Saint: PETER THE PATRIKIOS
Edition: SynaxCP 791-94 with inserts from PG 117:517 AB
[col. 791 l. 35]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου πατρικίου γενομένου, τοῦ ἐν τοῖς Εὐάνδρου.
[insert from Men. Basil. PG 117: 517A:
... ὑπῆρχεν ἐκ τῆς Κωνσταντινουπόλεως ... end insert]
οὗτος ἦν ἐν τοῖς χρόνοις Εὑρήνης τῆς
[col. 792 l. 4] εὐσεβεστάτης Αὐγούστης καὶ Κωνσταντίνου τοῦ ταύτης υἱοῦ, γεννητόρων τυχὼν μεγάλων καὶ ἐνδόξων. πατρίκιος γὰρ ἦν ὁ τοῦδε πατὴρ καὶ στρατηγός, Κωνσταντῖνος καλούμενος.
[insert from Men. Basil. PG 117: 517A:
... ὑφ' οὗ καὶ πᾶσαν γραφὴν ἐδιδάχθη `Ελληνικήν τε καὶ χριστιανικήν ... end insert]
οὗτος οὖν ὁ μακάριος Πέτρος ἐξ ἁπαλῶν ὀνύχων τῇ τῶν γραμμάτων προσφοιτήσας σχολῇ καὶ τὰ κάλλιστα γραμματικῆς καὶ φιλοσοφίας συλλεξάμενος παρ' ἑαυτῷ τέθεικεν·; εἶτα γυναικὶ ζευχθεὶς τιμᾶται πατρίκιος καὶ δομέστικος τῶν σχολῶν, τοῦ πατρὸς αὐτοῦ τὸν βίον ἀπολιπόντος. Νικηφόρος δὲ τῆς βασιλείας δραξάμενος, δομέστικον αὐτὸν τῶν ἱκανάτων προεστήσατο, ὅθεν καὶ ἐν Βουλγαρίᾳ τοῦτον ἠγάγετο. τοῦ δὲ πολέμου συρραγέντος, τὰ μὲν πρῶτα ἀνὰ κράτος οἱ `Ρωμαῖοι τοὺς Βουλγάρους νικῶσι,
[insert from Men. Basil. PG 117: 517A:
μετὰ τὴν σφαγὴν αὐτοῦ καὶ τὴν φυγὴν τοῦ υἱοῦ αὐτοῦ Σταυρακίου ...
end insert]
τὰ δὲ μετὰ ταῦτα καλὸν παραδραμεῖν·; τοῦ γὰρ μακαρίου μετὰ τῶν πεντήκοντα ἀρχόντων κρατηθέντος καὶ καθειρχθέντος πρὸς τὸ τιμωρηθῆναι, νύκτωρ ἐπιφανεὶς αὐτοῖς ὁ ἅγιος 'Ιωάννης, ὁ ἐπὶ τὸ στῆθος τοῦ Χριστοῦ ἀναπεσών, ἐλυτρώσατο τῶν δεσμῶν μέχρι τῆς `Ρωμαίων ἐξαγαγὼν γῆς. ὁ δὲ μακάριος οὗτος τὰ πάντα σκύβαλα ἡγησάμενος πρὸς τὸ ὄρος ἀνέδραμε τοῦ 'Ολύμπου·; καὶ τὸν ἀγγελικὸν βίον ὑποδύς, ἅμα τῷ μεγάλῳ 'Ιωαννικίῳ πᾶσαν ἀρετὴν ἐξήσκησεν. Πληρώσας δὲ ἐκεῖσε χρόνους τριάκοντα τέσσαρας,
insert from Men. Basil. PG 117: 517B:
... μετὰ τὴν κοίμησιν ἐκείνου ... end insert]
κατέλαβε τὴν βασιλεύουσαν·; εἶτα ἐν τῷ παρ' αὐτοῦ δομηθέντι ναῷ τῷ Εὐάνδρου γενόμενος, ἐπεὶ καὶ ἡ γυνὴ αὐτοῦ τὸν βίον ἀπέλιπε καὶ ὁ υἱός, αὐτὸς πόρρωθεν καλύβην πηξάμενος ἐν αὐτῇ διήρκεσε χρόνους ὀκτώ, τρύχινα [lege: τρίχινα?] φορῶν καὶ σκέπων τὸ σῶμα, τοὺς πόδας δὲ παρ' ὅλον τὸν τῆς ἀσκήσεως χρόνον μὴ ὑποδησάμενος, νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ τῇ λοιπῇ ἐγκρατείᾳ ἑαυτὸν ἐκτήκων. οὕτως οὖν καλῶς καὶ θεαρέστως πολιτευσάμενος
[insert from Men. Basil. PG 117: 521B
... καὶ πολλὰ θαύματα ποιήσας ... end insert]
ἀνεπαύσατο
[col. 793 l. 1] ἐν κυρίῳ, τὸ μὲν πνεῦμα αὐτοῦ εὑς χεῖρας θεοῦ παραθέμενος, τὸ δὲ τίμιον σῶμα ἐνταῦθα καταλελοιπώς, ὅπερ παντοῖα πάθη ὑᾶται καὶ ἅπαν
[col. 794 l. 1] νόσημα δραπετεύειν παρασκευάζει. λέγεται δὲ φορεῖν αὐτὸν ἀ<ν>δρότατον ψιάθιον ἔνδοθεν τοῦ τρυχίνου [lege: τριχίνου?], μεθ' οὗ καὶ συνετάφη.
**********************************************************