; ‌ὁ ‌δὲ ‌λαβὼν ‌ἀπεσείσατο, ‌μετακυλίσας ‌ὡς ‌ἐν ‌κύβῳ ‌τὰς ‌ψήφους. ‌

35. ‌ ‌καὶ ‌ὁ ‌μὲν ‌(ἐπειδὴ ‌χρεία ‌κεφαλῆς ‌προϊσταμένης ‌ἕκαστον ‌τῶν ‌μελῶν ‌τὸ ‌καθ' ‌ἑαυτὸ ‌εὑσοίσειν) ‌πρός ‌τινα ‌τῶν ‌ὁμοσχήμων, ‌ἀγχιστέα ‌δὲ ‌τοῦ ‌καίσαρος, ‌μὴ ‌εὐλαβηθεὶς ‌τὴν ‌ἔξοδον ‌διὰ ‌τὸ ‌κοινῇ ‌συμφέρον, ‌νύκτωρ ‌ἄπεισιν, ‌καὶ ‌φθεγξάμενος ‌τὰ ‌εὑκότα, ‌οἴκαδε ‌θᾶττον ‌ἐπάνεισιν·; ‌ὁ ‌δὲ ‌μαθὼν ‌ἐξεμάνη ‌καὶ ‌μικρὸν ‌λωφήσας ‌ὅσον ‌εὑς ‌πέρας ‌ἀγαγεῖν ‌τὸ ‌βεβουλευμένον, ‌αἱρεῖ ‌σὺν ‌ἡμῖν ‌τὸν ‌πατέρα ‌καὶ ‌εἴκοσιν ‌πρὸς ‌τέσσαρσιν ‌ἡμέραις ‌θέμενος ‌ἐν ‌στερεᾷ ‌φυλακῇ, ‌οἴκοι ‌ἐπανελθεῖν ‌ἀφίησιν. ‌ὅσα ‌γὰρ ‌ἐξύβρισεν ‌κατὰ ‌τοῦ ‌ἀνδρός, ‌[D] ‌μᾶλλον ‌δὲ ‌κατ' ‌αὐτῆς ‌τῆς ‌ἀληθείας ‌θυμομαχῶν, ‌καὶ ‌συνταράσσων ‌τὴν ‌ἀδελφότητα ‌καὶ ‌τοὺς ‌μὲν ‌φρουρῶν, ‌τοὺς ‌δὲ ‌ἕλκων ‌εὑς ‌κατηγορίας, ‌εὑ ‌καὶ ‌`ρίψασπις ‌ἐν ‌πᾶσι ‌γέγονε ‌καὶ ‌ἀξιογέλαστος, ‌τί ‌δεῖ ‌καὶ ‌λέγειν; ‌ἅτινα ‌παρασκευὴ ‌ἦν ‌τῆς ‌τυρευομένης ‌αὐτῷ ‌πονηρίας ‌καὶ ‌οἱονεὶ ‌προεισόδιος ‌ἀνομία, ‌παίδευμα ‌δὲ ‌κατὰ ‌τὴν ‌ἐκείνου ‌φληνάφειαν ‌τῆς ‌δοκούσης ‌προπετείας. ‌
[840A] ‌βραχὺς ‌ὁ ‌χρόνος ‌καὶ ‌ἡ ‌τῆς ‌κακώσεως ‌ἐπιφορά, ‌τὸ ‌δὲ ‌αἴτιον, ‌'Ιωσὴφ ‌ὁ ‌μοιχοζεύκτης, ‌τὸ ‌ἐγκόλπιον ‌κακόν, ‌ὁ ‌τῆς ‌ἐκκλησίας ‌τάραχος·; ‌οὗ ‌ἐπειδή, ‌ὡς ‌ὑὸν ‌ὄφεως ‌κανονικῶς ‌τὴν ‌κοινωνίαν ‌πεφεύγαμεν, ‌ἀπειλαὶ ‌παρὰ ‌τοῦ ‌Καίσαρος, ‌ἐπὶ ‌ξυροῦ ‌οἱ ‌ἐνιστάμενοι. ‌ ‌

36. ‌ ‌καὶ ‌πῶς ‌ἂν ‌ἐν ‌ὀλίγοις ‌συλλαβαῖς ‌τὸ ‌πλῆθος ‌τῶν ‌τηνικαῦτα ‌ὑπαρχθέντων ‌δι' ‌ὅλου ‌ἔτους ‌φοβήτρων ‌τε ‌καὶ ‌ἀποστροφῶν, ‌ἀγώνων ‌τε ‌καὶ ‌πειρασμῶν ‌διηγήσαιμι; ‌οἶδεν ‌ταῦτα ‌ὁ ‌παθὼν ‌καὶ ‌ὁ ‌ἐγγὺς ‌τοῦ ‌παθόντος ‌ἱστάμενος. ‌τέλος ‌στρατιωτικὴ ‌φάλαγξ ‌τὴν ‌μονὴν ‌κύκλῳ ἀσφαλῶς ‌περιστοιχήσασα ‌ὡς ‌μηδὲ ‌γρῦξαι ‌ἢ ‌προκῦψαί ‌τινα ‌ὅλως ‌παραχωροῦσα·; ‌ἔσωθεν ‌φόβοι, ‌ἔξωθεν ‌πτόησις, ‌ἀπειλαὶ ‌παραπεμπόμεναι ‌καὶ ‌τοὺς ‌παραπεμφθέντας ‌ἀφίημι ‌λέγειν ‌αὑδοῖ ‌τοῦ ‌σχήματος. ‌φεῦ ‌τῆς ‌τοῦ ‌καιροῦ ‌φορᾶς·; ‌οὐδεὶς ‌[B] ‌σχεδὸν ‌τοῦ ‌`ρεύματος ‌ἀνώτερος, ‌οὐδεὶς ‌ὁ ‌τὰ ‌ὀρθὰ ‌συμβουλεύων ‌καὶ ‌ἐπαλείφων ‌τὰ ‌θεῖα·; ‌ἀγαπητὸν ‌εὑ ‌μὴ ‌καὶ ‌πολὺ ‌συμπνέον*** ‌[lacuna] ‌τὴν ‌ὀργὴν ‌τοῖς ‌κρατοῦσι, ‌καὶ ‌τό ‌γε ‌ἐλεεινότερον, ‌τῶν ‌ὁμοταγῶν. ‌πέρας, ‌ἵν' ‌ἐν ‌συντόμῳ ‌τὸ ‌πᾶν ‌παραστήσω, ‌ἁρπαγὴ ‌ἐκ ‌μέσου ‌τῆς ‌ἀδελφότητος ‌νυκτίωρος ‌καὶ ‌μετὰ ‌τὴν ‌ἁρπαγὴν ‌κάθειρξις, ‌καὶ ‌μετὰ ‌κάθειρξιν ‌συνόδου ‌ἡμέρα, ‌καὶ ‌ἐπὶ ‌ταύτης ‌σὺν ‌τρισὶν ‌ὑπὸ ‌στρατιωτικῆς ‌χειρὸς ‌ὁ ‌πατὴρ ‌παριστάμενος ‌ὡς ‌κακοῦργος. ‌ἐλεεινὸν ‌θέαμα, ‌γέροντα ‌φοράδην ‌ἐξ ‌ἀσθενείας ‌ἀγόμενον ‌σὺν ‌τῇ ‌ἁλύσει, ‌ἣν ‌ἐν ‌τῷ ‌ποδὶ ‌καθηλωμένος ‌ἐπεφέρετο, ‌καὶ ‌ἀφ' ‌ἑτέρου ‌εὑς ‌ἕτερον ‌ὦμον ‌ὥσπερ ‌τι ‌ἅγιος ‌[lege: ‌ἄγος] ‌μεταρ<ρ>ιπτούμενον.

37. ‌ ‌[C] ‌αὑαῖ, ‌συνοδικῆς ‌εὐταξίας ‌κατάστασις·; ‌οἱοὶ ‌[lege: ‌οἴμοι] ‌Χριστιανικῆς ‌βασιλείας ‌ὑπόληψις·; ‌τί ‌ταῦτα ‌τῶν ‌πάλαι ‌λῃστρικῶς ‌συνεδρευόντων ‌ἢ ‌ἄλλως ‌αἱρετικῶς ‌βασιλευσάντων ‌ἐλλειπέστερα; ‌καί, ‌ἵνα ‌ὥσπερ ‌τινὰ ‌παιδιὰν ‌τὰ ‌ἐν ‌μέσῳ ‌παραδράμοιμι, ‌πληροῦν ‌δυνάμενα ‌συγγραφῆς ‌μέτρον, ‌κυροῦται ‌ἐξορίᾳ, ‌καὶ ‌περιορίζεται ‌ὁ ‌πατὴρ ‌ἐν ‌μιᾷ ‌τῶν ‌πρὸς ‌τῷ ‌ἄστει ‌νήσων, ‌ὥσπερ ‌καὶ ‌ὁ ‌ἡμέτερος ‌ἀδελφὸς ‌ἐν ‌ἑτέρᾳ ‌δυσχερεστάτῃ, ‌μετὰ ‌τοῦ ‌περιορισμοῦ ‌καὶ ‌τῆς ‌φυλακῆς ‌κραταιᾶς ‌οὔσης. ‌ὢ ‌τῆς ‌τῶν ‌πραγμάτων ‌φορᾶς·; ‌τῶν ‌μοναστῶν ‌οἱ ‌μιγάδες ‌φιλανθρωπότεροι ‌γεγόνασι, ‌καὶ ‌τῶν ‌κριτῶν ‌οἱ ‌ἀκροαταὶ ‌κρίσιν ‌δικαίαν ‌ἐξοίσειν ‌οὐκ ‌ἐδεδίεισαν·; ‌πρόδηλον ‌γὰρ ‌ἦν ‌τὸ ‌παρανομούμενον. ‌ἀφίημι ‌τὸ ‌βαλαν<ε>ῖον ‌ἐκεῖνο, ‌ἐφ' ‌ᾧ ‌ὁ ‌κρατῶν ‌διὰ ‌φάλαγγος ‌στρατιωτικῆς ‌ἐκ ‌τῆς ‌μονῆς ‌ἀθροίσας ‌πᾶσαν ‌[D] ‌τὴν ‌ἀδελφότητα, ‌καὶ ‌πειρώμενος ‌ὑποκλίνειν ‌ἕνα ‌ἕκαστον ‌πρὸς ‌τὸ ‌σφῶν ‌θέλημα, ‌ἀπετύγχανεν ‌τῶν ‌ἐλπίδων, ‌ᾐσθεὶς ‌τοῦ ‌οὑκείου ‌κράτους ‌κραταιοτέρους ‌εἶναι ‌τοὺς ‌τῷ ‌θείῳ ‌νόμῳ ‌ἐπερειδομένους. ‌παρίημι ‌τὰς ‌ἐν ‌τοῖς ‌σεμν<ε>ίοις ‌φυλακάς, ‌καὶ ‌τοὺς ‌φρουράρχους ‌ἡγουμένους, ‌πλείω ‌τῶν ‌ἐπιταγμάτων ‌ἐνίους ‌κακοῦντας ‌τοὺς ‌καθειργμένους. ‌παραδραμεῖ ‌μοι ‌τὰ ‌
[841A] ‌μετέπειτα, ‌ἡνίκα ‌ἀπαγωγαὶ ‌καὶ ‌μεταγωγαί, ‌διωγμοὶ ‌καὶ ‌ἐξετασμοί, ‌διαχωρισμοί ‌τε ‌αὖ ‌καὶ ‌ἀφορισμοί, ‌ἀπειλαί ‌τε ‌καὶ ‌ὀργαί, ‌ἐρωτήσεις ‌τε ‌καὶ ‌ἀνταποκρίσεις, ‌καὶ ‌ὁ ‌ἐν ‌πάσῃ ‌τῇ ‌πόλει ‌κωδωνισμός, ‌μή ‌τις ‌που ‌κρύπτοιτο ‌λαθὼν ‌τῶν ‌ἀδελφῶν, ‌ὡς ‌καὶ ‌εὑς ‌ὀπὰς ‌τῆς ‌γῆς ‌δέει ‌τῶν ‌διωκτῶν ‌τινα ‌διασωθῆναι. ‌

38. ‌ ‌καὶ ‌ταῦτα ‌ὑπὲρ ‌τίνος; ‌(πάλιν ‌γὰρ ‌ἀναλαμβάνειν ‌ἐκπλήξει ‌τὸ ‌δρᾶμα ‌περιπονοῦμαι). ‌ἵνα ‌ὁ ‌στεφανώσας ‌τοὺς ‌μοιχωμένους ‌παρὰ ‌τὸ ‌Εὐαγγέλιον, ‌κατὰ ‌ἀντίθεσιν ‌τοῦ ‌Προδρόμου, ‌ὡς ‌οὑκονομίαν ‌σωτήριον ‌τῇ ‌ἐκκλησίᾳ ‌πεποιηκὼς ‌ἀθωωθῇ ‌ἱερουργεῖν·; ‌καὶ ‌οἱ ‌τοῦτον ‌μὴ ‌προσιέμενοι ‌εὐαγγελικῶς, ‌ἔκνομοι ‌[B] ‌καὶ ‌ἠλλοτριωμένοι·; ‌ὢ ‌διώκτου ‌πικροῦ, ‌Χριστιανοῦ ‌προσηγορίαν ‌ἔχοντος, ‌καὶ ‌τοῦ ‌Χριστοῦ ‌νόμους ‌καταπατεῖσθαι ‌ζέοντος·; ‌τί ‌οὕτω ‌μέμηνας ‌βαρυκάρδιε ‌καὶ ‌ἀπηνέστατε, ‌σὺν ‌τῷ ‌ὁμοτρόπῳ ‌σου ‌σκύμνῳ; ‌οὐκ ‌οἶσθα ‌ὅτι ‌πρὸς ‌ἀηττήτους ‌νόμους ‌θεοῦ ‌παραστήσῃ ‌οὓς ‌οὐδεὶς ‌βασιλευσάντων ‌νενίκηκε; ‌μὴ ‌ὅτι ‌γε ‌καὶ ‌προσκρούσας ‌αὐτοῖς ‌ὡς ‌σύ, ‌περιφανῶς ‌ἀπώλετο. ‌

39. ‌ ‌ἀλλ' ‌ὤ·; ‌πῶς ‌ἀπήγετο ‌ὁ ‌τοῦ ‌θεοῦ ‌θεράπων ‌(ἐπ' ‌αὐτὸν ‌γὰρ ‌ἐπανίημι) ‌πάλιν ‌μεθοριζόμενος ‌καὶ ‌πάλιν ‌διασπώμενος ‌ὑπὸ ‌δυοῖν ‌τε ‌σκηριπτόμενος ‌διὰ ‌τὸ ‌μὴ ‌ὑσχύειν ‌ ‌ἔτι ‌προβαίνειν, ‌ἑλκόμενος ‌αὖ ‌τε ‌καὶ ‌περισυρόμενος, ‌καὶ ‌θρῆνον ‌ἐμποιῶν ‌τῆς ‌ἀδίκου ‌πράξεως ‌καὶ ‌αὐτοῖς τοῖς ‌ἀναισθήτοις ‌λίθοις. ‌βοάτω ‌[C] ‌ταῦτα ‌ὁ ‌τοῦ ‌περιβοήτου ‌Μάμαντος ‌χῶρος·; ‌γραφέτω ‌ταῦτα ‌ἡ ‌φρουρήσασα ‌μετὰ ‌τὴν ‌πρώτην ‌τοῦ ‌ἀδελφοῦ ‌φρουρὰν ‌τὸν ‌τῆς ‌εὐσεβείας ‌φρουρὸν ‌ἀξεῖα ‌[lege: ‌'Οξεῖα] ‌νῆσος. ‌φεῦ ‌τῆς ‌ἀναλγήτου ‌καρδίας ‌τῶν, ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌εὐπρεπῶς ‌εἴποιμι, ‌στρατιομονάχων ‌φυλάκων·; ‌ἔθεντο ‌τὸν ‌δίκαιον ‌μονώτατον ‌ὡς ‌ἐν ‌λάκκῳ ‌κατωτάτῳ ‌ἔν ‌τινι ‌κέλλῃ, ‌τετρυχωμένον ‌ἤδη ‌τῷ ‌γήρει ‌καὶ ‌τῇ ‌νόσῳ ‌βαλλόμενον·; ‌εἴασαν ‌ὑφ' ‌ἑνὶ ‌δούλῳ, ‌οἱ ‌δοῦλοι ‌τῶν ‌κάτω ‌καὶ ‌τοῦ ‌καίσαρος, ‌τὸν ‌ὅσιον ‌ἅπαξ ‌τῇ ‌ἡμέρᾳ ‌ἢ ‌δὶς ‌ὑπηρετεῖσθαι. ‌ἠντιβόλει ‌ὁ ‌γέρων ‌μετακομίζεσθαι ‌πρὸς ‌ἀναγκαίαν ‌χρείαν ‌τοῦ ‌σώματος ‌<τι> ‌καὶ ‌ὁ ‌δυσμενὴς ‌ὠνείδιζεν·; ‌ᾔτει ‌τῶν ‌κατὰ ‌τὴν ‌ἀσθένειαν ‌ἐπιτηδείων ‌καὶ ‌ὁ ‌δύστροπος ‌κατ' ‌αὐτοῦ ‌τὴν ‌θύραν ‌ἔκλειεν·; ‌καὶ ‌ταῦτα ‌ὑφιστάμενος ‌ἀνεξάρνητος ‌τῆς ‌καλῆς ‌ὁμολογίας, ‌ἧς ‌ὠμολόγησεν ‌ἐνώπιον ‌[D] ‌θεοῦ ‌καὶ ‌ἀνθρώπων. ‌ἐπειδὴ ‌δὲ ‌ἐκ ‌τῆς ‌τοιαύτης ‌καθείρξεως ‌νοσηλεύεσθαι ‌αὐτὸν ‌ἐπιθανάτιον ‌ἀκήκοεν ‌ὁ ‌καῖσαρ, ‌μετάγει ‌ἐν ‌τῷ ‌Βυζαντίῳ ‌μαλαχθεὶς ‌τὴν ‌ἀτεράμονα ‌καρδίαν, ‌καὶ ‌ἐνεγκὼν ‌παρασκευάζεται ‌ἐπανορθοῦν ‌δῆθεν ‌τὸ ‌κακῶς ‌γεγενημένον. ‌ἀλλ' ‌
[p. ‌844A]ἐπειδὴ ‌οὐκ ‌ἀπὸ ‌ὀρθῆς ‌γνώμης ‌ὁ ‌σκοπός, ‌οὐδὲ ‌εὑς ‌πέρας ‌ἄγει ‌τὴν ‌πρόθεσιν. ‌τὸν ‌μὲν ‌γὰρ ‌ἐπὶ ‌πολὺ ‌μετεωρισθέντα ‌τῇ ‌ἀπονοίᾳ, ‌ἡ ‌κραταιὰ ‌χεὶρ ‌τοῦ ‌θεοῦ ‌εὑς ‌Σκύθας ‌ἐκτοπίσασα, ‌ἐκεῖσε ‌πανστρατεὶ ‌ὤλεσεν, ‌διήγημα ‌φοβερὸν ‌καὶ ‌λάλημα ‌φρικτὸν ‌ταῖς ‌μετέπειτα ‌γενεαῖς ‌κριμάτων ‌ἀνεφίκτων ‌τῆς ‌ἑαυτοῦ ‌σοφωτάτης ‌οὑκονομίας ‌ἐγκαταλείψασα·; ‌τὸν ‌δὲ ‌σὺν ‌ἡμῖν ‌`ροπὴ ‌τῶν ‌τηνικαῦτα ‌εὐσεβῶς ‌βασιλευσάντων, ‌εὑς ‌τὴν ‌οὑκείαν ‌πάλιν ‌ποίμνην ‌ἀποκαταστήσασα, ‌ὁμολογητὴν ‌ἑαυτοῖς ‌ἀναδείκνυσιν.

40. ‌ ‌καὶ ‌τοῦτο ‌πῶς; ‌οὐδὲ ‌γὰρ ‌παραλιπεῖν ‌ἄξιον. ‌φροντίδι ‌τῶν ‌ἐπισκηπτόντων ‌τὰ ‌καθ' ‌ἡμᾶς, ‌εὐνοϊκῶς ‌τε ‌ἢ ‌καὶ ‌ἀντιθέτως, ‌ἤρθη ‌ἐκ ‌μέσου ‌τὸ ‌σκάνδαλον, ‌δι' ‌οὗ ‌καὶ ‌ἡ ‌διαφορὰ ‌πρὸς ‌τὸν ‌ἱεραρχοῦντα·; ‌ἐδυσώπησαν ‌οἱ ‌κρατοῦντες, ‌ἀπελογήσατο ‌ὁ ‌ἁγιώτατος ‌[B] ‌πατριάρχης ‌πάντα ‌τὰ ‌γεγενημένα ‌ἐξ ‌ἐπιεικείας ‌[lege: ‌ἐπηρείας] ‌εἶναι ‌τοῦ ‌βασιλεύσαντος. ‌τηνικαῦτα ‌ἡ ‌σύμβασις ‌καὶ ‌ἡ ‌πρὸς ‌αὐτὸ ‌ἀφοσίωσις, ‌ὅτι ‌μηδὲ ‌φίλον ‌θεῷ ‌ἄλλο ‌τι ‌ὡς ‌τὸ ‌τῆς ‌εὑρήνης ‌καὶ ‌ὁμονοίας ‌καλόν, ‌ἐπὰν ‌ἡ ‌ὁμόνοια ‌οὐ ‌διαφωνία ‌πίστεως, ‌οὐδὲ ‌ἐντολῆς ‌θεοῦ ‌παράβασις, ‌οὐδ' ‌οὐ ‌μὴν ‌κανόνος ‌ἀθέτησις, ‌ὡς ‌ἡ ‌παροῦσα ‌δέδεικται, ‌ὅσον ‌τὸ ‌καθ' ‌ἡμᾶς, ‌τοῖς ‌νοῦν ‌ἔχουσι, ‌τὰ ‌διὰ ‌μέσου ‌χαίρειν ‌ἐάσαντας, ‌ὡς ‌ὁμότροπα ‌τοῖς ‌πάλαι ‌ἐπὶ ‌τῶν ‌θεοφόρων ‌πατέρων ‌συμβεβηκόσι, ‌καὶ ‌ὡσαύτως ‌οὑκονομικῶς ‌παρεωραθεῖσιν, ‌μᾶλλον ‌δὲ ‌ὡς ‌τῆς ‌τούτων ‌ἀκριβοῦς ‌ἐξετάσεως ‌ἐν ‌τῷ ‌μέλλοντι ‌αὑῶνι ‌τῷ ‌ἀδεκάστῳ ‌κριτῇ ‌ταμιευομένοις. ‌

41. ‌ ‌[C] ‌τί ‌τὰ ‌μετὰ ‌ταῦτα; ‌οὐκέτι ‌ὁ ‌πατήρ ‌ἐγκεκλεισμένος, ‌ὅτι ‌μηδὲ ‌ὑσχὺς ‌αὐτῷ ‌καὶ ‌τὴν ‌τοῦ ‌σώματος ‌ἀναγκαίαν ‌χρείαν ‌κἀξ ‌αὐτοῦ ‌ποιεῖσθαι, ‌ἀλλὰ ‌πῇ ‌μὲν ‌ἐπὶ ‌κλίνης ‌κατακείμενος, ‌ἀναδόσεσι ‌τῶν ‌προλαβόντων ‌ἀσκητικῶν ‌καὶ ‌ἀθλητικῶν ‌αὐτοῦ ‌πόνων·; ‌πῇ ‌δὲ ‌ἐπὶ ‌καθισματίου ‌ἀναπαυόμενος ‌καὶ ‌διὰ ‌γλώσσης ‌τὰ ‌τοῦ ‌Δαυὶδ ‌φθεγγόμενος, ‌καὶ ‌κατὰ ‌νοῦν ‌τῷ ‌θεῷ ‌προσευχόμενος, ‌ὅσα ‌τε ‌ἄλλα ‌εὑς ‌βοήθειαν ‌τῆς ‌ἀδελφότητος ‌συνεισφέρων, ‌συμβουλίαις, ‌ὑπομνήσεσι, ‌νουθεσίαις, ‌παρακλήσεσιν, ‌κατὰ ‌τὴν ‌προλαβοῦσαν ‌αὐτῷ ‌πατρικὴν ‌καὶ ‌εὐνοϊκὴν ‌συνήθειαν, ‌οὔπω ‌ὑσχύων ‌ἔτι ‌ἐργάζεσθαι, ‌οὐδ' ‌οὐ ‌μὴν ‌γόνυ ‌κλῖναι, ‌οὔτ' ‌αὖ ‌ἐπισκήπτειν ‌ἀναγνώσεσιν ‌ἢ ‌ὅσον ‌ἐκ ‌τοῦ ‌παραναγινώσκοντος ‌ὑπηρέτου. ‌καὶ ‌ἦν ‌ἐν ‌τούτοις ‌συλλυπούμενος ‌καὶ ‌σκυθρωπάζων, ‌ὡς ‌ἤδη ‌ἀπολωλεκὼς ‌τὴν ‌ψυχήν, ‌διά ‌τε ‌τὴν ‌ἀδράνειαν ‌[D] ‌τῶν ‌πνευματικῶν ‌λειτουργιῶν ‌καὶ ‌τὴν ‌ἀπραξίαν ‌τῶν ‌σωματικῶν ‌ἐργασιῶν·; ‌εἴ ‌πού ‌τι ‌καὶ μετελάμβανε ‌βρῶμα ‌κατάλληλον ‌τῇ ‌νόσῳ, ‌ἢ ‌καὶ ‌λουτρῷ ‌καθ' ‌ὑπακοὴν ‌κεχρημένος, ‌ηὐχαρίστει ‌μὲν ‌τῷ ‌κυρίῳ, ‌ἠνιᾶτο ‌δὲ ‌διὰ ‌τὴν ‌ἄνεσιν. ‌ἀλλ' ‌ὄντως ‌καλὸν ‌δίαυλον ‌καὶ ‌ἡλιακὸν ‌δρόμον ‌ὁ ‌πανεύφημος ‌τετέλεκεν, ‌τὸ ‌δὴ ‌λεγόμενον, ‌ἐξ ‌ὑπακοῆς ‌ἀνατείλας ‌καὶ ‌εὑς ‌
[p. ‌845A]ὑπακοὴν ‌καταλήξας·; ‌τῇ ‌δωδεκαταίᾳ ‌γὰρ ‌τῶν ‌ὡρῶν ‌ἡμερινῇ ‌περιόδῳ ‌ὑσάριθμον ‌τὸν ‌τῶν ‌ἐτῶν ‌κύκλον ‌ἐφ' ‌ἑκάστῳ ‌ἀγῶνι ‌διηνυκώς, ‌εὑς ‌ζωὴν ‌αὑώνιον ‌ἀδιαδόχῳ ‌φωτὶ ‌ἀναβεβίωκεν. ‌ἀρίθμει ‌τοὺς ‌ἀγῶνας ‌καὶ ‌εὑρήσεις ‌τοὺς ‌χρόνους, ‌ὀκτὼ ‌πρὸς ‌τεσσαράκοντα·; ‌πρόσθες ‌τοὺς ‌πρὸ ‌τῆς ‌ἀποταγῆς ‌δὶς ‌δυοκαίδεκα ‌πρὸς ‌ἄλλοις ‌τέσσαρσι ‌τῶν ‌διωγμῶν ‌καὶ ‌τρισὶ ‌τῆς ‌ἀσθενείας, ‌καὶ ‌εὑρήσεις ‌τῷ ‌ὀγδοηκοστῷ ‌ἔτει ‌πλὴν ‌ἑνὸς ‌τελειούμενον ‌τὸν ‌ἀοίδιμον.

42. ‌ ‌ ‌ἀλλ' ‌ὢ ‌πῶς ‌ἀδακρυτὶ ‌τὸ ‌τούτου ‌διηγήσαιμι ‌τέλος; ‌ἔκειτο ‌ὁ ‌γέρων, ‌ὥσπερ ‌τι ‌γέρας ‌τίμιον, ‌ἡτοιμασμένος ‌τὴν ‌ψυχὴν ‌πρὸς ‌τὴν ‌ἔξοδον, ‌καὶ ‌κύκλῳ ‌ἡ ‌ἀδελφότης ‌περιχυθεῖσα ‌ἐξῄτει ‌τῶν ‌ἱερῶν ‌προσευχῶν ‌αὐτοῦ ‌λαβεῖν ‌τὸ ‌δῶρον·; ‌καὶ ‌ἐπείπερ ‌ἕνα ‌ἕκαστον ‌ηὐλόγησεν ‌καὶ ‌κατησπάσατο, ‌ἄπεισιν ‌καὶ ‌πρὸς ‌τὸν ‌τάφον, ‌ὃν ‌ἐκ ‌πόθου ‌ἐζήτει ‌πάλαι ‌θεάσασθαι, ‌εὑ ‌καὶ ‌οὐκ ‌ἐπετύγχανεν ‌τοῦ ‌καταθυμίου ‌κοπῇ ‌τοῦ ‌θελήματος·; ‌ὃν ‌ὑδών, ‌ἐχάρη ‌λίαν·; ‌ἀνθομολογήσατο ‌τῷ ‌κυρίῳ ‌ἐπειπών·; ‌<<"αὕτη ‌ἡ ‌κατάπαυσίς ‌μου ‌εὑς ‌αὑῶνα ‌αὑῶνος·;">> ‌μεθηρμόσατο ‌καὶ ‌τὴν ‌φωνὴν ‌ἐκείνην·; ‌<<"θέλημα ‌τῶν ‌φοβουμένων ‌αὐτὸν ‌ποιήσει ‌ὁ ‌κύριος.">> ‌ἐκίνησεν ‌καὶ ‌τῶν ‌ἔξω ‌οὐκ ‌ὀλίγους, ‌οἳ ‌καὶ ‌μὴ ‌εὐλαβηθέντες ‌τὸν ‌καιρὸν ‌(ἦν ‌γὰρ ‌τῶν ‌ἱερῶν ‌νηστειῶν ‌περίοδος), ‌συνέδραμον ‌μοναδικοί ‌τε ‌καὶ ‌μιγάδες, ‌ηὐλογήθησαν, ‌ὑπέστρεψαν ‌ἐφοδιασθέντες ‌καλὸν ‌ἐφόδιον ‌τὴν ‌ἐκείνου ‌ἁγίαν ‌παράθεσιν. ‌καί ‌γε ‌αὐτὸς ‌ὁ ‌ἁγιώτατος ‌πατριάρχης ‌παρεὶς ‌ἐξῃτήσατο ‌εὑχήν, ‌καὶ ‌λαβὼν ‌ἠσπάσατο. ‌γέγονέν ‌τε ‌ἡ ‌ὥρα ‌ἐκείνη, ‌πάσης ‌ὑπονοουμένης ‌διαφορᾶς ‌ἀλεξητήριον, ‌τῶν ‌πρὶν ‌λυπηρῶν ‌[C] ‌ἐκποδὼν ‌γεγενημένων. ‌πάντων ‌οὖν ‌ὑπεμνημάτισε, ‌πᾶσιν ‌ὑπερηύξατο, ‌ἅπασιν ‌ἀφίησιν, ‌ἐχθράνασι, ‌διώξασι, ‌λυπήσασιν, ‌ὁ ‌ὡς ‌ἀληθῶς ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος ‌καὶ ‌Χριστὸν ‌κἀν ‌τῷ ‌θανάτῳ ‌μιμούμενος. ‌

43. ‌ ‌ἐπειδὴ ‌δὲ ‌καὶ ‌διαθήκην ‌ἔδει ‌διαθέσθαι, ‌τίς ‌αὕτη; ‌ἡ ‌ὀρθόδοξος ‌πίστις ‌καὶ ‌ἡ ‌νόμιμος ‌πολιτεία, ‌αἷς ‌συνέζησεν ‌καὶ ‌μεθ' ‌ὧν ‌ἀπεδήμησεν·; ‌τοῦτο ‌δὲ ‌κἀκεῖνο ‌διανέμειν, ‌οὐ ‌πρὸς ‌αὐτοῦ ‌(ὅτι ‌μηδ' ‌αὐτῆς ‌τῆς ‌ἐπωμίδος ‌ἦν ‌κύριος) ‌διατάττεσθαι. ‌ἀμέλει ‌ἐρωτηθεὶς ‌πρὸς ‌ἐμοῦ ‌ἐλεεινοῦ, ‌μή ‌τι ‌ἔχοιεν ‌παριστάμενον, ‌τῇ ‌μὲν ‌χειρὶ ‌ἁψάμενος ‌τοῦ ‌ἱματίου, ‌τοῦτο ‌
[p. ‌848A]κατέσεισεν, ‌ὡς ‌σύμβολον ‌ὑπακοῆς ‌παντελευθέρου, ‌φωνὴν ‌δὲ ‌ἀφίησιν ‌λίαν ‌ἀμυδρὰν ‌μηδ' ‌ὁτιοῦν ‌ἔχειν, ‌διὰ ‌τὸ ‌πάντα ‌ἀναθέσθαι ‌τῇ ‌ταπεινώσει ‌μου. ‌καὶ ‌μὴν ‌οὐδ' ‌ἐκεῖνο ‌παραλείψομαι, ‌προρρήσεως ‌ἔχον ‌ἔμφασιν, ‌ὅτι ‌αὐτὸς ‌ἑαυτῷ ‌ἐπιτάφιον ‌ᾠδὴν ‌πρό ‌θανάτου ‌μεμελῴδηκεν. ‌συνεχόμενος ‌γὰρ ‌ὑπὸ ‌τοῦ ‌θώρακος ‌καὶ ‌ἀσθμαίνων ‌ἐπάλληλα, ‌ἐκίνει ‌μὲν ‌τὰ ‌χείλη ‌ἐκ ‌τῆς ‌συνήθους ‌αὐτῷ ‌τῶν ‌θείων ‌μελέτης, ‌ὑπέψαλλεν ‌δὲ ‌μάλιστα ‌τὸ ‌τῆς ‌ᾠδῆς ‌ἐκείνης ‌μέρος, ‌<<"ἀναστήσονται ‌οἱ ‌νεκροί, ‌καὶ ‌ἐγερθήσονται ‌οἱ ‌ἐν ‌τοῖς ‌μνημείοις ‌καὶ ‌εὐφρανθήσονται ‌οἱ ‌ἐν ‌τῇ ‌γῇ,">> ‌συνᾴδειν ‌αὐτῷ ‌προτρεπόμενος ‌συνεχέστερον ‌τὸν ‌αὐτὸν ‌ἤδη ‌στίχον ‌τοὺς ‌παρισταμένους, ‌ἕως ‌ἂν ‌ἠδύνατο ‌σθένειν ‌καὶ ‌μικρὰν ‌ἀφιέναι ‌φωνήν. ‌καί ‌γε ‌ἐπηκολούθησεν ‌τῇ ‌ὠδῇ ‌ἡ ‌κοίμησις, ‌τότε ‌φθάσασα, ‌ἡνίκα ‌[B] ‌ἡ ‌τοῦ ‌δικαίου ‌Λαζάρου ‌μνήμη ‌ἐπέστη, ‌πρὸς ‌ὃν ‌ἡ ‌ ‌ἀναφορὰ ‌τῆς ‌ᾠδῆς ‌καὶ ‌μεθ' ‌οὗ ‌ἡ ‌μερὶς ‌τοῦ ‌οὗπερ ‌ὁ ‌λόγος. ‌

44. ‌ ‌εἶτα ‌τελευταῖον ‌τὸ ‌"σῴζεσθε" ‌ἐπιψιθυρίσας, ‌ἐπὶ ‌σχήματός ‌τε εὐπρεποῦς ‌κείμενος, ‌τὴν ‌κάραν ‌δεξιόθεν ‌ἐπικεκλικώς, ‌οὑτωσὶ ‌πραείᾳ ‌καὶ ‌ἠρεμαίᾳ ‌τῇ ‌κινήσει ‌τοῦ ‌σώματος, ‌ὡς ‌εὑς ‌τὰ ‌ἴδια ‌ἀπαίρειν ‌προαιρούμενος, ‌μύσας ‌τοὺς ‌ὀφθαλμοὺς ‌ἐν ‌ὥρᾳ ‌δύσεως ‌ἡλίου ‌παρέδωκεν ‌τὴν ‌ἁγίαν ‌ψυχὴν ‌τοῖς ‌ἀπάγουσιν ‌αὐτὴν ‌ἁγίοις ‌ἀγγέλοις ‌πρὸς ‌τὸν ‌ἥλιον ‌τῆς ‌δικαιοσύνης. ‌καὶ ‌νῦν ‌ἐστὶν ‌ὁ ‌μὲν ‌οὐρανοῖς, ‌οὐ ‌μόνον ‌ἀσκητικῆς ‌τάξεώς ‌τε ‌καὶ ‌παραστάσεως ‌θαρρῶ ‌λέγειν ‌ἠξιωμένος, ‌ἀλλὰ ‌γὰρ ‌καὶ ‌ὁμολογητῶν ‌χορείαις ‌ἠριθμημένος·; ‌ὧν ‌γὰρ ‌τοὺς ‌ἄθλους ‌ἤνεγκεν, ‌τούτων ‌δῆλον ‌ὅτι ‌καὶ ‌τῆς ‌κληρουχίας ‌μετείληφεν·; ‌εὑ ‌βούλει ‌[C] ‌δέ, ‌μετὰ ‌ὑποτακτικῶν ‌ὑποτακτικὸς ‌δόκιμος, ‌μᾶλλον ‌δὲ ‌δὶς ‌ὑπήκοος ‌στεφανίτης, ‌μεθ' ‌ἡσυχαστῶν ‌ἡσυχαστὴς ‌ἔννομος, ‌μετὰ ‌καθηγητῶν ‌καθηγητὴς ‌ἔνθεσμος, ‌μετὰ ‌ἐγκλείστων ‌οὐ ‌μόνον ‌ἔγκλειστος, ‌ἀλλὰ ‌καὶ ‌ὑποτακτήτης, ‌ὃ ‌καὶ ‌σεβάσμιον, ‌μετὰ ‌ὁμολογητῶν ‌ὁμολογητὴς ‌ἀπαράγραπτος, ‌μαρτυρούσης ‌τῷ ‌λόγῳ ‌τῆς ‌πράξεως. ‌ἐγὼ ‌δὲ ‌ὁ ‌δύστηνος, ‌ἀπορφανισθεὶς ‌τοῦ ‌καλοῦ ‌πατρός, ‌ποῦ ‌χεῖρα ‌ἀπερείσομαι ‌κατὰ ‌ψυχὴν ‌σαλευόμενος; ‌τίνα ‌ὑπομνηστὴν ‌εὕροιμι ‌παραλόγως ‌φερόμενος; ‌πῶς ‌τοῦ ‌πονηροῦ ‌τὴν ‌ἔφοδον ‌φύγοιμι, ‌μὴ ‌σὲ ‌τὸν ‌νουθε<τη>τὴν ‌καὶ ‌παιδευτὴν ‌εὐπορῶν ‌οἴκοθεν; ‌

45. ‌ ‌ἀλλ' ‌ὦ ‌θεία ‌μοι ‌καὶ ‌ἱερὰ ‌κεφαλή, ‌σύ ‌με ‌ἐποπτεύοις ‌ἄνωθεν ‌ἵλεως ‌καὶ ‌ἀνορθοῖς ‌καταπίπτοντα, ‌καὶ ‌διευθύνοις ‌πορευόμενον ‌καὶ ‌συντηροῖς ‌ἀνεπηρέαστον, ‌[D] ‌ἄγοις ‌τε ‌καὶ ‌συμποιμαίνοις ‌μοι ‌καὶ ‌τήνδε ‌τὴν ‌ποίμνην, ‌ἣν ‌πολλοῖς ‌πόνοις ‌τε ‌καὶ ‌ἀγῶσι ‌συνεστήσω, ‌ἐν ‌ἴχνεσι ‌τοῖς ‌σοῖς ‌περιπατεῖν, ‌ἐν ‌τρίβοις ‌τῶν ‌θείων ‌ἐντολῶν ‌πορεύεσθαι, ‌σκέπων, ‌περιέπων, ‌προπολεμῶν ‌τῶν ‌μεγάλων ‌σου ‌καὶ ‌μικρῶν ‌ποιμνίων, ‌καθὼς ‌καὶ ‌ὑπέσχου ‌ἐν ‌καιρῷ ‌σου ‌τῆς ‌ἐξόδου; ‌καὶ ‌
[p. ‌849A]γάρ ‌σου ‌ποίμνια ‌πάντα, ‌ὧν ‌εὑσιν ‌καθηγεμόνες ‌τὰ ‌σὰ ‌τέκνα ‌καὶ ‌ἐκ ‌τέκνων ‌ἔγγονα·; ‌ὡς ‌ἂν ‌ἔχοντές ‌σε ‌ἅπαντες ‌εὑς ‌θεὸν ‌καὶ ‌πρὸς ‌θεὸν ‌προασπιστήν, ‌ἀπήμαντοι ‌διαμένοιμεν ‌ἀοράτων ‌τε ‌καὶ ‌ὁρωμένων ‌ἐχθρῶν, ‌μηδὲν ‌ὑφιέντες ‌διὰ ‌φόβον ‌τῆς ‌ὀρθοδόξου ‌πίστεως, ‌μὴδ' ‌αὖ ‌ἐκφερόμενοι ‌τῶν ‌θείων ‌ἐντολῶν, ‌μήτ' ‌αὖ ‌θύραν ‌ἀνοίγοντες ‌ἀπροσεξίᾳ ‌τοῖς ‌ὀλεθρίοις ‌πάθεσιν, ‌μήτε ‌μὴν ‌κατολιγωροῦντες ‌τῆς ‌ἀσκήσεως, ‌ἐν ‌Χριστῷ ‌'Ιησοῦ ‌τῷ ‌κυρίῳ ‌ἡμῶν·; ‌ᾧ ‌ἡ ‌δόξα ‌καὶ ‌ἡ ‌τιμὴ ‌καὶ ‌τὸ ‌κράτος ‌σὺν ‌τῷ ‌παντοκράτορι ‌πατρὶ ‌καὶ ‌τῷ ‌ζωοποιῷ ‌καὶ ‌παναγίῳ ‌πνεύματι, ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν. ‌
‌ ‌
**********************************************************