Saint: SERGIOS NIKETIATES
Edition: ‌SynaxCP ‌777-778 ‌

[col. ‌777 ‌l. ‌5] 

‌ ‌ ‌ ‌ ‌τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌μνήμη ‌τοῦ ‌ἁγίου ‌καὶ ‌δικαίου ‌καὶ ‌μακαρίου ‌Σεργίου ‌μαγίστρου, ‌τοῦ ‌συστησαμένου ‌τὴν ‌μονὴν ‌τῆς ‌ὑπεραγίας ‌Θεοτόκου ‌τὴν ‌οὕτως ‌ἐπονομαζομένην ‌τοῦ ‌Νικητιάτου, ‌τὴν ‌ἐν ‌τῷ ‌κόλπῳ ‌τῆς ‌Νικομηδείας ‌μεταξὺ ‌τῶν ‌δύο ‌ἐμπορίων ‌Καλοῦ ‌'Αγροῦ ‌καὶ ‌Δόρκωνος ‌κειμένην. ‌οὗτος ‌ἦν ‌ἐκ ‌τῆς ‌Παφλαγόνων ‌χώρας ‌ἀπὸ ‌χωρίου ‌λεγομένου ‌Νικήτια, ‌ἔγγιστα ‌πόλεως ‌'Αμάστριδος·; ‌διὸ ‌καὶ ‌τὴν ‌ἐπωνυμίαν ‌ἡ ‌αὐτοῦ ‌μονὴ ‌ἔλαχεν. ‌ὁ ‌δὲ ‌τοιοῦτος ‌ἀνὴρ ‌ἀγαθὸς ‌ὢν ‌καὶ ‌ἀγαθῶν ‌γεννητόρων ‌υἱός, ‌ἔσχε ‌καὶ ‌ ‌συγγενεῖς ‌Θεοδώραν ‌τὴν ‌ἀοίδιμον ‌βασίλισσαν ‌καὶ ‌τὸν ‌ταύτης ‌υἱὸν ‌Μιχαὴλ ‌τὸν ‌βασιλέα·; ‌
[col. ‌778 ‌l. ‌1] ‌ὃς ‌καὶ ‌ζηλωτὴς ‌διάπυρος ‌τῆς ‌ὀρθοδόξου ‌πίστεως γέγονε ‌καὶ ‌πολλὰ ‌ἠγωνίσατο ‌εὑς ‌τὸ ‌τὴν ‌ὀρθοδοξίαν ‌γενέσθαι ‌τῶν ‌ἁγίων ‌καὶ ‌σεπτῶν ‌εὑκόνων. ‌τοῦ ‌δὲ ‌`Ρωμα�κοῦ ‌στόλου ‌κατελθόντος ‌τῷ ‌τότε ‌χρόνῳ ‌τῇ ‌Κρήτῃ, ‌αὐτὸς ‌ἀπεστάλη ‌παρὰ ‌Μιχαὴλ ‌τοῦ ‌βασιλέως ‌καὶ ‌πάσης ‌τῆς ‌συγκλήτου, ‌μόλις ‌εὑς ‌τοῦτο ‌αὐτὸν ‌πεισάντων, ‌ἐξάρχειν ‌καὶ ‌κυριεύειν ‌παντὸς ‌τοῦ ‌στρατοπέδου ‌δι' ‌εὐφυιΐαν ‌καὶ ‌τὸ ‌ἱκανὸν ‌εἶναι ‌τῶν ‌`ρωμα�κῶν ‌πραγμάτων ‌προΐστασθαι. ‌ἐκεῖ ‌δὲ ‌αὐτοῦ ‌ἀπελθόντος ‌καὶ ‌κοιμηθέντος, ‌τότε ‌μὲν ‌κατετέθη ‌τὸ ‌ἱερὸν ‌αὐτοῦ ‌λείψανον ‌ἐν ‌τῇ ‌κατὰ ‌τὴν ‌Κρήτην ‌μονῇ, ‌τῇ ‌μέχρι ‌τοῦ ‌νῦν ‌ἐπονομαζομένῃ ‌τοῦ ‌Μαγίστρου·; ‌ὕστερον ‌δὲ ‌ἀνεκομίσθη ‌καὶ ‌ἐτέθη ‌ἐν ‌τῇ ‌παρ' ‌αὐτοῦ ‌οὑκοδομηθείσῃ ‌μονῇ ‌κατὰ ‌τὸν ‌κόλπον ‌τῆς ‌Νικομηδείας.

**********************************************************