Saint: FORTY-TWO MARTYRS OF AMORION (V. MICHAEL)) ‌ ‌
Edition: ‌kazanija ‌o ‌42 ‌amorijskich ‌muώ;enikach, ‌ed. ‌V. ‌Vasil'evskij ‌and ‌P. ‌Nikitin ‌(t. ‌Petersburg, ‌1905), ‌Vers. ‌3 ‌[Gamma] ‌by ‌Michael ‌the ‌Monk ‌and ‌ynkellos: ‌pages ‌22-36

[p. ‌22]

μαρτύριον ‌τῶν ‌ἁγίων ‌τεσσαράκοντα ‌δύο ‌μαρτύρων ‌τοῦ ‌Χριστοῦ, ‌Καλλίστου ‌δουκός, ‌Κωνσταντίνου ‌πατρικίου, ‌Θεοδώρου ‌πρωτοσπαθαρίου ‌καὶ ‌τῆς ‌συνοδίας ‌αὐτῶν, ‌συγγραφὲν ‌παρὰ ‌Μιχαὴλ ‌μοναχοῦ ‌καὶ ‌συγκέλλου.

1. μαρτύρων ‌ἄθλοις ‌θεὸς ‌μὲν ‌δοξάζεται ‌ὁ ‌ἐν ‌πατρὶ ‌καὶ ‌ὑιῷ ‌καὶ ‌ἁγίῳ ‌πνεύματι ‌προσκυνούμενος, ‌ἄγγελοι ‌δὲ ‌θεοϊδεῖς ‌[lege: ‌θεοειδεῖς] ‌ἐπικροτοῦντες ‌συντρέχουσι, ‌δαιμόνων ‌δὲ ‌στίφη ‌πανώλεθρα ‌δραπετεύουσι ‌ ‌καὶ ‌ἀνθρώπων ‌τὰ ‌γένη ‌κατὰ ‌ψυχήν ‌τε ‌καὶ ‌σῶμα ‌εὐωχούμενα ‌πανηγυρίζει ‌ἑόρτια. ‌οὗτοι ‌γὰρ ‌μάλιστα ‌οἱ ‌πανεύφημοι ‌τὸν ‌ἑαυτῶν ‌ποιητὴν ‌καὶ ‌δεσπότην ‌καὶ ‌Χριστὸν ‌ὁλοσχερῶς ‌ἀγαπήσαντες, ‌καὶ ‌τὰ ‌ἐν ‌κόσμῳ ‌τερπνὰ ‌ὡς ‌ὀνείρατα ‌λογισάμενοι, ‌δόξαν ‌δὲ ‌τὴν ‌ἀπανθοῦσαν ‌μισήσαντες, ‌καὶ ‌τὸν ‌`ρέοντα ‌πλοῦτον ‌ὡς ‌παρερχόμενον ‌θέμενοι, ‌συγγενῶν ‌τε ‌καὶ ‌φίλων ‌τὰς ‌σχέσεις ‌ἀπαρνησάμενοι, ‌ἔτι ‌δὲ ‌καὶ ‌τὰς ‌ἑαυτῶν ‌ψυχὰς ‌σὺν ‌τοῖς ‌σώμασι ‌διὰ ‌τὴν ‌ὄντως ‌ζωὴν ‌ἑκουσίως ‌προέμενοι, ‌τὸ ‌ζωηφόρον ‌ποτήριον ‌τῶν ‌τοῦ ‌οὑκείου ‌δεσπότου ‌παθημάτων ‌ἀνενδοιάστως ‌ἐξέπιον. ‌οἷς ‌εὑκότως ‌ἐπηκολούθησεν ‌ἀντὶ ‌στερήσεως ‌ἐπιγείων ‌ἀγαθῶν ‌ἡ ‌τῶν ‌οὐρανῶν ‌βασιλεία, ‌ἀντὶ ‌τῆς ‌ἐμφρουρίου ‌μετὰ ‌τῶν ‌ἀπειρημένων ‌καταδίκης ‌ἡ ‌μετὰ ‌τῶν ‌ἀσωμάτων ‌ἀγγέλων ‌διαγωγὴ ‌καὶ ‌ἑστίασις, ‌ἀντὶ ‌τῆς ‌ἐπικήρου ‌τύρβης ‌ἡ ‌τοῦ ‌παραδείσου ‌τρυφὴ ‌καὶ ‌ἀπόλαυσις, ‌ἀντὶ ‌τῆς ‌ἐν ‌φθορᾷ ‌βιοτῆς ‌ἡ ‌εὑς ‌ἀφθαρσίαν ‌καὶ ‌θέωσιν ‌ὑπερφυὴς ‌μεταποίησις. ‌ ‌

2. τούτοις ‌συνημιλλήθη ‌καὶ ‌ὁ ‌γενναιότατος ‌Χριστοῦ ‌στρατιώτης ‌καὶ ‌φερώνυμος ‌Κάλλιστος ‌μετὰ ‌τῶν ‌ἑαυτοῦ ‌συνάθλων ‌τὸν ‌ἀριθμὸν ‌τεσσαράκοντα ‌καὶ ‌ἑνός. ‌ὧν ‌τῆς ‌μαρτυρίας ‌προενήρξατο ‌καὶ ‌τῆς ‌πρὸς ‌τὸν ‌ἀόρατον ‌ἐχθρὸν ‌διὰ ‌μάχης ‌τῶν ‌ὁρατῶν ‌ὁ ‌τῆς ‌καρτερίας ‌ὡς ‌ἀληθῶς ‌ἐπώνυμος ‌τρισόλβιος ‌Θεόδωρος·; ‌ἀλλ' ‌
[p. ‌23]ὅπως ‌μὲν ‌οἱ ‌πανευκλεεῖς ‌ἐκεῖνοι ‌στρατιάρχαι ‌προνοίας ‌λόγοις ‌ἀπορρήτοις ‌(οἷς ‌τὰ ‌ἡμέτερα ‌σοφῶς ‌διεξάγονται) ‌βαρβαρικῇ ‌χειρὶ ‌προεάλωσαν, ‌κἀκεῖθεν ‌τὴν ‌ἐπὶ ‌Συρίαν ‌ἀπαγωγὴν ‌οὑκτρῶς ‌ὅτι ‌καὶ ‌ταλαιπώρως ‌σιδηροδέσμιοι ‌ὑπέστησαν, ‌οἱ ‌πρὸ ‌ἡμῶν ‌περὶ ‌αὐτῶν ‌πονήσαντες ‌ὡς ‌θέμις ‌μετ' ‌ἐγκωμίων ‌ἐξετραγῴδησαν·; ‌ἡμεῖς ‌δὲ ‌τὰ ‌τούτοις ‌παρεθέντα ‌περὶ ‌τῶν ‌ἀθλοφόρων ‌καὶ ‌μάλιστά ‌γε ‌τοῦ ‌πανσόφου ‌Καλλίστου ‌ψυχωφελῆ ‌ὄντα ‌καὶ ‌ἄξια ‌μνήμης ‌διηγήματα ‌καὶ ‌ἐγκωμίων ‌εὑς τοὐμφανὲς ‌ὑμῖν ‌τοῖς ‌φιλομάρτυσι ‌προθεῖναι ‌πειράσομαι·; ‌εἴη ‌γὰρ ‌ἂν ‌τοῖς ‌φιλοθέοις ‌ἡ ‌περὶ ‌αὐτοῦ ‌διήγησις ‌ὠφελείας ‌πλήρης, ‌τῷ ‌ὄντι ‌ὑπόθεσις ‌καὶ ‌πρὸς ‌ἀρετὴν ‌προτροπὴ ‌καὶ ‌παράκλησις. ‌συνεφάψεται ‌δὲ ‌ἡμῖν ‌τῇ ‌περὶ ‌τοῦ ‌σπουδῇ ‌καὶ ‌ἡ ‌τῶν ‌Χριστοῦ ‌μαρτύρων ‌εὖ ‌οἶδ' ‌ὅτι ‌θεοπάροχος ‌χάρις ‌τὰ ‌τοῦ ‌συνάθλου ‌ἀριστεύματα ‌ἴδια ‌λογιζομένων ‌κατορθώματα·; ‌οὐδὲ ‌γὰρ ‌φθόνος ‌τις ‌παρὰ ‌μαρτύρων ‌μάρτυσιν, ‌ὥς ‌φησιν ‌ἡ ‌θεολόγος ‌φωνή. ‌τοὐναντίον ‌μὲν ‌οὖν ‌κοινὸν ‌τὸ ‌ἀλλήλων ‌εὐδόκιμον, ‌καὶ ‌ἴδιον ‌ἑκάστου ‌ἐν ‌Χριστῷ ‌ἡ ‌ἐκ ‌πάντων ‌κατὰ ‌πίστιν ‌εὐδαιμονία.

3. οὗτος ‌τοίνυν ‌ὁ ‌ἀήττητος ‌τοῦ ‌Χριστοῦ ‌στρατιώτης ‌Κάλλιστος, ‌οἷά ‌τις ‌ἐξ ‌ἑῴας ‌ἥλιος ‌ὁρμώμενος, ‌γονεῖς ‌ἐκέκτητο ‌περιφανεῖς·; ‌(οὗ ‌μάλιστα ‌ὁ ‌πατὴρ ‌φιλοξενίᾳ ‌καὶ ‌σωφροσύνῃ ‌καὶ ‌ἀγχινοίᾳ ‌τῷ ‌βίῳ ‌διαπρέψας, ‌μετὰ ‌τὴν ‌ἐνθένδε ‌ἐκδημίαν, ‌ἢ ‌πρὸς ‌θεὸν ‌ἐπανάλυσιν, ‌χαρίσμασι ‌ὑαμάτων ‌δεδόξαστο, ‌παμπόλλους ‌ὡς ‌εὑπεῖν ‌πνευμάτων ‌ἀκαθάρτων ‌καὶ ‌νοσημάτων ‌ἐλευθερώσας ‌παντοίων)·; ‌παρὰ ‌τὸ ‌πρῶτον ‌ἄνθος ‌τῆς ‌ἡλικίας ‌διηνυκώς, ‌πρὸς ‌τὴν ‌βασιλεύουσαν ‌πόλιν ‌ἐκπέμπεται ‌ἐκεῖθεν ‌τῆς ‌ἐν ‌γράμμασι ‌χάριν ‌παιδεύσεως. ‌οἷς ‌ὡς ‌δυνατὸν ‌ἦν ‌ἐνδιατρίψας ‌καὶ ‌εὑς ‌ἀκμαιότητος ‌ἡλικίαν ‌τῷ ‌χρόνῳ ‌ἀναδραμών, ‌τῆς ‌καταλόγου ‌γίνεται ‌τῆς ‌ὑπὸ ‌τὸν ‌αὐτοκράτορα ‌στρατείας ‌διά ‌τε ‌`ρώμην ‌σώματος ‌καὶ ‌κάλλος ‌καὶ ‌συγγενῶν ‌εὐδοκίμησιν. ‌καθ' ‌ἣν, ‌ἵνα ‌τὰ ‌ἐν ‌μέσῳ ‌παρήσω, ‌τὴν ‌τοῦ ‌κόμητος ‌ἀξίαν ‌ἐν ‌τῷ ‌τάγματι ‌τῶν ‌φιλοχρίστων ‌ἐπέχων ‌σχολῶν, ‌σωφροσύνης ‌καὶ ‌εὐταξίας ‌ἀκτῖσι ‌τοὺς ‌ἐν ‌τέλει ‌καὶ ‌ὑπὸ ‌χεῖρα ‌πολυμερῶς ‌κατηγλάϊζεν·; ‌θεόθεν ‌χάριν ‌ἀπαθείας ‌ἐκ ‌νέας ‌ἡλικίας ‌πεπλουτηκὼς ‌καὶ ‌τὸ ‌πνεῦμα ‌τοῦ ‌ἁγιασμοῦ ‌ἐν ‌αὐτῷ ‌σκηνοῦν ‌ἐσχηκώς, ‌ ‌παρθενίας ‌τε ‌καὶ ‌συμπαθείας ‌πᾶσι ‌κειμήλιον ‌ἐγνωρίζετο, ‌τὴν ‌τῆς ‌προσηγορίας ‌ἔμφασιν ‌τοῖς ‌πράγμασιν ‌ἐπισφραγιζόμενος. ‌καὶ ‌ὢ ‌τῆς ‌τοῦ ‌ἀνδρὸς ‌ἀρετῆς ‌ὅση·; ‌ὢ ‌τῆς ‌πανευλαβοῦς ‌πολιτείας ‌τοῦ ‌δικαίου ‌Καλλίστου·; ‌τῷ ‌κάτω ‌καίσαρι ‌αὑσθητῶς ‌στρατευόμενος, ‌τῷ ‌ ‌ἄνω ‌βασιλεῖ ‌νοερῶς ‌καθωσίωτο·; ‌τῷ ‌ἐπιγείῳ ‌μέδοντι ‌τὴν ‌σωματικὴν ‌στρατείαν ‌ἀποτιννύς, ‌τῷ ‌ἐπουρανίῳ ‌δεσπότῃ ‌τὴν ‌νοητὴν ‌καὶ ‌πνευματικὴν ‌ ‌λειτουργίαν ‌ἀδιαλείπτως ‌προσέφερεν·; ‌καὶ ‌οὐ ‌τοσοῦτον ‌ἔσπευδε ‌τῷ ‌προσκαίρῳ ‌ἀρέσαι ‌ἄνακτι ‌ὁ ‌πανάριστος, ‌ὅσον ‌γε ‌τῷ ‌αὑωνίῳ ‌παντοκράτορι ‌διὰ ‌τῆς ‌ἀργίας ‌μὴ ‌προσκροῦσαι ‌τῶν ‌ἐντολῶν·; ‌ὅθεν ‌δὴ ‌καὶ ‌αὐλιζόμενος ‌οἴκοι, ‌καὶ ‌πορευόμενος ‌ἐν ‌ὁδῷ, ‌τὰ ‌θεῖα ‌τῶν ‌ψαλμῶν ‌τερετίσματα ‌τῷ ‌ἱερῷ ‌αὐτοῦ ‌στόματι ‌περιέφερεν, ‌ὁσημέραι ‌μετὰ ‌τοῦ ‌προφήτου ‌Δαβὶδ ‌λέγων ‌πρὸς ‌τὸν ‌θεόν·; ‌"ὡς ‌
[p. ‌24]γλυκέα ‌τῷ ‌λάρυγγί ‌μου ‌τὰ ‌λόγιά ‌σου, ‌ὑπὲρ ‌μέλι ‌τῷ ‌στόματί ‌μου". ‌τὴν ‌δὲ ‌πρὸς ‌τὰ ‌βασίλεια ‌πρόσοδον ‌καὶ ‌ἀναστροφὴν ‌διὰ ‌τὸ ‌τῆς ‌ἀξίας ‌ἀκόλουθον ‌ποιούμενος, ‌οὐκ ‌ὑσοτίμοις ‌ἄρχουσι ‌διὰ ‌τῆς ‌λεωφόρου ‌κομπάζων ‌καὶ ‌τὰ ‌μάταια ‌τούτοις ‌ἀδολεσχῶν, ‌πρὸς ‌τὸ ‌παλάτιον ‌συνεισήλαυνεν, ‌ἀλλὰ ‌μόνος ‌κατὰ ‌τὸ ‌προφανὲς ‌ἱππότης ‌παριών, ‌κατὰ ‌τὸ ‌λεληθὸς ‌μεθ' ‌ἑαυτοῦ ‌τὸν ‌προφήτην ‌καὶ ‌βασιλέα ‌Δαβὶδ ‌συνθέοντά ‌τε ‌καὶ ‌συνομιλοῦντα ‌ἐκέκτητο·; ‌ἀμέλει ‌πρὸς ‌τοῖς ‌εὑρημένοις ‌καὶ ‌ἐπὶ ‌τοῦ ‌τόπου ‌τῆς ‌ἀξίας ‌αὐτοῦ ‌ὡς ‌τὰ ‌πολλὰ ‌μονήρης ‌ἐφεζόμενος, ‌τὰ ‌θεόπνευστα ‌διὰ ‌γλώσσης ‌ἔστρεφε ‌δόγματα, ‌πληρωτὴς ‌κἀν ‌τούτῳ ‌τῆς ‌ἐντολῆς ‌δεικνύμενος ‌τῆς ‌λεγούσης·; ‌"ἀπόδοτε ‌τὰ ‌καίσαρος ‌καίσαρι ‌καὶ ‌τὰ ‌τοῦ ‌θεοῦ ‌τῷ ‌θεῷ." ‌οὕτως ‌οὖν ‌ὁ ‌ἀοίδιμος ‌ἐκεῖνος ‌ἐφρόνει ‌τε ‌καὶ ‌ἔπραττεν ‌πάντα ‌τὸν ‌χρόνον ‌τῆς ‌ζωῆς ‌αὐτοῦ, ‌θεοζηλώτων ‌ἀνδρῶν ‌τὰς ‌πολιτείας ‌μιμούμενος, ‌οἳ ‌καὶ ‌πρὸ ‌καιροῦ ‌τοῖς ‌ἄνω ‌διὰ ‌τὸ ‌ἄγαν ‌φιλόθεον ‌πολιτεύονται.

4. διὰ ‌γοῦν ‌ταῦτα ‌(οὐδὲ ‌γὰρ ‌ἔλαθεν ‌τοιοῦτος ‌ὤν) ‌ὁ ‌τὰ ‌`Ρωμαίων σκῆπτρα ‌κατ' ‌ἐκεῖνο ‌καιροῦ ‌μετὰ ‌χεῖρας ‌ἔχων, ‌ἀηδῶς ‌εἶχε ‌πρὸς ‌αὐτόν·; ‌ἀληθὴς ‌γάρ ‌ἐστιν ‌ἡ ‌λέγουσα ‌παροιμία·; ‌"βδέλυγμα ‌ἀνδρὶ ‌ἁμαρτωλῷ ‌θεοσέβεια." ‌Θεόφιλος ‌δ' ‌ἦν ‌οὗτος, ‌ὁ ‌μετὰ ‌τὸν ‌διώκτην ‌διώκτης ‌καὶ ‌μετὰ ‌τὸν ‌πάλαι ‌ἀποστάτην ‌οὐκ ‌ἀποστάτης ‌μὲν ‌ἴσως, ‌(πολλοὶ ‌γὰρ ‌οἱ ‌τοῦτο ‌λέγοντες,) ‌οὐδὲν ‌δὲ ‌ἀμείνων ‌Χριστιανοῖς. ‌ὃς ‌θυμοῦ ‌πολλοῦ ‌γέμων, ‌ὁμοῦ ‌τε ‌τῷ ‌κράτει ‌καὶ ‌σοφώτερον ‌ἑαυτὸν ‌ὑπολαμβάνων ‌κακῶς, ‌εὑ ‌καὶ ‌προσχήματι ‌μὲν ‌τὸν ‌χριστιανισμόν, ‌οὐκ ‌ὀρθοδόξῳ ‌δὲ ‌πίστει ‌χαρακτηρίζειν ‌ἐσπούδαζε·; ‌τὴν ‌γὰρ ‌εὑκόνα ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ ‌μετὰ ‌τὸ ‌τὰς ‌αὐτοῦ ‌πρότερον ‌παραβλέπειν ‌ἐντολὰς ‌καὶ ‌ταύτην ‌ἀθετῶν, ‌τὸ ‌τῆς ‌αὐτοῦ ‌θείας ‌οὑκονομίας ‌μυστήριον ‌δολίως ‌ὁ ‌δείλαιος ‌ἀποσκευαζόμενος, ‌τὸν ‌ἐπὶ ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌σεσιγημένον ‌διωγμὸν ‌οὗτος ‌πάλιν ‌κατὰ ‌τῶν ‌τοῦ ‌θεοῦ ‌ἀρχιερέων ‌ἐπήγειρεν·; ‌πολλοὺς ‌μὲν ‌αὐτῶν ‌ὑπερορίᾳ ‌καταδικάσας, ‌ἐνίους ‌δὲ ‌καὶ ‌μάστιξι ‌δυσφορωτάταις ‌καταξάνας ‌καὶ ‌φυλακαῖς ‌ἀσφαλεστάταις ‌παραπεμψάμενος, ‌τούς ‌τε ‌προεστῶτας ‌τῶν ‌εὐαγῶν ‌μοναστηρίων, ‌ὅσοι ‌μὴ ‌τοῖς ‌αὐτοῦ ‌ὑπήγοντο ‌παρανόμοις ‌θεσπίσμασιν, ‌ὡσαύτως ‌πληγαῖς ‌ταῖς ‌ἐπὶ ‌νώτων, ‌ἔστι ‌δ' ‌ὅπου ‌καὶ ‌ταῖς ‌διὰ ‌ξύλων ‌ἐπὶ ‌σκελῶν ‌στρεβλώσεων ‌[lege: ‌στρεβλώσεσιν?] ‌καὶ ‌λαμπάδων ‌{κανδήλων?} ‌πυρὸς ‌κατὰ ‌τῶν ‌μασχαλῶν ‌ἐκκαύσεσιν ‌ὑπολβάλλων, ‌τελευταῖον ‌ποντίοις ‌μυχοῖς ‌τοῦ ‌ζῆν ‌ἀπήλλαττεν. ‌

 τούτῳ ‌τοίνυν ‌μιᾷ ‌τῶν ‌ἡμερῶν ‌ὁ ‌πανεύφημος ‌Κάλλιστος ‌παρεστηκὼς ‌αὐχμηρᾷ ‌τινι ‌κόμῃ ‌καὶ ‌ἀφιλοκάλῳ ‌γενειάδι ‌(εἴθιστο ‌γὰρ ‌αὐτῷ ‌μὴ ‌πολὺν ‌τούτων ‌ποιεῖσθαι ‌λόγον ‌διὰ ‌τὸ ‌ἀεὶ ‌σπουδάζειν ‌τὸν ‌ἐντὸς ‌ἄνθρωπον ‌ὡραϊσμένον ‌θεῷ ‌παριστᾶν·;) ‌προσσχὼν ‌αὐτῷ ‌βλοσυρῷ ‌καὶ ‌ὑφαίμῳ ‌τῷ ‌ὄμματι, ‌φησὶ ‌πρὸς ‌αὐτὸν ‌τραχυτέρᾳ ‌φωνῇ·; ‌<<τί ‌ὅτι ‌τοῦ ‌κράτους ‌μου ‌καταφρονῶν, ‌τὴν ‌οὐ ‌προσήκουσαν ‌ἐπιδέδειξαι ‌κατήφειαν; ‌οὐ ‌χρῄζει, ‌ὦ ‌οὗτος, ‌ἡ ‌ἐμὴ ‌βασιλεία ‌τῆς ‌τοιαύτης ‌σου ‌
p. ‌25] ‌ἀκοσμίας>>. ‌ ‌καὶ ‌παρευθὺ ‌τοῖς ‌παρεστῶσι ‌σωματοφύλαξι ‌προστάξας, ‌μετ' ‌ὀργῆς ‌ἀφεῖλεν ‌αυτοῦ ‌μαχαίρᾳ ‌τὸ ‌βαθὺ ‌τῆς ‌ὑπήνης. ‌ὁ ‌δὲ ‌τίμιος ‌Κάλλιστος ‌πρὸς ‌οὐδὲ ‌ἑνὶ ‌τῶν ‌λεγομένων ‌ἢ ‌πραττομένων ‌ὑβριπαθεῖν ‌διὰ ‌τὴν ‌εὑς ‌Χριστὸν ‌ἐλπίδα ‌λογιζόμενος, ‌σιωπῇ ‌μᾶλλον ‌τὰς ‌τῶν ‌εὑκαίων ‌λόγων ‌τοῦ ‌κρατοῦντος ‌ ‌πνοὰς, ‌δίκην ‌πέτρας ‌ἐρηρεισμένος, ‌ἐξεκρούσατο, ‌μήτε ‌τὸν ‌θυμὸν ‌τοῦ ‌βασιλέως ‌πτοηθεὶς ‌μήτε ‌τῇ ‌ἐπαχθείσῃ ‌αὐτῷ ‌δῆθεν ‌<ταπεινώσει?> ‌συνταπεινωθεὶς ‌τὸ ‌φρόνημα, ‌ὡς ‌ὄντως ‌εὐγενὴς ‌καὶ ‌τῶν ‌εὖ ‌γεγονότων ‌καὶ ‌τὴν ‌δόξαν ‌ὑπέρλαμπρος.

‌ καὶ ‌ἄλλοτε ‌πάλιν ‌παρ' ‌αὐτοῦ ‌τοῦ ‌ἀπηνοῦς ‌ἐγκαλούμενος ‌διὰ ‌τί ‌τὴν ‌ἀγαμίαν ‌ἀσπάζεται, ‌τὴν ‌πτωχείαν ‌τὴν ‌ἑαυτοῦ ‌αὑτίαν ‌εἶναι ‌τοῦ ‌τοιούτου ‌ἔφασκε ‌βίου ‌ὡς ‌μὴ ‌ἐπαρκοῦντος ‌τοῖς ‌γαμικοῖς ‌ἐξυπηρετεῖσθαι ‌πράγμασι. ‌καὶ ‌οὕτως ‌αὖθις ‌θεοῦ ‌προνοίᾳ ‌τοῦ ‌θηρίου ‌τὰς ‌λαβὰς ‌ὑπεκδύς, ‌ἐν ‌πάσῃ ‌προσοχῇ ‌καὶ ‌μελετῇ ‌τοῦ ‌θείου ‌νόμου ‌τὸν ‌ἑαυτοῦ ‌βίον ‌ἐρρύθμιζε, ‌τῆς ‌παρθενίας ‌ὅτι ‌μάλιστα ‌τὴν ‌ἕξιν ‌ἐπιμελούμενος. ‌ἀλλὰ ‌γὰρ ‌καὶ ‌τὸ ‌πρὸς ‌τοὺς ‌πένητας ‌εὐμετάδοτον ‌πολὺς ‌ἦν ‌μεταδιώκων, ‌πάντα ‌τὰ ‌προσπίπτοντα ‌δαψιλῶς ‌τούτοις ‌σκορπίζων ‌καὶ ‌ἀβαρῆ ‌ἑαυτὸν ‌διὰ ‌τὴν ‌ἐντολὴν ‌καθιστῶν, ‌μᾶλλον ‌δὲ ‌δι' ‌αὐτῶν ‌ἐν ‌τοῖς ‌ἀσύλοις ‌τοῦ ‌οὐρανοῦ ‌ταμείοις ‌ταῦτα ‌μεγαλοψύχως ‌ἀποθησαυρίζων ‌κατὰ ‌τὴν ‌φάσκουσαν ‌`ρῆσιν ‌τοῦ ‌σωτῆρος·; ‌
"μὴ ‌θησαυρίζετε ‌ὑμῖν ‌θησαυροὺς ‌ἐπὶ ‌τῆς ‌γῆς, ‌ὅπου ‌σὴς ‌καὶ ‌βρῶσις ‌ἀφανίζει ‌καὶ ‌ὅπου ‌κλέπται ‌διορύσσουσι ‌καὶ ‌κλέπτουσι·; ‌θησαυρίζετε ‌δὲ ‌ὑμῖν ‌θησαυροὺς ‌ἐν ‌οὐρανῷ, ‌ὅπου ‌οὔτε ‌βρῶσις ‌ἀφανίζει ‌καὶ ‌ὅπου ‌κλέπται ‌οὐ ‌διορύσσουσι."

5. ‌ ‌ ‌τοῦ ‌τοίνυν ‌βασιλέως ‌Θεοφίλου ‌θερμῶς ‌διώκοντος ‌τοὺς ‌τῶν ‌ἱερῶν εὑκόνων ‌προσκυνητὰς ‌καὶ ‌τοὺς ‌σεβασμίους ‌οἴκους ‌τῶν ‌ἀνακειμένων ‌θεῷ ‌μάλιστα ‌διερευνωμένου, ‌μηνύεται ‌αὐτῷ ‌περί ‌τινος ‌μεγίστου ‌μοναστηρίου, ‌ὃ ‌ἐπελέγετο ‌Πελεκητή, ‌ὡς ‌ὅτι ‌οἱ ‌αὐτόθι ‌μονάζοντες ‌οὐ ‌κοινωνοῦσι ‌τῷ ‌προκαθημένῳ ‌τῆς ‌ἐκκλησίας·; ‌<<σανιδόπιστοι>> ‌φησίν ‌<<ὄντες ‌καὶ ‌ἀλλότριοι ‌τῆς ‌ὑμετέρας ‌εὐμενείας.>> ‌καὶ ‌δὴ ‌προσκαλεσάμενος ‌τὸν ‌φιλόχριστον ‌Κάλλιστον, ‌ἤδη ‌τοῖς ‌οὑκειακοῖς ‌τῶν ‌βασιλικῶν ‌σπαθαρίων ‌ὄντα ‌ἐναρίθμιον, ‌ἀπόπειραν ‌αὐτοῦ ‌τῆς ‌γνώμης ‌ἐποιεῖτο, ‌τέλεον ‌βουλόμενος ‌τὰ ‌κατ' ‌αὐτὸν ‌διαγνῶναι, ‌καὶ ‌φησί·; ‌<<βούλομαί ‌σε ‌ἀπελθεῖν ‌εὑς ‌τόδε ‌τὸ ‌φροντιστήριον ‌καὶ ‌πάντας ‌τοὺς ‌ἐκεῖσε ‌μονάζοντας, ‌εὑ ‌μὴ ‌πείθοιντο ‌τοῖς ‌ἡμετέροις ‌θεσπίσμασι, ‌καταξάναι ‌ἀφειδῶς ‌ταῖς ‌μάστιξι ‌καὶ ‌ἀποδιῶξαι ‌τῆς ‌μονῆς.>> ‌ὁ ‌δὲ ‌τῶν ‌Χριστοῦ ‌θεραπόντων ‌γνήσιος ‌φίλος ‌τὴν ‌κεφαλὴν ‌πρὸς ‌γῆν ‌κατανεύσας, ‌ἀπόκρισιν ‌οὐ ‌δέδωκεν. ‌κινηθεὶς ‌οὖν ‌θυμῷ ‌βρέμοντι ‌ὁ ‌βάσκανος ‌φησὶ ‌πρὸς ‌τοὺς ‌μεγιστᾶνας·; ‌<<οὐκ ‌ἆρα ‌εἶπον ‌ὑμῖν ‌ὡς ‌ἀλλότριός ‌ἐστιν ‌οὗτος ‌ὁ ‌ἄνθρωπος ‌τῆς ‌ἡμετέρας ‌εὐνοίας ‌καὶ ‌δόξης·; ‌καὶ ‌μᾶλλον ‌τοῖς ‌τῶν ‌μοναζόντων ‌ἤπερ ‌τοῖς ‌ἡμετέροις ‌γάννυται ‌ἤθεσι;>> ‌ταῦτα ‌δὴ ‌προσειπὼν ‌ὡς ‌εἶχε ‌τάχους ‌κελεύει ‌μετ'ὀργῆς ‌κατὰ ‌τοῦ ‌τένοντος ‌αὐτὸν ‌τυπτόμενον ‌ἐξωθεῖσθαι ‌τῆς ‌περὶ ‌αὐτὸν ‌φατρίας. ‌ὁ ‌δὲ ‌γεννάδας ‌καὶ ‌ταύτην ‌ἐκδὺς ‌τὴν ‌τρικυμίαν ‌τῶν ‌πειρασμῶν, ‌πρὸς ‌ἑαυτὸν ‌ἦν ‌ὅλος ‌ἀπτόητος, ‌οὐ ‌τὸν ‌θυμὸν ‌τοῦ ‌
[p. ‌26]ἄνακτος ‌δεδιώς, ‌οὐ ‌ταῖς ‌πληγαῖς ‌ὑπενδοὺς ‌ἢ ‌κατασυρεὶς ‌πρὸς ‌τὴν ‌θεοῦ ‌πόρρω ‌βάλλουσαν ‌πειθὼ ‌καὶ ‌αὑδῶ, ‌οὐ ‌τῶν ‌συμμεγιστάνων ‌αὐτοῦ ‌τὰς ‌ἐχεμύθους ‌καταγνώσεις ‌λογιζόμενος·; ‌ἐκεῖνο ‌δέ, ‌εὑκός, ‌ἐνενόει ‌καὶ ‌κατὰ ‌νοῦν ‌διεξῄει·; ‌<<μνήσθητι, ‌κύριε, ‌τοῦ ‌ὀνειδισμοῦ ‌τοῦ ‌δούλου ‌σου, ‌οὗ ‌ὑπέσχον ‌ἐν ‌τῷ ‌κόλπῳ ‌μου ‌πολλῶν ‌ἐθνῶν, ‌οὗ ‌ὠνείδισαν ‌οἱ ‌ἐχθροί ‌σου, ‌κύριε, ‌οὗ ‌ὠνείδισαν ‌τὸ ‌ἀντάλλαγμα ‌τοῦ ‌Χριστοῦ ‌σου. ‌καὶ ‌γὰρ ‌διὰ ‌τὰς ‌ἁμαρτίας ‌ἡμῶν ‌ἡ ‌ὑπερηφανία ‌τῶν ‌μισούντων ‌σε ‌ἀνέβη ‌διὰ ‌παντός>>. ‌εἶδες, ‌ἀγαπητέ, ‌φρόνημα ‌στερέμνιον ‌ἀθλητοῦ ‌καὶ ‌πρὸ ‌τῆς ‌κλήσεως; ‌εἶδες ‌ἀγάπην ‌οὑκέτου ‌ἀγαθοῦ ‌πρὸς ‌τὸν ‌οὑκεῖον ‌δεσπότην ‌καὶ ‌βασιλέα; ‌ἕτοιμος ‌ἦν ‌ὁ ‌ὑπέρτιμος ‌Κάλλιστος ‌χάριν ‌ἐντολῆς ‌θεοῦ ‌πάντα ‌τὰ ‌παρὰ ‌ἀνθρώπων ‌ἐπαγόμενα ‌δεινὰ ‌πείσεσθαι ‌καὶ ‌ἔδειξεν ‌ἐπὶ ‌καιροῦ ‌τῆς ‌πάλης. ‌δηλώσει ‌δὲ ‌προϊὼν ‌ὁ ‌λόγος.

6. οὐκ ‌ἐξὸν ‌ἦν ‌ποτε ‌τῷ ‌ἁγίῳ ‌τούτῳ ‌ἀνδρὶ ‌τῆς ‌τεταγμένης ‌ἄνευ ‌τοῖς ‌πατράσιν ‌εὐχῆς ‌ἐπὶ ‌βρωμάτων ‌μετάληψιν ‌συμποσιάσαι·; ‌οὐ ‌προσῆν ‌αὐτῷ ‌σχῆμα ‌φαντασίας ‌κοσμικῆς ‌κατὰ ‌τοὺς ‌σοβαρούς·; ‌ἀλλὰ ‌δὴ ‌καὶ ‌πρὸ ‌τῆς ‌ἑστιάσεως ‌καὶ ‌μετὰ ‌τὴν ‌βρῶσιν ‌καὶ ‌ἐν ‌αὐτῇ ‌δὲ ‌τῇ ‌μεταλήψει ‌τοῖς ‌ἠθικοῖς ‌τοῦ ‌μεγάλου ‌Βασιλείου ‌κατετρύφα ‌δόγμασι, ‌πιαίνων ‌τὴν ‌λογικὴν ‌ψυχὴν ‌τῷ ‌ἄρτῳ ‌τῆς ‌γνώσεως ‌κατὰ ‌τὸ ‌"οὐκ ‌ἐπ' ‌ἄρτῳ ‌μόνῳ ‌ζήσεται ‌ἄνθρωπος, ‌ἀλλ' ‌ἐν ‌παντὶ ‌`ρήματι ‌ἐκπορευομένῳ ‌διὰ ‌στόματος ‌θεοῦ" ‌καὶ ‌τὸ ‌ὐπερορᾶν ‌σαρκὸς ‌ἅτε ‌παρερχομένης, ‌ἐπιμελεῖσθαι ‌δὲ ‌ψυχῆς, ‌πράγματος ‌ἀθανάτου, ‌αὐτόθεν ‌ἐκδιδασκόμενος. ‌τίς ‌τοίνυν ‌οὕτω ‌παιδόθεν ‌τὰ ‌μειρακιώδη ‌ἐξέφυγεν ‌ἅλματα ‌ὡς ‌ὁ ‌πανευσεβὴς ‌οὗτος ‌τὴν ‌ψυχὴν ‌Κάλλιστος; ‌τίς ‌οὕτως ‌ἢ ‌ἀργολογίαν ‌ἐμίσησεν ‌ἢ ‌γαστριμαργίαν ‌ἀπώσατο; ‌τίς ‌οὕτως ‌ἢ ‌ἡσυχίαν ‌προετίμησεν ‌πολυλογίας ‌ἢ ‌τῆς ‌ἐκκλησίας ‌θεοῦ ‌τῶν ‌ἄλλων ‌σπουδασμάτων ‌προετίμησεν ‌καὶ ‌ταῖς ‌ὀρθριναῖς ‌ὑμνῳδίαις ‌προσέδραμεν ‌μᾶλλον ‌δὲ ‌καὶ ‌προέδραμεν ‌ὡς ‌ὁ ‌περιβόητος ‌οὗτος ‌λάτρης ‌καὶ ‌νεοφανὴς ‌μάρτυς ‌τῆς ‌πανυμνήτου ‌καὶ ‌ζωαρχικῆς ‌τριάδος; ‌τίς ‌οὕτω ‌τὴν ‌ἐμφέρειαν ‌τῆς ‌τοῦ ‌κυρίου ‌καὶ ‌θεοῦ ‌καὶ ‌σωτῆρος ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ ‌ἐσεβάσθη ‌σαρκὸς ‌καὶ ‌τοῖς ‌ὀρθοῖς ‌τῶν ‌πατέρων ‌ἐξηκολούθησε ‌δόγμασιν ‌ὡς ‌ὁ ‌θεοφιλὴς ‌οὗτος ‌καὶ ‌τὴν ‌φρένα ‌πεφωτισμένος ‌ἀνήρ; ‌ἡττᾶται ‌σφόδρα, ‌ἀγαπητοί, ‌καὶ ‌τῶν ‌ἄγαν θεωρητικῶν ‌καὶ ‌σαφῶς ‌εὑδότων ‌ἐγκωμιάζειν ‌μή ‌τί ‌γε ‌τῆς ‌ἡμετέρας ‌ὑσχνοεπείας ‌ὁ ‌λόγος ‌πρὸς ‌διήγησιν ‌τῶν ‌ἐνθέων ‌κατορθωμάτων ‌τοῦ ‌τῆς ‌ἀληθείας ‌ἀγωνιστοῦ. ‌εὑς ‌τοσοῦτον ‌γὰρ ‌ἀρετῆς ‌ὕψος ‌τοῖς ‌θεοσεβέσιν ‌ἐκρίθη ‌ὁ ‌ἔνδοξος ‌ἐληλακέναι ‌Κάλλιστος ‌ὡς ‌καὶ ‌εὑς ‌πατριαρχικὴν ‌τιμὴν ‌παρὰ ‌τῶν ‌εὖ ‌εὑδότων ‌διακρίνειν ‌τὰ ‌πράγματα ‌ἐπὶ ‌καιροῦ ‌ἐκλογῆς ‌ψηφίζεσθαι. ‌


7. ἀλλ' ‌οὐ ‌γὰρ ‌ἔμελλε ‌ταῦτα ‌οἴσειν ‌ὁ ‌φθόνος ‌καὶ ‌καὶ ‌ὁ ‌τοῦ ‌φθόνου ‌πεφηνὼς ‌παραίτιος ‌Βελίαρ, ‌οὐδὲ ‌στέ<ρ>γειν ‌ἐπὶ ‌πολὺ ‌ταῖς ‌τοῦ ‌δικαίου ‌ἀρεταῖς ‌καὶ ‌εὐπραγίαις ‌πληττόμενος, ‌ἀλλ' ‌ὃν ‌τρόπον ‌τὸν ‌Σαοὺλ ‌κατὰ ‌τοῦ ‌θείου ‌πάλαι ‌Δαυὶδ ‌ἢ ‌τοὺς ‌Βαβυλωνίους ‌κατὰ ‌τοῦ ‌διορατικωτάτου ‌τῶν ‌προφητῶν ‌Δανιὴλ ‌πρὸς ‌θάνατον ‌ἐπήγειρεν, ‌
[p. ‌27]οὕτω ‌δὴ ‌κἀνταῦθα ‌ποιεῖ·; ‌τὸν ‌γὰρ ‌κρατοῦντα ‌κατὰ ‌τοῦ ‌τρισολβίου ‌τούτου ‌ἐκμήνας, ‌δι' ‌αὐτοῦ ‌ὡς ‌δι' ‌ὀργάνου ‌λειτουργικοῦ ‌τῶν ‌τε ‌ἀνακτόρων ‌ἐξελαύνει ‌καὶ ‌ὀλέθρῳ, ‌ὡς ‌ᾤετο, ‌παραπέμπει, ‌οὐ ‌τῷ ‌τοῦ ‌σώματος ‌λέγω, ‌τῷ ‌δὲ ‌τῆς ‌ψυχῆς. ‌εἶχε ‌δὲ ‌οὕτω ‌τὸ ‌δρᾶμα. ‌μεταπεμψάμενος ‌αὐτὸν ‌ὁ ‌καῖσαρ ‌καθίστησιν ‌ἄρχοντα ‌τῶν ‌φιλουμένων ‌αὐτῷ ‌Αὑθιόπων. ‌φιλοεθνὴς ‌γὰρ ‌ὁ ‌ἀνὴρ ‌ἦν ‌τῶν ‌πώποτε ‌βασιλέων ‌καὶ ‌συναγηγερκὼς ‌ἐκ ‌διαφόρων ‌γλωσσῶν ‌ὅτι ‌πλείστην ‌συμμορίαν, ‌οὓς ‌καὶ ‌ζεύγνυσθαι ‌ταῖς ‌θυγατράσι ‌τῶν ‌πολιτῶν ‌πρὸς ‌δὲ ‌καὶ ‌τῶν ‌ἀστυγειτόνων ‌βιαστικῶς ‌συντάξας ‌ἀνέτρεψε ‌τὰ ‌`Ρωμαίων ‌αἴσια ‌καὶ ‌εὑς ‌πολλὴν ‌περίστασιν ‌τοὺς ‌Χριστιανοὺς ‌περιέβαλεν. ‌ἀλλ' ‌ὁ ‌περὶ ‌τούτων ‌λόγος ‌ἀπέστω ‌τὰ ‌νῦν, ‌τῆς ‌δὲ ‌ὑποθέσεως ‌ἐχέσθω. ‌παραδοὺς ‌τοίνυν ‌αὐτῷ ‌τὸ ‌βάνδον ‌τῶν ‌Αὑθιόπων ‌ἐκπέμπει ‌δῆθεν ‌πρὸς ‌συμμαχίαν ‌τῶν ‌ἤδη ‌κατελθόντων ‌ἀρχηγῶν ‌τοῦ ‌λαοῦ ‌εὑρηνεῦσαι ‌τὰς ‌τῶν ‌Γετθῶν ‌[lege: ‌Γοτθῶν ‌or ‌Γετῶν?] ‌χώρας, ‌δύο ‌τὸ ‌ἕτερον ‌ἐλπίσας, ‌ἢ ‌ἐπανάστασιν ‌πρὸς ‌αὐτὸν ‌πείσεσθαι ‌τὸν ‌δίκαιον ‌ἤ, ‌τό ‌γε ‌κουφότερον, ‌αὐτῷ ‌τῇ ‌ἀταξίᾳ ‌τοῦ ‌ἔθνους ‌τὴν ‌ψυχὴν ‌κακῶς ‌διατεθῆναι·; ‌ὃ ‌δὴ ‌μᾶλλον ‌τῷ ‌ἁγίῳ ‌φορτικώτερον ‌ἦν ‌ἢ ‌τὸ ‌ἕτερον·; ‌κρεῖσσον ‌γὰρ ‌σωματικῶς ‌τεθνάναι ‌ἢ ‌κατὰ ‌ψυχὴν ‌τοῖς ‌ἀτόποις ‌θεάμασι ‌βάλλεσθαι. ‌ἐν ‌τῇ ‌τοιαύτῃ ‌γοῦν ‌δημαγωγίᾳ ‌ὁ ‌πανευσεβὴς ‌οὗτος ‌Κάλλιστος ‌πολλοὺς ‌ὑπέστη ‌κατὰ ‌τὴν ‌ὁδὸν ‌πειρασμοὺς ‌παρὰ ‌τῶν ‌ἀτασθάλων ‌ἐκείνων, ‌τοῦτο ‌μὲν ‌λεηλατούντων, ‌τυπτόντων, ‌ἁρπαζόντων ‌καὶ ‌λεηλατούντων ‌τὰ ‌τῶν ‌ἀθλίων ‌ἀγροίκων, ‌τοῦτο ‌δὲ ‌ἐνθουσιώντων, ‌μαινομένων, ‌τὰ ‌τῶν ‌βαρβάρων ‌ἐπιδεικνυμένων ‌ἔκθεσμα, ‌ἅπερ ‌καὶ ‌τὸ ‌ἀκουτίζεσθαι ‌μόνον ‌σκύλμα ‌ἦν ‌τοῖς ‌εὐσεβέσι ‌καὶ ‌θεῷ ‌προσέχουσι, ‌μή ‌τί ‌γε ‌τὸ ‌αὐτοψεὶ ‌ὁρᾶν ‌ταῦτα ‌καὶ ‌τοῖς ‌ὠσὶν ‌ἀκουτίζεσθαι. ‌ἀλλ' ‌ὁ ‌εὐσεβεῖς ‌ἐκ ‌πειρασμῶν ‌`ρυόμενος ‌κύριος, ‌ὥς ‌ποτε ‌τὸν ‌'Αβραὰμ ‌ἀλώβητον ‌ἐκ ‌τῆς ‌τῶν ‌Φυλιστιαίων ‌[lege: ‌Φιλιστιαίων?] ‌χειρὸς ‌καὶ ‌τοῦτον ‌τῆς ‌τῶν ‌Αὑθιόπων ‌ἐπιβουλῆς ‌συντηρήσας, ‌εὑρηναίως ‌ἀναζεῦξαι ‌πρὸς ‌τὸν ‌βασιλέα ‌πεποίηκεν.

8. ‌ ‌ ‌ἐπεὶ ‌οὖν ‌φόβῳ ‌θεοῦ ‌τὴν ‌σάρκα ‌τῷ ‌αὐτοκράτορι ‌νῷ ‌καθυπέταξε ‌καὶ ‌φῶς ‌ἦν ‌τῷ ‌ὄντι, ‌λόγον ‌ζωῆς ‌ἐπέχων, ‌καὶ ‌κατὰ ‌νοῦν ‌θεῷ, ‌τῇ ‌τριάδι, ‌τὴν ‌ἀληθῆ ‌διέζωστο ‌στρατείαν, ‌διὰ ‌προσευχῆς ‌καὶ ‌ψαλμῳδίας, ‌σωφροσύνης ‌τε ‌καὶ ‌εὐποιίας ‌τῶν ‌δεομένων, ‌ὁπωσοῦν ‌αὐτῷ ‌προσκολλώμενος ‌καὶ ‌τὴν ‌ἑαυτοῦ ‌ἐλπίδα ‌τῷ ‌κυρίῳ ‌τιθέμενος ‌κατὰ ‌τὸ ‌ἐν ‌ψαλμοῖς ‌ᾀδόμενον, ‌ἔδει ‌δὲ ‌αὐτὸν ‌κατὰ ‌τὴν ‌θείαν ‌περὶ ‌αὐτοῦ ‌πρόγνωσιν ‌καὶ ‌μαρτυρίου ‌στέφανον ‌πρὸς ‌τῷ ‌τέλει ‌τῶν ‌ἀγώνων ‌μεγαλοφυῶς ‌ἀναδήσασθαι ‌καὶ ‌τούτῳ ‌τὸν ‌δρόμον ‌τῆς ‌εὐσεβοῦς ‌αὐτοῦ ‌πολιτείας ‌ἐπισφραγίσαι. ‌Μεθιστάμενος ‌τῶν ‌ἀνθρωπίνων ‌πραγμάτων ‌ὁ ‌Θεόφιλος ‌ἐπισκήπτει ‌ἐνδιαθήκως ‌τοῖς ‌αὐτοῦ ‌ὥστε ‌τὸν ‌εὐκλεῆ ‌Κάλλιστον ‌τὴν ‌ἐπὶ Κολώνειαν ‌στειλάμενον ‌αὐτόθι ‌τε ‌διατρίβειν ‌καὶ ‌τὴν ‌τοῦ ‌δουκὸς ‌διέπειν ‌ἀρχήν. ‌οὐ ‌τιμήν ‌τινα ‌μειζοτέραν ‌τῷ ‌ἁγίῳ ‌ἀφοσιούμενος ‌οὐδὲ ‌δόξαν ‌δόξῃ ‌περιτιθείς, ‌ἣν ‌ὁ ‌ὅσιος ‌ἀνὴρ ‌τοῖς ‌ποσὶ ‌
[p. ‌28]κατεπάτει, ‌οὐδ' ‌αὖ ‌τῆς ‌αὐτοῦ ‌σωτηρίας ‌λόγον ‌ποιούμενος ‌τοῦτο ‌προστέταχεν ‌ὁ ‌τῆς ‌εὐσεβείας ‌φθορεύς, ‌ἀλλὰ ‌βασκαίνων ‌αὐτῷ ‌τῆς ‌ἐν ‌τοῖς ‌βασιλείοις ‌μετὰ ‌τὸν ‌αὐτοῦ ‌μόρον ‌διατριβῆς ‌καὶ ‌τῆς ‌γενησομένης ‌αὐτῷ ‌διὰ ‌τὴν ‌προσοῦσαν ‌ἀρετὴν ‌ἐντεῦθεν ‌εὐπραγίας.

9. ‌ ‌ὦ ‌ἄνθρωπε ‌τοῦ ‌θεοῦ, ‌ποίοις ‌ἄνθεσιν ‌ἐγκωμίων ‌πλέξω ‌σοι ‌τὸν ‌εὑς ‌δύναμιν ‌στέφανον; ‌ποίοις ‌ἐπαίνων ‌χρώμασιν, ‌ὡς ‌θέμις ‌καθιστορήσω ‌τοὺς ‌ὑπὲρ ‌ἀρετῆς ‌καὶ ‌εὐσεβείας ‌πολυειδεῖς ‌σου ‌διωγμούς; ‌τί ‌οὖν ‌σε ‌προσείπω; ‌ἡγούμενον ‌καὶ ‌τοπάρχην ‌πολυανθρώπου ‌πόλεως; ‌ ‌ἀλλὰ ‌τοῖς ‌ἤθεσιν ‌ὅλως ‌τῶν ‌ἀνακειμένων ‌θεῷ ‌κατακεκόσμησαι; ‌μοναστήν ‌σε ‌καλέσω; ‌ἀλλὰ ‌δόρυ ‌καὶ ‌κράνος ‌καὶ ‌`ρομφαίαν ‌καὶ ‌θώρακα ‌ὡς ‌πρωταγωνιστὴς ‌στρατοπέδων ‌περίκεισαι. ‌ἕνα ‌τῶν ‌μιγάδων ‌σε ‌λέξω; ‌ἀλλὰ ‌παρθενίας ‌κάλλεσι ‌καὶ ‌σωφροσύνης ‌ἀστραπαῖς ‌καταλάμπεις ‌τὸ ‌ὑποκείμενον. ‌ὁμολογητὴν ‌τοῦ ‌Χριστοῦ; ‌ἀλλ' ‌αὑχμάλωτον ‌ὑπὲρ ‌τῆς ‌τοῦ ‌θεοῦ ‌δόξης; ‌ἀλλὰ ‌προσκυνητὴν ‌τῆς ‌τοῦ ‌σωτῆρος ‌εὑκόνος; ‌ἀληθεύσει ‌πάντως ‌ὁ ‌λόγος·; ‌διὰ ‌γὰρ ‌τοῦτο ‌καὶ ‌βασιλέως ‌μοχθηροτάτου ‌ὀργὴν ‌ἠλόγησας ‌καὶ ‌συγγενῶν ‌καὶ ‌φίλων ‌κολακείας ‌παρέβλεψας ‌καὶ ‌θλίψεις ‌διαφόρους ‌ἀριπρεπῶς ‌ὑπήνεγκας. ‌ἀλλ' ‌ἀθλητὴν ‌καὶ ‌μάρτυρα ‌τῆς ‌παντουργοῦ ‌τριάδος; ‌πάνυ ‌μὲν ‌οὖν·; ‌ταύτης ‌γὰρ ‌χάριν ‌καὶ ‌ἐτυπτήθης ‌καὶ ‌χλεύην ‌ὑπέμεινας ‌καὶ ‌προδοσίας ‌δόλον ‌ὑπέστης ‌καὶ ‌ὡς ‌κακοῦργος ‌σιδήρῳ ‌ἐπεδήθης ‌καὶ ‌τέλος ‌τὸ ‌ἐναυχένιον ‌ἔσπεισας ‌αἷμά ‌σου. ‌ἀλλ' ‌ὁ ‌λόγος ‌ἡμῖν ‌κατὰ ‌`ροῦν ‌ἴτω ‌καὶ ‌μὴ ‌πολὺ ‌τοῖς ‌ὑπερόγκοις, ‌ἀφυὴς ‌ὤν, ‌ἐκτεινέσθω, ‌ὡς ‌ἂν ‌μὴ ‌ψόγον ‌παρὰ ‌τῶν ‌εὑδημόνων ‌ἀξίως ‌ἐνέγκοιτο. ‌

10. ὁ ‌τοίνυν ‌μακάριος ‌Κάλλιστος ‌τῆς ‌βασιλευούσης ‌μικρὸν ‌ἀποβὰς ‌καὶ ‌ὥσπερ ‌ἔνθους ‌τῷ ‌πνεύματι ‌γενόμενος ‌προφητεύει ‌τὸ ‌εὑς ‌αὐτὸν ‌ἐκβησόμενον·; ‌ἀξιοῖ ‌γὰρ ‌τὴν ‌μητέρα ‌συμπαραπέμψαι ‌τῷ ‌παιδὶ ‌τὰ ‌οὑκεῖα ‌καὶ ‌πρὸ ‌τῆς ‌ἐντεῦθεν ‌ἀπαλλαγῆς, ‌ὡς ‌μηκέτι ‌αὐτὸν ‌ἐν ‌σαρκὶ ‌μέλλουσαν ‌ὄψεσθαι. ‌ὃ ‌δὴ ‌καὶ ‌πεποίηκεν ‌ἡ ‌εὐσεβὴς ‌γραῦς, ‌πάντα ‌τὸν ‌ἐκείνου ‌πλοῦτον ‌ὑπὲρ ‌ἐκείνου ‌τοῖς ‌πενομένοις ‌δῶρον ‌προπόμπιον ‌ἢ ‌ἐξόδιον ‌διανείμασα. ‌Οὕτως ‌οὖν ‌ἀποταξάμενος ‌κόσμῳ ‌τε ‌καὶ ‌τοῖς ‌ἐκ ‌γένους ‌καὶ ‌τὸν ‌σταυρὸν ‌τοῦ ‌Χριστοῦ ‌νοητῶς ‌ἀνθ' ‌ὅπλων ‌ἀράμενος, ‌τὸν ‌ἀποκληρωθέντα ‌καταλαμβάνει ‌τόπον ‌τῆς ‌ἐξουσίας. ‌ἐν ‌ᾧ ‌τὴν ‌ἀρχὴν ‌τῇ ‌κηδεμονίᾳ ‌κεράσας, ‌πάντα ‌τοῖς ‌πᾶσι ‌γίνεται, ‌πατὴρ ‌ὀρφανῶν, ‌χηρῶν ‌προασπιστής, ‌νέων ‌παιδαγωγός, ‌προβεβηκότων ‌σωφρονιστής, ‌γήρους ‌βακτηρία, ‌πενθούντων ‌παράκλησις, ‌ἀσθενούντων ‌ὑατρός, ‌πενομένων ‌σιτομέτρης, ‌τῶν ‌ἐν ‌εὐθυμίαις ‌χαλινός, ‌πλανωμένων ‌ὁδηγός, ‌ὀρθοδοξούντων ‌ἱερέων ‌θεραπευτής, ‌περίβλεπτος ‌τοῖς ‌ἐν ‌τέλει, ‌φοβερὸς ‌τοῖς ‌ἀδικωτάτοις, ‌μειλίχιος ‌τοῖς ‌ταπεινοῖς, ‌καὶ ‌ἑνὶ ‌λόγῳ, ‌τοὺς ‌εὐσεβῶς ‌Χριστῷ ‌λατρεύοντας ‌ἀποδεχόμενος ‌ὅτι ‌μάλιστα ‌τοὺς ‌δὲ ‌ἑτερόφρονας ‌ἀποστρεφόμενος, ‌ὀλίγα ‌μὲν ‌καὶ ‌ὀλιγάκις ‌εὑς ‌ἐπανόρθωσιν ‌ἀτάκτων ‌τῇ ‌`ράβδῳ, ‌τὰ ‌πλείω ‌δὲ ‌τῷ ‌βίῳ ‌καὶ ‌τῷ ‌λόγῳ ‌χρώμενος, ‌"`ρυόμενος ‌πτωχὸν ‌ἐκ ‌χειρὸς ‌στερεωτέρων ‌αὐτοῦ ‌καὶ ‌ἀπὸ ‌τῶν ‌διαρπαζόντων ‌αὐτόν." ‌

[p. ‌29]

11. εὑρὼν ‌δὲ ‌καί ‌τινας ‌τῶν ‌ἐν ‌ἀξιώμασι ‌τὴν ‌τῶν ‌Μανιχαίων ‌νοσοῦντας ‌αἵρεσιν, ‌τὰ ‌πρῶτα ‌μὲν ‌νουθετεῖ, ‌παρακαλεῖ, ‌ἀποστῆναι ‌τῆς ‌μυσαρᾶς ταύτης ‌θρησκείας ‌παραινεῖ, ‌τὸν ‌φόβον ‌τῆς ‌ἀδεκάστου ‌κρίσεως ‌τοῦ ‌θεοῦ ‌πρὸ ‌ὀφθαλμῶν ‌αὐτῶν ‌ἀποκαλύπτων ‌τὸ ‌διαιωνίζον ‌τε ‌τῆς ‌κολάσεως ‌καὶ ‌τὸ ‌πῦρ ‌τὸ ‌ἄσβεστον, ‌ὃ ‌ἡτοίμασεν ‌ὁ ‌θεὸς ‌τῷ ‌διαβόλῳ ‌καὶ ‌τοῖς ‌δαίμοσιν ‌αὐτοῦ ‌καὶ ‌πᾶσι ‌τοῖς ‌ἀρνουμένοις ‌τὴν ‌ἐκ ‌παρθένου ‌αὐτοῦ ‌κατὰ ‌ἀλήθειαν ‌καὶ ‌οὐ ‌κατὰ ‌φαντασίαν ‌γενομένην ‌διὰ ‌πνεύματος ‌ἁγίου ‌σάρκωσιν ‌ἐπὶ ‌σωτηρίᾳ ‌καὶ ‌ἀνακλήσει ‌τοῦ ‌γένους ‌τῶν ‌ἀνθρώπων·; ‌ὡς ‌δὲ ‌τῇ ‌ἀπάτῃ ‌ἐπιμένοντας ‌καὶ ‌ἀδιορθώτους ‌τὸ ‌παράπαν ‌τοὺς ‌ἀλιτηρίους ‌ἔβλεπεν, ‌ἀποβλήτους ‌τῆς ‌ἑαυτοῦ ‌καθοσιώσεως ‌δείκνυσιν. ‌ὅθεν ‌οἱ ‌κακῶν ‌κάκιστοι ‌καὶ ‌τῆς ‌μανίας ‌ἐπώνυμοι ‌τὸν ‌οὕτως ‌εὐεργέτην, ‌ὢ ‌τῆς ‌παραπληξίας, ‌τὸν ‌οὕτω ‌χρηστὸν ‌καὶ ‌ἐπιεικῆ ‌δημαγωγὸν ‌καὶ ‌ἄρχοντα ‌καὶ ‌προστάτην ‌τῆς ‌αὐτῶν ‌χώρας ‌διὰ ‌θεοῦ ‌ἀναφανέντα ‌τοῖς ‌ἐναντίοις ‌ἀμείβεσθαι ‌καθ' ‌ἑαυτοὺς ‌ἐσκαιώρουν. ‌ἐγκισσήσαντες ‌γὰρ ‌ταῖς ‌ἑαυτῶν ‌ἀθλίαις ‌ψυχαῖς ‌κατὰ ‌τοῦ ‌δικαίου ‌τὸν ‌δολιόγνωμον ‌πόνον ‌ἀπέτεκον, ‌κατὰ ‌τὸν ‌'Ιούδαν, ‌τὴν ‌τῆς ‌προδοσίας ‌ἀνομίαν. ‌καὶ ‌δὴ ‌ἐν ‌μιᾷ ‌τῇ ‌πρὸς ‌τοὺς ‌ἐναντίους ‌συμβολῇ ‌ἔκδοτον ‌αὐτὸν ‌ποιοῦσι ‌τοῖς ‌συμμύσταις ‌αὐτῶν ‌Μανιχαίοις, ‌οἳ ‌τὰ ‌Χριστιανῶν ‌καὶ ‌ἔθη ‌καὶ ‌ὅρια ‌διὰ ‌τὴν ‌σφῶν ‌ἀπολιπόντες ‌δυσσέβειαν ‌ὑποσπόνδους ‌ἑαυτοὺς ‌πεποιήκασι ‌τοῖς ‌ἐκ ‌τῆς ‌῎Αγαρ ‌αἱμοχα{ι}ρέσιν ‌ἔθνεσιν, ‌ἀξίαν ‌τῆς ‌αὐτῶν ‌μυσαρᾶς ‌προαιρέσεως ‌πρὸς ‌τῆς ‌θείας ‌προνοίας ‌τὴν ‌ἐγκατάλειψιν ‌ὑπομείναντες·; ‌"καὶ ‌καθὼς ‌οὐκ ‌ἐδοκίμασαν ‌τὸν ‌θεὸν ‌ἔχειν ‌ἐν ‌ἐπιγνώσει" ‌ὥς ‌φησιν ‌ὁ ‌ἀπόστολος ‌"παρέδωκεν ‌αὐτοὺς ‌ὁ ‌θεὸς ‌εὑς ‌ἀδόκιμον ‌νοῦν ‌ποιεῖν ‌τὰ ‌μὴ ‌καθήκοντα". ‌καὶ ‌ὁ ‌μὲν ‌ἄνθρωπος ‌τῆς ‌εὑρήνης ‌καὶ ‌τῆς ‌εὐσεβείας ‌συνήγορος ‌Κάλλιστος ‌κατὰ ‌τὰ ‌θεόθεν ‌περὶ ‌αὐτοῦ ‌ὡρισμένα, ‌παρομοίῳ ‌τοῦ ‌ὑδίου ‌δεσπότου ‌ἐπιβουλευθεὶς ‌τρόπῳ, ‌τοῖς ‌ὑπὸ ‌τὴν ‌ἐξουσίαν ‌τοῦ ‌τριτάλανος ‌Καρβέα ‌τελοῦσι ‌προδίδοται ‌ἀποστάταις. ‌κἀκεῖ ‌πρῶτον ‌ἐμφρουρίοις ‌ἀπείρξεσι ‌καὶ ‌σιδηρῶν ‌πεδῶν ‌καταδικάζεται ‌τιμωρίαις ‌μετὰ ‌τῶν ‌συνεκδήμων ‌αὐτοῦ ‌θεραπόντων ‌ὀλίγων ‌τῷ ‌ἀριθμῷ. ‌ἐν ‌οἷς ‌εὐψύχως ‌φέρων ‌ἔλεγε ‌πρὸς ‌τὸν ‌θεόν·; ‌"ἕνεκεν ‌τοῦ ‌ὀνόματός ‌σου, ‌κύριε, ‌ἐὰν ‌καὶ ‌πορευθῶ ‌ἐν ‌μέσῳ ‌σκιᾶς ‌θανάτου, ‌οὐ ‌φοβηθήσομαι ‌κακά, ‌ὅτι ‌σὺ ‌μετ' ‌ἐμοῦ ‌εἶ." ‌ ‌

12. ὁ ‌δὲ ‌βούλαρχος ‌τῶν ‌'Αγαρηνῶν ‌τοῦτο ‌ἀναμαθών, ‌παραυτίκα ‌ἀποστείλας, ‌πρὸς ‌τὴν ‌Συρίαν ‌δέσμιον ‌κατήγαγεν ‌καὶ ‌τοῖς ‌περὶ ‌τὸν ‌μακάριον ‌Θεόδωρόν ‌τε ‌καὶ ‌Κωνσταντῖνον ‌καὶ ‌Θεόφιλον ‌καὶ ‌Βασόην ‌γενναίοις ‌Χριστοῦ ‌μάρτυσι ‌συναφθῆναι ‌προσέταξεν. ‌οἵτινες ‌ἅγιοι ‌ἄνδρες ‌ἑξαετίαν ‌ἦγον ‌ἐν ‌τῇ ‌τῆς ‌εἱρκτῆς ‌κακουχίᾳ, ‌πέδαις ‌καὶ ‌λιμῷ ‌καὶ ‌χαμευνίαις ‌μετὰ ‌τὴν ‌ἅλωσιν ‌τοῦ ‌'Αμορίου ‌πυκτεύσαντες, ‌οἱ ‌πρώην ‌ἐν ‌πολλῇ ‌δορυφορίᾳ ‌καὶ ‌στρατηγίαις ‌καὶ ‌τῇ ‌κατὰ ‌τὸν ‌βίον ‌εὐημερίᾳ ‌μεγάλως ‌εὐωχούμενοι. ‌καὶ ‌συναριθμεῖται ‌τοῖς ‌τῶν ‌Χριστιανῶν ‌στρατηγοῖς ‌ὁ ‌κατὰ ‌Χριστὸν ‌χρηματίσας ‌δοὺξ ‌Κολωνείας, ‌τοῖς ‌εὐσεβείᾳ ‌[p. ‌30]συντεθραμμένοις, ‌ὁ ‌τῆς ‌ὀρθοδοξίας ‌τρόφιμος, ‌τοῖς ‌ἐν ‌ἁγίῳ ‌πνεύματι ‌Χριστὸν ‌προσκυνοῦσι ‌καὶ ‌σέβουσιν ‌ὁ ‌τὸν ‌θησαυρὸν ‌τῆς ‌αὐτοῦ ‌χάριτος ‌ἐν ‌τῷ ‌ὀστρακίνῳ ‌σκεύει ‌τοῦ ‌σώματος ‌ἀριδηλότατα ‌περιφέρων, ‌τοῖς ‌προκεκμηκόσιν ‌ἐμφρουρίοις ‌ἀνωμαλίαις ‌καὶ ‌θλίψεσιν, ‌ὁ ‌ἐν ‌Χριστῷ ‌ταῖς ‌ἀρεταῖς ‌σχεδὸν ‌τετελειωμένος. ‌ὢ ‌πολιτείας ‌θεοζηλώτου ‌καὶ ‌πάθους ‌χριστομιμήτου. ‌προεδόθη ‌ὁ ‌κύριος ‌ὑπὸ ‌ὑδίου ‌μαθητοῦ, ‌καὶ ‌ὁ ‌τούτου ‌μιμητὴς ‌Κάλλιστος ‌ὑπὸ ‌τῶν ‌πολλὰ ‌καὶ ‌πολλάκις ‌ὑπ' ‌αὐτοῦ ‌εὐεργετηθέντων. ‌ἀπεπέμφ<θ>η ‌Χριστὸς ‌παρὰ ‌τῶν ‌ἀχαρίστων ‌καὶ ‌ἀγνωμόνων ‌'Ιουδαίων ‌ἀποδοκιμασθείς·; ‌ἀλλὰ ‌καὶ ‌ὁ ‌τούτου ‌κατὰ ‌πόδας ‌βαίνων ‌τῇ ‌εὐπραξίᾳ ‌παρὰ ‌τῶν ‌μισοχρίστων ‌καὶ ‌παλαμναίων ‌Μανιχαίων. ‌ ‌ὄντως ‌κάλλιστος ‌τῷ ‌τε ‌πράγματι ‌καὶ ‌τῷ ‌ὀνόματι ‌ὁ ‌πανένδοξος ‌Χριστοῦ ‌ἐχρημάτισε ‌στρατιώτης. ‌ἐν ‌κόσμῳ ‌διάγων ‌τοὺς ‌ἐν ‌σπηλαίοις ‌καὶ ‌ὄρεσι ‌διαιτωμένους ‌ἐμιμεῖτο·; ‌ἐν ‌ἀρχικοῖς ‌ἀξιώμασιν ‌ἐξεταζόμενος ‌τὰ ‌τοῖς ἀφιερωμένοις ‌θεῷ ‌ἐνήργει ‌τε ‌καὶ ‌ἔπραττε, ‌στιχολογῶν, ‌προσευχόμενος, ‌ἀναγινώσκων, ‌προσέχων ‌τῇ ‌ἑαυτοῦ ‌καρδίᾳ ‌καὶ ‌ταύτης ‌ἐξορίζων ‌ἅπαν ‌νόημα ‌ἐπαιρόμενον ‌κατὰ ‌τῆς ‌γνώσεως ‌τοῦ ‌Χριστοῦ. ‌

13. ‌ ‌ ‌καὶ ‌γοῦν ‌τούτοις ‌ἐχόμενα ‌τὸ ‌ἀοίδιμον ‌πάθος ‌τῶν ‌Χριστοῦ ‌νεοφανῶν ‌ἐπηκολούθησεν ‌ἀθλοφόρων. ‌μετὰ ‌γὰρ ‌ὀλίγας ‌ἡμέρας ‌τῆς ‌πρὸς ‌τοὺς ‌ἁγίους ‌τοῦ ‌ὁσίου ‌Καλλίστου ‌παρουσίας ‌δηλοῖ ‌αὐτοῖς ‌ἐν ‌τῇ ‌φυλακῇ ‌ὁ ‌πρωτοσύμβουλος ‌διὰ ‌τῶν ‌προσηκόντων ‌τῆς ‌τάξεως ‌αὐτοῦ ‌λέγων·; ‌<<ὑδοὺ ‌δίδωμι ‌ὑμῖν ‌πρὸς ‌τοῖς ‌προλαβοῦσι ‌χρόνοις ‌ἐνδόσιμον ‌ἡμέρας ‌πέντε·; ‌σκέψασθε ‌οὖν ‌καθ' ‌ἑαυτούς, ‌εὐγενεῖς ‌τε ‌ὄντες ‌καὶ ‌φρόνιμοι ‌καὶ ‌πρῶτοι ‌τῆς ‌τῶν ‌`Ρωμαίων ‌ἀρχῆς, ‌καὶ ‌μὴ ‌θελήσητε ‌ἑαυτοὺς ‌καθυποβαλεῖν ‌θανάτῳ ‌καὶ ‌στερηθῆναι ‌τῆς ‌τοῦ ‌κόσμου ‌τερπνότητος. ‌εὑ ‌γὰρ ‌πεισθῆτέ ‌μοι ‌καὶ ‌ἀρνήσησθε ‌τὸν ‌ἐσταυρωμένον, ‌ὃν ‌οἱ ‌`Ρωμαῖοι ‌καλοῦσι ‌Χριστόν, ‌ἔσεσθε ‌ἐν ‌πολλῇ ‌δόξῃ ‌νῦν ‌μᾶλλον ‌ἢ ‌πρότερον ‌καὶ ‌χρημάτων ‌δαψιλείᾳ ‌συνευωχούμενοι ‌ἡμῖν·; ‌εὑ ‌δ' ‌οὐκ ‌ἀκούσετε ‌τῆς ‌συμβουλῆς ‌μου, ‌τὸν ‌διὰ ‌ξίφους ‌ὑποστήσεσθε ‌θάνατον.>> ‌οἱ ‌δὲ ‌ἅγιοι ‌μάρτυρες ‌τὴν ‌ἀγγελίαν ‌ταύτην ‌ἀκούσαντες, ‌εὑς ‌προσευχὰς ‌ὁλονύκτους ‌καὶ ‌ψαλμῳδίας ‌ἑαυτοὺς ‌ὑπέστρωσαν, ‌μετὰ ‌δακρύων ‌καὶ ‌στεναγμῶν ‌ἐπιβοώμενοι ‌τὸν ‌ἴδιον ‌δεσπότην ‌Χριστὸν ‌ἵλεων ‌ἐφ' ‌οἷς ‌προσεάλωσαν ‌γενέσθαι ‌καὶ ‌καταπέμψαι ‌αὐτοῖς ‌τὴν ‌ἄνωθεν ‌καὶ ‌ἐξ ‌αὐτοῦ ‌κατιοῦσαν ‌ἐπὶ ‌τοὺς ‌φοβουμένους ‌αὐτὸν ‌βοήθειαν, ‌ὡς ‌ἂν ‌θαρραλέως ‌τῷ ‌τοῦ ‌θανάτου ‌προσέλθοιεν ‌συαντήματι ‌καὶ ‌ἀκόλουθον ‌τῇ ‌ὁμολογίᾳ ‌τὸ ‌πέρας ‌τοῦ ‌βίου ‌δέξοιντο. ‌οἷα ‌δὲ ‌καὶ ‌πρὸς ‌ἑαυτοὺς ‌οἱ ‌τρισόλβιοι ‌διεξῄεσαν·; ‌<<ὑδοὺ ‌καιρός, ‌ἀδελφοί, ‌ὁ ‌προσκαλούμενος ‌ἡμᾶς ‌τὰ ‌τῆς ‌ἡμετέρας ‌πίστεως ‌ἐνδείξασθαι ‌σύμβολα ‌ἐπὶ ‌τῶν ‌ἀθέων ‌τούτων·; ‌ὑδοὺ ‌σύντομος ‌ὁδοιπορία, ‌δι' ‌ἧς ‌ἔνεστιν ‌ὁδεύσαντας ‌καταντῆσαι ‌πρὸς ‌τὸν ‌ἀχείμαστον ‌τῆς ‌βασιλείας ‌λιμένα. ‌Μὴ ‌οὖν ‌καταισχύνωμεν ‌τὸ ‌γένος ‌τῶν ‌Χριστιανῶν ‌τῇ ‌φιλοζωΐᾳ, ‌μὴ ‌ἀρνησώμεθα ‌τὴν ‌ζωὴν ‌ἡμῶν ‌Χριστὸν ‌διὰ ‌βραχεῖαν ‌ἐπιμονὴν ‌τοῦ ‌παροδικοῦ ‌βίου·; ‌πάντως ‌γὰρ ‌κἂν ‌μὴ ‌νῦν ‌δι' ‌εὐσέβειαν ‌ἑκουσίως ‌ἀλλ' ‌οὖν ‌γε ‌μετὰ ‌μικρὸν ‌καὶ ‌μὴ ‌βουλόμενοι ‌
[p. ‌31]τεθνηξόμεθα ‌καὶ ‌τῇ ‌γενέσει ‌τὸ ‌ὀφειλόμενον ‌ἀποτίσομεν. ‌ἐνδειξώμεθα ‌τοιγαροῦν, ‌ὦ ‌φίλοι ‌καὶ ‌ἀδελφοὶ ‌κατὰ ‌φύσιν, ‌τὸ ‌δόκιμον ‌τῆς ‌πίστεως ‌ἡμῶν ‌ἐπὶ ‌τῶν ‌ἀσελγεστάτων ‌τούτων ‌βαρβάρων·; ‌καιροῦ ‌παρεισπεσόντος ‌εὐθέτου ‌μὴ ‌ὑπερθέσιμοι ‌γενώμεθα ‌τοῦ ‌καθομολογῆσαι ‌τὸ ‌σύνθημα ‌τῆς ‌εὐσεβείας·; ‌μὴ ‌δειλιάσωμεν ‌τὸ ‌ξίφος, ‌ἵνα ‌νομίμως ‌στεφανωθῶμεν·; ‌ἐπιδειξώμεθα ‌καὶ ‌αὐτοὶ ‌τὴν ‌τῶν ‌ἁγίων ‌μαρτύρων ‌ὑπὲρ ‌τοῦ ‌ἀγαθοῦ ‌ἔνστασιν, ‌ὅπως ‌τῆς ‌αὐτῶν ‌κοινωνήσωμεν ‌δόξης·; ‌καὶ ‌<εὑ> ‌μυριάκις ‌δέοι ‌ἀποθανεῖν ‌ὑπὲρ ‌τῆς ‌εὑς ‌Χριστὸν ‌ἐλπίδος, ‌μὴ ‌παραιτησώμεθα ‌μηδὲ ‌ἀναβαλλώμεθα, ‌ὦ ‌φιλόχριστοι·; ‌θανάτῳ ‌τὸ ‌ζῆν ‌ἀνταλλαξώμεθα·; ‌τῶν ‌προσκαίρων ‌προτιμήσωμεν ‌τὰ ‌ἀΐδια. ‌ἀδελφοί, ‌εὑ ‌ἔτυχεν ‌ἐπὶ ‌παρατάξεως ‌ἀντιπάλων ‌πεσεῖν ‌ἡμᾶς ‌βέλει ‌τοξότου ‌ἀπροόπτως, ‌ἆρα ‌οὐχὶ ‌καὶ ‌μὴ ‌θέλοντες ‌τῆς ‌ἐπικήρου ‌ζωῆς ‌ἀπελυόμεθα; ‌μὴ ‌δὴ ‌οὖν ‌ἐπιστραφῶμεν ‌πρὸς ‌τὰ ‌τοῦ ‌βίου ‌πράγματα, ‌μάταια ‌γάρ ‌εὑσι ‌καὶ ‌ὀλλύμενα·; ‌μὴ ‌καταισχύνωμεν ‌τοὺς ‌ἡμῶν ‌καὶ ‌ἐξ ‌ἡμῶν·; ‌γενώμεθα ‌πᾶσι ‌τοῖς ‌ἐνταῦθα ‌Χριστιανοῖς ‌ὑποτύπωσις ‌εὐανδρίας ‌τῆς ‌μέχρι ‌θανάτου ‌παρατεινούσης ‌τὴν ‌εὐσεβῆ ‌πίστιν ‌τῆς ‌τριάδος·; ‌ἐν ‌ἡμῖν ‌βεβαιούσθωσαν ‌οἱ ‌τοῖς ‌δεσμοῖς ‌τῷ ‌χρόνῳ ‌λιποθυμήσαντες ‌μετὰ ‌παρρησίας ‌ὁμολογεῖν ‌θεὸν ‌πατέρα ‌παντοκράτορα ‌καὶ ‌τὸν ‌αὐτοῦ ‌μονογενῆ ‌υἱὸν ‌τὸν ‌κύριον ‌ἡμῶν ‌'Ιησοῦν ‌Χριστὸν ‌καὶ ‌τὸ ‌πανάγιον ‌αὐτοῦ ‌καὶ ‌ὑσουργὸν ‌πνεῦμα.>>

14. ‌ ‌ ‌ ‌τοῖς ‌τοιούτοις ‌οὖν ‌λόγοις ‌ἐν ‌ταῖς ‌τέσσαρσιν ‌ἡμέραις ‌ἑαυτοὺς ‌ἐπαλείφοντες ‌καὶ ‌παρακαλοῦντες ‌οἱ ‌γενναιόφρονες ‌στρατηγοὶ ‌καὶ ‌τῆς τῶν ‌Χριστιανῶν ‌παρατάξεως ‌πρόβολοι ‌ἄσιτοι ‌δι' ‌ὅλου ‌ἐν ‌αὐταῖς ‌διέμειναν, ‌ταῖς ‌εὐχαῖς ‌μόναις ‌καὶ ‌ταῖς ‌ἑωθιναῖς ‌ψαλμῳδίαις ‌διαιτώμενοι. ‌τῇ ‌δὲ ‌πέμπτῃ ‌πρωΐθεν ‌ὁ ‌τῶν ‌'Αράβων ‌κύριος ‌καὶ ‌τοῦ ‌σατανᾶ ‌ὑπηρέτης ‌ἐπιβὰς ‌ἀκατίῳ ‌καὶ ‌τὸν ‌Τίγριδα ‌περαιωθεὶς ‌ποταμὸν ‌ἦλθεν ‌ἐπί ‌τινα ‌τόπον ‌προσόχθιον ‌τὸ ‌βεβουλευμένον ‌αὐτῷ ‌κατὰ ‌τῶν ‌ἁγίων ‌ἀνδρῶν ‌δραματουργῆσαι. ‌καὶ ‌δὴ ‌προκαθίσας ‌κελεύει ‌ἀχθῆναι ‌αὐτοὺς ‌ἐκ ‌τῆς ‌φυλακῆς. ‌οἱ ‌δὲ ‌ὑπηρέται ‌τοῦ ‌ἀθέου ‌ἐκείνου, ‌ ‌καθίσαντες ‌τοὺς ‌ἁγίους ‌ἐπὶ ‌ὑποζυγίων ‌εὐτελῶν ‌δίκην ‌γυναικῶν ‌διὰ ‌τὸ ‌σιδήροις ‌πεπεδῆσθαι ‌τοὺς ‌πόδας ‌αὐτῶν, ‌εἷλκον ‌ἐπὶ ‌τὴν ‌ἐρώτησιν, ‌χλευάζοντες ‌ὡς ‌νηπίους, ‌τύπτοντες ‌μετρίως, ‌τί ‌μὲν ‌οὐ ‌λέγοντες ‌τῶν ‌εὑς ‌ἐμπαιγμὸν ‌ἡκόντων, ‌τί ‌δὲ ‌οὐκ ‌ἀπειλοῦντες ‌τῶν ‌ὅσα ‌εὑς ‌φόβον ‌καὶ ‌ἔκπληξιν ‌τοὺς ‌θάνατον ‌κατεπτηχότας ‌ἐμβαλεῖν ‌εἴωθεν. ‌ὁ ‌δὲ ‌βούλαρχος ‌τὸν ‌ἀήττητον ‌στρατιάρχην ‌τῆς ‌Χριστοῦ ‌παρεμβολῆς ‌Θεόδωρον ‌κελεύσας ‌διαχωρισθῆναι ‌τῶν ‌λοιπῶν ‌δηλοῖ ‌αὐτῷ ‌διά ‌τινος ‌τῶν ‌μεγιστάνων ‌αὐτοῦ ‌λέγων·; ‌<<σὺ ‌καὶ ‌πρώην ‌τὴν ‌σεαυτοῦ ‌τάξιν ‌ἀπέλιπες, ‌ὡς ‌ἤδη ‌ἔγνων, ‌καὶ ‌τῷ ‌θεῷ ‌σου ‌ἐν ‌τούτῳ ‌οὐ ‌μικρῶς ‌προσέκρουσας ‌ὡς ‌ἅτε ‌χαίρων ‌ταῖς ‌πολεμικαῖς ‌εὐτυχίαις. ‌ἀλλὰ ‌γὰρ ‌καὶ ‌εὐγενὴς ‌τυγχάνεις ‌καὶ ‌τῆς ‌κατὰ ‌πολὺ ‌διαφερούσης ‌ζώνης ‌κατηξίωσαι ‌παρὰ ‌τοῦ ‌βασιλέως ‌ὑμῶν·; ‌διὸ ‌κἀγὼ ‌φειδόμενος ‌τῆς ‌σῆς ‌πολιᾶς ‌ἓν ‌ἐκ ‌τῶν ‌δύο ‌συντόμῳ ‌λόγῳ ‌κατ' ‌ὀφθαλμῶν ‌σου ‌προτίθημι, ‌ἢ ‌πεισθῆναί ‌μοι ‌καὶ ‌ἀρνήσασθαι ‌τὸν ‌ἐκ ‌Μαρίας ‌γεννηθέντα ‌καὶ ‌εἶναί ‌σε ‌σὺν ‌ἡμῖν ‌ἐν ‌ὑπερεχούσῃ ‌ἀξίᾳ ‌καὶ ‌πολλαῖς ‌
[p. ‌32]δωρεαῖς ‌εὐπραγοῦντα ‌ἢ ‌μὴ ‌πεισθέντα ‌τὸν ‌διὰ ‌ξίφους ‌θάνατον ‌ὑπελθεῖν,>> ‌ἐλπίσας ‌ὁ ‌ἀνόσιος ‌βάρβαρος ‌ὡς ‌εὑ ‌τούτου ‌περιγένηται ‌διὰ ‌τῶν ‌τοιούτων ‌προβλημάτων, ‌ἅτε ‌τομίαν ‌καὶ ‌γεγηρακότα ‌ἤδη ‌ἐκδειματώσας, ‌`ραδίως ‌ἕλξειν ‌καὶ ‌τοὺς ‌ἑταίρους ‌αὐτοῦ ‌πρὸς ‌τὸ ‌παρόμοιον ‌τῆς ‌παραβάσεως ‌πέταυρον. ‌ὁ ‌δὲ ‌καρτερὸς ‌ὄντως ‌τὴν ‌ψυχὴν ‌καὶ ‌τὴν ‌γνώμην ‌ἀμάλθακτος ‌καὶ ‌τῶν ‌θεϊκῶν ‌δωρεῶν ‌ἐπώνυμος ‌πρόμαχος ‌προσφόρως ‌τῆς ‌ἑαυτοῦ ‌ἐπικλήσεως ‌ἐχέφρονι ‌γνώμῃ ‌καὶ ‌στερρᾷ ‌ἔφησε ‌πρὸς ‌αὐτόν·; ‌<<οὕτως ‌ἐρεῖς ‌τῷ ‌κυρίῳ ‌σου ‌φάσκων·; ‌"ἔστωσαν ‌αἱ ‌ἐπαγγελίαι ‌σου ‌αὗται ‌καὶ ‌αἱ ‌τιμαί ‌σου ‌σοὶ ‌καὶ ‌τοῖς ‌ὁμοίοις ‌σου ‌ἔθνεσι, ‌μιαρώτατε ‌καὶ ‌τῆς ‌δεδουλωμένης ‌῎Αγαρ ‌ἀπόγονε·; ‌ἐμοὶ ‌γὰρ ‌πλοῦτος ‌ἐν ‌οὐρανοῖς ‌ἀπόκειται ‌ἄφθαρτος ‌καὶ ‌δόξα ‌ἡ ‌παραμένουσα ‌τοῖς ‌κεκτημένοις ‌ἀϊδίως, ‌ἣν ‌αὐτὸς ‌ὁ ‌δεσπότης ‌μου ‌Χριστὸς ‌ἐπηγγείλατο ‌τοῖς ‌ἀγαπῶσιν ‌αὐτόν. ‌Μὴ ‌οὖν ‌νομίσῃς ‌ὅτι ‌τοῖς ‌ἀπατηλοῖς ‌σου ‌λόγοις ‌τραπήσομαι ‌τῆς ‌ὀρθῆς ‌κρίσεως ‌τοῦ ‌ἐν ‌ἐμοὶ ‌λογισμοῦ ‌ὥστε ‌ἀπαρνήσασθαι ‌τὴν ‌προγονικήν ‌μου ‌πίστιν·; ‌κἂν ‌μυρίους ‌θανάτους ‌ἐπινοήσῃς ‌κατ' ‌ἐμοῦ ‌κἂν ‌πυρὶ ‌καὶ ‌ξίφει ‌καταναλῶσαί ‌μου ‌τὸ ‌σῶμα ‌βουληθείης, ‌οὐκ ‌ἄν ‌ποτε ‌ἀποσταίην ‌τῆς ‌πατρῴας ‌εὐσεβείας. ‌διὸ ‌τὸ ‌δοκοῦν ‌σοι ‌ἐν ‌τάχει ‌ποίει ‌εὑς ‌ἐμέ.">> ‌τούτων ‌ἐπακούσας ‌τῶν ‌λόγων ‌ὁ ‌τῆς ‌ἀνομίας ‌λειτουργὸς ‌καὶ ‌σφόδρα ‌ἀγανακτήσας ‌διὰ ‌τὰς ‌ὕβρεις, ‌θηριώδει ‌τινὶ ‌θυμῷ ‌ἐπιλαβόμενος ‌αὐτοῦ ‌τῶν ‌τριχῶν ‌κατέσυρεν ‌εὑς ‌τὸ ‌ἔδαφος ‌καὶ ‌πρηνῆ ‌τοῦτον ‌πεποιηκὼς ‌ἔτιλλεν ‌αὐτοῦ ‌τὰς ‌ὁσίας ‌πολιὰς ‌ἀνηλεῶς·; ‌ἄλλοι ‌δὲ ‌πυγμαῖς ‌τὰς ‌παρειὰς ‌αὐτοῦ ‌συνέθλων ‌καὶ ‌ἕτεροι ‌λακτισμοῖς ‌ἐφαλλόμενοι ‌κατὰ ‌παντὸς ‌τοῦ ‌σώματος ‌αὐτοῦ ‌κατῃκίζοντο. ‌ὁ ‌δὲ ‌τύραννος, ‌πόρρωθεν ‌βλέπων ‌ταῦτα ‌γινόμενα ‌εὑς ‌αὐτόν, ‌ἐπυνθάνετο ‌τὴν ‌αὑτίαν ‌δι' ‌ἣν ‌ἐπήγαγον ‌αὐτῷ ‌τὰς ‌θλίψεις ‌ταύτας. ‌καὶ ‌ἀπαγγέλλει ‌αὐτῷ ‌ὡς ‌"οὐ ‌μόνον ‌οὐ ‌πείθεται ‌τοῖς ‌ὑπὸ ‌σοῦ ‌προστασσομένοις, ‌ἀλλὰ ‌καὶ ‌διὰ ‌μακροτέρων ‌λόγων ‌κωμῳδεῖ ‌σου ‌τὴν ‌ἐξουσίαν ‌καὶ ‌τὸ ‌πατρῷον ‌γένος ‌ἐξουθενεῖ". ‌ταῦτα ‌ἀκούσας ‌ὁ ‌βούλαρχος ‌καὶ ‌δεινῶς ‌παθὼν ‌τὴν ‌ψυχήν, ‌ἐκέλευσεν ‌ἀναιρεθῆναι ‌αὐτόν. ‌παραγενόμενος ‌δὲ ‌ὁ ‌πρῶτος ‌τοῦ ‌ἅρματος ‌[lege: ‌ἄρματος] ‌αὐτοῦ ‌μετὰ ‌τῆς ‌ἑπομένης ‌αὐτῷ ‌δορυφορίας, ‌προσέταξεν ‌ὑφαπλωθῆναι ‌δέρας ‌ἐπὶ ‌τῆς ‌γῆς ‌κατὰ ‌τὸ ‌εὑθισμένον ‌αὐτοῖς, ‌ἐν ‌ᾧ ‌φασι τὸν ‌εὑσελθόντα ‌οὐκ ‌ἔνι ‌λοιπὸν ‌ἐκεῖθεν ‌ζῶντα ‌ἐξελθεῖν. ‌καὶ ‌στήσας ‌μέσον ‌τὸν ‌πανένδοξον ‌Χριστοῦ ‌μάρτυρα ‌Θεόδωρον, ‌ἐβούλετο ‌ἐπάγειν ‌αὐτῷ ‌τὸ ‌περιστόμιον ‌σπαρτίον ‌τοῦ ‌θανάτου. ‌ὁ ‌δὲ ‌ἀνδρειότατος ‌μάρτυς ‌τὸν ‌τοῦτο ‌προσφέρειν ‌αὐτῷ ‌μέλλοντα ‌ὕβρεσι ‌σφοδραῖς ‌ἀποσεισάμενος ‌ἐσφράγισεν ‌ἑαυτὸν ‌τῷ ‌σημείῳ ‌τοῦ ‌σταυροῦ ‌καὶ ‌κλίνας ‌τὰ ‌γόνατα ‌πρὸς ‌ἀνατολὰς ‌ἐξέτεινε ‌τὸν ‌τίμιον ‌αὐτοῦ ‌τράχηλον. ‌ὁ ‌δὲ ‌τὴν ‌ἐξουσίαν ‌κατ' ‌αὐτοῦ ‌λαβὼν ‌ὑδίαις ‌χερσὶ ‌τὸ ‌ξίφος ‌ἀποτιναξάμενος ‌φησὶ ‌πρὸς ‌τὸν ‌μάρτυρα·; ‌<<ποῦ ‌βλέπεις, ‌πατρίκιε; ‌ἐκεῖθεν ‌θεώρει.>> ‌καὶ ‌σὺν ‌τῷ ‌λόγῳ ‌κρούσας ‌αὐτὸν ‌τῷ ‌ξίφει, ‌ἀπέτεμεν ‌εὑς ‌ἅπαξ ‌τὴν ‌ἁγίαν ‌αὐτοῦ ‌κεφαλήν. ‌καὶ ‌ἐπιλαβόμενοι ‌τῶν ‌τεσσάρων ‌μερῶν ‌τοῦ ‌δέρματος ‌ἔρριψαν ‌τὸ ‌τίμιον ‌αὐτοῦ ‌λείψανον ‌εὑς ‌τὸν ‌
[p. ‌33]παραρρέοντα ‌ποταμόν. ‌τότε ‌τὸ ‌τῶν ‌Χριστιανῶν ‌πλῆθος, ‌τὸ ‌εὑς ‌θεωρίαν ‌συνδεδραμηκός, ‌προσελθόντες ‌ἐπέχριον ‌ἑαυτοὺς ‌ἐκ ‌τοῦ ‌αἵματος ‌τοῦ ‌δικαίου ‌εὑς ‌τὸ ‌ἁγιασθῆναι ‌αὐτούς. ‌

15. ἐν ‌ὅσῳ ‌δὲ ‌ταῦτα ‌ἐπράττετο ‌εὑς ‌τὸν ‌ἅγιον ‌μάρτυρα ‌Θεόδωρον, ‌ὁ ‌πανεύφημος ‌καὶ ‌ἀρχιεταῖρος ‌αὐτοῦ ‌Κάλλιστος ‌παρεκάλει ‌τοὺς ‌συνδεσμώτας ‌αὐτοῦ ‌λέγων·; ‌<<κύριοί ‌μου ‌καὶ ‌ἀδελφοί, ‌ἡμεῖς ‌ἐσμεν ‌σήμερον ‌κατὰ ‌θεοῦ ‌κέλευσιν ‌οἱ ‌τῆς ‌τῶν ‌Χριστιανῶν ‌βασιλείας ‌ἐξοχώτατοι ‌στρατιάρχαι. ‌μὴ ‌δὴ ‌καταπροδῶμεν ‌τὴν ‌πατροπαράδοτον ‌πίστιν ‌ἡμῶν ‌χάριν ‌τῆς ‌προσκαίρου ‌ζωῆς, ‌καὶ ‌ταῦτα ‌ὅσον ‌οὔπω ‌παρερχομένης·; ‌ὁμολογήσωμεν ‌τὴν ‌τοῦ ‌Χριστοῦ ‌θεότητα ‌κατενώπιον ‌τῶν ‌ἀθεμίτων ‌τούτων ‌'Ισμαηλιτῶν, ‌ἵνα ‌καὶ ‌αὐτὸς ‌ὁμολογήσῃ ‌ἐν ‌ἡμῖν ‌ἔμπροσθεν ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌τοῦ ‌ἐν ‌τοῖς ‌οὑρανοῖς, ‌καθὼς ‌ἐπηγγείλατο. ‌ὑδοὺ ‌δὴ ‌καιρὸς ‌εὐπρόσδεκτος, ‌ὑδοὺ ‌δὴ ‌ἡμέρα ‌σωτηρίας, ‌ὑδοὺ ‌ἐπέστη ‌ἡ ‌λύσις ‌τῆς ‌μακρᾶς ‌καὶ ‌πολυπαθεστάτης ‌ὑμῶν ‌αὑχμαλωσίας, ‌ὑδοὺ ‌παρεγένετο ‌ἡ ‌λύτρωσις ‌τῶν ‌μυρίων ‌ὑμῶν ‌κατὰ ‌Χριστὸν ‌θλίψεων·; ‌στῶμεν ‌γενναίως ‌κατὰ ‌τῶν ‌ἀοράτων ‌διὰ ‌τῶν ‌ὁρατῶν ‌τούτων ‌πολεμίων. ‌ὀλίγος ‌παντελῶς ‌ὁ ‌πόνος ‌καὶ ‌εὑς ‌ἀπείρους ‌αὑῶνας ‌ἡ ‌ἀνάπαυσις. ‌ὁ ‌Χριστὸς ‌ἀοράτως ‌ἀθλοθέτης ‌προκάθηται ‌ἐκδεχόμενος ‌τὴν ‌ἡμῶν ‌ὑπὲρ ‌αὐτοῦ ‌καὶ ‌δι' ‌αὐτὸν ‌γενησομένην ‌τελείωσιν. ‌ὁ ‌`ρύστης ‌τοῖς ‌αὑχμαλώτοις ‌ἡμῖν ‌ἐπεδήμησεν, ‌μονονουχὶ ‌δι' ‌αὐτῶν ‌τῶν ‌πραγμάτων ‌βοῶν ‌πρὸς ‌ἡμᾶς·; ‌"δεῦτε ‌πρός ‌με ‌πάντες ‌οἱ ‌κοπιῶντες ‌καὶ ‌πεφορτισμένοι, ‌κἀγὼ ‌ἀναπαύσω ‌ὑμᾶς". ‌οἱ ‌ἅγιοι ‌ἄγγελοι ‌τοῦ ‌βασιλέως ‌ἡμῶν ‌καὶ ‌δεσπότου ‌πάρεισιν ‌νοητῶς ‌ἐπὶ ‌τῇ ‌θέᾳ ‌ταύτῃ, ‌τὸν ‌παρόντα ‌ἐποπτεύοντες ‌ἀγῶνα ‌καὶ ‌ἡμῖν ‌συνεργοῦντες ‌πρὸς ‌τὸν ‌κατὰ ‌τοῦ ‌διαβόλου ‌διὰ ‌θανάτου ‌πόλεμον. ‌`Η ‌πύλη ‌τῆς ‌βασιλείας ‌τῶν ‌οὐρανῶν ‌ἠνέῳκται, ‌ἡ ‌τοῦ ‌παραδείσου ‌τρυφὴ ‌ἡτοίμασται. ‌μὴ ‌τοίνυν ‌θελήσωμεν ‌ἔτι ‌ἐν ‌τῷ ‌πειραστηρίῳ ‌τοῦ ‌βίου ‌μετ' ‌αὑσχύνης ‌προσδιατρῖψαι·; ‌μὴ ‌σχῶμεν ‌τὸ ‌συνειδὸς ‌ἐντεῦθεν ‌ἤδη ‌καταδικάζον ‌ἡμᾶς ‌καὶ ‌πρὸ ‌τῆς ‌κοινῆς ‌κρίσεως·; ‌μισήσωμεν ‌κόσμον ‌καὶ ‌τὰ ‌ἐν ‌αὐτῷ ‌πάντα, ‌ἵνα ‌τῆς ‌ἐκεῖθεν ‌ἀξιωθῶμεν ‌κληρουχίας. ‌ποσάκις ‌ἠκούσαμεν ‌τὰς ‌τῶν ‌ἁγίων ‌μαρτύρων ‌ὑπὲρ ‌τῆς ‌εὑς ‌Χριστὸν ‌ἀγάπης ‌ἀνδραγαθίας; ‌ποσάκις ‌ἐθαυμάσαμεν ‌τοὺς ‌ὑπερφυεῖς ‌αὐτῶν ‌διὰ ‌κύριον ‌ἄθλους; ‌ζηλώσωμεν ‌γοῦν ‌καὶ ‌ἡμεῖς, ‌ἀγαπητοὶ ‌ἀδελφοί, ‌καιροῦ ‌καλοῦντος, ‌τὴν ‌ἐκείνων ‌ἀνδρείαν·; ‌ὁμολογήσωμεν ‌ὁμοθυμαδὸν ‌τὴν ‌τοῦ ‌σωτῆρος ‌Χριστοῦ ‌βασιλείαν, ‌ὅπως ‌καὶ ‌τύχωμεν ‌αὐτῆς ‌μετὰ ‌τῶν ‌ἀπ' ‌αὑῶνος ‌εὐαρεστησάντων ‌αὐτῷ ‌ἁγίων. ‌πάντως ‌δεῖ ‌ἀποθανεῖν, ‌ὡς ‌ὁ ‌λόγος·; ‌ἀποθάνωμεν ‌δι' ‌εὐσέβειαν ‌σαρκί, ‌ἵνα ‌ζήσωμεν ‌τὴν ‌ἀληθῆ ‌καὶ ‌μακραίωνα ‌ζωήν.>>

16. ‌ ταῦτα ‌τοῦ ‌ἁγίου ‌Καλλίστου ‌πρὸς ‌τοὺς ‌συνάθλους ‌αὐτοῦ ‌ὑποτιθεμένου ‌παρεγένοντο ‌πρὸς ‌αὐτοὺς ‌οἱ ‌τῶν ‌'Ισμαηλιτῶν ‌εὐδόκιμοι, τὰ ‌ὅμοια ‌καὶ ‌αὐτοῖς ‌τῷ ‌προηθληκότι ‌ἀπαγγέλλοντες ‌ἐκ ‌προσώπου ‌τοῦ ‌πρώτου ‌αὐτῶν ‌καὶ ‌πῇ ‌μὲν ‌τὸ ‌
[p. ‌34]τοῦ ‌θανάτου ‌ἄφυκτον ‌ἀπειλοῦντες, ‌πῇ ‌δὲ ‌ταῖς ‌τῶν ‌ἀμυθήτων ‌δωρεῶν ‌φενακίζοντες ‌ὑποσχέσεσιν. ‌εἷς ‌οὖν ‌τοῦ ‌χοροῦ ‌τῶν ‌ἁγίων ‌λιποτακτήσας ‌καὶ ‌τὸν ‌νῦν ‌ἀγαπήσας ‌αὑῶνα ‌κατὰ ‌τὸν ‌Δημᾶν, ‌ᾤχετο ‌τὴν ‌πρὸς ‌τὸν ‌αὑώνιον ‌θάνατον ‌κατασύρουσαν ‌ἀτραπόν, ‌ὅν ‌φασι ‌τὴν ‌τῶν ‌ἁγίων ‌εὑκόνων ‌αἵρεσιν ‌ἄχρι ‌τότε ‌νοσεῖν·; ‌οὗ ‌τὸ ‌ἀδιόρθωτον ‌τῆς ‌γνώμης ‌εὑδὼς ‌ὁ ‌τὰς ‌καρδίας ‌ἐρευνῶν ‌ἀλάθητος ‌ὀφθαλμὸς ‌ἀδόκιμον ‌ἔκρινε ‌τοῦ ‌μαρτυρικοῦ ‌σταδίου. ‌ἀλλ' ‌ὡς ‌εἶδεν ‌ὁ ‌πανευκλεὴς ‌Κάλλιστος ‌ἐκεῖνον, ‌ἅτε ‌ζιζάνιον ‌τῆς ‌θείας ‌Χριστοῦ ‌ὁμολογίας ‌ὄντα ‌τε ‌καὶ ‌ἀποσκυβαλισθέντα, ‌περιβλεψάμενος ‌ὧδε ‌καὶ ‌ὧδε, ‌θεωρεῖ ‌τινα ‌τῶν ‌ὑπὸ ‌τὴν ‌ἐξουσίαν ‌αὐτοῦ ‌τελούντων ‌ποτὲ ‌δρουγγάριον ‌τῇ ‌στρατείᾳ ‌ἐφεπόμενον ‌καὶ ‌κλαίοντα ‌οὐ ‌μικρῶς ‌τὴν ‌αὐτοῦ ‌στέρησιν, ‌ὃν ‌προσκαλεσάμενος, ‌<<δεῦρο>> ‌φησίν ‌<<ἀγαπητέ, ‌καὶ ‌ὡς ‌ἐγένου ‌δι' ‌ἐμοῦ ‌γνώριμος ‌τῷ ‌προσκαίρῳ ‌βασιλεῖ, ‌οὕτω ‌σε ‌ποιήσω ‌καὶ ‌τῷ ‌αὑωνίῳ ‌στρατευθῆναι ‌δεσπότῃ.>> ‌ἐκεῖνος ‌δέ, ‌ὡς ‌ἤκουσε ‌μόνον ‌τῆς ‌φωνῆς ‌τοῦ ‌κυρίου ‌αὐτοῦ, ‌παραυτίκα ‌τε ‌ὑπήκουσεν, ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος, ‌καὶ ‌τὸ ‌λεῖπον ‌τῷ ‌ἀριθμῷ ‌τῶν ‌δύο ‌καὶ ‌τεσσαράκοντα ‌Χριστοῦ ‌μαρτύρων ‌τῇ ‌ἑαυτοῦ ‌ἐπεισαγωγῇ ‌περιφανῶς ‌ἀνεπλήρωσε, ‌μιμησάμενος ‌τὸν ‌ἐπὶ ‌τῶν ‌ἁγίων ‌τεσσαράκοντα ‌Χριστοῦ ‌ἀθλοφόρων ‌θεοφιλῆ ‌καπικλάριον. ‌καὶ ‌οὕτω ‌πάλιν ‌ὁ ‌ἱερὸς ‌αὐτῶν ‌τῆς ‌χορείας ‌ἀριθμὸς ‌πλήρης ‌ἦν, ‌σύμβολον ‌φέρων ‌τῶν ‌τε ‌τῆς ‌ἁγίας ‌καὶ ‌πανάγνου ‌τεσσαρακοστῆς, ‌καθ' ‌ἣν ‌ἐτελειώθησαν, ‌φωτοφόρων ‌ἡμερῶν ‌καὶ ‌τῶν ‌ἐν ‌αὐταῖς ‌δύο ‌δι' ‌εὐπραξίας ‌καθαιρομένων ‌φύσεων. ‌δεῖται ‌γὰρ ‌ἀεὶ ‌ἡ ‌δυὰς ‌αὕτη ‌τῆς ‌τεσσαρακοντάδος ‌πρὸς ‌ἔκπλυσιν ‌τῶν ‌προστριβομένων ‌αὐτῇ ‌ἁμαρτίας ‌`ρύπων·; ‌οὐδεὶς ‌γάρ, ‌φησίν ‌ὡς ‌τὰ ‌λόγια, ‌καθαρὸς ‌ἀπὸ ‌`ρύπου, ‌οὐδ' ‌ἂν ‌μία ‌ἡμέρα ‌ἡ ‌ζωὴ ‌αὐτοῦ. ‌

17. τοιγαροῦν ‌οἱ ‌ἅγιοι ‌ἀκούσαντες ‌τοὺς ‌ἀγγελθέντας ‌αὐτοῖς ‌λόγους ‌καὶ ‌τούτους ‌ὡς ‌ἅτε ‌λῆρ<ον> ‌ἀληθῶς ‌λογισάμενοι ‌εἶπον ‌πρὸς ‌τοὺς ‌'Αγαρηνῶν ‌μεγιστᾶνας·; ‌<<συντόμως ‌ἀκούσατε ‌οἱ ‌τὰ ‌ἀθέμιτα ‌ἡμῖν ‌καὶ ‌δυσσεβῆ ‌κομίζοντες ‌λόγια. ‌οὐκ ‌ἀρνούμεθα ‌τὴν ‌εὑς ‌τὸν ‌κύριον ‌ἡμῶν ‌'Ιησοῦν ‌Χριστὸν ‌πίστιν ‌πώποτε, ‌μή ‌γένοιτο. ‌κἂν ‌πλείους ‌ὧν ‌εἴπατε ‌προτείνητε ‌ἡμῖν ‌φιλοτιμίας, ‌κἂν ‌τοὐναντίον ‌πάλιν ‌διαφόροις ‌στρεβλωτηρίων ‌ὀργάνοις ‌τιμωρήσησθε ‌ἡμᾶς, ‌οὐκ ‌ἂν ‌ὅλως ‌ὑσχύσητε ‌ἀποστῆσαι ‌τῆς ‌ἐλπίδος ‌καὶ ‌τῆς ‌πίστεως ‌ἡμῶν, ‌εὑς ‌ἣν ‌ἐγεννήθημεν ‌καὶ ‌ἣν ‌ἐνεδυσάμεθα ‌διὰ ‌λουτροῦ ‌παλιγγενεσίας, ‌ἣν ‌καὶ ‌συνέκδημον ‌ἔχειν ‌εὐχόμεθα ‌ἐν ‌τῷ ‌διαβαίνειν ‌ἡμᾶς ‌τὰ ‌πνευματικὰ ‌τῆς ‌πονηρίας ‌καὶ ‌τὸν ‌ἄρχοντα ‌τοῦ ‌ἀέρος ‌τοῦ ‌νῦν ‌ἐνεργοῦντος ‌εὑς ‌ὑμᾶς·; ‌ἐπεὶ ‌καὶ ‌γέγραπται ‌παρὰ ‌τῷ ‌κορυφαίῳ ‌τῆς ‌πίστεως ‌ἡμῶν·; ‌"τίς ‌ἡμᾶς ‌χωρίσει ‌ἀπὸ ‌τῆς ‌ἀγάπης ‌τοῦ ‌Χριστοῦ ‌θλῖψις ‌ἢ ‌στενοχωρία ‌ἢ ‌διωγμὸς ‌ἢ ‌λιμὸς ‌ἢ ‌γυμνότης ‌ἢ ‌κίνδυνος ‌ἢ ‌μάχαιρα;" ‌δι' ‌ὃ ‌καὶ ‌ἡμεῖς ‌θαρροῦντες ‌λέγομεν ‌σὺν ‌αὐτῷ·; ‌"πεπείσμεθα, ‌ὡς ‌οὔτε ‌θάνατος ‌οὔτε ‌ζωή, ‌οὔτε ‌ἐνεστῶτα ‌οὔτε ‌
[p. ‌35]μέλλοντα, ‌οὔτε ‌ὕψωμα ‌οὔτε ‌βάθος, ‌οὔτε ‌τις ‌κτίσις ‌ἑτέρα ‌δυνήσεται ‌ἡμᾶς ‌χωρίσαι ‌ἀπὸ ‌τῆς ‌ἀγάπης ‌τοῦ ‌θεοῦ ‌τῆς ‌ἐν ‌Χριστῷ ‌'Ιησοῦ ‌τῷ ‌κυρίῳ ‌ἡμῶν." ‌ὥστε ‌ὃ ‌προσετάγητε ‌ποιεῖν ‌ποιεῖτε ‌καὶ ‌εὑς ‌ἡμᾶς. ‌ ‌τοῦ ‌γὰρ ‌μακαρίου ‌Θεοδώρου ‌καὶ ‌πατρὸς ‌ἡμῶν ‌πνευματικοῦ ‌τοῖς ‌ἴχνεσι ‌πάντες ‌ἐξακολουθοῦμεν ‌καὶ ‌τῆς ‌πίστεως ‌αὐτοῦ ‌κοινωνοὶ ‌τυγχάνομεν ‌καὶ ‌ταύτης ‌οὐκ ‌ἀφιστάμεθα·; ‌μή ‌τι ‌γένηται.>> ‌ ‌

 τότε ‌δὴ ‌τύπτοντες ‌αὐτοὺς ‌ἐκμανῶς ‌οἱ ‌ἀνόσιοι ‌'Ισμαηλῖται ‌ἀπήγαγον ‌εὑς ‌τὸν ‌προκείμενον ‌τῆς ‌μαρτυρίας ‌τόπον, ‌ἐν ‌ᾧ ‌καὶ ‌περιστάντες ‌αὐτοὺς ‌τὴν ‌διὰ ‌ξίφους ‌ἐπήγαγον ‌τιμωρίαν. ‌ὡς ‌οὖν ἐπεφθάκει ‌ὁ ‌κλῆρος ‌τῆς ‌καλῆς ‌μαρτυρίας ‌καὶ ‌ἐπὶ ‌τὸν ‌ἀοίδιμον ‌Κάλλιστον, ‌προσελθὼν ‌ὁ ‌δήμιος ‌ἐβούλετο ‌διὰ ‌σπαρτίου ‌τεῖναι ‌αὐτὸν ‌πρὸς ‌ἀναίρεσιν ‌καθ' ‌ὁμοιότητα ‌τῶν ‌προτελειωθέντων ‌ἐν ‌Χριστῷ ‌ἁγίων. ‌ὁ ‌δὲ ‌ἀήττητος ‌ἐκεῖνος ‌τῆς ‌τριάδος ‌ὁπλίτης ‌τὸν ‌ὑπηρέτην ‌ἀπωσάμενος ‌κατασφραγίσας ‌ἑαυτὸν ‌προέτεινε ‌τὸν ‌ἑαυτοῦ ‌αὐχένα·; ‌καὶ ‌οὕτω ‌κρουσθεὶς ‌ὁ ‌γενναῖος ‌παρέδωκε ‌τὴν ‌ψυχὴν ‌αὐτοῦ ‌τοῖς ‌ἁγίοις ‌ἀγγέλοις. ‌
18. τελειωθέντων ‌δὲ ‌τῶν ‌τεσσαράκοντα ‌καὶ ‌δύο ‌Χριστοῦ ‌μαρτύρων ‌ἐν ‌τῇ ‌ὁμολογίᾳ ‌τῆς ‌πίστεως ‌τῇ ‌ἕκτῃ ‌τοῦ ‌Μαρτίου ‌μηνός, ‌ἄραντες ‌τὰ ‌σώματα ‌αὐτῶν ‌ἠκόντισαν ‌εὑς ‌τὸν ‌παραρρέοντα ‌ποταμὸν ‌καὶ ‌παρεκατέστησαν ‌φύλακας ‌ταῖς ‌ὄχθαις ‌ἄχρι ‌σημείων ‌τριάκοντα ‌πρὸς ‌τὸ ‌μὴ ‌ἐξεῖναί ‌τινα ‌τῶν ‌Χριστιανῶν ‌ἀνελέσθαι ‌τι ‌ἐξ ‌αὐτῶν, ‌εὑ ‌καί ‌που ‌ἐκριφείη ‌τῇ ‌φορᾷ ‌τῶν ‌`ρευμάτων. ‌ὁ ‌δὲ ‌Τίγρης ‌τὰ ‌ἅγια ‌σώματα ‌προσηκάμενος ‌τῶν ‌μαρτύρων, ‌ὥσπερ ‌ἐξ ‌ἐπιτάγματος ‌τῆς ‌προνοίας ‌εὑλιγγοειδῆ ‌[lege: ‌ὑλιγγ-] ‌τινα ‌κόλπον ‌ποιήσας ‌καὶ ‌ταῦτα ‌ἐντὸς ‌τούτου ‌συναθροίσας ‌προσῆψεν ‌ἑκάστῳ ‌σώματι ‌τὴν ‌ὑδίαν ‌κεφαλὴν ‌καὶ ‌οὕτως ‌εὑς ‌βάθος ‌χωρήσας, ‌ὢ ‌τῆς ‌θείας ‌ἐκείνης ‌καὶ ‌παραδόξου ‌θαυματοποιίας, ‌συρρεύσας ‌κατήγαγεν ‌ἅπαντα ‌ὁμοῦ ‌ἐπί ‌τινα ‌τόπον ‌τῆς ‌ὄχθης, ‌καθ' ‌ὃν ‌ἵδρυτο ‌μοναστήριον ‌εὐαγῶν ‌ἀνδρῶν. ‌ἐθεωρεῖτο ‌δὲ ‌ἐν ‌ὅλαις ‌τρισὶ ‌νυξὶ ‌παρὰ ‌πάντων ‌ὁμοῦ ‌πιστῶν ‌τε ‌καὶ ‌ἀπίστων ‌πρὸς ‌τῷ ‌εὑρημένῳ ‌θαύματι ‌καὶ ‌ἕτερον ‌θαῦμα, ‌θεοῦ ‌καὶ ‌τῆς ‌αὐτῶν ‌ἀληθοῦς ‌καὶ ‌θεαρέστου ‌παραστατικὸν ‌μαρτυρίας. ‌ἐν ‌γὰρ ‌τῷ ‌φέρεσθαι ‌ἐπάνω ‌τοῦ ‌ποταμοῦ ‌τὰ ‌ἅγια ‌ἐκεῖνα ‌λείψανα ‌ἔβλεπον ‌καθύπερθεν ‌ἑνὸς ‌ἑκάστου ‌αὐτῶν ‌ἀστέρα ‌λαμπαδοῦχον ‌ὑσοτίμῳ ‌φωτὶ ‌τὸ ‌ὑποκείμενον ‌καταυγάζοντα. ‌ὃ ‌δὴ ‌καὶ ‌ὁ ‌τοῦ ‌μοναστηρίου ‌ἐκείνου ‌προεστὼς ‌ἐν ‌ταύταις ‌ταῖς ‌νυξὶ ‌κατέναντι ‌τῆς ‌ἑαυτοῦ ‌μονῆς ‌θεώμενος ‌προδήλως, ‌διηπόρει ‌ἐν ‌ἑαυτῷ ‌περὶ ‌τοῦ ‌ὁράματος. ‌ἀπεκάλυψε ‌δὲ ‌αὐτῷ ‌ὁ ‌κύριος ‌διὰ ‌νυκτερινῆς ‌ὄψεως ‌περὶ ‌τῶν ‌ἁγίων ‌καὶ ‌καλλινίκων ‌μαρτύρων, ‌προτρεπόμενος ‌αὐτὸν ‌εὑς ‌συλλογὴν ‌τῶν ‌μακαρίων ‌ἕως ‌τοῦ ‌τόπου ‌σκυλῆναι. ‌ἀναστὰς ‌οὖν ‌ἕωθεν ‌συμπαραλαμβάνει ‌μεθ' ‌ἑαυτοῦ ‌τοὺς ‌ὑπ' ‌αὐτὸν ‌θιασώτας, ‌καὶ ‌γενόμενος ‌παρὰ ‌τὸ ‌χεῖλος ‌τοῦ ‌ποταμοῦ, ‌ἀνείλετο ‌μετὰ ‌φόβου ‌καὶ ‌χαρᾶς ‌τοὺς ‌ἐκ ‌ποταμίου ‌βυθοῦ ‌χορηγηθέντας ‌αὐτῷ ‌θεοπαρόχους ‌μαργαρίτας ‌καὶ ‌πρὸς ‌τὸ ‌ἴδιον ‌συγκομίσας ‌μοναστήριον ‌κατέθη<κεν> ‌ἐν ‌διαφόροις ‌λάρναξιν. ‌ἔνθα ‌οἱ ‌μετὰ ‌πίστεως ‌προσιόντες ‌παντοίας ‌
[p. ‌36]ὑάσεως ‌νοσημάτων ‌δαψιλῶς ‌τυγχάνουσιν ‌εὑς ‌δόξαν ‌Χριστοῦ ‌τοῦ ‌ἀληθινοῦ ‌θεοῦ ‌ἡμῶν. ‌

19.  ‌ἀλλ' ‌ὦ ‌νεοφανεῖς ‌Χριστοῦ ‌ἀθλοφόροι ‌καὶ ‌τῆς ‌ἡμετέρας ‌γενεᾶς ‌ἀειλαμπεῖς ‌φωστῆρες, ‌ὦ ‌θεία ‌καὶ ‌ἐκλεκτὴ ‌χορεία ‌ἡ ‌ἐκ ‌διαφόρων ‌πατριῶν ‌ἐσχηκυῖα ‌τὴν ‌γένεσιν ‌καὶ ‌πρὸς ‌μίαν ‌μητρόπολιν, ‌τὴν ‌ἄνω ‌`Ιερουσαλήμ, ‌διὰ ‌μαρτυρίου ‌ὁμαδισθεῖσα, ‌ὦ ‌ἄνδρες ‌τέλειοι ‌τελείῳ ‌ἀριθμῷ ‌ἐτῶν ‌τοῖς ‌θλιβεροῖς ‌ὡς ‌ἠγαπημένοι ‌παιδευθέντες ‌καὶ ‌τῷ ‌αὐτῷ ‌ἀριθμῷ ‌θυσία ‌λογικὴ ‌καὶ ‌θεῖον ‌ὁλοκάρπωμα ‌θεῷ ‌τῇ ‌τριάδι ‌προσενεχθέντες, ‌ὦ ‌στρατηγοὶ ‌καὶ ‌πρόμαχοι, ‌σατράπαι ‌τε ‌καὶ ‌τοπάρχαι ‌τῆς ‌ἐκ ‌θεοῦ ‌ἐστεμμένης ‌`Ρωμαίων ‌βασιλείας, ‌ὦ ‌πύργοι ‌καὶ ‌χάρακες ‌τῆς ‌καθ' ‌ἡμᾶς ‌ὄντως ‌χριστιανικωτάτης ‌καὶ ‌βασιλίδος ‌πόλεως, ‌ὦ ‌δεκὰς ‌τετράριθμε ‌δυάδι ‌συνημμένη ‌καὶ ‌τριάδι ‌τῇ ‌ἁγίᾳ ‌διηνεκῶς ‌καταλαμπομένη, ‌ὦ ‌προστάται ‌τῶν ‌ἐν ‌κινδύνοις ‌θερμότατοι ‌καὶ ‌`ρύσται ‌τῶν ‌ἐν ‌αὑχμαλωσίᾳ ‌πιεζομένων ‌ἀλκιμώτατοι, ‌ὢ ‌φάλαγξ ‌χριστώνυμε ‌καὶ ‌ὁπλῖται ‌τρισόλβιοι ‌μονάδος ‌τρισσοφαοῦς·; ‌μέμνησθε ‌τοῦ ‌τῶν ‌Χριστιανῶν ‌γένους, ‌τῷ ‌θρόνῳ ‌τῆς ‌ὑπερθέου ‌δόξης ‌μαρτυρικῶς ‌παριστάμενοι·; ‌νίκας ‌τῷ ‌φιλοχρίστῳ ‌καὶ ‌ὀρθοδόξῳ ‌ἡμῶν ‌βασιλεῖ ‌κατὰ ‌βαρβάρων ‌'Ισμαηλιτῶν ταῖς ‌πρὸς ‌Χριστὸν ‌μεσιτείαις ‌ἡμῶν ‌βραβεύσατε·; ‌τοὺς ‌ἐκ ‌τῆς ‌῎Αγαρ ‌ἐχθροὺς ‌καταβάλλετε·; ‌τὴν ‌πολιτείαν ‌`Ρωμαίων ‌φρουρήσατε·; ‌τὰς ‌ἐκκλησίας ‌Χριστοῦ ‌εὑρηνεύσατε·; ‌τὴν ‌ὀρθόδοξον ‌πίστιν ‌κρατύνατε·; ‌τῆς ‌νηστείας ‌τὸν ‌δρόμον ‌εὐθύνατε·; ‌τῷ ‌μικρῷ ‌ὑμνοπόλῳ ‌ὑμῶν ‌καὶ ‌ἀφανείᾳ ‌τετιμημένῳ ‌χάριν ‌γνώσεως ‌καὶ ‌ἀπαθείας ‌δωρήσασθε·; ‌καὶ ‌τοὺς ‌πιστῶς ‌ἐκτελοῦντας ‌ὑμῶν ‌τὴν ‌τῆς ‌ἀθλήσεως ‌φωτοφόρον ‌καὶ ‌ἱερὰν ‌μνήμην ‌ἀπὸ ‌παντοίων ‌δεινῶν ‌ἐκλυτρώσασθε, ‌ὡς ‌ἂν ‌εὐσεβῶς ‌τε ‌καὶ ‌γαληνῶς ‌ἐν ‌Χριστῷ ‌ζήσαντες ‌τύχοιμεν ‌τῆς ‌μερίδος ‌τῶν ‌δικαίων ‌ἐν ‌τῇ ‌βασιλείᾳ ‌τῶν ‌οὐρανῶν. ‌ἧς ‌γένοιτο ‌πάντας ‌ἡμᾶς ‌ἐπιτυχεῖν ‌χάριτι ‌καὶ ‌φιλανθρωπίᾳ ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ, ‌δι' ‌οὗ ‌καὶ ‌μεθ' ‌οὗ ‌τῷ ‌πατρὶ ‌ἅμα ‌τῷ ‌ἁγίῳ ‌πνεύματι ‌πρέπει ‌πᾶσα ‌δόξα, ‌κράτος, ‌τιμὴ ‌καὶ ‌προσκύνησις ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν. ‌ ‌

**********************************************************