Saint: ELIAS THE YOUNGER
Edition: ‌G. ‌Rossi ‌Taibbi, ‌Vita ‌di ‌nt' ‌Elia ‌il ‌Giovane
(Palermo, ‌1962).


[p. ‌2]
βίος ‌καὶ ‌πολιτεία ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌'Ηλίου ‌τοῦ ‌νέου.
εὐλόγησον, ‌πάτερ.

1. ‌ τῶν ‌τῆς ‌ἀρετῆς ‌ἀθλητῶν ‌καὶ ‌τῶν ‌τῆς ‌εὐσεβείας ‌ἀγωνιστῶν ‌τοὺς ‌ἀγῶνας ‌καὶ ‌τὰ ‌κατορθώματα ‌ἀγαθὸν ‌καὶ ‌δίκαιον ‌καὶ ‌πρέπον ‌καὶ ‌ταῖς ‌διὰ ‌λόγων ‌γεραίρειν ‌καὶ ‌δημοσιεύειν ‌τιμαῖς ‌καὶ ‌θεοπρεπέσι ‌καὶ ‌πανδήμοις ‌πανηγύρεσι ‌μακαρίζειν. ‌ἔστι ‌γὰρ ‌τὸ ‌τοιούτων ‌ἀγώνισμα ‌τῷ ‌μὲν ‌λέγοντι ‌μέγιστον ‌ὠφελείας ‌κέρδος ‌τὸ ‌κἀκεῖνα ‌μόνον ‌μνημονεύειν, ‌ψυχῆς ‌τε ‌ἁγιασμὸς ‌καὶ ‌λογισμῶν ‌ἐπανόρθωσις·; ‌τοῖς ‌δὲ ‌συνειλεγμένοις ‌πρὸς ‌ἀρετὴν ‌παράκλησις. ‌οὐδὲ ‌γὰρ ‌δίκαιον ‌ἀσεβῶν ‌μὲν ‌βίους ‌γράφεσθαι, ‌τῶν ‌δὲ ‌ἐν ‌ἀσκήσει ‌καὶ ‌σεμνῇ ‌πολιτείᾳ ‌τὸν ‌βίον ‌διηνυκότων ‌σιγῇ ‌κατακρύπτεσθαι, ‌καὶ ‌τὰ ‌μνήμης ‌καὶ ‌θαύματος ‌ἅξια ‌καὶ ‌ὠφελείας ‌ἀνάμεστα ‌παρευημερεῖσθαι ‌καὶ ‌καταλιμπάνεσθαι ‌διὰ ‌`ραθυμίαν ‌ἀγέραστα. ‌διὸ ‌κἀγώ, ‌προτραπεὶς ‌παρ' ‌ὑμῶν ‌τοῦ ‌πανευφήμου ‌πατρὸς ‌ἡμῶν ‌καὶ ‌νέου ‌'Ηλία ‌τὸν ‌λαμπρότατον ‌ἀνατάξασθαι ‌βίον, ‌πρῶτον ‌μὲν ‌ὤκνουν ‌τὸν ‌λόγον, ‌ὡς ‌ἀνίπτοις ‌χερσί ‌(τὸ ‌δὲ ‌[lege: ‌δὴ] ‌λεγόμενον) ‌τῶν ‌ἀψαύστων ‌κατατολμῶν·; ‌ὅ ‌περὶ ‌ἐμαυτοῦ ‌
[p. ‌4]ἐπεσκεψάμην, ‌<πρὶν> ‌κἂν ‌ποσῶς ‌ἐπὶ ‌τὸ ‌τοιοῦτον ‌ἔρχεσθαι ‌καὶ ‌λαλεῖν ‌τοῦ ‌θεοῦ ‌τὰ ‌παράδοξα ‌θαύματα. ‌(αὐτοῦ ‌γὰρ ‌ἐστι ‌ταῦτα ‌τῷ ‌ὄντι, ‌κἂν ‌διὰ ‌τῶν ‌αὐτοῦ ‌θεραπόντων ‌τελεῖται ‌κατὰ ‌τὸ ‌μέτρον ‌ἑκάστου ‌τῆς ‌ἀρετῆς). ‌ἔπειτα ‌δὲ ‌καὶ ‌<τὸ> ‌περιττὸν ‌ἡγούμην ‌τῆσδε ‌τῆς ‌πραγματείας, ‌ἡμῶν ‌ταύτην ‌διεξελθό<ν>των, ‌εὑ ‌καὶ ‌διὰ ‌τὸ ‌τῆς ‌φράσεως ‌ἀκαλλὲς ‌πρὸς ‌πολλῶν ‌ἀποδοκιμασθῇ. ‌πλὴν ‌ὁρῶν ‌τὸν ‌ἐπηρτημένον ‌κίνδυνον ‌τῷ ‌κατακρύψαντι ‌δούλῳ ‌τὸ ‌δεσποτικὸν ‌τάλαντον ‌ἐν ‌τῇ ‌γῇ ‌καὶ ‌ἀπραγμάτευτον ‌καταλείψαντι, ‌τὰ ‌πάντα ‌παρείς, ‌ἐπὶ ‌τὴν ‌διήγησιν ‌ἥκω, ‌φέρων ‌ὑμῖν ‌καρποὺς ‌ἀγαθῶν ‌ἔργων ‌ὑπὸ ‌θαυμαστοῦ ‌γεωργοῦ, ‌ἄνω ‌βλέποντος ‌καὶ ‌τὸν ‌καρποδότην ‌ἐπικαλουμένου·; ‌λέγω ‌δὴ ‌τοῦ ‌νῦν ‌ἡμῖν ‌εὑς ‌εὐφημίαν ‌προκειμένου ‌εὐεργετοῦντος ‌πνευματικοῦ ‌πατρός.

2. ‌ ὑμεῖς ‌δέ, ‌ὁ ‌τοῦ ‌θεοῦ ‌λαός, ‌τὸ ‌ἅγιον ‌ἔθνος, ‌τὸ ‌βασίλειον ‌ἱεράτευμα, ‌ὅσοι ‌τε ‌ἀστικοὶ ‌καὶ ‌ὅσοι ‌ἐγχώριοι, ‌ὅσοι ‌τοῦτον ‌ὀφθαλμοῖς ‌ἑωράκατε ‌καὶ ‌ὅσοι ‌ἀκοῇ ‌παρειλήφατε, ‌δέξασθε ‌τὸν ‌περὶ ‌ἐκείνου ‌λόγον, ‌καὶ ‌μηδεὶς ‌ἀπιστείτω ‌τοῖς ‌εὑρημένοις·; ‌καὶ ‌οἱ ‌μὲν ‌εὑδότες ‌ἡδέως ‌γένησθε, ‌οἱ ‌δ' ‌ἀγνοοῦντες ‌θαυμάσατε ‌τὴν ‌τοῦ ‌ἀνδρὸς ‌ἀρετήν. ‌καὶ ‌οἶδα ‌ὅτι ‌μετὰ ‌τὸ ‌θαυμάσαι ‌θελήσετε ‌ζηλῶσαι ‌τὴν ‌ἐκείνου ‌πρόθεσιν. ‌ἔστι ‌γὰρ ‌ὡς ‌ἀληθῶς ‌θαυμαστή ‌τις ‌ὁδὸς ‌καὶ ‌σωτήριος, ‌πρὸς ‌οὐρανὸν ‌ἀνάγουσα ‌τοὺς ‌ἀκλινῶς ‌αὐτὴν ‌αἱρουμένους, ‌ὁ ‌τοῦ ‌μεγάλου ‌τούτου ‌βίος ‌ἀσκητοῦ·; ‌οὗ ‌ταῖς ‌πρεσβείαις ‌θαρρῶν, ‌ἄρξομαι ‌τῆς ‌διηγήσεως ‌λέγων ‌ὧδε.

3. ‌ ὁ ‌πανάγαστος ‌οὗτος ‌καὶ ‌οὐρανοπολίτης ‌πατὴρ ‌ἡμῶν ‌'Ηλίας, ‌ὁ ‌τῷ ‌κόσμῳ ‌λάμψας ‌τοῖς ‌θαύμασι ‌καὶ ‌ταῖς ‌ἀρεταῖς ‌
[p. ‌6]φωτίζων ‌ἡμῶν ‌τὰ ‌κατὰ ‌θεὸν ‌διαβήματα, ‌ὁ ‌ἀκριβὴς ‌τῶν ‌μοναζόντων ‌κανών, ‌ὁ ‌τῶν ‌πάλαι ‌μεγίστων ‌καὶ ‌σημειοφόρων ‌πατέρων ‌ἐφάμιλλος, ‌ὁ ‌ἐπίγειος ‌ἄγγελος ‌καὶ ‌οὐράνιος ‌ἄνθρωπος, ‌ἦν ‌μὲν ‌τῷ ‌γένει ‌Σικελιώτης, ‌ἐκ ‌πόλεως ‌ὁρμώμενος ‌λεγομένης ‌῎Εννη, ‌γονέων ‌δὲ ‌περιφανῶν ‌καὶ ‌θεοφιλῶν ‌καὶ ‌ἐξ ‌εὐαγοῦς ‌καταγομένων ‌γένους, ‌τῶν ‌`Ραχιτῶν ‌υἱός·; ‌ὃν ‌τεχθέντα ‌ἡ ‌μήτηρ ‌'Ιωάννην ‌ὠνόμασεν, ‌ἵνα ‌καὶ ‌ἐν ‌τούτῳ ‌δειχθῇ ‌ὅτι, ‌ὥσπερ ‌ἐγένετο ‌τῷ ‌Προδρόμῳ ‌ὁμώνυμος ‌καὶ ‌χάριτος ‌μεγίστης ‌ἐκ ‌βρέφους ‌κατηξιώθη, ‌οὕτως ‌γένηται ‌καὶ ‌'Ηλίᾳ ‌τῷ ‌Θεσβίτῃ ‌σύνδρομος ‌καὶ ‌τῆς ‌τούτου ‌συμμέτοχος ‌χάριτος.

 τῆς ‌δὲ ‌εὑρημένης ‌πόλεως ‌τοῦ ‌῎Εννη ‌ὑπὸ ‌τῶν ‌Καρχηδονίων ‌πορθεῖσθαι ‌μελλούσης ‌Σαρακηνῶν, ‌οἱ ‌τούτου ‌γονεῖς ‌λαβόντες ‌αὐτόν ‌τε ‌καὶ ‌ὀλίγα ‌τῶν ‌αὐτοῖς ‌ὑπαρχόντων ‌μεθ' ‌ἑαυτῶν, ‌τὸ ‌τῆς ‌`Αγίας ‌Μαρίας ‌καταλαμβάνουσι ‌κάστρον. ‌κἀκεῖσε ‌διαγόντων ‌αὐτῶν, ‌ἤδη ‌δὲ ‌καὶ ‌τοῦ ‌παιδὸς ‌ὀκταέτους ‌γενομένου, ‌ἔχαιρον ‌ἐπὶ ‌τῇ ‌ἀνακωχῇ ‌κακῶν ‌καὶ ‌τῇ ‌κατὰ ‌θεὸν ‌προκοπῇ ‌τοῦ ‌υἱοῦ·; ‌ἐφανέρου ‌γὰρ ‌ὁ ‌κύριος ‌αὐτῷ ‌τῶν ‌γενησομένων ‌τὴν ‌ἔκβασιν ‌καὶ ‌βλέπειν ‌χάριν ‌ἐδίδου ‌τὰ ‌μακράν, ‌ὡς ‌πάλαι ‌τῷ ‌Σαμουήλ, ‌προγνοὺς ‌ἐκ ‌μήτρας ‌αὐτὸν ‌καὶ ‌ἁγιάσας ‌ἐκ ‌βρέφους, ‌`Ιερεμίαν ‌ὡς ‌ὕστερον.

4. ‌ τούτῳ ‌ποτὲ ‌νύκτωρ ‌καθεύδοντι ‌θεία ‌τις ‌ὀπτασία ‌φαίνεται ‌λέγουσα·; ‌<<'Ιωάννη, ‌δεῖ ‌σε ‌αὑχμάλωτον ‌καταλαμβάνειν ‌τὴν ‌'Αφρικὴν ‌καὶ ‌οὑκέτην ‌γενέσθαι ‌καὶ ‌πολλοὺς ‌τῶν ‌ἀστηρίκτων ‌ἐν ‌ἐκείνῃ ‌τῇ ‌χώρᾳ ‌καθοδηγῆσαι ‌πρὸς ‌τὴν ‌ἀλήθειαν.>> ‌ταῦτα ‌τοῖς ‌γονεῦσιν ‌ἀφηγησάμενος, ‌ἔμενε ‌μηδόλως ‌συγχωρούμενος ‌παρ' ‌αὐτῶν ‌κἂν ‌ἐξελθεῖν ‌ἔξω ‌μικρόν ‌τι ‌τοῦ ‌ἄστεως.
[p. ‌8]δωδεκαετοῦς ‌δὲ ‌γενομένου ‌αὐτοῦ ‌καὶ ‌πλείονος ‌μᾶλλον ‌μετασχόντος ‌χαρίσματος, ‌ἤρξατο ‌καὶ ‌τὰς ‌εὐχὰς ‌ἐκτεταμένως ‌ἐπιτελεῖν, ‌ἀκούσας ‌τοῦ ‌ἀποστόλου ‌λέγοντος·; ‌"ἀδιαλείπτως ‌προσεύχεσθε." ‌ηὔχετο ‌δὲ ‌πρὸ ‌ὕπνου ‌καὶ ‌μεθ' ‌ὕπνον ‌καί, ‌ταῖς ‌γραφαῖς ‌προσέχων ‌καὶ ‌συχνῶς ‌ἀνελίττων ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌τὰ ‌ἐν ‌αὐταῖς, ‌ἔσπευδεν ‌ἑαυτὸν ‌παραστήσειν ‌ἄξιον ‌τῷ ‌καλέσαντι. ‌μεμνημένος ‌δὲ ‌τῆς ‌αὐτῷ ‌περὶ ‌τῆς ‌αὑχμαλωσίας ‌φανείσης ‌ὀπτασίας, ‌ἐκτενέστερον ‌προσευχόμενος ‌ἔλεγεν·; ‌<<κύριε ‌'Ιησοῦ ‌Χριστέ, ‌ὁ ‌τῶν ‌φοβουμένων ‌σε ‌τὸ ‌θέλημα ‌ποιῶν ‌καὶ ‌τῆς ‌δεήσεως ‌αὐτῶν ‌εὑσακούων, ‌ἐπειδὴ ‌οὕτως ‌ἔδοξε ‌τῇ ‌σῇ ‌ἀγαθότητι, ‌εὑς ‌ἀγαθόν ‌με ‌δεσπότην ‌παράπεμψον.>>

5. ‌ τῇ ‌οὖν ‌ἐλλάμψει ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌ἐμφορούμενος, ‌ὁ ‌θεοφόρος ‌παῖς ‌ἤρξατο ‌λέγειν ‌τὰ ‌συμβησόμενα ‌κἀκείνῳ ‌τῷ ‌κάστρῳ·; ‌εὑρήκει ‌γὰρ ‌ὅτι ‌μετὰ ‌τρεῖς ‌ἡμέρας ‌ἐφορμᾶν ‌οἱ ‌πολέμιοι ‌τοῖς ‌ἐνταῦθα ‌καὶ ‌σφαγὴν ἀνδρῶν ‌ποιεῖν ‌ἱκανῶν, ‌ἐξ ‌ὀνόματος ‌εὑπὼν ‌καὶ ‌τοὺς ‌μέλλοντας ‌ἀναιρεῖσθαι. ‌ὡς ‌οὖν ‌συνήχθη ‌πᾶς ‌ὁ ‌λαὸς ‌πρὸς ‌αὐτὸν ‌καὶ ‌ἠξίουν ‌ἀκοῦσαι ‌παρ' ‌αὐτοῦ ‌λόγον, ‌αὐτὸς ‌ἀνοίξας ‌τὸ ‌θεόπνευστον ‌στόμα ‌ἐδίδασκεν ‌αὐτοὺς ‌μετανοεῖν, ‌ἀπέχεσθαι ‌τῶν ‌πονηρῶν ‌ἔργων, ‌διώκειν ‌βίον ‌ἐνάρετον, ‌ἀγάπην ‌ἀνυπόκριτον ‌καί, ‌ὡς ‌εἶπεν ‌ὁ ‌ἀπόστολος, ‌τὸν ‌ἁγιασμόν, ‌οὗ ‌χωρὶς ‌οὐδεὶς ‌ὄψεται ‌τὸν ‌κύριον, ‌ὡς ‌εὑδότες ‌ὅτι ‌"πᾶν ‌δένδρον ‌μὴ ‌ποιοῦν ‌καλὸν ‌καρπὸν ‌ἐκκόπτεται ‌καὶ ‌εὑς ‌πῦρ ‌βάλλεται." ‌ ‌ταῦτα ‌διδάσκοντος ‌αὐτοῦ, ‌οἱ ‌φιλόκαλοι ‌πάντες ‌ἕχαιρον·; ‌ἑώρων ‌γὰρ ‌ἐν ‌παιδικῇ ‌ἡλικίᾳ ‌γηραιὸν ‌φρόνημα·; ‌καὶ ‌οἱ ‌μὲν ‌ὡς ‌προφήτῃ ‌προσεῖχον, ‌οἱ ‌δὲ ‌ὡς ‌ὑπ' ‌ἀγγέλων ‌μεμυσταγωγημένῳ ‌ἐθαύμαζον·; ‌τῶν ‌δὲ ‌προρρήσεων ‌πληρουμένων, ‌οἱ ‌νήπιοι ‌ταῖς ‌φρεσὶ ‌καὶ ‌ὅσον ‌ἄσημον ‌τοῦ ‌λαοῦ, ‌μὴ ‌συνιέντες ‌τὴν ‌ἐνοικοῦσαν ‌ἐν ‌αὐτῷ ‌χάριν ‌τοῦ ‌πνεύματος, ‌μάντιν ‌ἀπεκάλουν ‌αὐτὸν ‌καὶ ‌κακῶν ‌μηνυτήν.

[p. ‌10]
6. ὡς ‌οὖν ‌πάλιν ‌ἔμελλον ‌οἱ ‌Σαρακηνοὶ ‌ἐφεδρεύειν, ‌προέγνω ‌διὰ ‌τοῦ ‌πνεύματος ‌καὶ ‌παρήγγελλε ‌τῷ ‌λαῷ ‌φυλάττειν ‌ἑαυτοὺς ‌ἀσφαλῶς, ‌προμηνύσας ‌ἀριδήλως ‌καὶ ‌τὴν ‌γενησομένην ‌ἐπαγωγήν. ‌τῶν ‌οὖν ‌γονέων ‌αὐτοῦ ‌εἴς ‌τινα ‌κώμην ‌ἐξελθόντων, ‌χρείας ‌καταλαβούσης, ‌αὐτὸς ‌ἔμεινε ‌μόνος ‌ἐν ‌τῇ ‌οὑκίᾳ·; ‌ἐν ‌μιᾷ ‌δὲ ‌τῶν ‌ἡμερῶν ‌ἐλθόντες ‌τινὲς ‌πρὸς ‌αὐτὸν ‌τῶν ‌ὁμηλίκων ‌παρεβιάσαντο ‌αὐτὸν ‌συνεξιέναι ‌αὐτοῖς ‌μικρὸν ‌ἔξω ‌τοῦ ‌ἄστεως. ‌ὡς ‌οὖν ‌ἐξῆλθον ‌καὶ ‌προέβησαν ‌ἱκανόν, ‌ἐξαίφνης ‌αὐτοῖς ‌ἐπιδραμόντες ‌Σαρακηνοὶ ‌πάντας ‌αὐτοὺς ‌ἐχειρώσαντο·; ‌ἑαλωκὼς ‌δὲ ‌σὺν ‌τοῖς ‌λοιποῖς ‌καὶ ‌ὁ ‌τοῦ ‌θεοῦ ‌παῖς ‌οὗτος ‌ἐπὶ ‌τὴν ‌ναῦν ‌εἵλκετο ‌καὶ ‌συνεχῶς ‌ἐδάκρυεν, ‌ἀναμιμνησκόμενος ‌τοῦ ‌γεγονότος ‌πρὸς ‌αὐτὸν ‌ἐκ ‌θείας ‌δυνάμεως ‌`ρήματος ‌ὅτι, ‌<<δεῖ ‌σε ‌εὑς ‌'Αφρικὴν ‌ἀχθῆναι ‌αὑχμάλωτον.>> ‌θεοῦ ‌δὲ ‌προνοίᾳ ‌τοῦ ‌πάντα ‌δυσχερῆ ‌`ρᾷστα ‌ποιοῦντος, ‌ἠγοράσθη ‌παρά ‌τινος ‌Χριστιανοῦ ‌ὄντος ‌ἐξ ‌ἐκείνων ‌τῶν ‌μερῶν.

7. ‌ ὡς ‌δὲ ‌ἀνήχθησαν ‌ἐκεῖθεν ‌καὶ ‌ἀπήρξαντο ‌τοῦ ‌πλοός, ‌ἐθρήνει ‌ὁ ‌παῖς ‌τὴν ‌στέρησιν ‌τῶν ‌γονέων ‌πικρῶς·; ‌καὶ ‌ἀπὸ ‌τῆς ‌πολλῆς ‌ἀθυμίας ‌ἀφύπνωσεν ‌καὶ ‌βλέπει ‌κατ' ‌ὄναρ ‌τινὰ ‌λευκοφόρον ‌ἱππότην ‌ἐπιστάντα ‌αὐτῷ ‌καὶ ‌εἱπόντα·; ‌<< ‌ὦ ‌παῖ, ‌τί ‌οὕτως ‌ὀλυφύρει ‌πικρῶς ‌δυσανασχετῶν;>> ‌ὁ ‌δέ ‌<<πῶς>> ‌φησί ‌<<μὴ ‌θρηνήσω, ‌ἐν ‌ἀδαεῖ ‌τῇ ‌ἡλικίᾳ ‌τῶν ‌ἐμῶν ‌χωρισθεὶς ‌γεννητόρων;>> ‌καὶ ‌ὅς·; ‌<<μηδόλως ‌περὶ ‌τούτου ‌σκυθρώπαζε·; ‌σήμερον ‌γάρ ‌σε ‌κύριος ‌ὁ ‌θεὸς ‌ἐπιστρέφει ‌πρὸς ‌τοὺς ‌γονεῖς ‌σου ‌καὶ ‌σὺν ‌σοὶ ‌καὶ ‌τοὺς ‌μετὰ ‌σοῦ ‌πάντας.>> ‌(ἦσαν ‌γὰρ ‌τὸν ‌ἀριθμὸν ‌εἴκοσι ‌καὶ ‌διακόσιοι.) ‌ὁ ‌δὲ ‌πρὸς ‌τὸν ‌ὀφθέντα ‌φησί·; ‌<<κύριε, ‌τίς ‌εἶ ‌ὁ ‌τοιαῦτά ‌μοι ‌εὐαγγέλια ‌φέρων;>> ‌<<ἐγώ ‌εὑμι>> ‌ἔφη ‌<<ὁ ‌τοῦ ‌Χριστοῦ ‌μαθητὴς ‌καὶ ‌ἀπόστολος ‌'Ανανίας.>> ‌ὁ ‌δὲ ‌ἀληθῶς, ‌κατὰ ‌τὸ ‌νοούμενον, ‌
[p. ‌12]οὐκ ‌ἦν ‌'Ανανίας, ‌ἀλλὰ ‌χάριτος ‌θεοῦ ‌ἐπίδοσις ‌δοξάζουσα ‌τὸν ‌ὄντως ‌ὑπὸ ‌θεοῦ ‌τιμηθέντα ‌ἐκ ‌βρέφους·; ‌'Ανανίας ‌γὰρ ‌"ἐπίδοσις ‌χάριτος" ‌ἢ ‌"χάρις ‌θεοῦ ‌ἡ ‌δοξάζουσα" ‌παρὰ ‌τῶν ‌ταῦτα ‌διδασκόντων ‌καλῶς ‌ἑρμηνεύεται.

 ἡ ‌αὐτὴ ‌ὅρασις ‌καὶ ‌τοῖς ‌τὰ ‌πρῶτα ‌φέρουσι ‌τῆς ‌νηὸς ‌φαίνεται ‌λέγουσα·; ‌<<ἀναστρέψαντες ‌ταχέως, ‌ἀπολύσατε ‌τὸν ‌ὁδεῖνα ‌παῖδα·; ‌δοῦλος ‌γάρ ‌ἐστι ‌τοῦ ‌θεοῦ·; ‌εὑ ‌δὲ ‌μή, ‌παραδοθήσεσθε ‌σήμερον ‌στρατιωτικαῖς ‌`Ρωμαίων ‌χερσίν.>> ‌οἱ ‌δέ, ‌ὥσπερ ‌ἐπιτωθάζοντες ‌τοῦ ‌φανέντος ‌καὶ ‌τῶν ‌λαληθέντων ‌(ψυχαῖς ‌γὰρ ‌ἀκαθάρτοις ‌οὐδὲν ‌τῶν ‌καλῶν ‌ἀξιόπιστον), ‌εἴχοντο ‌τοῦ ‌πλοός.
8. ‌ ὥρα ‌ἐτελεύτα ‌ὀγδόη ‌καὶ ‌πλοῖον ‌ἀναφαίνεται ‌αὐτοῖς ‌ὡς ‌ἀπὸ ‌Συρακούσης ‌ἐρχόμενον, ‌ὠκύπορον ‌μάλα ‌καὶ ‌μέγιστον, ‌ἐν ‌ᾧ ‌ὑπῆρχον ‌ἄνδρες ‌δυνατοὶ ‌καὶ ‌πολεμικώτατοι ‌καὶ ‌εὐστοχώτατοι ‌πέλται. ‌τοῦτο ‌τὸ ‌πλοῖον ‌ἐπιφθάσαν ‌τοὺς ‌ἀλιτηρίους ‌ἐκείνους ‌ἀκόπως ‌συλλαμβάνει ‌καὶ ‌εὐχερῶς, ‌καὶ ‌ἡ ‌αὑχμαλωσία ‌ἀνασώζεται ‌καὶ ‌ὁ ‌ὅσιος ‌παῖς ‌τοῖς ‌γονεῦσιν ‌ἀποκαθίσταται·; ‌οὐ ‌γὰρ ‌παρορᾷ ‌κύριος ‌τοὺς ‌ἐλπίζοντας ‌ἐπ' ‌αὐτόν, ‌κατὰ ‌τὸ ‌ἐν ‌ψαλμοῖς ‌εὑρημένον·; ‌"ἐγγὺς ‌κύριος ‌πᾶσι ‌τοῖς ‌ἐπικαλουμένοις ‌αὐτόν," ‌καὶ ‌οὐχ ‌ἁπλῶς ‌"πᾶσι ‌τοῖς ‌ἐπικαλουμένοις ‌αὐτόν", ‌ἀλλὰ ‌"τοῖς ‌ἐν ‌ἀληθείᾳ."

 παραμείναντος ‌δὲ ‌τοῦ ‌παιδὸς ‌ἕτη ‌τρία ‌τοῖς ‌ἑαυτοῦ ‌γονεῦσιν ‌καὶ ‌πᾶσι ‌τρόποις ‌αὐτοὺς ‌θεραπεύοντος, ‌ὁ ‌μὲν ‌πατὴρ ‌τέλει ‌τοῦ ‌βίου ‌ἐχρήσατο, ‌ἡ ‌δὲ ‌μήτηρ, ‌ἐν ‌χηρείᾳ ‌καταλειφθεῖσα, ‌ἐπὶ ‌τῷ ‌υἱῷ ‌μετὰ ‌θεὸν ‌τὴν ‌ἐλπίδα ‌εἶχεν, ‌ὡς ‌οὐκ ‌ἔχουσα ‌πρὸς ‌ἕτερον ‌ἀντὶ ‌τοῦ ‌ἀπελθόντος ‌βλέπειν. ‌ἐν ‌τούτοις ‌οὖν ‌ὄντος ‌τοῦ ‌πανοσίου, ‌θεία ‌τίς ‌ἀποκάλυψις ‌γίνεται ‌αὐτῷ ‌καὶ ‌φωνὴ ‌λέγουσα ‌πρὸς ‌αὐτόν·; ‌<<ἔξελθε ‌ἐκ ‌τῆς ‌γῆς ‌σου ‌καὶ ‌ἐκ ‌τῆς ‌συγγενείας ‌σου, ‌καθάπερ ‌'Αβραὰμ ‌
[p. ‌14]ἐκεῖνος, ‌ὁ ‌ἐν ‌πατριάρχαις ‌ἐπίσημος, ‌καὶ ‌δεῦρο ‌διαβὰς ‌τὸ ‌μέγα ‌τοῦτο ‌καὶ ‌βαθὺ ‌πέλαγος ‌καταλάμβανε ‌τὴν ‌'Αφρικήν, ‌καθὰ ‌καὶ ‌ἐν ‌ἀρχῇ ‌σοι ‌λελάληται.>> ‌ὁ ‌δὲ ‌ἀσμένως ‌δεξάμενος ‌τὸ ‌δεσποτικὸν ‌ἐπίταγμα, ‌ηὔχετο ‌τελειῶσαι ‌τὴν ‌ξενιτείαν ‌προθύμως ‌καὶ ‌ἀπὸ ‌τῶν ‌πονηρῶν ‌παγίδων ‌ἀπήμαντον ‌διατηρηθῆναι, ‌λέγων ‌ἐν ‌ἑαυτῷ ‌ὅτι, ‌<<τὸ ‌μετὰ ‌Χριστοῦ ‌καὶ ‌διὰ ‌Χριστὸν ‌ξενιτεύειν ‌τοῦ ‌μετὰ ‌συγγενῶν ‌καὶ ‌φίλων ‌τρυφᾶν ‌αἱρετώτερον.>>

9. ‌ οὐ ‌πολὺ ‌τὸ ‌ἐν ‌μέσῳ ‌καὶ ‌γίνεται ‌ἡ ‌ἔφοδος ‌τῶν ‌'Αγαρηνῶν ‌τῆς ‌προτέρας ‌χαλεπωτέρα, ‌καὶ ‌μακρὰν ‌τῶν ‌ἐρυμνῶν ‌προπόλεων ‌ὁ ‌νεανίας ‌γενόμενος, ‌(ὁ ‌γὰρ ‌ὁδηγῶν ‌ἦγεν ‌αὐτόν) ‌συλλαμβάνεται ‌ὑπ' ‌αὐτῶν ‌καὶ ‌πιπράσκεται ‌καὶ ‌αὖθις ‌χριστιανῷ ‌καὶ ‌ἀπάγεται ‌εὑς ‌τὴν ‌'Αφρικήν. ‌ὁ ‌δὲ ‌Χριστιανὸς ‌ἐκείνος ‌ἑτέρῳ ‌Χριστιανῷ ‌βυρσεῖ ‌πιπράσκει ‌αὐτὸν ‌ἐκεῖ ‌πλουσίῳ ‌πάνυ·; ‌ὃς ‌ὑδὼν ‌τοῦ ‌νεανίου ‌τὸ ‌εὐπρεπὲς ‌καὶ ‌τῶν ‌ἠθῶν ‌τὴν ‌κατάστασιν, ‌τὸ ‌τ' ‌ἐν ‌προσευχαῖς ‌ἄοκνον ‌καὶ ‌ἐν ‌ὑπηρεσίᾳ ‌καρτερικόν, ‌τὸ ‌ἄδολον, ‌τὸ ‌ἄτυφον, ‌τὸ ‌ἀναντίλογον, ‌ἠγάπησεν ‌αὐτὸν ‌σφόδρα ‌καί, ‌καθ' ‌ὃν ‌τρόπον ‌τὸν ‌'Ιωσὴφ ‌ὁ ‌κύριος ‌αὐτοῦ ‌ἐν ‌Αὑγύπτῳ ‌ἐποίησεν, ‌οὕτω ‌καὶ ‌τοῦτον ‌αὐτός·; ‌παραδίδωσιν ‌αὐτῷ ‌τὰ ‌ὑπάρχοντα ‌αὐτῷ ‌καὶ ‌ποιεῖ ‌αὐτὸν ‌ἐπὶ ‌τῆς ‌οὑκίας. ‌καὶ ‌ἦν ‌λοιπὸν ‌θεαρέστως ‌βιῶν ‌καὶ ‌τὴν ‌σάρκα ‌ὑποτάσσων ‌τῷ ‌πνεύματι, ‌ὡς ‌οὐ ‌μόνον ‌ὑπὸ ‌τῶν ‌ἐκεῖσε ‌Χριστιανῶν ‌ἐπαινεῖσθαί ‌τε ‌καὶ ‌θαυμάζεσθαι, ‌ἀλλά ‌γε ‌καὶ ‌ὑπ' ‌αὐτῶν ‌τῶν ‌'Ισμαηλιτῶν.

10. ‌ ὁ ‌δὲ ‌μισόκαλος ‌καὶ ‌φθονερὸς ‌διάβολος ‌ὁ ‌ἀεὶ ‌φθονῶν ‌τοὺς ‌πιστούς, ‌βλέπων ‌ἐν ‌νεωτέρῳ ‌τοιαύτην ‌πρόθεσιν, ‌οὐκ ‌ἤνεγκεν, ‌ἀλλ' ‌ἐκμαίνεται ‌κατ' ‌αὐτοῦ, ‌πάντοθεν ‌
[p. ‌16]αὐτῷ ‌τὰς ‌παγίδας ‌περιστήσας, ‌ἔνθεν ‌μὲν ‌νυκτὸς ‌αὐτὸν ‌θορυβῶν ‌καὶ ‌λογισμοὺς ‌πονηροὺς ‌ὑποβάλλων, ‌ἐκεῖθεν ‌δὲ ‌μεθ' ‌ἡμέραν ‌ἐνοχλῶν ‌τῇ ‌μνήμῃ ‌τῆς ‌μητρός, ‌τῶν ‌συγγενῶν ‌τῷ ‌χωρισμῷ, ‌τῶν ‌οὑκείων ‌τῇ ‌ἀλλοτριώσει·; ‌ὁ ‌δὲ ‌ταῖς ‌εὐχαῖς ‌καὶ ‌τῇ ‌εὑς ‌θεὸν ‌πίστει ‌θαρρῶν, ‌ἀνέτρεπεν ‌αὐτοῦ ‌τὰ ‌ἐπιχειρήματα ‌πάντα. ‌ὡς ‌δὲ ‌οὐχ ‌ἴσχυσεν ‌ἐν ‌τούτοις ‌ἑλεῖν ‌αὐτόν, ‌ἀλλὰ ‌μᾶλλον ‌ἡττώμενον ‌ἑαυτὸν ‌ἔβλεπε ‌ταῖς ‌ἐκείνου ‌τοιαύταις ‌ἐνστάσεσιν, ‌ἄλλως ‌ἐπιβαίνει ‌αὐτῷ·; ‌εὐχερῆ ‌γὰρ ‌αὐτοῦ ‌τὰ ‌εὑς ‌κακίαν ‌ἐπιτηδεύματα·; ‌πῶς ‌δὲ ‌καὶ ‌τίνα ‌τρόπον, ‌ἀκούσατε.

11. ‌ τὴν ‌ὁμόζυγα ‌τοῦ ‌κυρίου ‌αὐτοῦ ‌εὑς ‌ἔρωτα ‌κινεῖ ‌καὶ ‌φίλτρον ‌αὐτοῦ, ‌ἥτις, ‌ὑπὸ ‌τοῦ ‌δεινοῦ ‌τούτου ‌φλεγομένη ‌πάθους, ‌μυρίοις ‌τεχνάσμασιν ‌ἐπολιόρκει ‌τὸν ‌νεανίαν·; ‌πῇ ‌μὲν ‌ζωγράφων ‌τέχνῃ ‌τὸ ‌πρόσωπον ‌στίλβουσα, ‌καὶ ‌τοσοῦτον ‌ὡς ‌ἵνα ‌ἂν ‌εἴποις ‌αὐτὸ ‌γάλακτι ‌κεχρίσθαι, ‌`ρόδον ‌δὲ ‌ἐκφυῆναι ‌ταῖς ‌παρειαῖς, ‌μαρμαίρειν ‌δὲ ‌καὶ ‌τὸ ‌ὄμμα ‌ἀκολασίας ‌μαρμαρυγήν·; ‌πῇ ‌δὲ ‌σοβοῦσα ‌τὰς ‌κόμας, ‌σύρουσα ‌τοὺς ‌χιτῶνας ‌καὶ ‌πάντα ‌ποιοῦσα ‌τὰ ‌τῶν ‌ἐξεστηκότων, ‌ὡς ‌καὶ ‌αὐτὸν ‌αὑσθέσθαι ‌τὸν ‌ἄνδρα ‌αὐτῆς ‌καὶ ‌καθ' ‌ἑαυτὸν ‌ἐξίστασθαι ‌καὶ ‌θαυμάζειν. ‌ ‌ὁ ‌δὲ ‌νέος ‌'Ιωσὴφ ‌καὶ ‌τῆς ‌σωφροσύνης ‌θερμότατος ‌ἐραστής, ‌ὥσπερ ‌τεῖχος ‌ὀχυρὸν ‌ἢ ‌πέτρα ‌στερρά, ‌τὰ ‌τῆς ‌ἀρτιφανοῦς ‌Αὑγυπτίας ‌ἀπεκρούετο ‌βέλη, ‌τὴν ‌σάρκα ‌μὲν ‌δαμάζων ‌δι' ‌ἐγκρατείας ‌καὶ ‌ἀγρυπνίας, ‌τὰ ‌μέλη ‌δὲ ‌κατατρύχων ‌τῇ ‌χαμευνίᾳ ‌καὶ ‌ἀλουσίᾳ.

12. ‌ τοῦ ‌δὲ ‌κυρίου ‌αὐτοῦ ‌πρὸς ‌ἐμπορίαν ‌μετ' ‌οὐ ‌πολλὰς ‌ἡμέρας ‌ἀποδημήσαντος ‌καὶ ‌αὐτοῦ ‌καταλειφθέντος ‌ἐν ‌τῇ ‌
[p. ‌18]οὑκίᾳ, ‌προτοῦ ‌εὑς ‌πλείονα ‌μανίαν ‌ἐξήφθη ‌ἡ ‌ἀσελγὴς ‌ἐκείνη ‌τοῦ ‌διαβόλου ‌μαθήτρια, ‌καὶ ‌λοιπὸν ‌ἔκτοτε ‌οὐκ ‌ἐν ‌ταῖς ‌τῶν ‌ἐπιτηδευμάτων ‌ἐπιδείξεσι ‌μόνον ‌ἐπεδείκνυ ‌τὸν ‌τῆς ‌ἀκολασίας ‌οἶστρον, ‌ἀλλὰ ‌καὶ ‌διὰ ‌τῶν ‌ἔργων ‌αὐτῶν·; ‌χεῖρας ‌ἐμβάλλειν ‌ἐπειρᾶτο ‌εὑς ‌τὸν ‌κόλπον ‌τοῦ ‌νεωτέρου, ‌τῶν ‌ἱματίων ‌ἥπτετο, ‌ἐγύμνου ‌τὰ ‌στέρνα, ‌τὰς ‌ὠλένας, ‌τὸ ‌πρόσωπον ‌προσάπτειν ‌τῷ ‌ἐκείνου ‌προσώπῳ ‌ἠπείγετο. ‌ὁ ‌δὲ ‌ἀποπηδήσας ‌μακρὰν ‌ὡς ‌ἀπὸ ‌πυρός, ‌ὑβρίζειν ‌μὲν ‌οὐκ ‌εἶχε, ‌τιμῶν ‌τὴν ‌δεσποτείαν, ‌τὰ ‌δὲ ‌τοῦ ‌'Ιωσὴφ ‌ἔλεγε ‌πρὸς ‌αὐτήν, ‌<<"εὑ ‌ὁ ‌κύριός ‌μου ‌τοσαύτης ‌με ‌τιμῆς ‌κατηξίωσεν ‌ἀγαπήσας ‌καὶ ‌πάντα ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὐτοῦ ‌παρέδωκεν ‌εὑς ‌τὰς ‌χεῖράς ‌μου ‌καὶ ‌οὐδὲν ‌τῶν ‌αὐτοῦ ‌γινώσκει ‌πλὴν ‌σοῦ ‌μόνης, ‌πῶς ‌τοῦτο ‌ποιῆσαι ‌τολμήσω ‌τὸ ‌πονηρόν; ‌ἆρ' ‌οὐκ ‌ἀνοίξει ‌ἡ ‌γῆ ‌τὸ ‌στόμα ‌αὐτῆς ‌καὶ ‌ζῶντά ‌με ‌παραπέμψει ‌τοῖς ‌ἐν ‌τῷ ‌ἅιδῃ ‌δεσμωτηρίοις; ‌ ‌ἆρ' ‌ἀμελήσουσιν ‌οἱ ‌κεραυνοί; ‌ἄλλον ‌δή ‌τινα ‌τῶν ‌ἀγεννῶν ‌καὶ ‌νωθρῶν ‌ἐκκαλοῦ ‌πρὸς ‌τὸ ‌σὸν ‌καταθύμιον, ‌γύναι, ‌ἐμὲ ‌δὲ ‌μηδόλως ‌εἴξειν ‌προσδόκα ‌ταῖς ‌ἀπατηλαῖς ‌σου ‌μεθοδείαις ‌καὶ ‌κολακείαις.">>

13. ὡς ‌δὲ ‌τοῦ ‌ματαίου ‌βίου ‌καὶ ‌σκοποῦ ‌ἡ ‌παναθλία ‌διήμαρτεν, ‌διαβάλλει ‌τοῦτον ‌τῷ ‌ἀνδρὶ ‌ἀπὸ ‌τῆς ‌ἐμπορίας ‌ἐπανελθόντι, ‌τὰ ‌δὲ ‌τῆς ‌διαβολῆς ‌`ρήματα ‌ταῦτά ‌ἐστιν·; ‌<<ἤγαγες ‌ἐνταῦθα ‌τὸν ‌Σικελιώτην ‌τοῦτον ‌παῖδα ‌ἐμπαῖξαί ‌με; ‌ἐξεκαλεῖτο ‌γάρ ‌με ‌τολμήσας ‌εὑς ‌ἄθεσμον ‌πρᾶξιν. ‌ἐγὼ ‌δὲ ‌τὰ ‌ὦτα ‌συσχοῦσα ‌καὶ ‌τὴν ‌ὄψιν ‌ἀπεστράφην·; ‌ταῖς ‌γὰρ ‌κοσμίαις ‌καὶ ‌σώφροσι ‌γυναιξὶ ‌φίλη ‌ἡ ‌αὑδώς·; ‌κατεπλάγην ‌μέν, ‌ὡς ‌εὑκός, ‌τὸ ‌ὑπερβάλλον ‌τῆς ‌τόλμης, ‌ἐβουλόμην ‌δὲ ‌μάστιξιν ‌
[p. ‌20]αὐτὸν ‌τετυφέναι, ‌ἀλλ' ‌ὑφορωμένη ‌τὴν ‌ἀπόδρασιν ‌τοῦ ‌πονηροῦ ‌οὑκέτου, ‌τῆς ‌ἐμῆς ‌ὕβρεως ‌ἠναγκάσθην ‌ἀποπνίξαι ‌τὸν ‌ὄνειδον, ‌κατασχοῦσα ‌τὴν ‌γλῶσσάν ‌μου ‌σιωπῇ. ‌λοιπὸν ‌οὖν ‌ἤκουσας·; ‌τὸ ‌παριστάμενον ‌ποίει·; ‌οὐ ‌γὰρ ‌γνησίου ‌ἀνδρὸς ‌τὰς ‌κατὰ ‌τῆς ‌ὑδίας ‌γυναικὸς ‌σιωπῇ ‌κατακρύπτειν ‌ὕβρεις.>>

 ταῦτα ‌ἀκούσας ‌ὁ ‌ταύτης ‌ἀνὴρ ‌καὶ ‌τὴν ‌πρώην ‌ἀγάπην ‌ἀμείψας ‌εὑς ‌μῖσος, ‌ὥσπερ ‌οὖν ‌καὶ ‌εὑκός, ‌ἐπισυμβάντος ‌τοιούτου ‌τοῦ ‌σκευωρήματος, ‌ἔθλιβε ‌τὸν ‌ἀθλητὴν ‌ἀφειδῶς ‌μαστίζων, ‌τίλλων ‌αὐτοῦ ‌τῆς ‌κεφαλῆς ‌τοὺς ‌βοστρύχους, ‌ἔσθ' ‌ὅτε ‌καὶ ‌ἁλύσει ‌καὶ ‌ξύλῳ ‌καταδικάζων. ‌καὶ ‌ἦν ‌ὑδεῖν ‌τὸν ‌μακάριον ‌καθ' ‌ἡμέραν ‌θλιβόμενον ‌καὶ ‌πολλὴν ‌ἄθλησιν ‌ὑπομένοντα ‌παθημάτων, ‌χαίροντά ‌τε ‌τῇ ‌ἐλπίδι ‌τῶν ‌στεφάνων ‌καὶ ‌ψάλλοντα, ‌μετὰ ‌τοῦ ‌θεσπεσίου ‌Παύλου ‌βοῶντα·; ‌<<
"τίς ‌ἡμᾶς ‌χωρίσει ‌ἀπὸ ‌τῆς ‌ἀγάπης ‌τοῦ Χριστοῦ; ‌οὐ ‌θλίψις, ‌οὐ ‌στενοχωρία, ‌οὐ ‌λιμός, ‌οὐ ‌διωγμός, ‌οὐ ‌κίνδυνος.">> ‌τούτοις ‌γὰρ ‌τοῖς ‌θεοπνεύστοις ‌`ρήμασιν ‌κατεπάρδων ‌ἑαυτοῦ ‌τὴν ‌ψυχήν, ‌ἔφερε ‌γενναίως ‌τὰ ‌θλιβερά, ‌εὑδὼς ‌ὅτι, ‌"ὁ ‌ὑπομείνας ‌εὑς ‌τέλος, ‌οὗτος ‌σωθήσεται."

14. ‌ ‌ἐν ‌τοιαύταις ‌οὖν ‌θλίψεσι ‌διάγων, ‌θείας ‌ἀξιοῦται ‌ἐπικουρίας·; ‌ἐφίσταται ‌γάρ ‌τις ‌αὐτῷ ‌νύκτωρ ‌προσευχομένῳ ‌καί ‌φησι·; ‌<<θάρσει, ‌νεανία.>> ‌τῶν ‌γὰρ ‌συνεχόντων ‌σε ‌λυπηρῶν ‌`ρυσθήσει ‌ταχέως, ‌καὶ ‌ἡ ‌ἀνοσιουργότροπος ‌ἐκείνη ‌καὶ ‌μιαρὰ ‌μοιχαλίς, ‌ἡ ‌ταῦτά ‌σοι ‌τὰ ‌κακὰ ‌προξενήσασα, ‌ἐμπεσεῖται ‌εὑς ‌βόθρον, ‌ὃν ‌εὑργάσατο, ‌καὶ ‌ἐν ‌τοῖς ‌ἔργοις ‌τῶν ‌χειρῶν ‌αὐτῆς ‌συλληφθήσεται.>> ‌καὶ ‌οὐ ‌παρῆλθον ‌ἡμέραι ‌δύο ‌καὶ ‌καταλαμβάνει ‌αὐτὴν ‌ὁ ‌ἀνὴρ ‌αὐτῆς ‌μετὰ ‌μοιχοῦ ‌
[p. ‌22]τινος ‌ἀσελγαίνουσαν, ‌ὃς ‌πάραυτα ‌διώξας ‌αὐτὴν ‌ἐκ ‌τοῦ ‌οἴκου ‌αὐτοῦ, ‌μαθὼν ‌δὲ ‌καὶ ‌παρὰ ‌τῶν ‌οὑκετῶν ‌ὡς ‌ἐκείνη ‌μᾶλλον ‌ἦν ‌ἡ ‌τὸν ‌νέον ‌βιασαμένη ‌καὶ ‌διὰ ‌τὸ ‌μὴ ‌εἶξαι ‌διαβαλοῦσα, ‌ἀνῆκε ‌τὸν ‌ὅσιον ‌ὧν ‌ἐποίει ‌κακῶν, ‌καὶ ‌λοιπὸν ‌εἶχεν ‌αὐτὸν ‌ἐν ‌τιμῇ. ‌ὁ ‌δὲ ‌μετ' ‌ὀλίγας ‌ἡμέρας ‌ἑαυτὸν ‌ὠνησάμενος, ‌ἐξῆλθεν ‌ἐκ ‌τοῦ ‌οἴκου ‌ἐκείνου ‌καὶ ‌διῆγεν ‌ἐπ' ‌ἀδείας, ‌ἐσχόλαζε ‌δὲ ‌ἐν ‌τοῖς ‌εὐκτηρίοις ‌οἴκοις ‌τῶν ‌ἁγίων ‌ἐρχόμενος ‌καὶ ‌διανυκτερεύων ‌ἐν ‌ταῖς ‌ψαλμῳδίαις. ‌ἐπεθύμησε ‌δὲ ‌τὴν ‌Παλαιστίνην ‌καταλαβεῖν, ‌ἵνα ‌τοὺς ‌τὰ ‌σωτήρια ‌δεξαμένους ‌τόπους ‌πάθη ‌ἐπ' ‌αὐτοῖς ‌προσκυνήσῃ ‌τὸν ‌σεσωκότα ‌θεόν, ‌κἀκεῖ ‌καὶ ‌τὸ ‌ἅγιον ‌τῶν ‌μοναζόντων ‌ἐνδύσηται ‌σχῆμα. ‌καὶ ‌ὡς ‌τοῦτο ‌καθ' ‌ἑαυτὸν ‌διελογίζετο, ‌φαίνεται ‌αὐτῷ ‌ὁ ‌καθοδηγῶν ‌αὐτὸν ‌λέγων·; ‌<<ὡς ‌ἀγαθὰ ‌καὶ ‌θεάρεστα ‌ἐβουλεύσω·; ‌πορεύου ‌οὖν ‌ἐν ‌εὑρήνῃ ‌τὴν ‌ὁδόν ‌σου ‌καὶ ‌ἔσει ‌θεραπεύων ‌ἀπὸ ‌τοῦ ‌νῦν ‌πᾶσαν ‌νόσον ‌καὶ ‌πᾶσαν ‌μαλακίαν.>>
 
15. ‌ ‌ ‌ταύτῃ ‌τῇ ‌ὀπτασίᾳ ‌συνέβη ‌τὰ ‌θαύματα·; ‌δύο ‌γάρ ‌τινων ‌μαχησαμένων, ‌Χριστιανοῦ ‌καὶ ‌'Ισμαηλίτου, ‌ὁ ‌Χριστιανὸς ‌`ρόπαλον ‌λαβὼν ‌τοῦτου ‌τοῦ ‌'Ισμαηλίτου ‌τὴν ‌κάραν ‌συνέτριψεν·; ‌ὃν ‌συλλαβόντες ‌δέσμιον ‌οἱ ‌τοῦ ‌πλαγέντος ‌ἴδιοι, ‌κἀκεῖνον ‌ἐπὶ ‌κλίνης ‌ἐπιθέντες ‌τὰ ‌τελευταῖα ‌πνέοντα, ‌προσήνεγκαν ‌ἀμφοτέρους ‌τῷ ‌ἀμηρᾷ·; ‌ὃς ‌θαμβηθεὶς ‌ἐπὶ ‌τῷ ‌ἀτόπῳ ‌τοῦ ‌πράγματος, ‌προσέταξε ‌τὸν ‌μὲν ‌Σαρακηνὸν ‌ἀπενεχθῆναι ‌οἴκαδε ‌τεθνήξεσθαι ‌προσδοκώμενον, ‌τὸν ‌δὲ ‌Χριστιανὸν ‌ἀποκεφαλισθῆναι. ‌τοῦτο ‌μαθὼν ‌ὁ ‌θαυμάσιος ‌δρομαίως ‌τὸν ‌πλαγέντα ‌καταλαμβάνει ‌καί, ‌τούτου ‌τὴν ‌κάραν ‌ἀμφοῖν ‌ταῖν ‌χεροῖν ‌περισφίγξας ‌καὶ ‌λεληθότως ‌σφραγίσας, ‌ἀπεκατέστησεν ‌ὑγιῆ, ‌ὡς ‌παρ' ‌αὐτὰ ‌ἀναστῆναι ‌καὶ ‌πρὸς ‌τὸν ‌ἄρχοντα ‌
[p. ‌24]πορευθῆναι ‌καὶ ‌τοῖς ‌λαοῖς ‌ἀναγγέλειν ‌τὸ ‌θαῦμα. ‌τοῦτο ‌ὑδὼν ‌ὁ ‌ἄρχων ‌καὶ ‌τὴν ‌ἀγανάκτησιν ‌εὑς ‌θαῦμα ‌μεταβαλών ‌(οἶδε ‌γὰρ ‌ἀρετὴ ‌κατᾴδειν ‌τε ‌καὶ ‌μαλάττειν ‌καὶ ‌τοὺς ‌ἄγαν ‌δυσμενεστάτους), ‌καὶ ‌τὸν ‌ὑπεύθυνον ‌ἀπέλυσε ‌καὶ ‌τὸν ‌ὅσιον ‌ἀκωλύτως ‌τὰ ‌τοιαῦτα ‌πράττειν ‌ἐπέτρεψεν.

16. ‌τούτου ‌τοιγαροῦν ‌τοῦ ‌θαύματος ‌γενομένου ‌καὶ ‌πάντοσε ‌διαφημισθέντος, ‌οἱ ‌τοῦ ‌ἔθνους ‌τῶν ‌'Ισμαηλιτῶν, ‌ὅσοι ‌εἶχον ‌ἀσθενείας, ‌ἤρχοντο ‌πρὸς ‌αὐτὸν ‌καὶ ‌ἐθεραπεύοντο ‌καὶ ‌οὕτως ‌προσεῖχον ‌αὐτῷ ‌ὡς ‌ὑατρῷ ‌καὶ ‌σωτῆρι ‌πρὸς ‌θεοῦ ‌ἀποσταλέντι ‌αὐτοῖς, ‌καὶ ‌πάντες ‌ἠξίουν ‌ὡς ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπον ‌εὑσέρχεσθαι ‌εὑς ‌τοὺς ‌ἑαυτῶν ‌οἴκους ‌καὶ ‌τῆς ‌εὐλογίας ‌ἀπόνασθαι·; ‌τινὰς ‌δἐ ‌αὐτῶν ‌ἔπεισε ‌καὶ ‌τῆς ‌ματαίας ‌τῶν ‌'Ισμαηλιτῶν ‌ἀποστῆναι ‌θρησκείας ‌καὶ ‌προσελθεῖν ‌τῷ ‌θείῳ ‌βαπτίσματι. ‌ ‌καὶ ‌τοῦτο ‌ἐποίει ‌νύκτωρ ‌τοὺς ‌ἱερεῖς ‌προσκαλούμενος·; ‌ἦσαν ‌γὰρ ‌ἐκεῖ ‌τὸ ‌τηνικαῦτα ‌ἱερεῖς ‌ἄξιοι ‌τῆς ‌τοῦ ‌θεοῦ ‌λειτουργίας, ‌ἐν ‌οἷς διέλαμπεν ‌ὁ ‌μακαρίτης ‌ἐπίσκοπος ‌Παντολέων, ‌ἐγκρατείαις ‌καὶ ‌ταῖς ‌λοιπαῖς ‌ἀρεταῖς ‌διαπρέπων, ‌τῷ ‌λόγῳ ‌παιδεύων ‌καὶ ‌τῷ ‌βίῳ ‌βεβαιῶν ‌τὸν ‌λόγον. ‌τούτου ‌ποτὲ ‌τὴν ‌λειτουργίαν ‌ἐπιτελοῦντος, ‌ὁρᾷ ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος ‌περιστερὰν ‌λαμπροφανῆ ‌περιιπταμένην ‌ἐπάνω ‌αὐτοῦ ‌καὶ ‌καθίσασαν ‌ἐπὶ ‌τὴν ‌κεφαλὴν ‌αὐτοῦ.

17. ‌τῶν ‌οὖν ‌θαυμάτων, ‌ὡς ‌εἴρηται, ‌τελουμένων ‌τούτων ‌ὑπὸ ‌τοῦ ‌ὁσίου ‌καὶ ‌τῆς ‌διδασκαλίας ‌αὐτοῦ ‌ἀνὰ ‌πάσης ‌τῆς ‌χώρας ‌πλατυνομένης, ‌οἱ ‌τῶν ‌'Ισμαηλιτῶν ‌προὔχοντες ‌ἐνδιαβάλλουσιν ‌αὐτὸν ‌τῷ ‌ἀμερουμνῇ ‌ὡς ‌καινὴν ‌ἀντεισφέροντα ‌θρησκείαν ‌καὶ ‌τὸν ‌υἱὸν ‌Μαρίας ‌μετά ‌τινος ‌πνεύματος
[p. ‌26]ὁμοούσιον ‌καὶ ‌συναΐδιον ‌τοῦ ‌θεοῦ ‌δογματίζοντα, ‌τόν ‌τε ‌προφήτην ‌ἀτιμάζοντα ‌καὶ ‌τὰς ‌αὐτοῦ ‌προφητείας ‌ἐξουθενοῦντα. ‌ὁ ‌δὲ ‌μιαρὸς ‌ἐκεῖνος ‌θεράπων ‌τοῦ ‌Σατανᾶ ‌ἐμφρούριον ‌τὸν ‌ὅσιον ‌γενέσθαι ‌προσέταξεν, ‌ἀνελεῖν ‌αὐτὸν ‌τῇ ‌ἐπιούσῃ ‌βουλόμενος. ‌τί ‌οὖν ‌ὁ ‌γεννάδας ‌ἐκεῖνος ‌καὶ ‌εὐσθενὴς ‌παγκρατιαστής; ‌οὐκ ‌ἐδίστασε ‌περὶ ‌τὰς ‌ἐλπίδας, ‌οὐκ ‌ἔδεισε ‌τὰς ‌ἀπειλὰς ‌τοῦ ‌τυράννου, ‌οὐκ ‌ἔπτηξε ‌τὴν ‌ἐξενεχθεῖσαν ‌κατ' ‌αὐτοῦ ‌θανατηφόρον ‌ψῆφον, ‌ἀλλ' ‌ἔμενεν ‌ἀκλινὴς ‌καὶ ‌ἀπτόητος, ‌ἐκδεχόμενος ‌τοῦ ‌θεοῦ ‌τὴν ‌ἀντίληψιν, ‌ἧς ‌δὴ ‌καὶ ‌τέτυχεν·; ‌φωνὴ ‌γὰρ ‌γέγονε ‌πρὸς ‌αὐτὸν ‌ἄνωθεν, ‌<<χαίροις, ‌ἀθλητά·;>> ‌λέγουσα ‌<<αὔριον ‌ἐξέρχῃ ‌ταύτης ‌τῆς ‌φυλακῆς ‌ἀβλαβής.>> ‌καὶ ‌ἅμα ‌ἕω ‌ὁ ‌τῆς ‌ἀρχῆς ‌ἐκείνης ‌ἐπειλημμένος ‌εὑς ‌τὴν ‌φυλακὴν ‌ἔθει ‌καὶ ‌τοῦτον ‌ἐξαγαγὼν ‌ἀπέλυσεν ‌ἐν ‌εὑρήνῃ.

 ὁ ‌δὲ ‌ὅσιος ‌μικρὸν ‌προσπαραμείνας ‌καὶ ‌τοῖς ‌πιστοῖς ‌συνταξάμενος, ‌ἀπήρξατο ‌τῆς ‌ἐπὶ ‌τὴν ‌ἁγίαν ‌πόλιν ‌ὁδοῦ, ‌ἐκτείνων ‌συχνῶς ‌τὼ ‌χεῖρε ‌πρὸς ‌οὐρανὸν ‌καὶ ‌καλῶν ‌θεὸν ‌ἐπίκουρον ‌τῆς ‌ἀσθενείας ‌καὶ ‌λέγων·; ‌<<ὁδήγησόν ‌με, ‌κύριε, ‌ἐν ‌τῇ ‌ὁδῷ ‌σου ‌καὶ ‌πορεύσομαι ‌ἐν ‌τῇ ‌ἀληθείᾳ ‌σου·;>> ‌καὶ ‌πάλιν·; ‌<<ὁδὸν ‌ἀληθείας ‌ᾑρετισάμην ‌καὶ ‌τὰ ‌κρίματά ‌σου ‌οὐκ ‌ἐπελαθόμην·;>> ‌καί·; ‌<<τὸ ‌πνεῦμα ‌σου ‌τὸ ‌ἀγαθὸν ‌ὁδηγήσει ‌με ‌ἐν ‌τῇ ‌εὐθείᾳ ‌καὶ ‌εὑς ‌ὄρος ‌ἅγιόν ‌σου ‌καὶ ‌εὑς ‌τὰ ‌σκηνώματά ‌σου·;>> ‌καὶ ‌τὰ ‌λοιπά, ‌ὅσα ‌συγγενῆ ‌τούτοις ‌καὶ ‌τῇ ‌ὁδῷ ‌πρόσφορα.

18. ‌ γενόμενος ‌τοίνυν ‌ἐν ‌τῇ ‌ἁγίᾳ ‌πόλει ‌κατὰ ‌τὸν ‌Ξανθικὸν ‌μῆνα, ‌προσεκύνησε ‌τὸν ‌ἅγιον ‌καὶ ‌πανσεβάσμιον ‌τοῦ ‌Χριστοῦ ‌καὶ ‌θεοῦ ‌ἡμῶν ‌τάφον, ‌ὅθεν ‌ἔλαμψεν ‌ἡ ‌τῆς ‌ἀναστάσεως ‌χάρις. ‌ἀπεκαλύφθη ‌γὰρ ‌ἡ ‌αὐτοῦ ‌παρουσία ‌τῷ ‌κατ' ‌
[p. ‌28]ἐκεῖνον ‌τὸν ‌καιρὸν ‌πατριάρχῃ ‌'Ηλίᾳ, ‌ἀνδρὶ ‌θαυμαστῷ ‌καὶ ‌φρονήσει ‌θείᾳ ‌κεκοσμημένῳ, ‌σοφῷ ‌τε ‌τὰ ‌θεῖα ‌καὶ ‌δόγμασιν ‌ὀρθοδόξοις ‌τὴν ‌ἐκκλησίαν ‌καταπυρσεύοντι·; ‌ὃς ‌μεταστειλάμενος ‌τὸν ‌ὅσιον ‌καὶ ‌γνοὺς ‌τὴν ‌ἐνοικοῦσαν ‌ἐν ‌αὐτῷ ‌χάριν ‌τοῦ ‌πνεύματος·; ‌(ψυχὴ ‌γάρ, ‌ὅταν ‌μάλιστα ‌τῶν ‌σαρκικῶν ‌παθῶν ‌ἐλευθέρα ‌γένηται ‌καὶ ‌τῆς ‌θείας ‌ἐκείνης ‌καὶ ‌ἀπερινοήτου ‌ἐλλάμψεως ‌καταξιωθῇ, ‌δύναται ‌βλέπειν ‌καὶ ‌τὰ ‌τῶν ‌ἄλλων ‌τῆς ‌διανοίας ‌κινήματα.) ‌<<θεωρῶ>> ‌ἔφη ‌<<ἐν ‌κοσμικῷ ‌σχήματι ‌μοναδικἠν ‌ἐν ‌σοὶ ‌καὶ ‌πολιτείαν ‌καὶ ‌φρόνησιν.>> ‌τοῦ ‌δὲ ‌ἐξειπόντος ‌αὐτῷ ‌πάντα ‌τὰ ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌αὐτοῦ, ‌λαβὼν ‌αὐτὸν ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἱεράρχης ‌κάτεισιν ‌ἔμπροσθεν ‌τοῦ ‌ἁγίου ‌Κρανίου ‌καί ‌ποιήσας ‌εὐχὴν ‌ἐπ' ‌αὐτῷ, ‌ἐνδιδύσκει ‌αὐτὸν ‌τὸ ‌ἅγιον ‌τῶν ‌μοναζόντων ‌σχῆμα, ‌'Ηλίαν ‌δὲ ‌μετωνόμασεν ‌ἀξιωθεὶς ‌παρ' ‌αὐτοῦ.

19. ‌τυχὼν ‌γοῦν ‌τῆς ‌ἐφέσεως ‌ὁ ‌θεοφόρος ‌'Ηλίας, ‌ἔμεινεν ‌ἐν ‌τῇ ‌πόλει ‌ἡμέρας ‌τινάς, ‌προσκυνῶν ‌καὶ ‌κατασπαζόμενος ‌τοὺς ‌σεβασμίους ‌τόπους. ‌ ‌ἔπειτα ‌ἐξῆλθε ‌προσκυνήσων ‌καὶ ‌τοὺς ‌λοιπούς, ‌ἐν ‌οἷς ‌ὁ ‌δεσπότης ‌ἡμῶν τὴν ‌ἡμετέραν ‌σωτηρίαν ‌εὑργάσατο, ‌καὶ ‌πρῶτον ‌μὲν ‌καταλαμβάνει ‌'Ιορδάνην ‌τὸν ‌ἑν ‌ποταμοῖς ‌ἁγιώτατον·; ‌καὶ ‌τῶν ‌σεβασμίων ‌ἐκείνων ‌ἀπολαύσας ‌ναμάτων, ‌πρὸς ‌τὴν ‌Γεννησαρὲτ ‌παραγίνεται, ‌ὑδεῖν ‌κἀκεῖ ‌τὸν ‌τόπον ‌γλιχόμενος, ‌ἐν ‌ᾧ ‌τὸν ‌ἄρτον ‌ἔφαγον ‌καὶ ‌τὸν ‌ὑχθὺν ‌οὑ ‌ἀπόστολοι, ‌ταῦτα ‌τούτοις ‌τοῦ ‌κυρίου ‌μετὰ ‌τὴν ‌ἀνάστασιν ‌διανείμαντος. ‌εἶθ' ‌οὕτως ‌ἐπὶ ‌τὸ ‌Θαβώριον ‌ὄρος·; ‌ἐκεῖθεν ‌ἐπὶ ‌τὸ ‌Δωδεκάθρονον·; ‌εἶτα ‌ἐπὶ ‌τὸ ‌Σίναιον, ‌ἵνα ‌κἀκεῖ ‌θεάσηται ‌τοὺς ‌τόπους, ‌ἐν ‌οἷς ‌πάλαι ‌τῷ ‌θεράποντι ‌Μωσεῖ ‌ὁ ‌θεὸς ‌ἐμυσταγώγει ‌σαφῶς ‌τὰ ‌παράδοξα, ‌διὰ ‌τῶν ‌σκιῶν ‌προζωγραφῶν ‌τὴν ‌ἀλήθειαν. ‌οὐχ ‌ὡς ‌ἐν ‌τόπῳ ‌περίγραπτον ‌τὸ ‌θεῖον ‌οὑόμενος ‌τοὺς ‌θεοφανείας ‌ἀξιωθέντας ‌
[p. ‌30]ἠσπάζετο ‌τόπους ‌ὁ ‌νέος ‌'Ηλίας, ‌ἀλλ' ‌ὡς ‌εὑδὼς ‌ὅτι ‌τοῖς ‌ἐρῶσιν ‌αὐτοῦ ‌θερμῶς ‌οὐ ‌μόνον ‌τριπόθητόν ‌ἐστι ‌τοῦτο ‌αὐτοῖς ‌καὶ ‌ἀεὶ ‌ἐφετόν, ‌ἀλλὰ ‌καὶ ‌αὐτοὶ ‌οἱ ‌τόποι, ‌ἐν ‌οἷς ‌ἐπέβη, ‌λίαν ‌ἐρασμιώτατοι.

20. ‌ γενόμενος ‌οὖν ‌ἐκεῖ ‌καὶ ‌τριετῆ ‌χρόνον ‌ἐνδιατρίψας, ‌τὴν ‌ἑκάστου ‌τῶν ‌πατέρων ‌ἀνίχνευε ‌πολιτείαν ‌καὶ ‌τὸ ‌τῆς ‌σπουδῆς ‌πλεονέκτημα, ‌καὶ ‌τοῦ ‌μὲν ‌τὸ ‌χαρίεν, ‌τοῦ ‌δὲ ‌τὸ ‌πρὸς ‌τὰς ‌εὐχὰς ‌σύντονον ‌διεσκόπει, ‌ἄλλου ‌τὸ ‌ἀόργητον, ‌ἑτέρου ‌τὸ ‌φιλάνθρωπον·; ‌καὶ ‌πάντων ‌ὁμοῦ ‌τὴν ‌εὑς ‌Χριστὸν ‌εὐσέβειαν ‌καὶ ‌τὴν ‌πρὸς ‌ἀλλήλους ‌ἀγάπην ‌καὶ ‌συμφωνίαν ‌κατεμάνθανε, ‌τὴν ‌πραότητα, ‌τὴν ‌μακροθυμίαν, ‌τὰς ‌ἀγρυπνίας, ‌τὰς ‌χαμευνίας, ‌τὴν ‌ἐγκράτειαν. ‌ταῦτα ‌πάντα ‌συνάξας ‌εὑς ‌ἑαυτόν, ‌ἐσπούδαζεν ‌ἐν ‌ἑαυτῷ ‌τὰ ‌πάντα ‌δεικνύναι, ‌ἀναβάσεις ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌τιθέμενος ‌καὶ ‌ἀπὸ ‌δόξης ‌εὑς ‌δόξαν ‌μεταβαίνων ‌καὶ ‌`ρυθμιζόμενος.

21. ‌ αὖθις ‌δὲ ‌μετὰ ‌τὴν ‌τριετίαν ‌ἀπάρας ‌ἐκεῖθεν, ‌ἦλθεν ‌εὑς ‌'Αλεξάνδρειαν, ‌ἀλλὰ ‌πρὸ ‌τοῦ ‌τὴν ‌πόλιν ‌εὑσελθειν ‌ὑπήντησεν ‌αὐτῷ ‌τις ‌ἐκ ‌τῆς ‌πόλεως ‌ἐξερχόμενος, ‌ἔχων ‌δαιμόνιον·; ‌ὅς, ‌ὑδὼν ‌τὸν ‌θεῖον ‌ἄνδρα, ‌πέπτωκε ‌πρηνὴς ‌καὶ ‌ἀφρίζων ‌ἐσπαράττετο. ‌ὁ ‌δὲ ‌ὅσιος, ‌συμπαθήσας ‌τῷ ‌πάσχοντι ‌ποιήσας ‌τε ‌ἐπ' ‌αὐτοῦ ‌τὸ ‌σημεῖον ‌τοῦ ‌σταυροῦ, ‌ἀπεκατέστησεν ‌αὐτὸν ‌ὑγιῆ, ‌φυγαδεύσας ‌ἀπ' ‌αὐτοῦ ‌τὸ ‌δαιμόνιον. ‌ ‌πολλοὺς ‌δὲ ‌καὶ ‌ἄλλους ‌πάσχοντας ‌ἐθεράπευσεν ‌ὁ ‌κύριος ‌δι' ‌αὐτοῦ. ‌ἐξήρχετο ‌δὲ ‌πολλάκις ‌ἀφ' ‌ἑσπέρας ‌καὶ ‌ἐποίει ‌ὁλονύκτους ‌δεήσεις ‌ἐν ‌τοῖς ‌τῶν ‌ἁγίων ‌μαρτυρίοις, ‌Μάρκου ‌λέγω ‌τοῦ ‌
εὐαγγελιστοῦ ‌καὶ ‌Πέτρου ‌τοῦ ‌πανευφήμου ‌ἐπισκόπου ‌καὶ ‌μάρτυρος, ‌Μηνᾶ, ‌Κύρου ‌καὶ ‌Ιωάννου ‌τῶν ‌πανενδόξων ‌μαρτύρων.

[p. ‌32]
22. ‌ ἀλλ' ‌ὡς ‌εἶδεν ‌ἑαυτὸν ‌ὑπὸ ‌πολλῶν ‌οὕτως ‌ἐνοχλούμενον ‌καὶ ‌τιμώμενον, ‌ὁ ‌μισόδοξος ‌καὶ ‌φιλήσυχος ‌ἔξεισι ‌τῆς ‌πόλεως ‌λάθρᾳ ‌καὶ ‌πρὸς ‌τὴν ‌Περσίδα ‌ἠπείγετο·; ‌ἐπιθυμητικῶς ‌γὰρ ‌εἶχε ‌θεάσασθαι ‌τῶν ‌ἁγίων ‌τριῶν ‌παίδων ‌καὶ ‌τοῦ ‌προφήτου ‌Δανιὴλ ‌τὸ ‌ἀγωνιστήριον ‌καὶ ‌προσκυνῆσαι ‌αὐτῶν ‌τὰ ‌σεβάσμια ‌λείψανα. ‌βαρβαρικῆς ‌δὲ ‌γενομένης ‌κατὰ ‌τοὺς ‌τόπους ‌ἐκείνους ‌ἐπαναστάσεως, ‌ἐκωλύθη ‌ἐκεῖ ‌ἀπελθεῖν, ‌καταλαμβάνει ‌δὲ ‌τὴν ‌τῶν ‌'Αντιοχέων ‌μητρόπολιν·; ‌ἐν ‌ᾗ ‌διάγοντι ‌φαίνεται ‌καὶ ‌αὖθις ‌αὐτῷ ‌ὁ ‌πολλάκις ‌φανεὶς ‌καὶ ‌καθοδηγήσας, ‌ ‌<<ὑπόστρεφε>> ‌λέγων, ‌<<εὑς ‌τὴν ‌πατρίδα ‌σου ‌καὶ ‌ἀποδύου ‌πρὸς ‌τὰ ‌σκάμματα ‌τῆς ‌ἀσκήσεως>> ‌ἐσήμανε ‌δὲ ‌αὐτῷ ‌καὶ ‌τὸ ‌ὄρος, ‌ἐν ‌ᾧ ‌καὶ ‌τὴν ‌ἀσκητικὴν ‌παλαίστραν ‌ᾠκοδόμει. ‌καὶ ‌δὴ ‌ἀναστάς, ‌εἴχετο ‌τῆς ‌ὁδοῦ·; ‌ᾔδει ‌γὰρ ‌ὁ ‌καθαρὸς ‌τῇ ‌καρδίᾳ ‌τίσιν ‌ὑπακούειν ‌χρή.

23. ‌ὁδεύων ‌οὖν ‌τὴν ‌ἐπὶ ‌τὴν ‌'Αφρικὴν ‌ὁδόν, ‌συνηντήθη ‌Σαρακηνοῖς ‌τισιν, ‌τὸν ‌ἀριθμὸν ‌δύο ‌καὶ ‌δέκα, ‌καὶ ‌λέξαντες ‌ἀμφότεροι ‌τῆς ὁδοιπορίας ‌προσανεπαύοντο. ‌οἱ ‌δὲ ‌Σαρακηνοὶ ‌ἀπῄτουν ‌τὸν ‌ὅσιον ‌'Ηλίαν ‌περὶ ‌τῆς ‌καθ' ‌ἡμῶν ‌πίστεως ‌καὶ ‌τοῦ ‌δόγματος ‌τῆς ‌ἁγίας ‌τριάδος ‌λόγον. ‌ὁ ‌δέ, ‌ἀνοίξας ‌τὸ ‌θεολόγον ‌αὐτοῦ ‌στόμα, ‌ἔλεγεν ‌αὐτοῖς·; ‌<<ἡ ‌ἡμετέρα ‌τῶν ‌Χριστιανῶν ‌πίστις ‌καθαρά ‌ἐστι ‌καὶ ‌ἀμώμητος, ‌μαρτυρουμένη ‌ὑπὸ ‌προφητῶν ‌καὶ ‌ἀποστόλων ‌καὶ ‌βεβαιωμένη ‌διὰ ‌τῶν ‌τοῖς ‌ἁγίοις ‌ἐπακολουθούντων ‌σημείων ‌καὶ ‌θαυμάτων ‌παραδόξων. ‌διὰ ‌τοῦτο ‌καὶ ‌βίον ‌διώκοντες ‌καθαρὸν ‌καὶ ‌ἀμόλυντον, ‌καὶ ‌βιοτικῶν ‌πραγμάτων ‌ἀναχώρησιν ‌μετὰ ‌ταπεινοφροσύνης ‌γενομένην ‌ἀποδεχόμεθα·; ‌καὶ ‌παρθενίαν ‌καὶ ‌ἐγκράτειαν ‌μετὰ ‌σεμνότητος ‌καὶ ‌θεοσεβείας ‌ἀσπαζόμεθα·; ‌καὶ ‌γάμον ‌πόθοις ‌`ρυπαροῖς ‌ἀνεπίμικτον ‌καὶ ‌ἀπόλαυσιν ‌μὴ ‌ἀκόλαστον ‌ἐπαινοῦμεν·; ‌καὶ ‌πλοῦτον ‌βοηθοῦντα ‌
[p. ‌34]πένησιν ‌ἀγαπῶμεν·; ‌καὶ ‌λιτότητα ‌ἀμπεχόνης ‌διὰ ‌μόνην ‌τοῦ ‌σώματος ‌ἐπιμέλειαν ‌καταδεχόμεθα·; ‌καὶ ‌τοῖς ‌διὰ ‌`ραθυμίαν ‌τῶν ‌τοιούτων ‌ἀμελοῦσι ‌παραινοῦμεν ‌καὶ ‌παρορμῶμεν ‌ἐπιλαμβάνεσθαι ‌αὐτῶν, ‌ὅση ‌δύναμις. ‌πιστεύοντες ‌δὲ ‌εὑς ‌πατέρα ‌καὶ ‌υἱὸν ‌καὶ ‌ἅγιον ‌πνεῦμα, ‌οὐ ‌τρεῖς ‌θεότητας, ‌ἢ ‌τρεῖς ‌φύσεις, ‌ἢ ‌τρεῖς ‌θεοὺς ‌μείζονας ‌καὶ ‌ἐλάσσονας ‌δοξάζομεν ‌(οὐδε ‌γὰρ ‌ἄλλον ‌τὸν ‌<ἕνα> ‌θεὸν ‌παρὰ ‌τὰ ‌τρία ‌γινώσκομεν ‌πρόσωπα, ‌<οὐδὲ ‌τὰ ‌τρία ‌τῆς ‌τριάδος ‌ὁμούσια ‌πρόσωπα>, ‌ἅπερ ‌ἐστὶν ‌πατήρ, ‌υἱὸς ‌καὶ ‌πνεῦμα ‌ἅγιον, ‌ἕτερα ‌παρὰ ‌τὸν ‌ἕνα ‌θεὸν ‌ἐπιστάμεθα), ‌ἀλλὰ ‌μίαν ‌ἀρχὴν ‌τῆς ‌μιᾶς ‌θεότητος ‌γινώσκομεν, ‌μίαν ‌βασιλείαν, ‌μίαν ‌ἐξουσίαν, ‌μίαν ‌δύναμιν, ‌μίαν ‌ἐνέργειαν, ‌μίαν ‌βουλήν, ‌μίαν ‌θέλησιν, ‌μίαν ‌δεσποτείαν, ‌μίαν ‌κυριότητα ‌τῆς ‌μιᾶς ‌οὐσίας ‌καὶ ‌φύσεως ‌ἐν ‌τρισὶ ‌προσώποις ‌καὶ ‌ὑποστάσεσι.>>

24. ‌ <<ἡ ‌δὲ ‌ὑμετέρα ‌τῶν ‌'Ισμαηλιτῶν ‌θρησκεία ‌ἐκ ‌διαφόρων ‌αἱρέσεων ‌ἔχει ‌τὴν ‌σύστασιν·; ‌καὶ ‌γὰρ ‌τῷ ‌ἀγεννήτῳ ‌μόνῳ ‌περιγράφοντες ‌τὴν ‌θεότητα, ‌ἀρειανίζετε·; ‌καὶ ‌ψιλόν ‌ἄνθρωπον ‌τὸν ‌Χριστὸν ‌λέγοντες ‌καὶ ‌προφήτην, ‌παυλιανίζετε·; ‌καὶ ‌τὰ ‌πάθη ‌φαντασίᾳ ‌καὶ ‌οὐκ ‌ἀληθείᾳ ‌τοῦτον ‌ὑποστῆναι ‌φάσκοντες, ‌τὰ ‌Βασιλείδους ‌φρονεῖτε·; ‌καὶ ‌περιτεμνόμενοι, ‌ὑουδαΐζετε·; ‌καὶ ‌πλείσταις ‌γυναιξὶ ‌συμπλεκόμενοι, ‌τῷ ‌θεῷ ‌ἀντιτάσσεσθε·; ‌μία ‌γὰρ ‌βοηθὸς ‌ἐδόθη ‌παρὰ ‌τοῦ ‌θεοῦ ‌τῷ ‌ἀνδρί, ‌καὶ ‌οὐ ‌πολλαί. ‌καὶ ‌τὴν ‌ὀσφὺν ‌ἄδετον ‌ἔχοντες, ‌ἀκρατεῖς ‌περὶ ‌τὰς ‌ἡδονάς ‌ἐστε, ‌καὶ ‌τῶν ‌ἀλόγων ‌οὐ ‌πόρρω, ‌τῶν ‌μὴ ‌λόγον ‌ἐχόντων ‌τὸν ‌κρατοῦντα ‌τῶν ‌ἡδονῶν, ‌πλὴν ‌καὶ ‌τὰ ‌ἄλογα ‌ὅρον ‌οἶδε ‌τῆς ‌φυσικῆς ‌κινήσεως, ‌ὑμεῖς ‌δ' ‌ἐν ‌ἄρρενι ‌μὲν ‌τὸ ‌θῆλυ, ‌ἐν ‌δὲ ‌τῷ ‌θήλει ‌τὸ ‌ἄρρεν ‌ἐπιζητεῖτε·; ‌ὁ ‌γὰρ ‌[p. ‌36]προφήτης ‌ὑμῶν ‌ἐκεῖνος, ‌ὃν ‌ἐκθειάζετε, ‌ἐκ ‌πάσης ‌αἱρέσεως ‌ἀκανθολογήσας, ‌τὰ ‌χείρω ‌καὶ ‌τοῖς ‌σαρκικοῖς ‌ἀρεσκόμενα ‌παρέδωκε ‌ ‌τοῖς ‌ἀπατωμένοις ‌ὑμῖν·; ‌καὶ ‌ὑμεῖς, ‌ταῦτα ‌τηροῦντες, ‌δοκεῖτε ‌δικαιοσύνην ‌ποιεῖν. ‌καὶ ‌ὑμεῖς ‌μὲν ‌ἐπὶ ‌παντὸς ‌πράγματος ‌μαρτυρεῖσθαι ‌ὀφείλοντος ‌οὐκ ‌ἄν ‌ποτε ‌δέξησθε ‌μάρτυρα ‌ἕνα, ‌ἀλλὰ ‌καὶ ‌δύο ‌καὶ ‌τρεῖς, ‌εὑ ‌τύχοι ‌καὶ ‌πλείονας, ‌ἐπὶ ‌δὲ ‌τῆς ‌θρησκείας ‌ὑμῶν ‌ἕνα ‌μάρτυρα ‌ἔχοντες ‌οὐκ ‌αὑσχύνεσθε.>>

 ταῦτα ‌τοῦ ‌ὁσίου ‌εὑπόντος, ‌κατηνοίγησαν ‌οἱ ‌βάρβαροι ‌καὶ ‌ἠξίουν ‌αὐτὸν ‌δοῦναι ‌αὐτοῖς ‌τὸ ‌λουτρὸν ‌τῆς ‌οὐρανίου ‌χάριτος. ‌καὶ ‌τοῦτο ‌ποιήσας, ‌ἔδειξε ‌παρευθὺς ‌τὰ ‌τέκνα ‌τῆς ‌δουλείας ‌υἱοὺς ‌ἐλευθερίας ‌διὰ ‌βαπτίσματος·; ‌σὺν ‌τούτοις ‌δὲ ‌τοῖς ‌δώδεκα ‌καὶ ‌ἕτεροι ‌ὀκτὼ ‌προσῆλθον ‌τῷ ‌θείῳ ‌βαπτίσματι. ‌τοιοῦτος ‌ἦν ‌ὁ ‌πατὴρ ‌ἡμῶν ‌'Ηλίας ‌διδακτικός, ‌ἠρτυμένον ‌ἔχων ‌τὸν ‌λόγον ‌τῷ ‌θείῳ ‌ἅλατι, ‌ὡς ‌καὶ ‌τοὺς ‌ἄγαν ‌ἀπειθεῖς ‌καὶ ‌τῶν ‌θείων ‌λόγων ‌ἀμυήτους ‌εὑς ‌πίστιν ‌ἄγειν ‌καὶ ‌ἐπίγνωσιν ‌θεοῦ.

25. ‌ ὡς ‌δὲ ‌διῆλθε ‌τὴν ‌'Αφρικὴν ‌καὶ ‌διεπέρασε ‌πρὸς ‌τὴν ‌Σικελῶν, ὥσπερ ‌τις ‌μεγίστη ‌ναῦς ‌παντοίας ‌ἐμπορίας ‌πεπληρωμένη, ‌εὗρεν ‌ἐν ‌Πανόρμῳ ‌τὴν ‌αὐτοῦ ‌μητέρα ‌ἐν ‌πάσῃ ‌ἀρετῇ ‌διαπρέπουσαν·; ‌ἣν ‌ἀσπασάμενος ‌καὶ ‌πάντα ‌διηγησάμενος ‌αὐτῇ, ‌ὅσα ‌ἐποίησεν ‌ὁ ‌θεὸς ‌μετ' ‌αὐτοῦ ‌ἐν ‌τῇ ‌ξενιτείᾳ, ‌ἔμεινε ‌σὺν ‌αὐτῇ ‌ἡμέρας ‌ἱκανάς. ‌ἐν ‌δὲ ‌ταῖς ‌ἡμέραις ‌ταύταις ‌τοῦ ‌τῶν ‌'Αγαρηνῶν ‌ἄρχοντος ‌νῆας ‌εὐτρεπίζοντος ‌καὶ ‌στρατὸν ‌συναγείροντος ‌κατὰ ‌τῶν ‌`Ρηγιωτῶν, ‌ὁ ‌φιλόχριστος ‌ἡμῶν ‌βασιλεὺς ‌(Λέων ‌δὲ ‌ἦν ‌οὗτος ‌ὁ ‌εὐμενέστατος) ‌Βασίλειόν ‌τινα, ‌τὸν ‌ἐπιλεγόμενον ‌Νάσαρ, ‌στρατιάρχην ‌ἀναδείξας, ‌ἀποστέλλει ‌εὑς ‌τὸ ‌`Ρήγιον ‌πρὸς ‌ἀντιπαράταξιν ‌αὐτοῦ ‌μετὰ ‌νηῶν ‌πέντε ‌καὶ ‌τεσσαράκοντα. ‌'Ηλίας ‌δὲ ‌ὁ ‌διορατικώτατος ‌νοῦς ‌θεόθεν ‌ἐλλαμφθείς, ‌προεδήλου ‌πᾶσι ‌σαφῶς ‌καὶ ‌τὴν ‌
[p. ‌38]τῶν ‌`Ρωμαίων ‌νίκην ‌καὶ ‌τὴν ‌τῶν ‌'Αγαρηνῶν ‌ἀπώλειαν. ‌τοῦτο ‌μαθὼν ‌καὶ ‌ὁ ‌στρατηλάτης ‌εὔθυμος ‌ἦν·; ‌ἡ ‌φήμη ‌γὰρ ‌περιήγγελλε ‌τὸ ‌διορατικὸν ‌τοῦ ‌ἀνδρὸς ‌καὶ ‌τὸ ‌τῆς ‌ἀρετῆς ‌περιόν.

 τοῦ ‌οὖν ‌πλοΐμου ‌τῶν ‌'Αγαρηνῶν ‌ἐκ ‌Πανόρμου ‌πρὸς ‌τὸ ‌`Ρήγιον ‌ἥκοντος, ‌πάντες ‌οἱ ‌τῆς ‌χώρας ‌ἐκείνης ‌δείσαντες ‌τὴν ‌τῶν ‌πολεμίων ‌ἔφοδον ‌ὑποχωρεῖν ‌ἐβουλεύοντο. ‌ὁ ‌δὲ ‌ὅδιος ‌τῶν ‌Μωσαϊκῶν ‌χαρισμάτων ‌ὑπάρχων ‌ἀνάπλεως, ‌<<μὴ ‌φοβεῖσθε>>, ‌ἔλεγεν, ‌ ‌<<ὦ ‌ἄνδρες. ‌κύριος ‌πολεμήσει ‌ὑπὲρ ‌ὑμῶν ‌καὶ ‌ὑμεῖς ‌σιγήσεσθε.>> ‌Βασίλειος ‌δὲ ‌ὁ ‌στρατηλάτης, ‌συναντήσας ‌αὐτοῖς ‌μετὰ ‌τῶν ‌νηῶν ‌καὶ ‌ἐπιλέκτων ‌πολεμιστῶν, ‌τοὺς ‌μὲν ‌κατέκαυσε, ‌τοὺς ‌δὲ ‌τῷ ‌βυθῷ ‌τῆς ‌θαλάσσης ‌παρέδωκε, ‌τινὰς ‌δὲ ‌ἐξ ‌αὐτῶν, ‌πρύμναν ‌κρούσαντας ‌πρὸς ‌τὸ ‌διασωθῆναι, ‌ζῶντας ‌χειρωσάμενος, ‌κατ' ‌αὐτῶν ‌ἤγειρε ‌τρόπαιον. ‌καὶ ‌ἐπληρώθη ‌ἡ ‌προφητεία ‌τοῦ ‌θεοφόρου ‌πατρός.

26. ‌ οὕτως ‌οὖν ‌ὁ ‌πατὴρ ‌ἡμῶν ‌'Ηλίας ‌ἐξελθὼν ‌ἐκ ‌Πανόρμου, ‌τὴν ‌τῶν ‌Ταυρομενιτῶν ‌καταλαμβάνει ‌πόλιν ‌καί, ‌ὄντος ‌αὐτοῦ ‌ἐπί ‌τινας ‌ἡμέρας ‌ἐκεῖ, ‌προσῆλθεν ‌αὐτῷ ‌νεώτερός ‌τις ‌ἀξιοθαύμαστος ‌ἐκ ‌γένους ‌τῶν ‌ἐπιφανῶν, ‌ἀξιῶν ‌λαβεῖν ‌παρ' ‌αὐτοῦ ‌τὸ ‌ἅγιον ‌σχῆμα. ‌ὁ ‌δὲ ‌ἅγιος, ‌γνοὺς ‌τῇ ‌προσούσῃ ‌αὐτῷ ‌χάριτι ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌ὅτι ‌μεγάλως ‌μέλλει ‌διαπρέπειν ‌ἐν ‌τῇ ‌μοναδικῇ ‌πολιτείᾳ, ‌παραλαβὼν ‌αὐτὸν ‌ἔκειρε ‌καί, ‌τὰ ‌κατὰ ‌τοῦ ‌ἀντιπάλου ‌περιθεὶς ‌ὅπλα, ‌Δανιὴλ ‌μετωνόμασεν. ‌πολὺν ‌οὖν ‌χρόνον ‌ἐνδιατρίψας ‌ἐκεῖ, ‌<<μεταβῶμεν ‌ἐντεῦθεν,>> ‌ἔφη ‌τῷ ‌μαθητῇ, ‌<<θεωρῶ ‌γὰρ ‌ὡς ‌μεγίστοις ‌μέλλει ‌περιπίπτειν ‌κακοῖς ‌ὑπὸ ‌τῶν ‌'Αγαρηνῶν ‌ἡ ‌πόλις ‌αὕτη ‌καὶ ‌ὁ ‌στρατηγὸς ‌Βαρσάκιος ‌ὑπ' ‌αὐτῶν ‌ἡττηθήσεται.>> ‌καὶ ‌
[p. ‌40]ἀπάρας ‌ἐκεῖθεν ‌μετὰ ‌τοῦ ‌μαθητοῦ ‌Δανιήλ, ‌ἀπέπλευσεν ‌ἐν ‌Πελοποννήσῳ.

27. ‌ διατριβόντων ‌δὲ ‌αὐτῶν ‌ἐν ‌τοῖς ‌τῆς ‌Σπάρτης ‌μέρεσι, ‌(πόλις ‌δὲ ‌αὕτη ‌Λακωνική) ‌κατήντησαν ‌ἔν ‌τινι ‌νεῷ ‌τῶν ‌ἁγίων ‌'Αναργύρων ‌Κοσμᾶ ‌καὶ ‌Δαμιανοῦ·; ‌καὶ ‌ἐν ‌αὐτῷ ‌μένοντες ‌καὶ ‌περικρύπτων ‌ἑαυτὸν ‌ὁ ‌μακάριος ‌'Ηλίας, ‌τὴν ‌τῆς ‌δωρηθείσης ‌αὐτῷ ‌παρὰ ‌τοῦ ‌μεγαλοδώρου ‌θεοῦ ‌χάριτος ‌αἴγλην ‌ἠφίει·; ‌ὅθεν ‌μαθόντες ‌οἱ ‌τῆς ‌χώρας ‌ἐκείνης ‌τοῦτον ‌ὑπάρχειν ‌ἄνθρωπον ‌τοῦ ‌θεοῦ, ‌προσέφερον ‌αὐτῷ ‌πυρέττοντας ‌καὶ ‌φρικιώντας·; ‌καὶ ‌πάντας ‌αὐτοὺς ‌τῇ ‌ἐπικλήσει ‌τοῦ ‌σωτῆρος ‌ὑᾶτο. ‌μεθ' ‌ὧν ‌καὶ ‌δύο ‌νεαζούσας ‌ἀγαγόντες, ‌(ἦσαν ‌γὰρ ‌ὑπό ‌δαιμόνων ‌δεινῶς ‌ἐνοχλούμεναι) ‌ἠξίουν ‌εὔξασθαι ‌ὑπὲρ ‌αὐτῶν·; ‌καὶ ‌σφραγίσας ‌αὐτὰς ‌τῷ ‌σημείῳ ‌τοῦ ‌ζωηφόρου ‌καὶ ‌σωτηρίου ‌σταυροῦ, ‌ὑάσατο ‌παραχρῆμα·; ‌καὶ ‌εὐθέως ‌ἔστησαν ‌αἱ ‌παρθένοι ‌ὁλόκληροι, ‌σωφρονοῦσαι ‌καὶ ‌εὐχαριστοῦσαι ‌τῷ ‌θεῷ ‌τῷ ‌δόντι ‌χάριν ‌τοιαύτην ‌τῷ ‌ὁσίῳ ‌αὐτοῦ.

 ἐν ‌μιᾷ ‌δὲ ‌νυκτὸς ‌καταλαβούσης ‌καὶ ‌τὰς ‌συνήθεις ‌εὐχὰς ‌ἐκτελέσαντες ‌ὅ ‌τε ‌'Ηλίας ‌καὶ ‌Δανιήλ, ‌ἀπῆλθεν ‌ἕκαστος ‌καθ' ‌ἑαυτόν, ‌ὡς ‌ἔθος ‌ἦν ‌αὐτοῖς, ‌κοιμηθησόμενος. ‌ἦν ‌δὲ ‌ἄντρον ‌ἀγχοῦ ‌τοῦ ‌νεὼ ‌βαθύ ‌τε ‌καὶ ‌ζοφερόν, ‌ἐν ‌ᾧ ‌Δανιὴλ ‌εὑσελθὼν, ‌ἔστη ‌παννύχιος ‌προσευχόμενος. ‌ ‌οἱ ‌δὲ ‌δαίμονες ‌μὴ ‌ἐνεγκόντες, ‌(ἦσαν ‌γὰρ ‌ἐμφωλεύοντες ‌ἐν ‌τοῖς ‌ἀδύτοις ‌τοῦ ‌ἄντρου) ‌ἐπέθεντο ‌ἄφνω ‌αὐτῷ·; ‌καὶ ‌τύψαντες ‌σφοδρῶς, ‌ἔσυραν ‌αὐτὸν ‌ἔξω, ‌ἡμιθανῆ ‌καταλείψαντες. ‌ὁ ‌δὲ ‌θεῖος ‌'Ηλίας ‌ἕωθεν ‌ζητήσας ‌αὐτόν, ‌εὗρε ‌κείμενον ‌πρὸ ‌τοῦ ‌ἄντρου ‌καὶ ‌στένοντα. ‌μαθὼν ‌δὲ ‌παρ' ‌αὐτοῦ ‌τὸ ‌συμβάν, ‌<<μὴ ‌ξενίζου,>> ‌ἔλεγεν ‌<<ὦ ‌τέκνον·; ‌οὐ ‌γὰρ ‌σὺ ‌μόνος ‌τοῦτο ‌πέπονθας, ‌ἀλλὰ ‌καὶ ‌ἄλλος, ‌ὁ ‌τῶν ‌μοναζόντων ‌καθηγητὴς ‌καὶ ‌καθηγεμών.>> ‌εὑπὼν ‌δὲ ‌
[p. ‌42]αὐτῷ ‌τὴν ‌θεοπαράδοτον ‌προσευχὴν ‌καὶ ‌δούς ‌χεῖρα, ‌ἀνέστησε. ‌καὶ ‌γέγονεν ‌ὑγιὴς ‌πάραυτα ‌ὁ ‌κείμενος ‌ἀνενέργητος, ‌πλήν, ‌ὡς ‌ἔλεγεν, ‌ἦν ‌ὁ ‌νῶτος ‌αὐτοῦ ‌ὡς ‌ἀπὸ ‌βουνεύρων ‌πολλῶν ‌μεμελανωμένος.

28. ‌ ‌ἀπέβη ‌δὲ ‌σὺν ‌τῷ ‌στρατηλάτῃ ‌Βαρσακίῳ ‌τῇ ‌Ταυρομενιτῶν ‌κατὰ ‌τὴν ‌προφητείαν ‌τοῦ ‌θεοφόρου ‌πατρός. ‌ἐντεῦθεν ‌ἀπάραντες ‌οἱ ‌ὅσιοι ‌πατέρες, ‌κατέπλευσαν ‌ἐπὶ ‌τὴν ‌Βοθρωτόν·; ‌πόλις ‌δὲ ‌αὕτη ‌τῆς ‌παλαιᾶς ‌'Ηπείρου ‌ἐπίνειος. ‌ἦν ‌δὲ ‌ἐκεῖ ‌τὸ ‌τηνικαῦτα ‌παρὼν ‌ὁ ‌τὰ ‌δεύτερα ‌τοῦ ‌στρατηλάτου ‌φέρων, ‌ἀνὴρ ‌παράνομος ‌καὶ ‌ἀλαζὼν ‌καὶ ‌ὑπερήφανος·; ‌ὅς, ‌ὑδὼν ‌τοὺς ‌ὀσίους ‌πατέρας ‌καὶ ‌μὴ ‌συνιεὶς ‌τὴν ‌ἐν ‌αὐτοῖς ‌οὑκοῦσαν ‌χάριν ‌τοῦ ‌πνεύματος, ‌(πονηρὰ ‌γὰρ ‌ψυχὴ ‌καὶ ‌τὰς ‌ἔξωθεν ‌ἀδιακρίτους ‌κέκτηται ‌αὑσθήσεις·; ‌σκληροῖς ‌γὰρ ‌κατ'αὐτῶν ‌ἐχρήσατο ‌λόγοις) ‌'Αγαρηνοὺς ‌αὐτοὺς ‌καὶ ‌βεβήλους ‌ἀποκαλῶν ‌καὶ ‌κατασκόπους ‌τῶν ‌πόλεων. ‌ ‌οἱ ‌δὲ ‌προσπίπτοντες ‌ἱκέτευον ‌μὴ ‌τοιαῦτα ‌ὑποτοπάζειν ‌εὑς ‌τοὺς ‌ξένους ‌μοναχούς.

 ὁ ‌δὲ ‌καὶ ‌παρακαλούμενος ‌πρὸς ‌τοῦ ‌ἄρχοντος, ‌(ἦν ‌γὰρ ‌αὐτῷ ‌γνώριμος ‌ὁ ‌μακάριος ‌'Ηλίας) ‌ἀλλ' ‌οὖν ‌οὐκ ‌ἐπείσθη, ‌οὐδ' ‌ἀφίησι ‌τῆς ‌ὀργῆς, ‌ἀλλὰ ‌μεθ' ‌ὑψηλοῦ ‌καὶ ‌γαύρου ‌φρονήματος ‌προσέταξεν ‌αὐτοὺς ‌βληθῆναι ‌ἐν ‌τῇ ‌φυλακῇ ‌καὶ ‌τηρεῖσθαι ‌ἀσφαλῶς ‌καὶ ‌τῇ ‌ἐπιούσῃ ‌ὡς ‌κακοποιοὺς ‌κολάσαι·; ‌ἦν ‌γὰρ ‌ἑσπέρα ‌ἤδη. ‌ἀπαγομένων ‌δὲ ‌τῶν ‌ὁσίων ‌ἐν ‌τῇ ‌φυλακῇ, ‌ὁ ‌θεόφρων ‌'Ηλίας ‌ἀλγήσας ‌διὰ ‌τὸν ‌μαθητήν, ‌<<
"ἐμοὶ ‌ἐκδίκησις>> ‌ἔφη ‌<<ἐγὼ ‌ἀνταποδώσω," ‌λέγει ‌κύριος.">>

 ἀλλὰ ‌μηδεὶς ‌ξενιζέσθω ‌καὶ ‌δικαίους ‌ἀκούων ‌παραδιδομένους ‌εὑς ‌τιμωρίαν·; ‌παραδίδονται ‌γὰρ ‌οὐχ ‌ἵνα ‌παιδευθῶσιν, ‌ἀλλ' ‌ἵνα ‌δοκιμασθῶσιν, ‌οὐδ' ‌ἵνα ‌ἐλεγχθῶσιν, ‌ἀλλ' ‌ἵνα ‌δοξασθῶσιν ‌καὶ ‌ἡμῖν ‌γένωνται ‌τοῖς ‌ἀμελέστερον ‌διακειμένοις ‌
[p. ‌44]ὑπογραμμὸς ‌καὶ ‌παράκλησις ‌πρὸς ‌ὑπομονήν. ‌τί ‌οὗν; ‌ἆρ' ‌ἐβράδυνεν ‌ὁ ‌θεὸς ‌ποιῆσαι ‌τὴν ‌ἐκδίκησιν ‌τῶν ‌θεραπευόντων ‌αὐτόν; ‌οὐ ‌μὲν ‌οὖν, ‌ἀλλὰ ‌τῇ ‌ἐπιούσῃ ‌ὁ ‌ἄδικος ‌ἐκεῖνος ‌κριτής, ‌ὑπὸ ‌τοῦ ‌ὑδίου ‌ἵππου ‌κατὰ ‌τοῦ ‌στήθους ‌κρουσθείς, ‌παρ' ‌αὐτὰ ‌διεφώνησεν. ‌ὁ ‌δὲ ‌λαός, ‌γνοὺς ‌τὴν ‌ταχεῖαν ‌ἐκδίκησιν ‌τῶν ‌ὁσίων ‌ἀνδρῶν, ‌εὐχαριστηρίους ‌ὕμνους ‌τῶν ‌σωτῆρι ‌τῶν ‌ὅλων ‌καὶ ‌πρυτάνει ‌θεῷ ‌προσανέπεμψαν.

29. ‌ ἀπολυθέντες ‌τοιγαροῦν, ‌ἠβουλήθησαν ‌εὑς ‌τὴν ‌`Ρώμην ‌ἀπελθεῖν ‌χάριν ‌προσευχῆς·; ‌καὶ ‌δὴ ‌κωλυθέντες, ‌διέβησαν ‌εὑς ‌τὴν ‌Κέρκυραν·; ‌καταλύσαντες ‌δὲ ‌ἐν ‌τῷ ‌ἐπισκοπείῳ, ‌ἦσαν ‌ἐν ‌ἑνὶ ‌τῶν ‌ἐκεῖσε ‌μελάθρων ‌κρυπτόμενοι·; ‌ὡς ‌δὲ ‌οὐκ ‌ἔλαθεν ‌ὁ ‌φαεινότατος ‌φωστὴρ ‌'Ηλίας, ‌δυσωπεῖται ‌πρός ‌τινων ‌τῶν ‌τῆς ‌ἐκκλησίας ‌ὑπερεύξασθαί ‌τινος ‌γυναικὸς ‌παθούσης ‌τὰς ‌φρένας·; ‌ἀποβαλοῦσα ‌γάρ, ‌ὡς ‌ἔλεγον, ‌τὸν ‌υἱόν, ‌ἀπὸ ‌τῆς ἄγαν ‌λύπης ‌καὶ ‌τῆς ‌ἀμετρίας ‌τῶν ‌ὀδυρμῶν ‌ἦλθεν ‌εὑς ‌ἔκστασιν ‌τῶν ‌κατὰ ‌φύσιν ‌φρενῶν. ‌ὡς ‌δὲ ‌ἐπένευσεν ‌ὁ ‌ἅγιος ‌ποιῆσαι ‌εὐχήν, ‌ἐκεῖνοι ‌πάλιν ‌ἠξίουν ‌ἐπιτραπῆναι ‌κἀκείνην ‌ἐλθεῖν·; ‌ὁ ‌δὲ ‌οὐκ ‌ἐπέτρεψεν, ‌εἶπε ‌δέ·; ‌<<γενέσθω ‌ἡ ‌εὐχὴ ‌καὶ ‌ὄψεσθε ‌τὴν ‌δύναμιν ‌τοῦ ‌θεοῦ ‌πῶς ‌ποιεῖ ‌ἐν ‌παντὶ ‌ ‌τόπῳ ‌τὸ ‌ἔλεος ‌αὐτοῦ.>> ‌γέγονε ‌γοῦν ‌ἡ ‌εὐχή·; ‌καὶ ‌κατ' ‌αὐτὴν ‌τὴν ‌ὥραν ‌ἀπελθόντες ‌οἱ ‌πρεσβύτεροι ‌ἐν ‌τῷ ‌οἴκῳ ‌τῆς ‌γυναικός, ‌εὗρον ‌αὐτὴν ‌σωφρονοῦσαν ‌καὶ ‌ὑγιαίνουσαν.

30. ‌ ἀναχθέντες ‌δὲ ‌ἀπὸ ‌Κερκύρας ‌καὶ ‌εὐπλοήσαντες, ‌ἀπῆραν ‌ἐν ‌τοῖς ‌τῆς ‌Καλαβρίας ‌μέρεσιν·; ‌καὶ ‌ἐλθόντες ‌ἐν ‌τῷ ‌δηλωθέντι ‌τῷ ‌ὁσίῳ ‌'Ηλίᾳ ‌τόπῳ, ‌ὅτε ‌ἦν ‌ἐν ‌'Αντιοχείᾳ, ‌τῷ ‌ἐπονομαζομένῳ ‌Σαλίναις, ‌τὴν ‌ἀσκητικὴν ‌παλαίστραν ‌ἐπήξαντο·; ‌ἐν ‌ᾗ ‌μονούμενοι ‌'Ηλίας ‌καὶ ‌Δανιὴλ ‌καὶ ‌τὸν ‌θεῖον ‌
[p. ‌46]τῶν ‌ἀρετῶν ‌γεωργοῦντες ‌παράδεισον, ‌πολλοὺς ‌εὑς ‌τὸν ‌ὅμοιον ‌ζῆλον ‌διήγειραν·; ‌καὶ ‌πολλοῖς ‌ἐγένοντο ‌σωτηρίας ‌ὁδός, ‌ἀπὸ ‌κακίας ‌τούτους ‌εὑς ‌ἀρετὴν ‌ἐπιστρέφοντες·; ‌τοῖς ‌γὰρ ‌ἀγαθοῖς ‌ἀνδράσι ‌συμπαρομαρτεῖν ‌εἴωθεν ‌ἀεὶ ‌τὸ ‌ὠφέλιμον. ‌διὰ ‌τοῦτο ‌καὶ ‌ὁ ‌κύριος ‌ἐδίδασκε ‌τοὺς ‌μαθητάς, ‌"οὕτως" ‌λέγων ‌"λαμψάτω ‌τὸ ‌φῶς ‌ὑμῶν ‌ἔμπροσθεν ‌τῶν ‌ἀνθρώπων, ‌ὅπως ‌ἴδωσιν ‌ὑμῶν ‌τὰ ‌καλὰ ‌ἔργα ‌καὶ ‌δοξάσωσι ‌τὸν ‌πατέρα ‌ὑμῶν ‌τὸν ‌ἐν ‌τοῖς ‌οὐρανοῖς." ‌ ‌πολλάκις ‌δὲ ‌καὶ ‌ἐν ‌ἑτέροις ‌τόποις ‌μεταβαίνοντες ‌οἱ ‌θεοφιλεῖς ‌οὗτοι ‌πατέρες, ‌ἥκιστα ‌τὴν ‌ἡσυχίαν ‌ἤμειβον, ‌ἀλλ' ‌οὑ ‌αὐτοὶ ‌ἦσαν, ‌καὶ ‌καταμόνας ‌ἀσκούμενοι ‌καὶ ‌κοσμικοῖς ‌συνδιάγοντες ‌καὶ ‌τοὺς ‌τόπους ‌ἀμείβοντες·; ‌τοῖς ‌γὰρ ‌κατὰ ‌θεὸν ‌ζῶσι ‌πᾶς ‌τόπος ‌ἀσφαλής·; ‌οὐ ‌γὰρ ‌ἐν ‌τόπῳ ‌ἡ ‌ἀρετὴ ‌περιγράφεται.

31. ‌ἦν ‌δὲ ‌καὶ ‌διαφερόντως ‌ὁ ‌θεσπέσιος ‌'Ηλίας ‌ψυχῶν ‌ὑατρὸς ‌εὑ ‌καί ‌τις ‌ἄλλος, ‌πολλοὺς ‌ἀνακόπτων ‌τῇ ‌παραινέσει ‌κακῶς ‌ὁδεύοντας, ‌πείθων ‌μὴ ‌τὴν ‌σάρκα ‌ἐπεγείρειν ‌τῷ ‌πνεύματι, ‌μὴ ‌παρέχειν ‌σώματι ‌ὅσα ‌βούλεται, ‌ἀλλ' ‌ὅσα ‌χρῄζει, ‌χαλινοῦν ‌ὀφθαλμόν, ‌ἀσφαλίζεσθαι ‌τὴν ‌ἀκοήν, ‌ὄσφρησιν ‌κλείειν, ‌φείδεσθαι ‌γλώττης, ‌ἁφὴν ‌εἴσω ‌στέλλειν, ‌κολάζειν ‌θυμόν, ‌μὴ ‌τῶν ‌μέτρων ‌ἐξέρχεσθαι, ‌τὴν ‌ἐπιθυμίαν ‌ὁλικῶς ‌πρὸς ‌θεὸν ‌ἔχειν, ‌ὅπλον ‌ἡγεῖσθαι ‌τὴν ‌προσευχήν, ‌τεῖχος ‌δὲ ‌τὴν ‌νηστείαν, ‌φεύγειν ‌τὴν ‌ὑπερηφανίαν, ‌φιλεῖν ‌τὴν ‌ταπεινοφροσύνην, ‌πράξεις ‌ἀλλοτρίας ‌μὴ ‌καταμανθάνειν, ‌τὰ ‌ἄνω ‌φρονεῖν, ‌τὰ ‌ἄνω ‌ζητεῖν, ‌κατὰ ‌τὸν ‌θεῖον ‌ἀπόστολον, ‌μηδὲν ‌κατεπίδειξιν ‌τῶν ‌καλῶν ‌πράττειν, ‌μηδὲ ‌ἐπιδείκνυσθαι ‌μόνον ‌ἔργα, ‌ἀλλ' ‌ἔχειν ‌πρὸς ‌τούτοις ‌καὶ ‌προαιρέσεως ‌ ‌εὐγένειαν ‌καὶ ‌γνώμην ‌εὐγνώμονα. ‌ταῦτα ‌καὶ ‌τὰ ‌τούτων ‌πλείονα ‌τοῖς ‌ἀπαντῶσι ‌διδάσκων, ‌ἀπέστελλεν ‌οὐχ ‌οἵους ‌ἐδέχετο, ‌ἀλλ' ‌ἄλλους ‌ἐξ ‌ἄλλων, ‌τὴν ‌καλὴν ‌ἀλλοίωσιν ‌ἀλλοιουμένους.

[p. ‌ ‌48]
32. ‌ ‌ ‌καὶ ‌πρός ‌γε ‌τούτοις ‌εἶχε ‌καὶ ‌τὸ ‌τῆς ‌προγνώσεως ‌χάρισμα ‌παρισούμενον ‌τοῖς ‌ἀρχείοις ‌καὶ ‌θεοφόροις ‌ἀνδράσι, ‌τὰ ‌συμβαίνειν ‌μέλλοντα ‌προέλεγεν, ‌ἔχων ‌τὸν ‌ἀποκαλύπτοντα ‌κύριον ‌καὶ ‌δεικνύοντα ‌αὐτῷ ‌τὰ ‌μακράν. ‌πολλοῖς ‌δὲ ‌καὶ ‌τὸ ‌τοῦ ‌βίου ‌τέλος ‌ἐσήμανε ‌πρὸ ‌ἑβδομάδος ‌καὶ ‌ἑτοιμάζειν ‌ἑαυτοὺς ‌προαπετίθετο ‌πρὸς ‌τὴν ‌μακρὰν ‌ἐκείνην ‌ἀποδημίαν·; ‌ἄλλους ‌ἁμαρτάνοντας ‌παρῄνει ‌κατ' ‌ὑδίαν ‌ἀπέχεσθαι ‌τῶν ‌φαύλων ‌πράξεων, ‌παρακούοντας ‌δὲ ‌πολλάκις ‌καὶ ‌ἐπὶ ‌πάντων ‌ἤλεγχεν. ‌ ‌τὰς ‌δὲ ‌τῶν ‌'Αγαρηνῶν ‌ἐφόδους ‌καὶ ‌πρὸ ‌χρόνου ‌ἐμήνυε ‌τοῖς ‌λαοῖς, ‌καὶ ‌πότε ‌νικῶσι ‌καὶ ‌πότε ‌ἡττῶνται·; ‌τὰ ‌δὲ ‌τῆς ‌Σικελίας ‌πολίσματα ‌καὶ ‌πρὸ ‌τῆς ‌ἐκείνων ‌ἐπ' ‌αὐτοῖς ‌ἐφόδου ‌τῷ ‌διορατικῷ ‌ὄμματι ‌προεῖδεν ‌ἐρημωθέντα ‌καὶ ‌τοῖς ‌ἀδελφοῖς ‌διηγήσατο. ‌καὶ ‌ἄλλοτε ‌`ράβδον ἐκτεταμένην ‌ἐπὶ ‌τοῖς ‌τῆς ‌Καλαβρίας ‌ἑώρακε ‌μέρεσι ‌καὶ ‌ταύτην ‌ὀργὴν ‌ἔλεγεν ‌εἶναι ‌τοῖς ‌κακῶς ‌ζῶσιν ‌ἀποσταλεῖσαν·; ‌καὶ ‌τοὺς ‌ὑπὸ ‌παθῶν ‌σαρκικῶν ‌καὶ ‌λογισμῶν ‌αὑσχρῶν ‌κολαφιζομένους, ‌εἴ ‌ποτε ‌πρὸς ‌αὐτὸν ‌ἤρχοντο, ‌ἐγίνωσκε, ‌τοῖς ‌τῆς ‌διανοίας ‌ὄμμασι ‌προσέχων ‌εὑς ‌αὐτοὺς ‌καὶ ‌ποῖος ‌ποίου ‌πάθους ‌περιγίνεται, ‌καὶ ‌ὑπὸ ‌ποίου ‌ἡττᾶται.

33. ‌τῆς ‌δὲ ‌τῶν ‌ἀκτινοβόλων ‌αὐτοῦ ‌θαυμάτων ‌οὐδεὶς ‌τῶν ‌νοσηλευομένων ‌καὶ ‌πασχόντων ‌ἀπεκρύβη ‌θέρμης, ‌ὧν ‌τὰς ‌ἐνεργείας ‌οὐ ‌μόνον ‌συγγραφαί, ‌ἀλλ' ‌ἔτι ‌καὶ ‌ζῶσαι ‌φωναὶ ‌μαρτυροῦσιν. ‌πλεῖστοι ‌γὰρ ‌ὑπὸ ‌δαιμόνων ‌πάσχοντες ‌προσερχόμενοι, ‌τῇ ‌εὐχῇ ‌μόνῃ ‌καὶ ‌τῇ ‌ἁφῇ ‌τῆς ‌χειρὸς ‌αὐτοῦ ‌τῆς ‌ἐκείνων ‌ἐνεργείας ‌ἠλευθεροῦντο, ‌οὐ ‌μόνον ‌ἄνδρες, ‌ἀλλὰ ‌καὶ ‌γυναῖκες·; ‌πλείους ‌δὲ ‌καὶ ‌οἱ ‌ἐν ‌ἀρρωστίαις ‌καὶ ‌πηρώσεσι ‌σώματος ‌περιπίπτοντες, ‌ἐπισκεπτόμενοι ‌παρ' ‌αὐτοῦ, ‌τῆς ‌σωτηρίας ‌ἐτύγχανον, ‌καὶ ‌οἱ ‌μὲν ‌τὴν ‌κεφαλὴν ‌ἀλγοῦντες ‌
[p. ‌50]ἐθεραπεύοντο, ‌οἱ ‌δὲ ‌τῶν ‌κεκρυμμένων ‌πόνων ‌τὴν ‌ἀπαλλαγὴν ‌ἐκομίζοντο. ‌ἄλλοι, ‌κινδυνεύοντες ‌ἐν ‌θαλάσσῃ ‌καὶ ‌τῶν ‌εὐχῶν ‌τοῦ ‌δικαίου ‌ἐπιμνησθέντες, ‌ἐσώζοντο, ‌βλέποντες ‌αὐτὸν ‌τὴν ‌κώπην ‌κατέχοντα ‌καὶ ‌ἐλαύνοντα, ‌μαχόμενόν ‌τε ‌τοῖς ‌κύμασι ‌καὶ ‌πρὸς ‌ὅρμον ‌σωτηρίας ‌τὸ ‌πλοῖον ‌ὑθύνοντα. ‌ἕτεροι, ‌πίπτοντες ‌ἐκ ‌δένδρων ‌καὶ ‌συντριβόμενοι ‌τὰ ‌μέλη ‌τοῦ ‌σώματος, ‌τῇ ‌ἐπιστασίᾳ ‌αὐτοῦ ‌τῆς ‌ὑγείας ‌ἀπώναντο.

 καὶ ‌ταῦτα ‌ποιῶν, ‌παρήγγελλε ‌πᾶσι ‌μὴ ‌αὑτῷ, ‌ἀλλὰ ‌μόνῳ ‌τῷ ‌κυρίῳ ‌τὴν ‌εὐχαριστίαν ‌προσφέρειν, ‌<<οὐ ‌γὰρ ‌ἐμόν>> ‌φησίν ‌<<ἐστὶ ‌τοῦτο, ‌ἵνα ‌ἐμοὶ ‌τὴν ‌χάριν ‌ὁμολογῆτε, ‌ἀλλὰ ‌τοῦ ‌κυρίου, ‌τοῦ ‌καταξιώσαντος ‌χάριν ‌παρέχειν ‌τοῖς ‌ἀνθρώποις ‌καὶ ‌δωρεὰς ‌διανέμειν, ‌ὡσὰν ‌ἐθέλει ‌καὶ ‌βούλεται. ‌μὴ ‌οὖν ‌ξενίζεσθε ‌ἐπὶ ‌τοῖς ‌θαύμασι, ‌μηδὲ ‌μακαρίζετε ‌τοὺς ‌ταῦτα ‌ποιοῦντας, ‌ἀλλὰ ‌μᾶλλον ‌τοὺς ‌τὴν ‌ἀρετὴν ‌κατορθοῦντας ‌ἐπαινεῖτε ‌καὶ ‌μακαρίζετε ‌καὶ ‌ζηλοῦτε ‌αὐτῶν ‌τὸν ‌βίον·; ‌οὐδεὶς ‌γὰρ ‌ἡμῶν ‌ἐν ‌ἐκείνῃ ‌τῇ ‌ἡμέρᾳ ‌τῆς ‌ἀνταποδόσεως ‌ἐγκληθήσεται ‌ὅτι ‌μὴ ‌πεποίηκε ‌θαύματα, ‌ἀλλ' ‌ὅτι ‌τὴν ‌ἐντολὴν ‌οὐκ ‌ἐφύλαξεν.>>

34. ‌ οἷος ‌δὲ ‌ἦν ‌καὶ ‌ἐν ‌ταῖς ‌ὁμιλίαις ‌ἡδύς, ‌εὐπρόσιτος, ‌εὐπροσήγορος·; ‌μέσην ‌βαδίζων ‌ὁδόν, ‌καὶ ‌οὔτε ‌τὸ ‌ὑψηλὸν ‌ἔχων ‌ἀταπείνωτον, ‌οὔτε ‌τὸ ‌ταπεινὸν ‌εὐκαταφρόνητον, ‌ἀλλ' ‌ἦν ‌ὅλως ‌ἠκριβωμένος, ‌ὡς ‌στάθμη ‌καὶ ‌κανὼν ‌ἀκριβὴς ‌μοναδικῆς ‌πολιτείας, ‌ἀόργητος, ‌ἄκακος, ‌ὑποδύοντα ‌ἔχων ‌τὸν ‌χαρακτῆρα, ‌ὡς ‌ἐκ ‌τούτου ‌φαίνεσθαι ‌τὸ ‌φαιδρὸν ‌καὶ ‌ἀτάραχον ‌τῆς ‌ψυχῆς. ‌διὰ ‌τοῦτο ‌καὶ ‌πολλοὺς ‌εἷλκε ‌μᾶλλον ‌πρὸς ‌τὴν ‌τῶν ‌κρυφίων ‌κακῶν ‌ἐξαγόρευσιν·; ‌οὐ ‌γὰρ ‌ᾐσχύνετό ‌τις ‌ὁμολογῆσαι ‌τούτῳ ‌τὸ ‌ἑαυτοῦ ‌σφάλμα, ‌ὁρῶν ‌αὐτὸν ‌συμπάσχοντα ‌αὐτῷ ‌καὶ ‌θαρσοποιοῦντα ‌καὶ ‌συμπονεῖν ‌ἐπαγγελλόμενον. ‌ ‌ἔλεγε ‌δὲ ‌αὐτοῖς ‌ὅτι ‌τὰ ‌ἀνεξαγόρευτα ‌παραπτώματα ‌
[p. ‌52]ἐπὶ ‌τὸ ‌χεῖρον ‌προκόπτουσι ‌καὶ ‌μείζονα ‌ἡμῖν ‌τὴν ‌φλόγα ‌τῆς ‌Γεέννης ‌ἀνάπτουσι·; ‌τοῦ ‌γὰρ ‌πυρὸς ‌ἐκείνου ‌ἡ ‌ὕλη ‌αἱ ‌ἁμαρτίαι ‌τῶν ‌ἀνθρώπων ‌εὑσίν.

 ἐνήστευε ‌δὲ ‌ἀεὶ ‌καὶ ‌καρυκεία ‌ἦν ‌αὐτῷ ‌ἄρτος ‌καὶ ‌ἅλες·; ‌ποτὸν ‌τὸ ‌κρηναῖον ‌νᾶμα·; ‌στρωμνὴ ‌πόα·; ‌σύναξις ‌ἡ ‌πάννυχος ‌στάσις·; ‌κάθαρσις ‌οἱ ‌στεναγμοὶ ‌καὶ ‌ἡ ‌τοῦ ‌θανάτου ‌διηνεκὴς ‌μελέτη. ‌ ‌καὶ ‌ἐν ‌τοιαύτῃ ‌σκληραγωγίᾳ ‌τὴν ‌σάρκα ‌ὑποπιέζων ‌καὶ ‌δουλαγωγῶν, ‌τῶν ‌ὑπερακμαζόντων ‌καὶ ‌ἐν ‌πάσῃ ‌τοῦ ‌βίου ‌`ρᾳστώνῃ ‌καθεστηκότων ‌φαιδρότερος ‌ἐφαίνετο ‌καὶ ‌πρὸς ‌ὑσχὺν ‌προθυμότερος·; ‌ἀλλὰ ‌καὶ ‌εἴ ‌ποτε ‌πρός ‌τινα ‌τῶν ‌γνωρίμων ἀφῖκτο, ‌τῶν ‌παρατιθεμένων ‌αὐτῷ ‌βρωμάτων ‌ἁπλοϊκῶς ‌μετελάμβανεν·; ‌ ‌τοιοῦτος ‌ἦν ‌ὁ ‌βίος ‌αὐτοῦ.

35. ‌ ἀλλ' ‌ὁ ‌λόγος ‌βιάζεται ‌καὶ ‌τοῖς ‌ἐφεξῆς ‌προσβῆναι, ‌καθ' ‌ὅσον ‌οἷόν ‌τε ‌ᾖ. ‌χρείας ‌ποτὲ ‌γενομένης ‌αὐτῷ ‌πρὸς ‌τὰ ‌μέρη ‌γενέσθαι ‌Πενταδακτύλου, ‌διήρχετο ‌τὴν ‌ἐκεῖσε ‌λίμνην ‌μετὰ ‌τοῦ ‌μαθητοῦ ‌αὐτοῦ ‌Δανιὴλ. ‌καὶ ‌ὃς ‌προσελθών, ‌ὑπεδείκνυε ‌τῷ ‌καθηγητῇ ‌τὸ ‌ψαλτήριον ‌πάνυ ‌τερπνὸν ‌καὶ ‌ἠκριβωμένον, ‌ὃ ‌ἔλεγεν ‌ἑαυτῷ ‌ἀφ' ‌ἑαυτοῦ ‌κτήσασθαι. ‌ὁ ‌δὲ ‌προσχὼν ‌αὐτῷ ‌εἶπεν·; ‌<<ἄπελθε, ‌`ρῖψον ‌αὐτὸ ‌εὑς ‌τὴν ‌λίμνην.>> ‌ὁ ‌δὲ ‌ὅσιος ‌Δανιήλ, ‌παρακοὴν ‌μὴ ‌γινώσκων, ‌τὸ ‌πρόσταγμα ‌τοῦ ‌διδασκάλου ‌πεπλήρωκεν. ‌ὁδευσάντων ‌δὲ ‌αὐτῳν ‌μίλια ‌ἕξ, ‌εἶπεν ‌ὁ ‌θεῖος ‌'Ηλίας ‌πρὸς ‌Δανιήλ·; ‌<<ὑπόστρεψον, ‌τέκνον, ‌ἀναλαβοῦ ‌τὸ ‌ψαλτήριον.>> ‌ὑποστρέψας ‌οὖν ‌ἐκεῖνος, ‌εὗρεν ‌αὐτὸ ‌μηθόλως ‌βλαβὲν ‌ὑπὸ ‌τῶν ‌ὑδάτων·; ‌φθάσας ‌δὲ ‌τόν ‌ἅγιον, ‌ἐδείκνυε ‌καὶ ‌αὖθις ‌αὐτῷ ‌τὸ ‌ψαλτήριον, ‌θαυμάζων ‌πῶς ‌ἀσινὲς ‌διετηρήθη. ‌ὁ ‌δὲ ‌μέγας ‌ἔφη ‌αὐτῷ·; ‌<<τὸ ‌μὲν ‌ψαλτήριον, ‌τέκνον, ‌ἡ ‌ὑπακοή ‌σου ‌διετήρησεν ‌ἀβλαβές. ‌ἡμεῖς ‌δὲ ‌πάσῃ ‌
[p. ‌54]σπουδῇ ‌τὴν ‌ἀκτημοσύνην ‌ἐπισπασώμεθα, ‌ἵνα ‌μὴ ‌ὀνειδισθῶμεν ‌ὑπὸ ‌τῶν ‌ἀγγέλων ‌τοῦ ‌θεοῦ, ‌ὡς ‌καὶ ‌τοῦ ‌κόσμου ‌στερηθέντες ‌καὶ ‌μοναχοὺς ‌μὴ ‌ποιήσαντες·; ‌ὥσπερ ‌γὰρ ‌οὔκ ‌ἐστιν ‌εὑπεῖν ‌τὸν ‌ἕν ‌τι ‌μέλος ‌τοῦ ‌σώματος ‌πάσχοντα ‌ὑγιῆ, ‌οὕτως ‌οὐδὲ ‌τὸν ‌μοναχὸν ‌περί ‌τι ‌τῶν ‌φθαρτῶν ‌σχετικῶς ‌διακείμενον ‌ἀπαθῆ ‌καὶ ‌ἀκτήμονα ‌λέγεσθαι.>>

36. ‌ ‌ὑποστρέψας ‌δὲ ‌πάλιν ‌εὑς ‌τὸ ‌μοναστήριον ‌κατὰ ‌τὸ ‌εὑωθὸς ‌καὶ ‌ἐν ‌τῷ ‌τοῦ ‌ἁγίου ‌μάρτυρος ‌Παντελεήμονος ‌εὐκτηρίῳ ‌γενόμενος, ‌ὁρᾷ ‌καθ' ‌ὕπαρ ‌δύο ‌τινὰς ‌ἄνδρας ‌φωτοειδεῖς ‌ἐν ‌εἴδει ‌καὶ ‌σχήματι ‌Πέτρου ‌καὶ ‌Παύλου ‌τῶν ‌κορυφαίων ‌λέγοντας ‌αὐτῷ·; ‌<<αὔριον ‌ἀκωλύτως, ‌λαβὼν ‌τὸν ‌μαθητήν, ‌ἐπὶ ‌τὴν ‌`Ρώμην ‌ὅδευε.>> ‌ἔλεγε ‌δὲ ‌καὶ ‌ἐνδεδύσθαι ‌πρὸς ‌αὐτῶν ‌ἑαυτὸν ‌καὶ ‌τὸν ‌μαθητὴν ‌φωτοειδῆ ‌περιβόλαια, ‌ὡς ‌οἷμαι, ‌τὸν ‌θώρακα ‌τῆς ‌δικαιοσύνης ‌καὶ ‌τὸν ‌θυρεόν ‌τῆς ‌πίστεως, ‌πρὸς ‌τὸ ‌τὰ ‌βέλη ‌τοῦ ‌πονηροῦ ‌καὶ ‌τὰς ‌προσβολάς ‌εὐχερῶς ‌ἀποκρούεσθαι. ‌καὶ ‌περὶ ‌ἀλεκτρυόνων ‌φωνάς, ‌παραλαβὼν ‌τὸν ‌μαθητὴν ‌καὶ ‌ἀναχθείς, ‌ἐπὶ ‌τὴν ‌`Ρώμην ‌ᾤχετο.

 γενόμενος ‌δὲ ‌ἐν ‌`Ρώμῃ ‌καὶ ‌πληρώσας ‌τὴν ‌εὐχήν, ‌οὐ ‌τῆς ‌τυχούσης ‌ἀπώνατο ‌τιμῆς ‌παρὰ ‌τοῦ ‌προέδρου·; ‌Στέφανος ‌δὲ ‌ἦν ‌ὁ ‌θαυμάσιος ‌οὗτος ‌ὁ ‌τηνικαῦτα ‌τὴν ‌τῶν ‌`Ρωμαίων ‌πηδαλιουχῶν ‌ἐκκλησίαν, ‌συμβαίνουσαν ‌ἔχων ‌τῆς ‌ἱερωσύνης ‌καὶ ‌τὴν ‌πολιτείαν. ‌ἐκεῖ ‌οὖν ‌διατρίβων ‌πολλὰς ‌ἡμέρας ‌ὁ ‌θεῖος ‌'Ηλίας, ‌ἐν ‌μιᾷ ‌λέγει ‌τῷ ‌μαθητῇ·; ‌<<τέκνον ‌Δανιήλ, ‌αὐτῇ ‌τῇ ‌ὥρᾳ ‌'Ιωνᾶς, ‌ὁ ‌πατήρ ‌σου, ‌τῶν ‌ἀνθρωπίνων ‌πραγμάτων ‌μεθίσταται, ‌ἀλλὰ ‌μὴ ‌λυποῦ·; ‌ἐν ‌ἀγαθῇ ‌γὰρ ‌πολιτείᾳ ‌τὴν ‌παροικίαν ‌μετῆλθεν.>> ‌καὶ ‌τὸ ‌διάστημα ‌δὲ ‌τὸ ‌ἀπό ‌Ταυρομενίας ‌ἕως ‌`Ρώμης, ‌ἔνθα ‌ἦν ‌'Ηλίας, ‌ἡμερῶν ‌ἐστιν ‌εἴκοσι. ‌ὁ ‌δὲ ‌Δανιὴλ ‌ἐσημειώσατο ‌τὴν ‌ὥραν ‌καὶ ‌τὴν ‌ἡμέραν, ‌ἐν ‌ᾗ ‌τὴν ‌κοίμησιν ‌δεδήλωκε ‌τοῦ ‌πατρὸς ‌αὐτοῦ ‌ὁ ‌θεῖος ‌'Ηλίας ‌
[p. ‌56]καὶ ‌μετὰ ‌τὸ ‌ἐπανελθεῖν ‌αὐτοὺς ‌ἀπὸ ‌`Ρώμης ‌εὑς ‌Καλαβρίαν, ‌ἔγνω ‌κατ' ‌ἐκείνην ‌τὴν ‌ἡμέραν ‌καὶ ‌τὴν ‌ὥραν ‌κεκοιμῆσθαι ‌τὸν ‌ἑαυτοῦ ‌πατέρα, ‌ἐν ‌ᾗ ‌εἶπεν ‌αὐτῷ ‌ἐν ‌`Ρώμῃ ‌ὁ ‌μέγας ‌'Ηλίας ‌ὅτι, ‌<<ἄρτι ‌τετελεύτηκεν ‌ὁ ‌πατήρ ‌σου.>> ‌καὶ ‌ἔστιν ‌ἀληθῶς ‌θαυμάσαι ‌τὸ ‌καθαρόν ‌τῆς ‌ψυχῆς ‌'Ηλίου ‌πῶς ‌τὸ ‌ἀπὸ ‌διαστήματος ‌τοσούτου ‌γενόμενον ‌παρ' ‌αὐτὰ ‌μεμάθηκε ‌καὶ ‌τῷ ‌μαθητῇ ‌διηγήσατο.

37. ‌ ‌ἐν ‌μιᾷ ‌δὲ ‌γενομένου ‌αὐτοῦ ‌ἐν ‌`Ρηγίῳ ‌καὶ ‌τῆς ‌ὀρθρινῆς ἀκολουθίας ‌ἐπιτελουμένης, ‌ἐγγίσας ‌τῷ ‌προκρίτῳ ‌τῶν ‌πρεσβυτέρων ‌τοὔνομα ‌Δημητρίῳ, ‌φησὶ ‌πρὸς ‌αὐτὸν ‌χαριέντως·; ‌<<εὐλόγησον ‌ἡμᾶς, ‌ὦ ‌ἐπίσκοπε.>> ‌ἐκεῖνος ‌δὲ ‌ὑποπτεύσας ‌ἐσφάλθαι ‌τὸν ‌ἅγιον ‌ὡς ‌ἄλλου ‌ἀντ' ‌ἄλλου ‌τὴν ‌εὐλογίαν ‌αὑτούμενον, ‌<<συγχώρησον>> ‌ἔφη ‌<<πάτερ, ‌οὔκ ‌εὑμι ‌ἐγὼ ‌ὁ ‌ἐπίσκοπος.>> ‌καὶ ‌ὅς·; ‌<<ὠμοφόριόν ‌σοι ‌περικείμενον ‌θεωρῶ·; ‌καὶ ‌λέγεις, ‌"οὔκ ‌εὑμι ‌ἐπίσκοπος;" ‌ὄντως ‌οὐκ ‌ἠπατήθην, ‌ἀλλ' ‌ὅπερ ‌προγνοὺς ‌ὁ ‌θεὸς ‌καὶ ‌προώρισεν, ‌ἐπιτελέσει ‌πάντως.>> ‌ὁ ‌τοίνυν ‌Δημήτριος ‌εὑδὼς ‌πρὸ ‌πολλοῦ ‌τὸν ‌θεοφόρον ‌'Ηλίαν ‌τῷ ‌προφητικῷ ‌χαρίσματι ‌λαμπρυνόμενον, ‌συνετήρησε ‌τὸν ‌λόγον ‌παρ' ‌ἑαυτῷ·; ‌καὶ ‌μετ' ‌οὐ ‌πολὺ ‌ἀνελθὼν ‌ἐν ‌Κωνσταντινουπόλει ‌καὶ ‌τῷ ‌αὐτῆς ‌ἱεράρχῃ ‌συντυχών, ‌ἐπίσκοπος ‌τῆς ‌τῶν ‌Κερκύρων ‌ἁγίας ‌ἐκκλησίας ‌καθίσταται, ‌Παχώμιον ‌διαδεξάμενος ‌τὸν ‌ἀοίδιμον.

38. ‌ προγνοὺς ‌δὲ ‌ὁ ‌ὅσιος ‌τὴν ‌ἐν ‌`Ρηγίῳ ‌τῶν ‌'Αγαρηνῶν ‌ἔφοδον, ‌καταλιπὼν ‌τὸ ‌ἐν ‌Σαλίναις ‌ἡσυχαστήριον, ‌(ἤκουσε ‌γὰρ ‌τῆς ‌δεσποτικῆς ‌ἀντολῆς ‌τῆς ‌λεγούσης·; ‌"ὅταν ‌διώκωσιν ‌ὑμᾶς ‌ἐκ ‌τῆς ‌πόλεως ‌ταύτης, ‌φεύγετε ‌εὑς ‌τὴν ‌ἄλλην") ‌ἀνέπλευσε ‌σὺν ‌τῷ ‌μαθητῇ ‌πρὸς ‌τὰς ‌Πάτρας·; ‌εὐοδούμενος ‌γὰρ ‌ἦν ‌ἀεὶ ‌ὑπὸ ‌τῆς ‌χάριτος ‌τοῦ ‌θεοῦ ‌καὶ ‌μητρικαῖς ‌εὐχαῖς ‌στηριζόμενος. ‌ἐκεῖ ‌τοίνυν ‌ἡσυχάζων, ‌τέσσαρας ‌ἠλευθέρωσε ‌
[p. ‌58]τῆς ‌δαιμονικῆς ‌ἐνεργείας ‌ψυχάς, ‌εὐχῇ ‌καὶ ‌σφραγῖδι ‌χρώμενος ‌ἀμυντήριον, ‌καὶ ‌τὴν ‌ἀπὸ ‌τοῦ ‌`Ρηγίου ‌τῶν ‌πολεμίων ‌ἀναχώρησιν ‌προεδήλωσε. ‌διὰ ‌τοῦτο ‌καὶ ‌ταχεῖαν ‌τὴν ‌ὑποστροφὴν ‌ἐποιεῖτο.

 πλέοντι ‌δ' ‌οὖν ‌αὐτῷ ‌τὸ ‌'Ιόνιον ‌πέλαγος ‌ἐξαίφνης ‌ἐφίσταται ‌ζάλη ‌καὶ ‌τρικυμία ‌καὶ ‌συστροφὴ ‌πνευμάτων ‌ἀφόρητος. ‌οἱ ‌δὲ ‌ἐν ‌τῷ ‌πλοίῳ ‌πάντες ‌πρὸ ‌τῶν ‌ὀφθαλμῶν ‌τὸν ‌θάνατον ‌βλέποντες, ‌ἱκέτευον ‌τὸν ‌ἅγιον ‌ἐπαμύναι ‌δι' ‌εὐχῆς ‌τοῖς ‌κατὰ ‌θάλασσαν ‌κινδυνεύουσιν. ‌ὁ ‌δὲ ‌εἴξας ‌ταὑς ‌παρακλήσεσιν, ‌ἀνέστη ‌καὶ ‌τὴν ‌θάλασσαν ‌κατεσφράγισεν. ‌καὶ ‌τούτου ‌γενομένου, ‌ἡ ‌μὲν ‌κίνησις ‌τῶν ‌ἀνέμων ‌εὐθὺς ‌ἐπέπαυτο, ‌ὁ ‌δὲ ‌τῶν ‌κυμάτων ‌ὄγκος ‌εὐθὺς ‌ἐλώφησεν ‌καὶ ‌ἡ ‌τέως ‌μαινομένη ‌καὶ ‌ἀστατοῦσα ‌θάλασσα ‌κατεστρώθη. ‌καὶ ‌νηνεμίας ‌λοιπὸν ‌γενομένης, ‌τὴν ‌`Ρηγίου ‌πόλιν ‌κατέλαβεν·; ‌κἀκεῖθεν ‌πρὸς ‌τὴν ‌ὑδίαν ‌μονὴν ‌τὴν ‌ἐν ‌Σαλίναις ‌ἀφίκετο.

39. ‌ὡς ‌οὖν ‌ἑώρα ‌αὑτὸν ‌ὑπὸ ‌πολλῶν ‌ὀχλούμενον, ‌τὸ ‌κενὸν ‌ἐκκλίνων ‌τῶν ‌ἀνθρώπων ‌δοξάριον, ‌ἐπὶ ‌τὰ ‌ὄρη ‌Μεσοβιάνου ‌κατέπαυσεν·; ‌κἀκεῖ ‌τὴν ‌φιλεργὸν ‌μιμούμενος ‌μέλιτταν, ‌τὸ ‌τῆς ‌ἀληθοῦς ‌φιλοσοφίας ‌κατεσκεύαζε ‌μέλι, ‌συνέριθον ‌κεκτημένος ‌τὸν ‌μαθητήν. ‌ἐν ‌οἷς ‌ἐφ' ‌ἱκανὸν ‌ἡσυχάσας ‌χρόνον, ‌ἐφόδου ‌βαρβαρικῆς ‌δηλωθείσης ‌αὐτῷ ‌παρὰ ‌θεοῦ, ‌πάλιν ‌ὑπέστρεψεν ‌ἐν ‌Σαλίναις.

 καί ‌ποτε ‌καθεζόμενος, ‌ὡς ‌ἔθος ‌ἦν ‌αὐτῷ, ‌περὶ ‌τῶν ‌ἀποκειμένων ‌τοῖς ‌ἁγίοις ‌ἐν ‌οὐρανοῖς ‌ἀγαθῶν ‌καὶ ‌τοῖς ‌ἁμαρτωλοῖς ‌κολαστηρίων ‌καταδιαλογιζόμενος, ‌ὥσπερ ‌ἐν ‌ἐκστάσει ‌γέγονε, ‌καὶ ‌στρέψας ‌τὸ ‌πρόσωπον ‌ἐπὶ ‌τὴν ‌Σικελίαν, ‌πολὺς ‌ἦν ‌ἐν ‌τῇ ‌θεωρίᾳ. ‌εἶτα ‌μεθ' ‌ὥραν ‌στενάξας, ‌ἐδάκρυσε·; ‌καὶ ‌λέγει ‌πρὸς ‌τὸν ‌μαθητήν·; ‌<<ἄγαγε, ‌τέκνον, ‌θυμιατήριον·; ‌καὶ ‌ποιήσωμεν ‌εὐχὴν ‌ἐπιτάφιον·; ‌ἄρτι ‌γὰρ ‌ἡ ‌
[p. ‌60]θεοφιλής ‌μου ‌μήτηρ, ‌τοῦ ‌σώματος ‌ἐκδημήσασα, ‌πρὸς ‌κύριον ‌ἀπεδήμησεν. ‌καὶ ‌εὐχαριστῶ ‌τῷ ‌ἀγαθῷ ‌δεσπότῃ ‌θεῷ ‌ὅτι ‌οὐκ ‌ἀγέραστον ‌αὐτὴν ‌προσελάβετο, ‌ἀλλὰ ‌τὰς ‌τῶν ‌πόνων ‌ἐπικαρπίας ‌μετὰ ‌προσθήκης ‌πολλῆς ‌παρασχόμενος.>> ‌ὁ ‌δὲ ‌Δανιὴλ ‌καὶ ‌τοῦτο ‌ἐσημειώσατο·; ‌καὶ ‌μετά ‌τινας ‌ἡμέρας ‌ἐλθόντες ‌τινὲς ‌ἐκ ‌Πανόρμου, ‌ἀπήγγειλαν ‌τὴν ‌ἡμέραν ‌καθ' ἣν ‌τετελεύτηκε ‌τοῦ ‌ὁσίου ‌ἡ ‌μήτηρ·; ‌καὶ ‌ἐξαγαγὼν ‌Δανιὴλ ‌τὸν ‌χάρτην, ‌εὗρεν ‌ἐκείνην ‌οὖσαν ‌τὴν ‌ἡμέραν ‌καὶ ‌τὴν ‌ὥραν, ‌ἐν ‌ᾗ ‌τὴν ‌ἐπιτάφιον ‌εὐχήν ‌ὁ ‌ὅσιος ‌ἐποιήσατο.

40. ‌ ‌ ‌ ‌εἶς ‌δέ ‌τις, ‌Κωνσταντῖνος ‌τοὔνομα, ‌ἐκ ‌Σκύλλης ‌ὁρμώμενος, ‌(ἦν ‌δὲ ‌αὕτη ‌ἡ ‌Σκύλλα ‌ἀμφὶ ‌τὸ ‌Σικελικὸν ‌καὶ ‌Τυρρηνικὸν ‌κειμένη ‌πέλαγος) ‌ἀρθριτικῇ ‌νόσῳ ‌περιπεπτώκει ‌καὶ ‌χρονίᾳ ‌πάνυ·; ‌ἦλθε ‌δὲ ‌βασταζόμενος ‌πρὸς ‌τὸν ‌ἅγιον ‌καὶ ‌παρεκάλει ‌τυχεῖν ‌ἐλέους ‌δι' ‌εὐχῶν ‌αὐτοῦ·; ‌ ‌ἐπληροφορεῖτο ‌γὰρ ‌ἕκαστος ‌εὑς ‌αὐτὸν ‌ὅτι ‌πληροῖ ‌τὰ ‌αὑτήματα ‌αὐτοῦ ‌ὁ ‌θεός, ‌ὡς ‌καὶ ‌αὐτὸς ‌τὰς ‌αὐτοῦ ‌ἐντολάς. ‌ὁ ‌δὲ ‌τὸ ‌τοῦ ‌πάθους ‌ἀθρήσας ‌δεινὸν ‌καὶ ‌τῷ ‌κάμνοντι ‌συμπαθήσας, ‌ἔσεισε ‌μὲν ‌τὴν ‌κεφαλήν, ‌εἶπε ‌δὲ ‌αὐτῷ·; ‌<<ἀδύνατόν ‌ἐστι ‌τῆς ‌νόσου ‌ταύτης ‌ἀπαλλαγῆναί ‌σε, ‌εὑ ‌μὴ ‌ἀπὸ ‌τῆς ‌τῶν ‌αὑσχρῶν ‌πράξεων ‌ὧν ‌ποιεῖς ‌ἀπαλλαγῇς. ‌εὑ ‌δὲ ‌συντιθῇ ‌τοῦτο ‌ποιῆσαι, ‌δυσωπεῖται ‌ὁ ‌θεὸς ‌δι'ἡμῶν ‌τῶν ‌ταπεινῶν ‌καὶ ‌ὑᾶταί ‌σε·; ‌τοῦτο ‌γὰρ ‌συνέβη ‌σοι ‌τὸ ‌δεινόν, ‌ἐπειδὴ ‌ταῖς ‌ἀσωτείαις ‌ἐκδέδωκας ‌ἑαυτὸν ‌καὶ ‌ἠχρείωσας. ‌κρεῖσσον ‌γὰρ ‌νόσος ‌ὑγείας ‌τοῖς ‌βιοῦσι ‌κακῶς·; ‌οὐδὲ<ν> ‌γὰρ ‌ἄλλως ‌τοσοῦτον ‌ἀπαιτεῖ ‌ὁ ‌θεὸς ‌ἀπὸ ‌παντὸς ‌Χριστιανοῦ, ‌ὅσον ‌πίστιν ‌ὀρθὴν ‌καὶ ‌σαρκὸς ‌κάθαρσιν ‌καὶ ‌ψυχῆς ‌εὐγένειαν.>> ‌ὁ ‌δὲ ‌συνέθετο ‌τὴν ‌ἐντολὴν ‌τοῦ ‌ἁγίου ‌τηρεῖν ‌ἀπαράβατον, ‌καὶ ‌οὐ ‌μόνον ‌τοῦτο, ‌ἀλλὰ ‌καὶ ‌ἀντισταθμῆσαι ‌τῷ ‌κακῷ ‌τὴν ‌διόρθωσιν.
[p. ‌62]δεξάμενος ‌οὖν ‌ὁ ‌μέγας ‌'Ηλίας ‌τὴν ‌ὑπόσχεσιν, ‌ἀναστὰς ‌σὺν ‌τῷ ‌μαθητῇ ‌Δανιήλ, ‌τὴν ‌ἱκεσίαν ‌ὑπὲρ ‌τοῦ ‌νοσοῦντος ‌τῷ ‌τῶν ‌ὅλων ‌θεῷ ‌καὶ ‌ὑατρῷ ‌τῶν ‌ψυχῶν ‌καὶ ‌τῶν ‌σωμάτων ‌ἀνέπεμπον. ‌καὶ ‌οὐ ‌παρῆλθον ‌ἡμέραι ‌ἑπτὰ ‌καὶ ‌ἡ ‌νόσος ‌ἐλώφησεν ‌καὶ ‌ὁ ‌πρὸ ‌μικροῦ ‌τεθνήξεσθαι ‌προσδοκῶν ‌γέγονεν ‌ὑγιής. ‌ὁ ‌δὲ ‌ἅγιος ‌ἀπέλυσεν ‌αὐτὸν ‌ὑγιῆ, ‌εὑπὼν ‌αὐτῷ·; ‌<<ἄπελθε ‌ἐν ‌εὑρήνῃ, ‌ἀδελφέ, ‌καὶ ‌μνημόνευε ‌τί ‌συνέθου·; ‌πίστευέ ‌μοι·; ‌εὑ ‌πάλιν ‌ἐν ‌τοῖς ‌αὐτοῖς ‌κακοῖς ‌γένῃ, ‌εὑς ‌χείρονα ‌περιπέσῃς ‌νόσον ‌καὶ ‌πικρῷ ‌τὴν ‌ψυχὴν ‌ἀπορρήξῃς ‌μόρῳ·; ‌καλὸν ‌γάρ ‌ἐστιν, ‌εὑ ‌καὶ ‌τῶν ‌θύραθεν ‌ὁ ‌λόγος, ‌οἷς ‌ὕβριν ‌φέρει ‌τὸ ‌ζῆν, ‌ἀποθνήσκειν.>> ‌ἀπῆλθε ‌τοίνυν ‌ὀ ‌ἄνθρωπος·; ‌καὶ ‌ἑτέροις ‌χείροσι ‌καὶ ‌λοιπὸν ‌τὴν ‌ἐντολὴν ‌τοῦ ‌σεβασμίου ‌πατρὸς ‌παραλογισάμενος, ‌πάντα ‌τὰ ‌τῆς ‌προρρήσεως ‌ἔπαθεν. ‌"ἀπόφασις ‌γὰρ ‌ἦν ‌ἐπὶ ‌τοῖς ‌τοιούτοις ‌ὁ ‌λόγος ‌αὐτοῦ ‌καὶ ‌ὁ ‌ζῆλος ‌ἀρεστὸς ‌κυρίῳ," ‌καθὰ ‌καὶ ‌τοῦ ‌Θεσβίτου ‌'Ηλίου ‌ποτέ.

41. ‌τούτῳ ‌ποτὲ ‌προσευχομένῳ ‌(καὶ ‌γὰρ ‌τὸ ‌πλεῖστον ‌τῆς ‌ἡμέρας ‌καὶ ‌τῆς ‌νυκτός, ‌πολλάκις ‌δὲ ‌καὶ ‌ὅλην ‌τὴν ‌νύκτα, ‌εὑς ‌τὸ ‌τῆς ‌προσευχῆς ‌ἔργον ‌ἀνήλισκεν·; ‌ἔργον ‌γὰρ ‌ἦν ‌αὐτῷ ‌τῷ ‌ὄντι ‌ἡ ‌τῆς ‌ψυχῆς ‌ἐπιμέλεια, ‌αἱ ‌δὲ ‌τοῦ ‌σώματος ‌ἀνάγκαι ‌πάρεργον), ‌ἤδη ‌δὲ ‌καὶ ‌ἡ ‌ὑπὸ ‌Βουλαμβὲς ‌τοῦ ‌'Ισμαηλίτου ‌γενομένη ‌τοῦ ‌`Ρηγίου ‌ἅλωσις ‌ἀπεκαλύφθη. ‌καὶ ‌ὥσπερ ‌ὁ ‌προφήτης ‌'Ιωνᾶς ‌πρὸς ‌θεοῦ ‌τοῖς ‌Νινευΐταις ‌ἀποσταλείς, ‌τὴν ‌ἐπηγγελμένην ‌αὐτοῖς ‌προεμήνυσεν ‌ἀπειλήν, ‌οὕτω ‌καὶ ‌οὗτος ‌τοῖς ‌ἐν ‌`Ρηγίῳ·; ‌ἀλλ' ‌οἱ ‌μὲν ‌Νινευῖται ‌τῇ ‌μετανοίᾳ ‌προφθάσαντες, ‌τὴν ‌ὀργὴν ‌ἐξέφυγον, ‌οἱ ‌δὲ ‌`Ρηγιῶται ‌τὰ ‌ὦτα ‌βύσαντες ‌καὶ ‌τὴν ‌ὑπὸ ‌τοῦ ‌θείου ‌πατρὸς ‌
[p. ‌64]κηρυττομένην ‌αὐτοῖς ‌μετάνοιαν ‌μὴ ‌προσηκάμενοι, ‌τὰ ‌κακὰ ‌ἐφ' ‌ἑαυτοῖς ‌ἐπεσπάσαντο, ‌οὑ ‌μὲν ‌αὑχμαλωτισθέντες, ‌οἱ ‌δὲ ‌μαχαίρας ‌γενόμενοι ‌ἀναλώματα.

42. ‌τούτου ‌τοίνυν ‌τοῦ ‌κακοῦ ‌προσδοκωμένου, ‌'Ηλίας ‌καὶ ‌Δανιήλ, ‌οἱ ‌θαυμαστοὶ ‌καὶ ‌χριστοφόροι ‌πατέρες, ‌ἐν ‌τῷ ‌τῆς ‌`Αγίας ‌Χριστίνης ‌καταλύουσι ‌κάστρῳ, ‌ἐν ‌ᾧ ‌τὰς ‌περὶ ‌μετανοίας ‌καὶ ‌σωφροσύνης ‌καὶ ‌φιλαδελφίας ‌προσφέροντες ‌παραινέσεις ‌καὶ ‌ἀκουσθέντες, ‌διπλῆν ‌τοῖς οὑκήτορσι ‌τὴν ‌ὠφέλειαν ‌προεξένησαν·; ‌καὶ ‌γὰρ ‌καὶ ‌τῶν ‌κακῶν ‌ἀπέστησαν ‌καὶ ‌ἀσινεῖς ‌ἐκ ‌τῶν ‌πολεμίων ‌διεφυλάχθησαν·; ‌μέγα ‌γὰρ ‌τῷ ‌ὄντι ‌βοήθημα ‌τοῖς ‌κινδυνεύουσιν ‌ὁ ‌θεὸς ‌τὴν ‌μετάνοιαν ‌ἐχαρίσατο.

43. ‌ὑποστρέψασι ‌γοῦν ‌αὐτοῖς ‌εὑς ‌τὸ ‌μοναστήριον ‌καὶ ‌προθεμένοις ‌ποιῆσαι ‌χρόνον ‌ὥστε ‌μὴ ‌προϊέναι, ‌ὁ ‌τηνικαῦτα ‌καταλαβὼν ‌τοῦ ‌νηΐτου ‌στόλου ‌ἄρχων, ‌(Μιχαὴλ ‌δὲ ‌ἦν ‌τούτῳ ‌ὄνομα) ‌γνωστὸς ‌ὑπάρχων ‌τῷ ‌θεοφόρῳ ‌πατρὶ ‌καὶ ‌σέβας ‌αὐτῷ ‌καὶ ‌πολλὴν ‌τιμὴν ‌ἀπονέμων, ‌δηλοῖ ‌αὐτῷ, ‌ἐρωτῶν ‌διὰ ‌τοῦ ‌θεοῦ ‌γνῶναι ‌εὑ ‌κατευοδώσει ‌κύριος ‌τὴν ‌ὁδὸν ‌αὐτοῦ ‌καὶ ‌τροπώσει ‌τοὺς ‌πολεμίους·; ‌πάντες ‌γὰρ ‌ὡς ‌προφήτην ‌αὐτὸν ‌εἶχον ‌καὶ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπον.

 ὁ ‌δὲ ‌ἀντιδηλοῖ ‌αὐτῷ ‌ταῦτα·; ‌<<εὑ ‌βούλῃ, ‌προσφιλέστατε, ‌τῶν ‌πολεμίων ‌περιγενέσθαι ‌καὶ ‌κατὰ ‌κράτος ‌αὐτοὺς ‌νικῆσαι, ‌ἅγνιζε ‌τὸν ‌λαόν ‌σου ‌κατὰ ‌τὴν ‌τοῦ ‌θεοῦ ‌πρὸς ‌Μωϋσῆν ‌παραγγελίαν·; ‌εὑ ‌γὰρ ‌ἡ ‌σκιὰ ‌τοσαύτης ‌ἀκριβείας ‌ἐδεῖτο, ‌ἡ ‌ἀλήθεια ‌πόσης; ‌οὐδέν' ‌οὕτως ‌μισεῖ ‌ὁ ‌θεὸς ‌καὶ ‌ἀποστρέφεται ‌ὡς ‌τὸν ‌αὑσχρῶς ‌βιοῦντα. ‌ἤκουσας ‌πάντως ‌
[p. ‌66]ὅτι ‌πορνεία ‌παρέδωκέ ‌ποτε ‌τὸν ‌λαὸν ‌τοῦ ‌θεοῦ ‌τῷ ‌ὀλέθρῳ·; ‌καὶ ‌πορνεία, ‌συμπαραλαβοῦσα ‌τὴν ‌μέθην, ‌τὸν ‌γενναῖον ‌Σαμψὼν ‌τοῖς ‌παιδαρίοις ‌τῶν ‌ἀλλοφύλων ‌ἀπεκατέστησε ‌παίγνιον. ‌μὴ ‌οὖν ‌καταδέχου ‌τούτους ‌ἐν ‌πορνείαις ‌καὶ ‌ἀσωτείαις ‌διάγειν ‌καὶ ‌ἀδεῶς ‌καταχραίνεσθαι ‌ἐν ‌τοῖς ‌τοιούτοις ‌μιάσμασι·; ‌καὶ ‌αὐτὸς ‌πρός ‌θεὸν ‌ἔχε ‌τὸ ‌ὄμμα ‌καὶ ‌τὸν ‌νοῦν·; ‌καὶ ‌ὄψει ‌νικωμένους ‌τοὺς ‌ἐχθρούς.>>

 ἐπίστευσεν ‌ὁ ‌ἄνθρωπος ‌τοῖς ‌δηλωθεῖσιν ‌καὶ ‌ἀπεδέξατο·; ‌καὶ ‌παρήγγειλε ‌παντὶ ‌τῷ ‌λαῷ ‌τοῦ ‌στρατεύματος ‌φυλάττειν ‌ἑαυτοὺς ‌ἀπὸ ‌τῶν ‌αὑσχρῶν ‌λογίων ‌καὶ ‌πράξεων, ‌ἐπιστήσας ‌αὐτοῖς ‌καὶ ‌ἐπόπτας ‌τοὺς ‌εὐλαβεστέρους ‌αὐτῶν. ‌καὶ ‌μετὰ ‌βραχὺν ‌καιρὸν ‌συμβολῆς ‌γενομένης, ‌νεύσει ‌θεοῦ ‌τοῦ ‌ἀπολλύντος ‌τὰς ‌βουλὰς ‌τῶν ‌ἀσεβῶν ‌ἡττήθησαν ‌οἱ ‌πολέμιοι ‌καὶ ‌διώλοντο, ‌ὡς ‌καὶ ‌πολλὴν ‌τῆς ‌τῶν ‌`Ρηγιωτῶν ‌αὑχμαλωσίας ‌ἀνακληθῆναι. ‌καὶ ‌τούτου ‌γενομένου, ‌θαυμάζων ‌ὁ ‌ἄρχων, ‌ἔλεγεν ‌ἀληθῶς ‌ ‌δοῦλον ‌τοῦ ‌θεοῦ ‌εἶναι ‌'Ηλίαν·; ‌εὑ ‌μὴ ‌γὰρ ‌ἦν ‌ἀγαπώμενος ‌παρὰ ‌τοῦ ‌θεοῦ, ‌οὐκ ‌ἂν ‌τοιαῦτα ‌προέλεγε ‌καὶ ‌ἐδίδασκε. ‌ἔστι ‌δὲ ‌καὶ ‌τοῦτο ‌θαυμάσαι, ‌πῶς ‌τοιούτων ‌καὶ ‌τοσούτων ‌χαρισμάτων ‌ἀνάπλεως ‌ὤν, ‌οὐκ ‌ἐφυσιοῦτο, ‌οὐδὲ ‌πάλιν ‌ὑπακουόμενος ‌ὑπὸ ‌τοῦ ‌θεοῦ ‌ἐκαυχᾶτο, ‌ἀλλ' ‌ἦν ‌ταπεινότερος ‌πάντων ‌καὶ ‌ἐσχατώτερος.

44. ‌ αὐτὸς ‌μὲν ‌οὖν ‌ἔμενεν ‌ἐν ‌τῷ ‌μοναστηρίῳ ‌ἀπρόιτος, ‌(ἦν ‌γὰρ ‌λοιπὸν ‌γέρων) ‌τοὺς ‌δὲ ‌ἐρχομένους ‌πάντας ‌ἐδέχετο. ‌ ‌ἐκεῖνοι ‌δέ, ‌ὡς ‌πατρὶ ‌τέκνα, ‌διηγοῦντο ‌αὐτῷ ‌τὰς ‌θλίψεις ‌καὶ ‌τὰς ‌αὑχμαλωσίας, ‌ἃς ‌ὑφίσταντο ‌παρὰ ‌τῶν ‌θεοστυγῶν ‌'Ισμαηλιτῶν·; ‌λύπης ‌γὰρ ‌ἐκλαλουμένης, ‌ὡς ‌τὰ ‌πολλὰ ‌καρδία ‌τὸ ‌βάρος ‌ἀποσκευάζεται. ‌

[p.68]
ὁ ‌δὲ ‌ἀοίδιμος ‌πατήρ, ‌ἐπαλείφων ‌αὐτοὺς ‌πρὸς ‌ὑπομονήν, ‌ἔλεγεν·; ‌<<μὴ ‌ἐκκακεῖτε, ‌τέκνα, ‌ἐν ‌ταῖς ‌θλίψεσιν·; ‌"ἡ ‌γὰρ ‌θλίψις," ‌κατὰ ‌τὸν ‌θεῖον ‌ἀπόστολον, ‌"ὑπομονὴν ‌κατεργάζεται, ‌ἡ ‌δὲ ‌ὑπομονὴ ‌δοκιμήν, ‌ἡ ‌δὲ ‌δοκιμὴ ‌ἐλπίδα·; ‌ἡ ‌δὲ ‌ἐλπὶς ‌οὐ ‌καταισχύνει." ‌ ‌ὑπομείνατε ‌οὖν·; ‌καὶ ‌δύνατός ‌ἐστιν ‌ὁ ‌θεὸς ‌ποιῆσαι ‌σὺν ‌τῷ ‌πειρασμῷ ‌καὶ ‌τὴν ‌ἔκβασιν. ‌ ‌λογίζομαι ‌δὲ ‌ὅτι ‌διὰ ‌δύο ‌σκοπούς ‌ὁ ‌θεὸς ‌ἐπάγει ‌τὰς ‌θλίψεις ‌ἡμῖν, ‌ἢ ‌δοκιμάζων ‌ἡμῶν ‌τὴν ‌ὑπομονήν, ‌εὑ ‌γενναίως ‌φέρωμεν, ‌ἤ ‌πρὸς ‌ἐπιστροφὴν ‌ἡμᾶς ‌ἐνάγων ‌καὶ ‌σωφρονισμόν, ‌ἵνα, ‌ἅ ‌οὐκ ‌ἠβουλήθημεν ‌ἐν ‌ἀνέσει διάγοντες ‌κατορθῶσαι, ‌διὰ ‌θλίψεως ‌παιδευόμενοι ‌κατορθώσωμεν.>>

45. ‌<<χρὴ ‌μὲν ‌τὸν ‌ὑπὸ ‌θλίψεων ‌καὶ ‌τῶν ‌λοιπῶν ‌τοῦ ‌βίου ‌λυπηρῶν ‌καταλαμβανόμενον ‌ἐρευνᾶν ‌καθ' ‌ἑαυτὸν ‌τὴν ‌αὑτίαν ‌τῶν ‌ὀχληρῶν. ‌καὶ ‌εὑ ‌μὲν ‌εὕρῃ ‌ἑαυτὸν ‌μηδὲν ‌ἀδικήσαντα, ‌ἤ ‌συκοφαντήσαντα, ‌ἤ ‌μνησικακήσαντα, ‌μηδὲ ‌ἑαυτόν ‌δικαιώσαντα, ‌τὸν ‌δὲ ‌πλησίον ‌κατακρίναντα, ‌μηδὲ ‌ἀλλοτρίοις ‌ἐπιβουλεύσαντα ‌γάμοις, ‌ἤ ‌πορνείᾳ ‌καὶ ‌μέθῃ ‌καὶ ‌ταῖς ‌λοιπαῖς ‌τοῦ ‌σώματος ‌ἀκαθαρσίαις ‌ἑαυτὸν ‌ἐκδεδωκότα, ‌ὁ ‌τοιοῦτος ‌θαρσείτω ‌μᾶλλον ‌καὶ ‌μὴ ‌ἀνείσθω·; ‌πρὸς ‌γὰρ ‌δοκιμασίαν ‌ἐπῆλθον ‌αἱ ‌θλίψεις ‌αὐτῷ ‌παρὰ ‌τοῦ ‌θεοῦ, ‌ἵνα ‌ὑπομείναντα ‌τοῖς ‌τῆς ‌ὑπομονῆς ‌κατακοσμήσῃ ‌στεφάνοις.>>

 <<τοιοῦτος ‌ἦν ‌'Ιώβ, ‌λέγων ‌πρὸς ‌θεόν·; ‌
"ὑπομενῶ ‌σε ‌ἕως ‌ἄν ‌πάλιν ‌γένωμαι ‌καὶ ‌κατάξῃ ‌μοι ‌χρόνον ‌ἐν ‌ᾧ ‌μνείαν ‌ποιήσῃ ‌μου·; ‌μακάριος ‌ἄνθρωπος ‌ὃν ‌ἤλεγξεν ‌ὁ ‌κύριος, ‌νουθέτημα ‌δὲ ‌παντοκράτορος ‌μὴ ‌ἀπαναίνου. ‌αὑτὸς ‌γὰρ ‌ἀλγεῖν ‌ποιεῖ, ‌καὶ ‌πάλιν ‌ἀποκαθίστησιν·; ‌ἔπαισε, ‌καὶ ‌
[p. ‌70]ὑάσατο. ‌ἑξάκις ‌ἐξ ‌ἀναγκῶν ‌ἐξελεῖταί ‌σε, ‌ἐν ‌δὲ ‌τῷ ‌ἑβδόμῳ ‌οὐ ‌μὴ ‌ἅψηταί ‌σου ‌κακόν." ‌καὶ ‌ὁ ‌Δαυίδ·; ‌"δοκίμασόν ‌με, ‌κύριε, ‌καὶ ‌πείρασόν ‌με." ‌ὁρᾷς ‌πῶς ‌αὐτὸς ‌ἀφ' ‌ἑαυτοῦ ‌προσκαλεῖται ‌τοὺς ‌πειρασμούς; ‌ὅτου ‌χάριν; ‌ἵνα ‌δοκιμασθεὶς ‌ἀναφανεῖται ‌μᾶλλον ‌λαμπρότερος·; ‌οὐδὲν ‌γὰρ ‌ἀδίκημα ‌ἑαυτῷ ‌συνεγίνωσκεν, ‌ὥς ‌πού ‌φησιν ‌ἑτέρως·; ‌"κύριε, ‌ὁ ‌θεός ‌μου, ‌εὑ ‌ἐποίησα ‌τοῦτο, ‌εὑ ‌ἔστιν ‌ἀδικία ‌ἐν ‌χερσί ‌μου, ‌εὑ ‌ἀνταπέδωκα ‌τοῖς ‌ἀνταποδιδοῦσί ‌μοι ‌κακά, ‌ἀποπέσοιμι ‌ἄρα ‌ἀπὸ ‌τῶν ‌ἐχθρῶν ‌μου ‌κενός." ‌τοιοῦτος ‌ἦν ‌καὶ ‌Παῦλος, ‌λέγων·; ‌"εὐδοκῶ ‌ἐν ‌θλίψεσιν, ‌ἐν ‌ἀσθενείαις, ‌ἐν ‌ὕβρεσιν, ‌ἐν ‌ἀνάγκαις, ‌ἐν ‌διωγμοῖς.">>

46. ‌ ‌<<εὑ ‌δὲ ‌πολλὰ ‌εὕρῃ ‌ἐν ‌ἑαυτῷ ‌ἁμαρτήματα, ‌γινωσκέτω ‌ὅτι ‌διὰ
ταῦτα ‌ἐπῆλθον ‌αἱ ‌θλίψεις ‌αὐτῷ, ‌ἵνα ‌πάλιν ‌δι' ‌αὐτῶν ‌ἔλθῃ ‌εὑς ‌μεταβολὴν ‌καὶ ‌μισήσῃ ‌μὲν ‌τὴν ‌ἁμαρτίαν ‌ὡς ‌αὑτίαν ‌τῶν ‌πειρασμῶν, ‌ἀγαπήσῃ ‌δὲ ‌τὴν ‌ἀρετὴν ‌ὡς ‌πρόξενον ‌τῆς ‌εὑρήνης. ‌οὐκοῦν ‌γινώσκετε, ‌τέκνα, ‌ὅτι ‌οἱ ‌πλείονες ‌τῶν ‌ἀνθρώπων ‌δι' ‌ἁμαρτίας ‌πολιορκοῦνται, ‌οὐ ‌μόνον ‌ἐκ ‌τῶν ‌ἔξωθεν, ‌ἀλλὰ ‌καὶ ‌ἐκ ‌τῶν ‌ἔνδον. ‌ὁ ‌μὲν ‌γὰρ ‌ὑπὸ ‌τῆς ‌ὑδίας ‌γυναικὸς ‌πολεμεῖται ‌καὶ ‌γίνεται ‌πολεμία ‌τῷ ‌ἀνδρὶ ‌ἡ ‌δοθεῖσα ‌παρὰ ‌τοῦ ‌θεοῦ ‌βοηθός·; ‌ὁ ‌δὲ ‌ὑπὸ ‌τέκνων ‌διώκεται·; ‌ἄλλος ‌ὑπὸ ‌ἀδελφοῦ ‌πειράζεται·; ‌πολλάκις ‌δὲ ‌καὶ ‌οἱ ‌ἀγαπῶντες ‌ἡμᾶς ‌τὴν ‌χρονίαν ‌φιλίαν ‌εὑς ‌μῖσος ‌μετέστρεψαν·; ‌καὶ ‌ἀποστρέφονται ‌ἡμᾶς ‌καὶ ‌μισοῦσιν, ‌τοῦ ‌θεοῦ ‌τὸ ‌τοιοῦτον ‌μῖσος ‌(δι' ‌οὓς ‌οἶδε ‌λόγους) ‌ἐμβάλλοντος·; ‌καὶ ‌γὰρ ‌οὕτω ‌φησὶν ‌ὁ ‌ψαλμὸς ‌περί ‌Αὑγυπτίων ‌ὅτι·; ‌
"μετέστρεψε ‌τὴν ‌καρδίαν ‌αὐτῶν ‌τοῦ ‌μισῆσαι ‌τὸν ‌λαὸν ‌αὐτοῦ." ‌τοῖς ‌γὰρ ‌κακῶς ‌φιλιάζουσι ‌τὸ ‌μῖσος ‌κρεῖττον·; ‌καὶ ‌οἷς ‌εὑρήνη ‌ἀπωλείας ‌πρόξενος, ‌τούτοις ‌ἡ ‌ἔχθρα ‌ἀρετῆς ‌ὑπόθεσις.>>

[p. ‌72] 
47. ‌<<καὶ ‌τί ‌λέγω ‌τῶν ‌κατ' ‌οἴκους ‌κακῶν; ‌ὅπου ‌γε ‌καὶ ‌αὐτὸ ‌ἡμῶν ‌τὸ ‌σῶμα, ‌τὸ ‌πάντων ‌οὑκειότερον ‌ἡμῖν ‌καὶ ‌προσφιλέστατον, ‌ἔστιν ‌ὅτε ‌καὶ ‌αὐτό·; ‌ἁμαρτάνοντες, ‌πολέμιον ‌εὑρίσκομεν ‌καὶ ‌ἐχθρὸν ‌διὰ ‌νόσων ‌καὶ ‌πυρετῶν ‌καὶ ‌πληγῶν ‌ἀνηκέστων ‌ἡμᾶς ‌κατακολαφίζον. ‌καὶ ‌οὐδείς ‌ἐστιν ‌ἐν ‌ἡμῖν ‌σοφός, ‌ὃς ‌δυνήσηται ‌λογοθετῆσαι ‌ἑαυτὸν ‌καὶ ‌ἐννοῆσαι ‌ὅτι, ‌εὑ ‌μὴ ‌ἁμαρτίας ‌ἔσπειρεν, ‌οὐκ ‌ἂν ‌ἐν ‌τῷ ‌οἴκῳ ‌ἄκανθαι ‌καὶ ‌τρίβολοι ‌ἐνεφύησαν. ‌ὅτι ‌δὲ ‌καὶ ‌δημίους ‌ἐμφυλίους ‌χειροτονεῖ ‌ὁ ‌θεὸς ‌διὰ ‌τοὺς ἁμαρτάνοντας, ‌ἐκ ‌τῆς ‌γραφῆς ‌ἔστι ‌μαθεῖν ‌ἀκριβέστερον·; ‌καὶ ‌γὰρ ‌τὸν ‌'Ιωσήφ, ‌οὐ ‌δι' ‌ἁμαρτήματα ‌πραθῆναι ‌συνεχώρησεν ‌ὁ ‌θεός, ‌ἀλλὰ ‌διὰ ‌τὸ ‌πρὸς ‌αὐτὸν ‌μῖσος ‌τῶν ‌ἀδελφῶν, ‌ἵν' ‌ὕστερον ‌ἐλεγχθῇ ‌καὶ ‌δημοσιευθῇ ‌τὸ ‌ὑπερβάλλον ‌αὐτῶν ‌τῆς ‌μισαδελφίας.>>

 <<μὴ ‌τοίνυν ‌θλιβόμενοι ‌θορυβεῖσθε·; ‌καὶ, ‌εἴ ‌τι ‌ἁμαρτήκατε, ‌διορθώσασθε·; ‌καὶ ‌ὄψεσθε ‌τοὺς ‌ἐχθροὺς ‌πρὸ ‌τῶν ‌ὀφθαλμῶν ‌ὑμῶν ‌πίπτοντας·; ‌εὑ ‌γὰρ ‌τοσούτων ‌ὄντων ‌πολεμίων ‌καὶ ‌τοσούτων ‌θλίψεων ‌καὶ ‌πειρασμῶν ‌καὶ ‌ἀπὸ ‌τῶν ‌ἔξω ‌καὑ ‌ἀπὸ ‌τῶν ‌ἔνδον ‌καὶ ‌ἀπὸ ‌τοῦ ‌οὑκείου ‌σώματος, ‌ὡς ‌εἴπομεν, ‌οὐ ‌συνιῶμεν, ‌ἀλλὰ ‌μᾶλλον ‌ἁμαρτίας ‌ἐφ' ‌ἁμαρτίαις ‌προστιθέντες ‌οὐ ‌παυόμεθα, ‌τίνες ‌ἂν ‌ἦμεν ‌ἐν ‌ἀδείᾳ ‌διάγοντες; ‌οὐκοῦν ‌καλὸν ‌τὸ ‌μετανοεῖν ‌ἐφ' ‌οἷς ‌ἁμαρτάνομεν, ‌ἵνα ‌μή, ‌τῆς ‌τοῦ ‌θεοῦ ‌ἀνεξικακίας ‌καταφρονοῦντες ‌καὶ ‌ἀμετανόητα ‌πταίοντες, ‌πρὸς ‌τοῖς ‌παροῦσι ‌κακοῖς ‌καὶ ‌τῇ ‌αὑωνίᾳ ‌κολάσει ‌κατακριθῶμεν.>>

48. ‌ταῦτα ‌διδάσκοντος ‌τοῦ ‌θεσπεσίου ‌'Ηλία, ‌ὁ ‌λυπούμενος ‌ἔχαιρεν, ‌ὁ ‌ἀσθενῶν ‌παρεμυθεῖτο, ‌ὁ ‌ὀργιζόμενος ‌μετεβάλλετο ‌εὑς ‌φιλίαν, ‌ὁ ‌πένης ‌εὐχαριστεῖν ‌ἐμάνθανεν, ‌ὁ ‌
[p. ‌74]νεώτερος ‌σωφρονεῖν ‌ἐδιδάσκετο, ‌ὁ ‌ὑπὸ ‌λογισμῶν ‌ὀχλούμενος ‌ἐγαληνία ‌τῇ ‌διανοία·; ‌καὶ ‌ἁπλῶς, ‌ὥσπερ ‌ἐκ ‌κοινοῦ ‌ταμείου ‌ἢ ‌ὡς ‌ἀπό ‌τινος ‌πηγῆς ‌ἀένναα ‌`ρεούσης, ‌πάντες ‌ἐνεφοροῦντο ‌τῆς ‌παρακλήσεως ‌καὶ ‌πάντες ‌ὡμολόγουν ‌ὠφελεῖσθαι ‌καὶ ‌ὑπέστρεφον ‌χαίροντες. ‌πολλοὶ ‌δὲ ‌καὶ ‌τῶν ‌ἐπισκόπων ‌ἤρχοντο ‌πρὸς ‌αὐτὸν ‌καὶ ‌ἀκούειν ‌αὐτοῦ ‌ἤθελον·; ‌καὶ ‌αὐτός, ‌ἀποδεχόμενος ‌αὐτοὺς ‌εὐλαβῶς, ‌ὡς ‌πατέρας ‌ἠσπάζετο ‌καὶ ‌ὡς ‌ποιμένας ‌προσεκύνει, ‌καὶ ‌ἠξίου ‌ὑπερεύχεσθαι ‌αὐτοῦ. ‌εὑ ‌γὰρ ‌καὶ ‌τῷ ‌βίῳ ‌ὑψηλὸς ‌ἦν, ‌ἀλλ' ‌οὖν ‌τὸ ‌μέτρον ‌οὐχ ‌ὑπερέβαινεν. ‌ἔφθασε ‌δὲ ‌καὶ ‌μέχρι ‌βασιλέως ‌ἡ ‌αὐτοῦ ‌φήμη·; ‌ταῦτα ‌γὰρ ‌μαθὼν ‌ὁ ‌μνημονευθεὶς ‌εὐσεβέστατος ‌βασιλεὺς ‌Λέων, ‌ἐθαύμαζε ‌καὶ ‌ἐμήνυεν ‌αὐτῷ ‌ὑπερεύχεσθαι ‌τῆς ‌βασιλείας ‌καὶ ‌τοῦ ‌παντὸς ‌πολιτεύματος.

49. ‌ χρόνου ‌δέ ‌τινος ‌παρῳχηκότος, ‌ἐπεθύμησαν ‌οἱ ‌ἅγιου ‌οὗτοι ‌πατέρες ‌τὴν ‌Ταυρομενίαν ‌πόλιν ‌καταλαβεῖν ‌πρὸς ‌τὸ ‌προσκυνῆσαι ‌τοῦ ‌ἁγίου ‌Παγκρατίου ‌τὸ ‌τίμιον ‌λείψανον. ‌καὶ ‌δὴ ‌γενομένων ‌αὐτῶν ‌ἐκεῖ, ‌ἔγνω ‌θεόθεν ‌ὁ ‌θεοφόρος ‌'Ηλίας ‌τὴν ‌τοῦ ‌πανεχθίστου ‌Βραχίμου ‌πάνοπλον ‌ἐξ ‌'Αφρικῆς ‌ἔλευσιν ‌καὶ ‌πολιορκίαν ‌τῆς ‌πόλεως. ‌ἐκήρυττε ‌δὲ ‌ταῦτα ‌τοῖς ‌πολίταις ‌καὶ ‌ἔλεγεν·; ‌<<δυνατόν ‌ἐστιν, ‌ἀδελφοί, ‌διὰ ‌μετανοίας ‌καὶ ‌δεήσεως ‌τῆς ‌πρὸς ‌θεὸν ‌ἐκφυγεῖν ‌τὰ ‌μέλλοντα ‌γίνεσθαι. ‌οὐκοῦν ‌σπουδάσωμεν ‌πρὸς ‌τοῦτο ‌καὶ ‌μικροὶ ‌καὶ ‌μεγάλοι, ‌ὅτι ‌πολλὴν ‌τὴν ‌σωρείαν ‌ὁρῶ ‌τῶν ‌κακῶν ‌ἐν ‌τῇ ‌πόλει ‌ταύτῃ. ‌οὐκ ‌ἔστιν ‌εἶδος ‌κακίας, ‌ὅ ‌οὐ ‌τελεῖται ‌ἐνταῦθα·; ‌καὶ ‌ταῦτα ‌διορθώσεως ‌δεῖται ‌πολλῆς·; ‌εὑ ‌δὲ ‌παραλογίζεσθε ‌καὶ ‌ἀποπέμποιτε, ‌ἐγὼ ‌μὲν ‌ὀκνῶ ‌λέγειν ‌τὰ ‌συμβησόμενα, ‌ὑμεῖς ‌δὲ ‌τοῖς ‌οὑκείοις ‌ὀφθαλμοῖς ‌ὄψεσθε.>>

 ὁμοίως ‌καὶ ‌τῷ ‌πατρικίῳ ‌Κωνσταντίνῳ, ‌παρρησιαστικώτερον ‌ἐλέγχων, ‌ἔλεγεν·; ‌<<ἀνάκοψον, ‌ἄρχων, ‌τὸν ‌ὑπὸ ‌
[p. ‌76]σὲ ‌λαὸν ‌ἀπὸ ‌τοῦ ‌κακῶς ‌πράττειν. ‌παυσάσθω ‌κἂν ‌τοῦ ‌λοιποῦ ‌ἀπὸ ‌τῶν ‌ἀθεμίτων ‌ἀδικιῶν ‌καὶ ‌φόνων ‌καὶ ‌μοιχειῶν ‌καὶ ‌τῆς ‌βδελυρᾶς ‌καὶ ‌ἀκαθάρτου ‌πορνείας. ‌ὁ ‌γὰρ ‌πρὸς ‌πόλεμον ‌εὐτρεπιζόμενος, ‌ἐγκρατείας ‌δεῖται ‌πολλῆς ‌τῶν ‌τοιούτων·; ‌οὐδὲν ‌γὰρ ‌οὕτω ‌ταπεινωτικὸν ‌ὡς ‌ἡ ‌ἁμαρτία, ‌οὐδὲ ‌δυναμοποιὸν ‌ὡς ‌ἡ ‌ἐγκράτεια. ‌αὑδέσθητε ‌<τὴν> ‌φιλοσοφίαν ‌`Ελλήνων, ‌χριστιανοί. ‌'Επαμεινώνδας ‌ἐκεῖνος, ‌ὁ ‌Θηβαίων ‌γενόμενος ‌στρατηγός, ‌καὶ ‌ἀπὸ ‌βρωμάτων ‌καὶ ‌ἀπὸ ‌γυναικὸς ‌ὁμιλίας ‌καὶ πάσης ‌ἡδυπαθείας ‌ἐνεκρατεύετο. ‌ὅμοιος ‌καὶ ‌Σκηπίων, ‌καὶ ‌αὐτὸς ‌`Ρωμαίων ‌στρατηγός, ‌κατὰ ‌τὴν ‌δίαιταν ‌καὶ ‌τὸ ‌ἦθος ‌τῷ ‌'Επαμεινώνδᾳ. ‌ ‌διὸ ‌καὶ ‌ὁ ‌μὲν ‌κατὰ ‌Λακεδαιμονίων, ‌ὁ ‌δὲ ‌κατὰ ‌Καρχηδονίων, ‌μεγάλα ‌ἐστήσαντο ‌τρόπαια. ‌εὑ ‌οὖν ‌ἐκεῖνοι ‌οἱ ‌῞Ελληνες, ‌καίπερ ‌αὐτὰ ‌τὰ ‌προσκυνούμενα ‌παρ' ‌αὐτῶν ‌συνηγοροῦντα ‌τοῖς ‌πάθεσιν ‌ἔχοντες, ‌οὕτω ‌τῆς ‌ἐγκρατείας ‌ἀντείχοντο, ‌πόσον ‌ὀφείλομεν ‌ἡμεῖς ‌οἱ ‌χριστιανοί, ‌οἷς ‌ἐδόθη ‌τὸ ‌εὐαγγέλιον ‌καὶ ‌τὰ ‌ἀποστολικὰ ‌διδάγματα ‌καὶ ‌τῶν ‌θεοφόρων ‌πατέρων ‌αἱ ‌ὑποθῆκαι, ‌ἀπὸ ‌πάσης ‌αὑσχρᾶς ‌πράξεως ‌ἐγκρατεύεσθαι ‌καὶ ‌πάσης ‌πλεονεξίας ‌καὶ ‌ἀδικίας ‌ἀπέχεσθαι ‌καὶ ‌μάλιστα ‌ἐπὶ ‌θύραις ‌τῶν ‌κακῶν ‌ὄντων; ‌εὑ ‌γὰρ ‌καὶ ‌τὰς ‌τοιαύτας ‌παρανομίας ‌κωλύσεις, ‌κράτιστε ‌ἄρχων ‌θεὸς ‌ὑμῖν ‌εὐίλατος ‌γένηται·; ‌φιλάνθρωπος ‌γάρ ‌ἐστι ‌καὶ ‌ἐλεήμων ‌καὶ ‌μετανοῶν ‌ἐπὶ ‌κακίαις ‌ἀνθρώπων. ‌καὶ ‌ἐγὼ ‌μὲν ‌τὰ ‌ἀποκαλυφθέντα ‌μοι ‌ὑπὸ ‌τοῦ ‌θεοῦ ‌προεῖπον ‌ὑμῖν·; ‌ὑμεῖς ‌δὲ ‌πιστεύσαντες ‌καὶ ‌τὴν ‌τῶν ‌Νινευϊτῶν ‌ἠλεημένην ‌ταπείνωσιν ‌ἐπιδειξάμενοι, ‌σώσεσθε·; ‌ἀπιστήσαντες ‌δὲ ‌καὶ ‌τοὺς ‌ἐμοὺς ‌μὴ ‌προσηκάμενοι ‌λόγους, ‌συμποδίσεσθε ‌καὶ ‌πικροτάτῃ ‌ἁλώσει ‌καταφθαρήσεσθε.>> ‌ταῦτα ‌τὰ ‌`ρήματα ‌τοῦ ‌θεοφόρου ‌πατρὸς ‌ὡσεὶ ‌λῆρος ‌ἐλογίζετο ‌καὶ ‌τῷ ‌πατρικίῳ ‌Κωνσταντίνῳ ‌καὶ ‌τοῖς ‌πολίταις.

[p. ‌78]
50. ‌ ‌ ‌ἀνακείμενος ‌δὲ ‌ἐπὶ ‌κλίνης ‌ἐν ‌τῷ ‌τοῦ ‌Χρυσίονος ‌οἴκῳ ‌διὰ ‌τὸ ‌γῆρας, ‌ὁ ‌ὅσιος ‌ἔλεγε ‌τῷ ‌Χρυσίονι·; ‌<<ὁρᾷς ‌τὴν ‌κλίνην ‌ἐν ‌ᾗ ‌ἀνάκειμαι; ‌ ‌τὸν ‌αἱμοβόρον ‌Βράχιμον ‌δέξηται ‌κοιμησόμενον·; ‌καὶ ‌πολλοὶ ‌τῶν ‌μεγιστάνων ‌τῆσδε ‌τῆς ‌πόλεως ‌ἐν ‌τῇ ‌αὐλῇ ‌ταύτῃ ‌ξίφει ‌ἀναιρεθήσονται.>> ‌ὁ ‌δὲ ‌Χρυσίων ‌χλευάζων ‌τοὺς ‌λόγους ‌ἐγέλα. ‌ ‌ἀναστὰς ‌οὖν ‌ὁ ‌γέρων, ‌ἐπὶ ‌τὴν ‌τῶν ‌'Αμαλφιτῶν ‌ἐπείγεσθαι ‌ἐπηγγείλατο ‌πόλιν.

 ὡς ‌δὲ ‌κατὰ ‌τὸ ‌μέσον ‌ἐγεγόνει ‌τοῦ ‌ἄστεως, ‌τὴν ‌ἀμπεχόνην ‌ἀνεπέτασε ‌μέχρι ‌γονάτων ‌αὐτοῦ. ‌ὁ ‌δὲ ‌Δανιὴλ ‌ἐκπλαγεὶς ‌ἐπὶ ‌τῷ ‌ἀσυνήθει ‌πράγματι ‌τοῦ ‌ἀνδρός, ‌<<τί ‌τοῦτο>> ‌ἔφη ‌<<ὃ ‌ποιεῖς, ‌πάτερ;>> ‌ὁ ‌δὲ ‌<<πλημμύραν>> ‌φησίν ‌<<αἱμάτων ‌ἐνταῦθα ‌βλέπω ‌πολλήν·; ‌ὁρᾷς ‌δὲ ‌ταύτας ‌τὰς ‌περιφανεῖς ‌καὶ ‌μεγάλας ‌οὑκοδομάς; ‌ὑπὸ ‌τῶν ‌τῆς ‌῎Αγαρ ‌ἀπογόνων ‌ἀναστραφήσονται.>> ‌ταῦτα ‌δὲ ‌ἔλεγε ‌φανερῶς, ‌(`Ιερεμίαν ‌ἐκεῖνον ‌μιμούμενος ‌ἐλέγχοντα ‌τοὺς ‌ἀπειθεῖς ‌παρρησίᾳ ‌καὶ ‌τὴν ‌αὑχμαλωσίαν ‌αὐτῶν ‌προμηνύοντα, ‌οὐ ‌μόνον ‌διὰ ‌τῶν ‌λόγων ‌τῆς ‌προφητείας, ‌ἀλλὰ ‌καὶ ‌διὰ ‌τῶν ‌παραδόξων ‌τῆς ‌θεωρίας ‌αὐτῆς·; ‌καὶ ‌γὰρ ‌περίζωμα ‌τῇ ‌ὀσφύϊ ‌περιθεῖναι ‌πρὸς ‌θεοῦ ‌προσετάττετο ‌καὶ ‌οὕτω ‌τοῖς ‌ἀπειθέσι ‌προσφέρειν ‌τὰς ‌προφητείας ‌καὶ ‌αὖθις ‌κλοιοὺς ‌ξυλίνους ‌καὶ ‌σιδηροῦς ‌μετὰ ‌ταῦτα ‌τῷ ‌τραχήλῳ ‌περιβαλεῖν) ‌βουλόμενος ‌καὶ ‌οὕτως ‌πρὸς ‌φόβον ‌καὶ ‌ἐπιστροφὴν ‌καὶ ‌δέησιν ‌τὴν ‌πρὸς ‌θεὸν ‌ἑλκύσαι ‌τοὺς ‌λαοὺς ‌καὶ ‌τοὺς ‌λόγῳ ‌μὴ ‌πειθομένους ‌τῷ ‌τῆς ‌ἀμπεχόνης ‌ἀναπετασμῷ ‌συλλέξαι ‌καὶ ‌τῶν ‌δηλωθέντων ‌ἀκοῦσαι ‌παρασκευάζων.

51. ‌ χαλινώσατε ‌γοῦν ‌τὰς ‌γλώσσας, ‌μεμψίμοιροι, ‌καὶ ‌μὴ ‌ὡς ‌ἔτυχε ‌ταύτας ‌ἐπιτρέπητε ‌φέρεσθαι, ‌σκοποῦντες ‌τὰ ‌παρὰ ‌θεοῦ ‌τοῖς ‌ἁγίοις ‌ἀποκαλυφθέντα ‌τῆς ‌τῶν ‌`ραθυμοτέρων ‌ἕνεκεν ‌ὠφελείας. ‌τίς ‌γὰρ ‌οὐκ ‌ἂν ‌ἐξεπλάγη, ‌
[p. ‌80]θεῖον ‌ἄνθρωπον, ‌ποτὲ ‌μὲν ‌ξυλίνους, ‌ποτὲ ‌δὲ ‌σιδηροῦς ‌ἐν ‌τῷ ‌τραχήλῳ ‌κλοιοὺς ‌φέροντα ‌θεωρῶν ‌καὶ ‌ἀπαγωγὴν ‌καὶ ‌δεσμὰ ‌ἐν ‌αὐτῷ ‌διαγράφοντα; ‌τίς ‌δὲ ‌οὐκ ‌ἂν ‌ἤρετο ‌τῶν ‌εὐφρονούντων ‌τί ‌δή ‌ποτε ‌μέχρι ‌γονάτων ‌ἀναζώννυσθαι ‌τὸν ‌χιτωνίσκον ‌ὁ ‌θεῖος ‌'Ηλίας ‌ἠνέσχετο; ‌ ‌καθάπερ ‌τοίνυν ‌ὁ ‌τῶν ‌ὅλων ‌θεὸς ‌ἐκείνῳ ‌τότε ‌γενέσθαι ‌προσέταξε, ‌τῆς τῶν ‌ἀμελείᾳ ‌συζώντων ‌προθυμούμενος ‌ὠφελείας, ‌οὕτω ‌καὶ ‌τὸ ‌καινὸν ‌τοῦτο ‌καὶ ‌παράδοξον ‌ἐπρυτάνευσε ‌θέαμα ‌εὑς ‌πιθανὴν ‌τοῖς ‌ὀρῶσι ‌παραίνεσιν. ‌ἐκεῖνοι ‌δὲ ‌οὐ ‌μόνον ‌οὐκ ‌ἐπείσθησαν, ‌ἀλλὰ ‌κακῶσαι ‌εἵλαντο ‌τοὺς ‌θεοφόρους ‌πατέρας, ‌οἱ ‌δὲ ‌τὸ ‌δεσποτικὸν ‌αὐτοῖς ‌ἁρμοδίως ‌ἀπεφθέγξαντο ‌παράγγελμα, ‌λεγοντες·; ‌<<καὶ ‌τὸν ‌κονιορτὸν ‌τὸν ‌κολληθέντα ‌ἡμῖν ‌ἐκ ‌τῆς ‌πόλεως ‌ὑμῶν ‌ἀπομασσόμεθα ‌ὑμῖν·; ‌πλὴν ‌τὰ ‌προρρηθέντα ‌ἡμῖν ‌δεῖ ‌ὑμᾶς ‌πείσεσθαι.>>

52. ‌ ‌ἐξελθόντες ‌δὲ ‌τῆς ‌πόλεως ‌καὶ ‌ἀναχθέντες, ‌τὸν ‌ἐπὶ ‌τὴν ‌'Αμάλφην ‌διήνυον ‌πλοῦν. ‌καὶ ‌δὴ ‌τούτων ‌ἔν ‌τινι ‌γενομένων ‌ὁρμητηρίῳ ‌καὶ ‌πρὸς ‌ἀνάπαυσιν ‌μικρὰν ‌ἐξελθόντων ‌τοῦ ‌πλοίου, ‌ἑνὸς ‌τῶν ‌ναυτῶν ‌ἔχις ‌καθήψατο ‌τοῦ ‌ποδὸς ‌ἄφνω·; ‌ὃς ‌παραυτίκα ‌βοᾶν ‌ἤρξατο ‌καὶ ‌οὑδαίνειν ‌καὶ ‌πτῶμα ‌γίνεσθαι ‌δυσθεώρητον. ‌ὁ ‌δὲ ‌ἅγιος ‌ἐγγίσας ‌καὶ ‌τὸν ‌δηχθέντα ‌πόδα ‌ἁψάμενος ‌καὶ ‌τῷ ‌σημείῳ ‌τοῦ ‌σταυροῦ ‌σφραγίσας, ‌ἤγειρε ‌τὸν ‌ἄνθρωπον ‌ὑγιῆ·; ‌καὶ ‌εἴχοντο ‌τοῦ ‌πλοός. ‌ὡς ‌οὖν ‌κατέλαβον ‌τὴν ‌'Αμάλφην, ‌δεξιοῦνται ‌οἱ ‌πατέρες ‌παρὰ ‌τῷ ‌ἐπισκόπῳ·; ‌καὶ ‌ἐκεῖ ‌διάγοντες, ‌μεθ' ‌ἡμέρας ‌τινὰς ‌τὴν ‌τῶν ‌Ταυρομενιτῶν ‌ἅλωσιν ‌ἀκουτίζονται.

53. ‌ὁ ‌γὰρ ‌῎Αφρος ‌μετὰ ‌νηῶν ‌πολλῶν ‌καὶ ‌βραχίονος ‌
[p. ‌82]ὑψηλοῦ ‌ἐπιστὰς ‌αὐτοῖς, ‌παραχρῆμα ‌τούτους ‌παρέλαβε ‌καὶ ‌τὴν ‌πόλιν ‌ἐνέπρησε ‌καὶ ‌ἠφάνισε ‌καὶ ‌τοὺς ‌πλείονας ‌αὐτῶν ‌μαχαίρᾳ ‌παρέδωκε. ‌τοιαῦτα ‌τῶν ‌ἀπειθούντων ‌τὰ ‌δράματα·; ‌αὕτη ‌τῶν ‌καταφρονούντων ‌τῆς ‌τοῦ ‌θεοῦ ‌ἀνεξικακίας ‌ἡ ‌φιλοτιμία. ‌καταστρέψας ‌τοιγαροῦν ‌τὴν ‌πόλιν ‌ἐκείνην ‌ὁ ‌ὑπερήφανος ‌τύραννος ‌καὶ ‌τὰ ‌κύκλῳ ‌πάντα ‌καταδῃωσάμενος, ‌ὑπεραρθεὶς ‌τῆς ‌διανοίᾳ ‌οὐ ‌μόνον ‌κατὰ ‌Χριστιανῶν ‌ἀλλὰ ‌καὶ ‌αὐτοῦ ‌τοῦ ‌Χριστοῦ, ‌ἐπὶ ‌τὸ ‌`Ρήγιον ‌διέβη·; ‌κἀκεῖθεν ‌αὖθις ‌πρὸς ‌Κωνσταντίαν ‌ἔθει.

 ταῦτα ‌μαθὼν ‌ὁ ‌θεοφόρος ‌πατὴρ ‌ἡμῶν ‌'Ηλίας, ‌τῷ ‌θείῳ ‌ζήλῳ ‌πυρούμενος ‌καὶ ‌τῇ ‌τοῦ ‌θεοῦ ‌χάριτι ‌δυναμούμενος, ‌κατὰ ‌τοῦ ‌ὑπερηφάνου ‌ὁπλίζεται. ‌ὅπλα ‌δὲ ‌ἦν ‌αὐτῷ ‌οὐ ‌σαρκικά, ‌οὐ ‌κράνος, ‌οὐχ ‌ὕλη, ‌οὐ ‌χαλκὸς ‌ἢ ‌θυρεὸς ‌ἐκ ‌βύρσης ‌πεποιημένος, ‌ἢ ‌χιτώνιον ‌ἁλυσιδωτόν, ‌ἢ ‌μάχαιρα ‌ἡ ‌ἐκ ‌σιδήρου, ‌ἀλλὰ ‌δυνατὰ ‌τῷ ‌θεῷ ‌πρὸς ‌καθαίρεσιν ‌ὀχυρωμάτων, ‌ἡ ‌ἐλπίς, ‌τὸ ‌τῆς ‌πίστεως ‌περιβόλαιον, ‌ἡ ‌δικαιοσύνη, ‌ἡ ‌πνευματικὴ ‌μάχαιρα, ‌κατὰ ‌τὸν ‌θεῖον ‌ἀπόστολον, ‌καὶ ‌πρός ‌γε ‌τούτοις ‌νηστεία ‌ἐπιτεταμένη, ‌προσευχὴ ‌ἐκτενεστέρα, ‌χαμευνία, ‌δάκρυα, ‌στεναγμοί, ‌στήθους ‌πυγμαί, ‌προσκυνήσεις ‌ἀριθμοῦ ‌κρείττους, ‌βοαὶ ‌μετὰ ‌σιγῆς ‌ἐκ ‌καρδίας ‌αὐτὸν ‌τὸν ‌οὐρανὸν ‌διερχόμεναι. ‌καὶ ‌τί ‌γίνεται; ‌ὁ ‌τὴν ‌Κωνσταντινούπολιν ‌καταλήψεσθαι ‌κἀκεῖ ‌τελευτᾶν ‌οὑωνιζόμενος ‌Βράχιμος, ‌τῇ ‌εὐχῇ ‌τοῦ ‌δικαίου ‌καταβληθείς, ‌ἐν ‌Κωνσταντίᾳ ‌τῆς ‌'Ιταλίας ‌δεινῶς ‌τετελεύτηκεν.

54. ‌ὁ ‌δὲ ‌τῆς ‌'Αμαλφιτῶν ‌πόλεως ‌ἄρχων, ‌ἀδελφιδῆν ‌ἔχων ‌βαρέως ‌ἀσθενοῦσαν, ‌ἠξίου ‌τὸν ‌ἅγιον ‌ἐπισκέψασθαι ‌αὐτήν. ‌ὁ ‌δὲ ‌εἴξας, ‌ἀπῆλθεν ‌ἐν ‌τῷ ‌οἴκῳ ‌τῆς ‌ἀσθενούσης·; ‌καὶ ‌ἅμα ‌
[p. ‌84]εὑσῆλθε ‌τὴν ‌θύραν, ‌εὐθὺς ‌ὁ ‌πυρετὸς ‌ἐλώφησεν ‌καὶ ‌ὁ ‌σφυγμὸς ‌εὑς ‌τὴν ‌κατὰ ‌φύσιν ‌ἐπανήρχετο ‌κατάστασιν, ‌ἥ ‌τε ‌πάμπαν ‌ἐπιλιποῦσα ‌δύναμις ‌προσανεπληροῦτο ‌καὶ ‌ὁ ‌ἀπὼν ‌ὕπνος ‌καὶ ‌παλμοῖς ‌συγκοπτόμενος ‌μάλα ‌γλυκὺς ‌προσεπέλαζεν·; ‌καὶ ‌γέγονεν ‌ὑγιὴς ‌ἡ ‌γυνή, ‌φυγαδευθείσης ‌τῆς ‌νόσου ‌τῇ ‌παρουσίᾳ ‌μόνῃ ‌τοῦ ‌ἀοιδίμου ‌πατρός.

55. ‌μετὰ ‌γοῦν ‌τὸ ‌ὑποστρέψαι ‌τοὺς ‌ὁσίους ‌πατέρας ‌εὑς ‌τὸ ‌μοναστήριον, ‌γυνή ‌τις, ‌γνωστὴ ‌τῷ ‌θεοφόρῳ ‌πατρί, ‌ἐγένετο ‌δι' ‌ὄχλου ‌αὐτῷ·; ‌ἦν ‌γὰρ ‌ὁ ‌γαμβρὸς ‌αὐτῆς ‌αὑχμάλωτος ‌εὑς ‌'Αφρικὴν ‌ἀπὸ ‌τῆς ‌τοῦ ‌`Ρηγίου ‌ἁλώσεως. ‌ὡς ‌δὲ ‌ἐπὶ ‌πολὺ ‌διέμεινεν ‌ἀξιοῦσα ‌εὐχὴν ‌ποιεῖν ‌ὑπὲρ ‌αὐτοῦ, ‌εἶπε ‌δὲ ‌αὐτῇ ‌ὁ ‌ὅσιος·; ‌<<ὕπαγε ‌τὰ ‌νῦν ‌εὑς ‌τὸν ‌οἶκόν ‌σου·; ‌καὶ ‌ὡς ‌ἐπίστευσας, ‌γενηθήτω ‌σοι.>> ‌ἀπῆλθεν ‌ἡ ‌γυνὴ ‌πιστεύσασα ‌τῷ ‌λόγῳ ‌τοῦ ‌γέροντος, ‌καὶ ‌μετὰ ‌τριάκοντα ‌ἡμέρας ‌ἐπανῆλθεν ‌ὁ ‌γαμβρὸς ‌αὐτῆς ‌ἐκ ‌τῆς ‌αὑχμαλωσίας ‌εὑς ‌τὸν ‌οἶκον ‌αὐτοῦ.

 ἐρωτώμενος ‌δὲ ‌πῶς ‌ἐξήλθεν ‌ἐκεῖθεν, ‌ἔλεγεν ‌ὅτι·; ‌<<ἐγὼ ‌ἐν ‌τῇ ‌φρουρᾷ ‌ἤμην ‌καθειργμένος ‌καὶ ‌καθ' ‌ἑκάστην ‌προσδοκῶν ‌τὸν ‌διὰ ‌ξίφους ‌θάνατον. ‌καὶ ‌ἐν ‌μιᾷ ‌τῶν ‌νυκτῶν ‌περὶ ‌τὸ ‌μεσονύκτιον ‌θεωρῶ ‌τὴν ‌θύραν ‌τοῦ ‌δεσμωτηρίου ‌ὥσπερ ‌ἀνοιγομένην ‌καὶ ‌γέροντά ‌τινα ‌εὑσερχόμενον ‌μοναχόν, ‌φωτὶ ‌λάμποντα ‌καὶ ‌φωτίζοντα ‌ὅλον ‌τὸ ‌οἴκημα, ‌τὴν ‌ὑπήνην ‌ἔχοντα ‌βαθεῖαν ‌καὶ ‌ὁλοπόλιον, ‌τὴν ‌ἡλικίαν ‌δὲ ‌ὑποκόλοβον. ‌καὶ ‌παραστὰς ‌ἱλαρῷ ‌τῷ ‌προσώπῳ, ‌λέγει ‌μοι·; ‌<<Βασίλειε,>> ‌τοῦτο ‌γὰρ ‌ἦν ‌ὄνομα ‌τῷ ‌ἀνδρί ‌<<ἀναστὰς ‌ἔξελθε ‌καὶ ‌πορεύου ‌ὅθεν ‌ἦλθες.>> ‌ἐμοῦ ‌δὲ ‌διστάζοντος, ‌αὖθις ‌εἶπεν·; ‌<<οἶδας ‌τίς ‌εὑμι ‌ἐγώ;>> ‌ἐμοῦ ‌δὲ ‌εὑπόντος, ‌<<πῶς ‌γὰρ ‌ἂν ‌δυναίμην ‌εὑδέναι, ‌εὑ ‌μὴ ‌αὐτὸς ‌εἴπῃς ‌μοι>> ‌ἔφη ‌<<ἐγώ ‌εὑμι ‌'Ηλίας ‌ὁ ‌μοναχὸς, ‌ὁ ‌ὑπὸ ‌τῆς ‌σῆς ‌πενθερᾶς ‌εὔχεσθαι ‌
[p. ‌86]δυσωπηθεὶς ‌ὑπὲρ ‌σοῦ ‌ἐν ‌τῷ ‌τόπῳ ‌Σαλινῶν. ‌ἀλλὰ ‌μηδὲν ‌δεδιὼς ‌μηδὲ ‌διστάζων, ‌ἔξελθε ‌καὶ ‌πορεύου ‌μετ' ‌εὑρήνης ‌εὑς ‌τὴν ‌πατρίδα ‌σου.>> ‌ἐξῆλθον ‌καὶ ‌ἦλθον ‌ἐνταῦθα, ‌πᾶν ‌τὸ ‌πημαῖνον ‌διεκφυγών.>>

56. ‌τοῦτο ‌τοῦ ‌κατὰ ‌τὸν ‌'Αμβακοὺμ ‌θαύματος ‌οὐκ ‌ἔλαττον ‌ὑπολαμβάνω. ‌ ‌τοῦτο ‌καὶ ‌τοὺς ‌παρόντας ‌τότε ‌κατέπληξε ‌καὶ ‌τῶν ‌ἀπόντων ‌εὑς ‌ὑμνῳδίαν ‌θεοῦ ‌τὰς ‌γλώσσας ‌κεκίνηκεν·; ‌πλὴν ‌'Αμβακούμ, ‌ὑπ' ‌ἀγγέλου ‌φερόμενος, ‌μετεωροπορῶν ‌ἐξ ‌`Ιερουσαλὴμ ‌πρὸς ‌τὴν ‌Βαβυλῶνα ‌ἔθει, ‌διακονήσων ‌τῷ ‌Δανιήλ, ‌ὁ ‌δὲ ‌σημειοφόρος ‌ἀνήρ, ‌ἐν ‌Σαλίναις ‌ὤν, ‌δι' ‌εὐχῆς ‌μόνης ‌ἀγγελικῷ ‌τῷ ‌τρόπῳ ‌τῷ ‌δεσμωτηρίῳ ‌ἐπιφανείς, ‌ἐξ ‌'Αφρικῆς ‌τὸν ‌αὑχμάλωτον ‌τῷ ‌`Ρηγίῳ ‌ἀπεκατέστησεν. ‌τίσι ‌πτεροῖς ‌κουφιζόμενος; ‌ ‌τίνι ‌ἅρματι ‌ὡς ‌ὁ ‌πάλαι ‌'Ηλίας ‌φερόμενος; ‌τί ‌πρὸς ‌τοῦτο ‌τὸ ‌θαῦμα ‌τὸ ‌Λύδιον ‌ἅρμα ‌ἢ ‌'Αργεῖος ‌Πήγασος, ‌εὑ ‌τάχα ‌καὶ ‌μὴ ‌μῦθος ‌ἦν, ‌ἀλλ' ‌ἀλήθεια, ‌ἃ ‌θαυμάζουσιν ‌ἄνθρωποι ‌καὶ ‌ἱστορίαις ‌παραδεδώκασιν ‌῞Ελληνες;

 ἕτερα ‌μείζονα ‌τοῦτων ‌τῶν ‌θαυμάτων, ‌τρέχων ‌εὐθυβόλος, ‌ὁ ‌λόγος ‌παριστᾶν ‌νῦν ‌βούλεται, ‌ἀλλ' ‌ἴσως ‌ἄπιστα ‌δόξει ‌τοῖς ‌πολλοῖς ‌τὰ ‌λεγόμενα ‌εἶναι. ‌οἱ ‌γὰρ ‌πλείονες ‌τῶν ‌ἀνθρώπων ‌τῇ ‌φύσει ‌μετροῦσι ‌καὶ ‌τὰ ‌λεγόμενα·; ‌ὅταν ‌δὲ ‌τῶν ‌ταύτης ‌ὅρων ‌ἐπέκεινα ‌λέγοιτό ‌τι, ‌ψευδὲς ‌ὑπολαμβάνουσι ‌τὸ ‌λεγόμενον. ‌ἀλλὰ ‌τὰ ‌τοιαῦτα ‌οἱ ‌τῶν ‌θείων ‌ἀμύητοι ‌πάσχουσιν, ‌οἳ ‌καὶ ‌φιλοσκώμμονες ‌εὑκότως ‌ἂν ‌λέγοιντο·; ‌ἡμῶν ‌δὲ ‌τῶν ‌ταῦτα ‌δεδιδαγμένων ‌καὶ ‌τοῦ ‌θεοῦ ‌τὰς ‌δυναστείας ‌καθ' ‌ἑκάστην ‌ἀπὸ ‌τῶν ‌θείων ‌γραφῶν ‌ἐνωτιζομένων ‌οὐδεὶς ‌
[p. ‌88]ἀπιστήσει, ‌ἀλλὰ ‌καὶ ‌μάλα ‌πιστεύσει ‌καί, ‌δήσας ‌τὴν ‌γλῶτταν ‌τῇ ‌σιωπῇ, ‌ἀνοίξει ‌τὴν ‌ἀκοήν·; ‌καὶ ‌γὰρ ‌οὐ ‌τοσοῦτον ‌ταῦτα ‌θαυμαστά, ‌ὅσον ‌τὰ ‌ἄλλα ‌θαυμασιώτερα ‌μᾶλλον ‌φαίνεται. ‌

57. ‌ ‌ποτὲ ‌γὰρ ‌παρερχομένου ‌τοῦ ‌θεοφόρου ‌τούτου ‌πατρὸς ‌εἴς ‌τινα ‌τόπον, ‌συνεπόμενον ‌ἔχων ‌καὶ ‌τὸν ‌μαθητήν, ‌ἀπήντησέ ‌τινι ‌γεωργῷ ‌τῶν ‌ἐγχωρίων ‌εὑς ‌τὸ ‌ἴδιον ‌ἀπερχομένῳ ‌ἐργάσασθαι ‌γῄδιον·; ‌ὅν, ‌ὡς ‌εὑκός, ‌ὁμιλίας ‌ἀξιώσας, ‌<<ἑταῖρε,>> ‌ἔφη ‌<<ἐν ‌τῷ ‌πρὸς ‌'Αφρικὴν ‌μέλλειν ‌σε διαπορθμεῦσαι, ‌τὸν ‌τῶν ‌Σαρακηνῶν ‌φύλαρχον ‌ἀντὶ ‌ἐμοῦ, ‌λιπαρῶ ‌σε, ‌τὰ ‌προσήκοντα ‌προσαγόρευσον.>> ‌καὶ ‌ὅς, ‌ὥς ‌τινα ‌λῆρον ‌τὸν ‌λόγον ‌ὑποτωθάσας ‌καὶ ‌εὑς ‌οὐδὲν ‌λογισάμενος, ‌εἴχετο ‌τῆς ‌ὁδοῦ·; ‌καὶ ‌ὡς ‌τὸν ‌χῶρον ‌ἤδη ‌κατέλαβε, ‌προθυμουμένου ‌τέως ‌ἐργάζεσθαι, ‌αἴφνης ‌αἱ ‌τῶν ‌'Αγαρηνῶν ‌νῆες ‌τῷ ‌αὑγιαλῷ ‌προσεγγίσαντες ‌καὶ ‌πλῆθος ‌ἄπειρον ‌ἐπὶ ‌τὴν ‌ἤπειρον ‌ἀποβάντες, ‌τὰ ‌συναντώμενα ‌κατελήϊζον·; ‌μεθ' ‌ὧν ‌καὶ ‌ὁ ‌μνημονευθεὶς ‌ἁλοὺς ‌αὑχμάλωτος, ‌(φεῦ) ‌ἀπήχθη ‌εὑς ‌φυλακήν. ‌ἐν ‌ᾗ ‌γενόμενος, ‌καὶ ‌εὑς ‌μνήμην ‌ἐλθὼν ‌ὧν ‌ὁ ‌διορατικὸς ‌'Ηλίας ‌ἐξεῖπε, ‌δυσωπεῖ ‌τοὺς ‌ἀπάγοντας·; ‌ἀντιβολεῖ, ‌θερμὸν ‌ἀφεὶς ‌τῶν ‌ὀφθαλμῶν ‌καὶ ‌δάκρυον, ‌αὐτὸν ‌ἀγαγεῖν ‌πρὸ ‌τοῦ ‌ἄρχοντος, ‌ὡς ‌λόγον ‌τινὰ ‌ἔχειν ‌εὑπεῖν.

 ἔλεος ‌δὲ ‌οἱ ‌ἄγριοι ‌ἐκεῖνοι, ‌τῆς ‌θείας ‌οὕτω ‌προνοίας ‌οὑκονομούσης, ‌λαβόμενοι ‌καὶ ‌τοῦτον ‌εὑσάξαντες·; ‌<<μοναχός ‌τις>> ‌ἐν ‌τῇ ‌γῇ ‌προσερείσας ‌τὸ ‌μέτωπον, ‌ἔφησε ‌<<δι' ‌ἐμοῦ ‌πλεῖστα ‌τὴν ‌σὴν ‌προσαγορεύει ‌μεγαλειότητα.>> ‌θεὸς ‌δέ, ‌δοξάζων ‌τὸν ‌αὐτοῦ ‌θεράποντα, ‌τοῦ ‌βαρβάρου ‌διήνοιξε ‌τὰ ‌τῆς ‌ψυχῆς ‌αὑσθητήρια ‌καὶ ‌διαπυνθάνεσθαι ‌παρεσκεύασε ‌τὸν ‌προσαγορεύοντα. ‌τοῦ ‌δὲ ‌πάντα ‌διεξελθόντος ‌ὡς ‌εἶχεν, ‌εὐθὺς ‌σύννους ‌ἐπὶ ‌μικρὸν ‌γενόμενος·; ‌<<δοῦλος ‌ὄντως ‌ἀληθινός ‌ἐστι ‌θεοῦ·; ‌καὶ ‌ὑπὲρ ‌τῆς ‌αὐτοῦ ‌ἀγάπης ‌τῶν ‌δεσμῶν ‌ἐλεύθερον ‌καὶ ‌τῆς ‌δουλείας ‌ἀποκαθιστῶ·; ‌λοιπὸν ‌ἐν ‌τοῖς ‌ὑδίοις ‌πορεύου ‌
[p. ‌90]ἀφόβως.>> ‌χαρᾶς ‌οὖν ‌ὅσης ‌ὑποπλησθείς·; ‌καὶ ‌αὖθις ‌εὑς ‌τὴν ‌ἐνεγκαμένην ‌ἀνθυποστρέψας, ‌οὐκ ‌εὑς ‌οὑκίαν, ‌οὐ ‌πρὸς ‌συγγενεῖς ‌ἢ ‌ἄλλους ‌προσήκοντας ‌ἔκρινεν ‌ἀπελθεῖν, ‌ἀλλ' ‌εὑς ‌<ἐκεῖνον> ‌δι' ‌ὃν ‌τῆς ‌δεινῆς ‌ἀπηλλάγη ‌δουλείας ‌τε ‌καὶ ‌αὑχμαλωσίας. ‌καὶ ‌τάχος ‌καταλαβὼν ‌τὸν ‌θεσπέσιον ‌τοῦτον, ‌πίπτει ‌πρηνὴς ‌εὑς ‌ἔδαφος·; ‌τῶν ‌ὡραίων ‌ἐπιλαμβάνεται ‌ποδῶν, ‌τί ‌μὲν ‌οὐ ‌λέγων, ‌τί ‌δὲ ‌οὐ ‌πράττων ‌τῶν ‌ὅσα ‌ἐν ‌τοῖς ‌τοιούτοις ‌εὑκὸς ‌ἦν ‌λέγεσθαι ‌<καὶ ‌πράττεσθαι>, ‌`ρύστην ‌ἀποκαλῶν ‌καί·; ‌<<εὑ ‌μὴ ‌κύριος, ‌πειθόμενος ‌τῶν ‌εὐχῶν ‌σου, ‌τὴν ‌τοῦ ‌βαρβάρου ‌ψυχὴν ‌κατεμάλαξε, ‌τάχα ‌ἀπροσδόκητα ‌ἦσάν ‌μοι ‌τὰ ‌τῆς ‌ἐπανόδου.>> ‌ὁ ‌δὲ ‌τοῦ ‌ἐδάφους ‌τοῦτον ‌ἐγείρας·; ‌<<μὴ ‌ἐμοὶ ‌τὴν ‌χάριν, ‌τέκνον, ‌διwμολόγει, ‌τῷ ‌θεῷ ‌δὲ ‌τῷ ‌οὕτω ‌παραδόξως ‌οὑκονομήσαντι ‌τὴν ‌σωτηρίαν ‌σου. ‌ἄπελθε ‌τοίνυν ‌καὶ ‌τῶν ‌ἐντολῶν ‌αὐτοῦ ‌μὴ ‌ἐπιλάθε ‌[lege: ‌ἐπίλαθε].>> ‌καὶ ‌τοῦτο ‌μὲν ‌δὴ ‌τοιοῦτον.

58. ‌αὐχμοῦ ‌δέ ‌ποτε ‌καταλαβόντος ‌βαρυτάτου ‌καὶ ‌παρατείναντος ‌ἐπὶ ‌μῆνας ‌πέντε, ‌τοσοῦτον ‌ἦν ‌ἄνικμος ‌<ὁ ‌οὐρανὸς> ‌καὶ ‌ἀνέφελος, ‌ὡς ‌καταξηρᾶναι ‌μὲν ‌εὑς ‌ἄκρον ‌τὴν ‌γῆν, ‌στεῖραν ‌δὲ ‌καὶ ‌ἄγονον ‌ἀποτελέσαι ‌πρὸς ‌γεωργίαν, ‌εὑς ‌χάσματά ‌τε ‌διαρραγῆναι ‌καὶ ‌κατὰ ‌βάθους ‌δέχεσθαι ‌λάμπουσαν ‌τὴν ‌ἀκτῖνα, ‌πηγὰς ‌δὲ ‌ναούσας ‌ἀένναόν ‌τε ‌τὸ ‌νᾶμα ‌καὶ ‌πλούσιον ‌ἐπιλείπειν ‌τοὺς ‌προσιόντας, ‌καὶ ‌ποταμῶν ‌μεγίστων ‌ἐκδαπανηθῆναι ‌τὰ ‌`ρεύματα.

 προσελθόντες ‌οἱ ‌τῆς ‌χώρας ‌τῷ ‌νέῳ ‌'Ηλίᾳ, ‌ἠντιβόλουν ‌ἱλεώσασθαι ‌τὸν ‌θεὸν ‌διὰ ‌προσευχῆς ‌τοῦ ‌λῦσαι ‌τὴν ‌συμφορὰν ‌καὶ ‌δοῦναι ‌τῇ ‌γῇ ‌ὑετόν. ‌ὁ ‌δὲ ‌ταπεινόνους ‌παραιτεῖτο, ‌οἱ ‌δὲ ‌ἐπέμενον ‌βιαζόμενοι. ‌ ‌εἶπε ‌δέ·; ‌<<βούλεσθε ‌εἴπω ‌τίς ‌ἡ ‌αὑτία ‌τῆς ‌ἀταξίας ‌ταύτης ‌καὶ ‌τῆς ‌συγχύσεως ‌καὶ ‌τοῦ ‌
[p. ‌92]νεωτερισμου ‌τῶν ‌καιρῶν ‌τούτων; ‌φανερά ‌ἐστι ‌καὶ ‌δήλη ‌πᾶσι, ‌κἂν ‌μὴ ‌λέγωμεν. ‌ἔχοντες ‌τοὺς ‌ἐνδεεῖς, ‌οὐ ‌παρέχομεν·; ‌οἱ ‌ἠλεημένοι ‌τοὺς ‌ὁμοφύλους ‌οὐκ ‌ἐλεοῦμεν·; ‌ἀπεκλείσαμεν ‌τὴν ‌φιλαδελφίαν·; ‌ἡ ‌ἀγάπη ‌ἐψύγη·; ‌αἱ ‌ἀδικίαι ‌πεπλήθυνται·; ‌καὶ ‌διὰ ‌τοῦτο ‌καὶ ‌ὁ ‌οὐρανὸς ‌ἐκλείσθη καὶ ‌ὁ ‌ὑετὸς ‌ἐπεσχέθη. ‌πλὴν ‌ἐπείπερ ‌ὁ ‌θεὸς ‌τὸ ‌λίαν ‌ἀγαθὸν ‌καὶ ‌τὸ ‌περὶ ‌ἡμᾶς ‌κηδεμονικὸν ‌εὑς ‌μισανθρωπίαν ‌οὐδέποτε ‌μεταβάλλει ‌(ἄτρεπτος ‌γὰρ ‌ἡ ‌θεία ‌φύσις ‌καὶ ‌ἀναλλοίωτος), ‌δεηθῶμεν ‌αὐτῷ·; ‌προσπέσωμεν ‌αὐτῷ ‌ἐν ‌ψυχῇ ‌συντετριμμένῃ ‌καὶ ‌τεταπεινωμένῃ ‌καρδίᾳ·; ‌καὶ ‌εὑσακούσεται ‌τῆς ‌φωνῆς ‌ἡμῶν ‌τῶν ‌βοώντων ‌πρὸς ‌αὐτὸν ‌ἡμέρας ‌καὶ ‌νυκτός.>> ‌ταῦτα ‌εὑπών, ‌λέγει ‌πρὸς ‌τὸν ‌μαθητήν·; ‌<<ἀπέλθωμεν, ‌τέκνον, ‌εὑς ‌τὸ ‌τῆς ‌θεομήτορος ‌τέμενος ‌καὶ ‌ποιήσωμεν ‌τὴν ‌αἴτησιν ‌τῶν ‌ἀδελφῶν ‌ἡμῶν.>> ‌πρὸς ‌δὲ ‌ἐκείνους ‌εἶπεν·; ‌<<συναγωνίσασθε ‌καὶ ‌ὑμεῖς ‌ἡμῖν ‌μικρὸν ‌ἐν ‌τῇ ‌προσευχῇ. ‌καὶ ‌οἶδα ‌ὅτι ‌ποιήσει ‌κύριος ‌τὸ ‌ἔλεος ‌αὐτοῦ ‌μεθ' ‌ἡμῶν.>>

 ἀπελθόντων ‌οὖν ‌ἐν ‌τῷ ‌εὑρημένῳ ‌νεῷ ‌μόνων ‌'Ηλία ‌καὶ ‌Δανιὴλ ‌καὶ ‌παννύχιον ‌τὴν ‌ἱκεσίαν ‌ποιησαμένων, ‌ὑπήκουσεν ‌ὁ ‌θεὸς ‌σπλαγχνισθείς·; ‌(ποιεῖ ‌γὰρ ‌τὸ ‌θέλημα ‌τῶν ‌φοβουμένων ‌αὐτόν.) ‌καὶ ‌τὸν ‌ἕως ‌τότε ‌οὐρανὸν ‌γυμνὸν ‌καὶ ‌ἀνέφελον ‌περιστέλλει ‌νεφέλαις ‌καὶ ‌πύλας ‌οὐρανοῦ ‌ἀνοίγει ‌καὶ ‌ἐπισκέπτεται ‌τὴν ‌γῆν ‌καὶ ‌μεθύει ‌αὐτήν·; ‌καὶ ‌τὰ ‌ξηρανθέντα ‌σπέρματα ‌τῇ ‌νοτίδι ‌πρὸς ‌τὴν ‌κατὰ ‌φύσιν ‌αὔξησιν ‌ἐπανῆλθεν, ‌τῶν ‌ὡρῶν ‌ἑκάστη ‌τὴν ‌ὑδίαν ‌τάξιν ‌ἀναλαβοῦσα. ‌ταῦτα ‌τῆς ‌πρὸς ‌θεὸν ‌παρρησίας ‌τοῦ ‌καθ' ‌ἡμᾶς ‌'Ηλίου ‌τὰ ‌γνωρίσματα.

59. ‌ ‌ ‌ἐγένετο ‌δὲ ‌διελθεῖν ‌αὐτὸν ‌τὸν ‌ποταμὸν ‌τὸν ‌καλούμενον ‌Σῆκρον ‌μετὰ ‌τῶν ‌δύο ‌μαθητῶν ‌αὐτοῦ ‌Δανιὴλ ‌καὶ ‌Σάβα. ‌ἦν ‌δὲ ‌σχολάζων ‌ὁ ‌ποταμὸς ‌τότε ‌τῷ ‌`ρεύματι, ‌ὡς ‌
[p. ‌94]μήτε ‌ἐφολκίδιον, ‌μήτε ‌νηχόμενον ‌δέχεσθαι·; ‌πρὸς ‌γὰρ ‌τῷ ‌πολλῷ ‌τοῦ ‌ποταμοῦ ‌ὕδατι ‌προσετέθη ‌καὶ ‌τὸ ‌ἀπὸ ‌χαράδρων, ‌διὰ ‌τὸ ‌πολλοὺς ‌ὑετοὺς ‌γενέσθαι ‌κατ' ‌ἐκείνας ‌τὰς ‌ἡμέρας. ‌ἦν ‌δὲ ‌μακρὰν ‌αὐτῶν ‌καὶ ‌ἡ ‌γέφυρα. ‌ὡς ‌οὖν ‌ἐφρόντιζον ‌περὶ ‌τοῦ ‌γέροντος ‌Δανιὴλ ‌καὶ ‌Σάβας, ‌ὅτι ‌πολὺ ‌ἦν ‌τὸ ‌διάστημα ‌ἕως ‌τῆς ‌γεφύρης, ‌ἐπάραντες ‌ἄνω ‌τοὺς ‌ὀφθαλμοὺς ‌αὐτῶν, ‌θεωροῦσιν ‌αὐτὸν ‌ἑστῶτα ‌πέραν ‌τοῦ ‌ποταμοῦ. ‌ὡς ‌οὖν ‌διέβησαν ‌διὰ ‌τῆς ‌γεφύρης ‌ἐκεῖνοι ‌θαυμάζοντες ‌καὶ ‌ἦλθον ‌πρὸς ‌αὐτόν, ‌εἶδον ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌μηθόλως ‌ὕδωρ ‌ἔχοντας·; ‌ἀπῄτησε ‌δὲ ‌αὐτοῖς ‌λόγον ‌μηδενὶ ‌εὑπεῖν ‌τοῦτο, ‌ἕως ‌ὅτου ‌ἐν ‌τῷ ‌βίῳ ‌περίεστιν. ‌οἱ ‌δὲ ‌θεοφιλεῖς ‌μοναχοὶ ‌καταπλαγέντες ‌ἐπὶ ‌τῷ ‌παραδόξῳ, ‌ἐφοβοῦντο ‌κἂν ‌προσεγγίσαι ‌τοῦ ‌ἀνδρός·; ‌ἔλεγον ‌γὰρ ‌μηδόλως ‌εἶναι ‌τοῦτο ‌δυνατὸν ‌ἐν ‌ἀνθρώποις ‌σαρκοφοροῦσι ‌τὸ ‌βαρὺ ‌τοῦτο ‌τῆς ‌ψυχῆς ‌ἐφόλκιον, ‌ἀλλὰ ‌μόνῳ ‌τῷ ‌θεῷ ‌τῷ ‌ὑποχείριον ‌ἔχοντι ‌πᾶσαν ‌τὴν ‌κτίσιν ‌καὶ ‌οἷς ‌ἂν ‌αὐτὸς ‌ἐπιτρέψῃ, ‌καθὰ ‌καὶ ‌τῷ ‌θείῳ ‌Φιλίππῳ ‌πεποίηκεν ‌ἁρπαγῆναι ‌ὑπὸ ‌τοῦ ‌πνεύματος ‌ἀπὸ ‌τοῦ ‌εὐνούχου ‌καὶ ‌εὑρεθῆναι ‌εὑς ‌῎Αζωτον.

60. ‌καταντήσαντες ‌δὲ ‌εὑς ‌τόπους ‌ἐρήμους ‌τε ‌καὶ ‌ἀνύδρους, ‌(εὑώθεισαν ‌γὰρ ‌πολλάκις ‌τοῦτο ‌ποιεῖν ‌πρὸς ‌τὸ ‌φεύγειν ‌τὰς ‌τῶν ‌ἀνθρώπων ‌ὁμιλίας ‌καὶ ‌ἀπερισπάστως ‌προσεύχεσθαι) ‌ἐδίψησεν ‌οὖν ‌ὁ ‌Δανιὴλ ‌ἀπὸ ‌τοῦ ‌πολλοῦ ‌κόπου ‌καὶ ‌τοῦ ‌καύσωνος·; ‌καὶ ‌μηκέτι ‌ὑσχύων ‌ἑστάναι, ‌ἔκειτο ‌ἐπὶ ‌τῆς ‌γῆς. ‌ὁ ‌δὲ ‌γέρων ‌θεωρῶν ‌τὸν ‌μαθητὴν ‌κινδυνεύοντα, ‌ἐσπλαγχνίσθη ‌(ἠγάπα ‌γὰρ ‌αὐτὸν ‌σφόδρα ‌διὰ ‌τὸ ‌μηδέποτε ‌παρορᾶν ‌ἐντολὴν ‌αὐτοῦ), ‌καὶ ‌διαχωρήσας ‌ἑαυτὸν ‌ἀπ' ‌αὐτῶν ‌μικρόν ‌τι ‌διάστημα, ‌ἔστη ‌εὑς ‌προσευχήν·; ‌καὶ ‌εὐθέως ‌ἔδειξεν ‌
[p. ‌96]αὐτῷ ‌ὁ ‌κύριος ‌πηγὴν ‌ἔχουσαν ‌ὕδωρ ‌διειδέστατον ‌καὶ ‌μάλα ‌ψυχρόν. ‌προσκαλεσάμενος ‌οὖν ‌τὸν ‌μαθητήν, ‌παρέστησεν ‌αὐτὸν ‌τῇ ‌πηγῇ, ‌λέγων·; ‌<<πίε, ‌τέκνον, ‌καὶ ‌λάβε ‌ὑσχὺν ‌πρὸς ‌τὸ ‌εὐχερῶς ‌φέρειν ‌τὰ ‌δυσχερῆ ‌τῆς ‌ἐν ‌ἐρήμῳ ‌διαγωγῆς.>> ‌ὁ ‌δὲ ‌πιὼν ‌καὶ ‌νιψάμενος ‌καὶ ‌εὑς ‌ἀναψυχὴν ‌ἐλθών, ‌πλείονα ‌τὴν ‌προθυμίαν ‌καὶ ‌τὴν ‌ὑσχύν, ‌ὡς ‌ἔλεγεν, εἴληφε ‌καὶ ‌πρὸς ‌τοὺς ‌πόνους ‌τῆς ‌ἀσκήσεως ‌καὶ ‌πρὸς ‌τὰ ‌συμπίπτοντα ‌δυσχερῆ.

61. ‌οὗτος ‌αὐτὸς ‌ὁ ‌Δανιὴλ ‌συνευχόμενος ‌ἐν ‌μιᾷ ‌τῷ ‌θεοφόρῳ ‌πατρί, ‌ὁρᾷ ‌αὐτὸν ‌ἐν ‌τῇ ‌προσευχῇ ‌παριστάμενον, ‌γεγονότα ‌ὅλον ‌ὡς ‌πῦρ, ‌(γέγονε ‌γὰρ ‌καὶ ‌αὐτὸς ‌ἄξιος ‌τοῦ ‌ὁρᾶν) ‌καὶ ‌φοβηθεὶς ‌ἔπεσεν ‌ἐπὶ ‌πρόσωπον ‌ἐπὶ ‌τὴν ‌γῆν. ‌ὁ ‌δὲ ‌μέγας ‌γνοὺς ‌τὴν ‌αὑτίαν ‌τοῦ ‌φόβου, ‌ἐγγίσας ‌ἀνέστησεν ‌αὐτὸν ‌καὶ ‌παρεθάρρησεν ‌αὐτὸν ‌ἐπὶ ‌τῷ ‌τοιούτῳ ‌μηκέτι ‌φοβεῖσθαι ‌τὸ ‌σύνολον.

62. ‌συνέβη ‌δὲ ‌διὰ ‌χρόνου ‌ἐλθεῖν ‌αὐτὸν ‌ἐν ‌τῷ ‌τῆς ‌`Αγίας ‌Κυριακῆς ‌κάστρῳ. ‌ἦν ‌δὲ ‌ἐκεῖ ‌πρεσβύτερος, ‌Μαλαχίας ‌προσαγορευόμενος, ‌νόσῳ ‌δὲ ‌πολὺ ‌χρονίᾳ ‌καὶ ‌δεινῇ ‌κεκρατημένος. ‌τούς ‌τε ‌γὰρ ‌πόδας ‌εἶχεν ‌ἀνενεργήτους ‌καὶ ‌τὰ ‌λοιπὰ ‌μέλη ‌τοῦ ‌σώματος ‌παραλελυμένα·; ‌πρὸς ‌δὲ ‌τούτοις, ‌ποτὲ ‌μὲν ‌πυρετῷ, ‌ποτὲ ‌δὲ ‌κεφαλαλγίᾳ ‌ἐπάλαιεν. ‌καὶ ‌λοιπὸν ‌μὴ ‌φέρων ‌ἀντισχεῖν, ‌κλινήρης ‌ἔκειτο, ‌μικρὰ ‌πνέων ‌καὶ ‌ἀπεγνωσμένα·; ‌καὶ ‌οὔτε ‌ὑατρῶν ‌τέχναι ‌οὔτε ‌ἡ ‌λοιπὴ ‌θεραπεία ‌ἐνήργουν. ‌ἀκούσας ‌δὲ ‌περὶ ‌αὐτοῦ ‌ὁ ‌μέγας ‌'Ηλίας, ‌(εἶχε ‌γὰρ ‌καὶ ‌τοῦτο ‌πρὸς ‌ταῖς ‌ἄλλαις ‌ἀρεταῖς ‌καὶ ‌τὸ ‌τοὺς ‌ἀσθενεῖς ‌ἐπισκέπτεσθαι) ‌ἔρχεται ‌μάλα ‌σπουδῇ ‌πρὸς ‌αὐτὸν·; ‌καὶ ‌πρὸς ‌τῆς ‌κλίνης ‌καθίσας, ‌ἤρξατο ‌ἐρωτᾶν ‌πῶς ‌τε ‌ἔχοι ‌καὶ ‌
[p. ‌98]ὅπως ‌φέροι ‌τὴν ‌νόσον. ‌τοῦ ‌δὲ ‌ἀδρανεῖ ‌πάνυ ‌τῇ ‌φωνῇ ‌καὶ ‌μόλις ‌ἀκουομένῃ ‌τὰς ‌τῆς ‌νόσου ‌διηγησαμένου ‌μάστιγας ‌καὶ ‌ποινὰς ‌ἀφορήτους ‌αὐτῷ, ‌αὐτὸς ‌ἣν ‌κατεῖχε ‌`ράβδον ‌πρὸς ‌τὸ ‌στηρίζεσθαι ‌ἐπὶ ‌τὴν ‌δεξιὰν ‌ἐμβαλὼν ‌τοῦ ‌νοσοῦντος ‌χεῖρα, ‌<<ἐν ‌τῷ ‌ὀνόματι>> ‌ἔφη ‌<<'Ιησοῦ ‌Χριστοῦ ‌τοῦ ‌υἱοῦ ‌τοῦ ‌θεοῦ ‌λαβὼν ‌τὴν ‌`ράβδον ‌ταύτην, ‌ἔγειρε ‌καὶ ‌περιπάτει.>> ‌ ‌ὁ ‌δὲ ‌νοσῶν ‌τὴν ‌`ράβδον ‌τοῦ ‌ἁγίου ‌λαβών, ‌ἠγέρθη ‌καὶ ‌περιεπάτει·; ‌καὶ ‌μεθ' ‌ἡμέρας ‌γέγονεν ‌ὑγιής. ‌καὶ ‌τὸ ‌θαυμαστὸν ‌ὅτι ‌ἐκλάπη ‌τὸ ‌νόσημα ‌παραχρῆμα ‌σὺν ‌τῇ ‌χρονίᾳ ‌κατακλίσει, ‌περιφανεστέρας ‌γενομένης ‌τῆς ‌θεραπείας.

63. ‌καὶ ‌μηδεὶς ‌θαυμαζέτω ‌εὑ ‌δι' ‌ἀνθρώπου ‌τοσαῦτα ‌γέγονε ‌θαύματα·; ‌τοῦ ‌γὰρ ‌σωτῆρός ‌ἐστιν ‌ἡ ‌ἐπαγγελία ‌λέγοντος·; ‌"ἀμὴν ‌ἀμὴν ‌λέγω ‌ὑμῖν, ‌ἐάν ‌τις ‌αὑτήσηται ‌τὸν ‌πατέρα ‌τι, ‌δώσει ‌αὐτῷ ‌ἐν ‌τῷ ‌ὀνόματί ‌μου·; ‌αὑτεῖτε ‌καὶ ‌λήψεσθε." ‌μὴ ‌γὰρ ‌προστάττων ‌ἐθεράπευεν; ‌ ‌οὐχί, ‌ἀλλ' ‌εὐχόμενος ‌καὶ ‌τὸν ‌θεὸν ‌ὀνομάζων·; ‌οὐ ‌γὰρ ‌ἦν ‌αὐτὸς ‌ὁ ‌ποιῶν, ‌ἀλλ' ‌ὁ ‌κύριος ‌ὁ ‌δι' ‌αὐτοῦ ‌φιλανθρωπευόμενος. ‌τοῦτο ‌δὲ ‌μόνον ‌ἐκείνῳ ‌ὑπῆρχεν, ‌ἡ ‌εὐχὴ ‌καὶ ‌ἡ ‌ἄσκησις ‌καὶ ‌ἡ ‌καθαρότης ‌καὶ ‌ἡ ‌πρὸς ‌θεὸν ‌πίστις.

  ‌ἦν ‌οὖν, ‌καθάπερ ‌περὶ ‌τοῦ ‌Μωσέως ‌ἀκούομεν, ‌καὶ ‌οὗτος ‌πάντων ‌ἀνθρώπων ‌πραώτατος, ‌ἀλλὰ ‌πρὸς ‌τοὺς ‌ἀντιπίπτοντας ‌καὶ ‌ἀντιλέγοντας ‌τῷ ‌καλῷ ‌καὶ ‌ἄγαν ‌ἐλεγκτικὸς ‌καὶ ‌ἀπροσωπόληπτος·; ‌οὐ ‌γὰρ ‌ἔπλαττεν ‌ἑαυτὸν ‌πρὸς ‌τὴν ‌ἑκάστου ‌γνώμην, ‌(ὃ ‌τοὺς ‌πολλοὺς ‌ὁρῶ ‌πάσχοντας, ‌πολλὰ ‌ἀμείβοντας ‌κατὰ ‌τοὺς ‌χαμαιλέοντας ‌χρώματα) ‌ἀλλὰ ‌στερρὸς ‌ἦν ‌καὶ ‌ἔμφρων ‌τῷ ‌λογισμῷ ‌καὶ ‌μηδενὶ ‌μηδὲν ‌παρὰ ‌τὸ ‌εὑκὸς ‌χαριζόμενος, ‌ἐκεῖνο ‌χαριζόμενος ‌ὃ ‌καὶ ‌χαρίζεσθαι ‌ἄξιον, ‌κἀκεῖνο ‌συγκαταβαίνων ‌ὃ ‌καὶ ‌συγκαταβάσεως ‌ἐδεῖτο, ‌τὰ ‌δὲ ‌ὑπὲρ ‌ταῦτα ‌τοῖς ‌ἀπατεῶσι ‌καὶ ‌κόλαξιν ‌ἀπεπέμπετο. ‌
[p. ‌100]ἦν ‌δὲ ‌ὑδεῖν ‌αὐτὸν ‌ὡς ‌τὰ ‌πολλὰ ‌καὶ ‌δικάζοντα ‌καὶ ‌ὀρθὰς ‌τὰς ‌ψήφους ‌ἐκφέροντα. ‌καὶ ‌περὶ ‌μὲν ‌τοῦτων ‌πολλὰ ‌καὶ ‌ὁ ‌λόγος ‌ἀπέδειξεν·; ‌ὃ ‌δὲ ‌γνωριμώτερόν ‌ἐστιν, ‌καὶ ‌αὖθις ‌λέξων ‌ἔρχομαι.
64. ‌ ‌ ‌Μιχαὴλ ‌ἐκεῖνος, ‌οὗ ‌καὶ ‌πρόσθεν ‌ἐμνήσθημεν, ‌ὁ ‌πρώην ‌κατὰ ‌τῶν ‌'Ισμαηλιτῶν, ‌ὡς ‌εἴρηται, ‌ταῖς ‌ὑποθήκαις ‌καὶ ‌εὐχαῖς ‌τοῦ ‌σεβασμίου ‌πατρὸς ‌οὐ ‌μικρὸν ‌ἐγείρας ‌τρόπαιον, ‌ταξίαρχος ‌τοῖς ‌Καλαβροῖς ‌ἀπεστάλη·; ‌ὃς ‌ἐπιστὰς ‌τῇ ‌ἀρχῇ ‌ταύτῃ, ‌εὗρεν ‌ἀντιπραττόμενον ‌αὐτῷ ‌Κολοῦμβόν ‌τινα, ‌νεωτεροποιὸν ‌ἄνδρα ‌καὶ ‌πάμπαν ‌ἐξήνιον. ‌οὗτος ‌γὰρ ‌ἀλαζονείᾳ ‌φερόμενος ‌ὁ ‌Κολοῦμβος, ‌συναγείρας ‌ἑαυτῷ ‌στρατεύματα ‌καὶ ‌πάντας ‌καθοπλίσας, ‌ἐδῄου ‌τὴν ‌χώραν ‌καὶ ‌τὰ ‌πολίσματα. ‌προβαίνοντος ‌δὲ ‌τοῦ ‌κακοῦ, ‌καὶ ‌πολλοὺς ‌τῶν ‌αὐτοῦ ‌μὴ ‌βουλομένους ‌ὑπείκειν ‌ἐμάστιζε·; ‌καὶ ‌τὰς ‌οὐσίας ‌διαρπάζων ‌αὐτῶν, ‌τοὺς ‌οἴκους ‌κατέστρεφεν. ‌ ‌ὁ ‌δὲ ‌εὑρημένος ‌ταξίαρχος, ‌τοῦτον ‌πολυτρόπῳ ‌φρονήσει ‌ὀψέ ‌ποτε ‌χειρωσάμενος, ‌πᾶσαν ‌ἐν ‌αὐτῷ ‌ἀφειδῶς ‌ἐνεδείξατο ‌τιμωρίαν·; ‌καὶ ‌ταῦτα ‌ἐπὶ ‌πλείους ‌ἡμέρας, ‌ἔσχατον ‌δὲ ‌καθείρξας ‌αὐτὸν ‌σχεδὸν ‌ἡμιθανῆ, ‌τῇ ‌ἐπιούσῃ ‌ξίφει ‌ἀνελεῖν ‌ἐβουλεύετο.

 ὁ ‌δὲ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος, ‌ὁ ‌κατὰ ‌φύσιν ‌ἐν ‌πᾶσι ‌τὸ ‌συμπαθὲς ‌ἐνδεικνύμενος, ‌τοῦτο ‌μαθών, ‌δρομαίως ‌ἔθει ‌πρὸς ‌τὸν ‌ταξίαρχον·; ‌εἶπε ‌δὲ ‌αὐτῷ·; ‌<<καλῶς ‌πάντα ‌συνέδραμεν, ‌ὦ ‌στρατηγέ, ‌τῇ ‌σπουδῇ ‌σου·; ‌καὶ ‌δικαίως ‌δὲ ‌καὶ ‌πρεπόντως ‌κατὰ ‌τὴν ‌ἀναλογίαν ‌τῶν ‌τολμηθέντων ‌καὶ ‌τῷ ‌κακῶς ‌φρονήσαντι ‌τὰς ‌τιμωρίας ‌ἐπανετείνω, ‌αὐτὸν ‌μὲν ‌παιδεύσας, ‌τοὺς ‌δὲ ‌τὰ ‌ὅμοια ‌τολμᾶν ‌μέλλοντας ‌σωφρονίσας ‌τῷ ‌ὑποδείγματι. ‌λοιπὸν ‌οὖν ‌τοῦτο ‌λείπει, ‌χαρισθῆναι ‌αὐτῷ ‌τὴν ‌ζωὴν ‌μόνην·; ‌τούτου ‌γὰρ ‌χάριν ‌κἀγὼ ‌νῦν ‌καθικετεύω ‌καὶ ‌
[p. ‌ ‌102]τῶν ‌γονάτων ‌ἅπτομαι ‌τῶν ‌σῶν.>> ‌καὶ ‌ταῦτα ‌λέγων, ‌προσέπιπτε, ‌καὶ ‌τὸν ‌εἱρμὸν ‌τῆς ‌δεήσεως ‌οὐκ ‌ἐνέκοπτεν·; ‌<<ἄφες ‌τῷ ‌παραβόλως ‌χρησαμένῳ ‌κατὰ ‌σοῦ·; ‌νικησάτω ‌τὸν ‌θυμὸν ‌ἡ ‌φιλανθρωπία. ‌ἔχεις ‌καὶ ‌αὐτὸς ‌κριτὴν ‌ἐν ‌οὐρανοῖς·; ‌καὶ ‌ὡς ‌ἂν ‌μετρήσῃς, ‌ἀντιμετρήσει ‌σοι·; ‌ἤκουσας ‌δὲ ‌καὶ ‌τοῦτο ‌ὅτι·; ‌"οὐκ ‌ἐκδικήσεις ‌δὶς ‌ἐπὶ ‌τὸ ‌αὐτό.">>

 αὐτοῦ ‌δὲ ‌τὴν ‌αἴτησιν ‌τοῦ ‌πατρὸς ‌ὥσπερ ‌ἀπᾴδουσαν ‌ἀπαναινομένου ‌καὶ ‌πρὸς ‌οἶκτον ‌μὴ ‌καμπτομένου, ‌ἡ ‌`ρομφαία ‌ἄνωθεν ‌ἐστιλβοῦτο·; ‌καὶ ‌τὸ ‌τόξον ‌ἐνετείνετο ‌μέν, ‌ἐπείχετο ‌δὲ ‌τῇ ‌μετανοίᾳ ‌χώραν ‌παρέχον. ‌ὡς ‌οὖν ‌ἑώρα ‌τὸν ‌ἄνδρα ‌μὴ ‌ὑφιέμενον ‌ὁ ‌ὅσιος ‌ταῖς ‌δεήσεσιν, ‌ἀλλ' ‌ἐπὶ ‌τὸ ‌αὐτὸ ‌ἔτι ‌μένοντα, ‌καὶ ‌τὰ ‌ἀξιάκουστα ‌ταῦτα ‌`ρήματα ‌πρὸς ‌αὐτὸν ‌ἀπεφθέγξατο, ‌<<ἐγὼ ‌μέν,>> ‌λέγων ‌<<ὦ ‌κράτιστε, ‌ὅπερ ‌ἐνόμιζον ‌συμφέρον ‌εἶναι, ‌τοῦτο ‌καὶ ‌συνεβουλευσάμην ‌καὶ ‌ἀξιῶσαι ‌ἐσπούδακα·; ‌αὐτὸς ‌δέ, ‌τῇ ‌ἀπειθείᾳ ‌ἐμμένων, ‌ἤδη ‌ὄψει ‌τίς ‌ὁ ‌τῆς ‌παρακοῆς ‌μισθός.>> ‌καὶ ‌καταλιπὼν ‌αὐτόν, ‌ἐξῆλθεν ‌ἀνιώμενος ‌σφόδρα. ‌μετὰ ‌δὲ ‌ἡμέρας ‌ἑπτὰ ‌κατέλαβεν ‌αὐτὸν ‌ἡ ‌ὀργή·; ‌νόσῳ ‌γὰρ ‌περιπεσὼν ‌χαλεπῇ ‌καὶ ‌πλεῖστα ‌διὰ ‌μηνύσεως ‌δεηθεὶς ‌τοῦ ‌ἁγίου, ‌καιρὸν ‌σωτηρίας ‌οὐχ ‌εὗρεν, ‌ἀλλὰ ‌μετὰ ‌μίαν ‌ἡμέραν ‌ἐν ‌κρίσει ‌δεινῇ ‌ἀπέρρηξε ‌τὴν ‌ψυχήν. ‌ὁ ‌δὲ ‌Κολοῦμβος, ‌τῆς ‌θανατηφόρου ‌παρ' ‌ἐλπίδα ‌`ρυσθεὶς ‌ἐνοχῆς, ‌κατελείφθη ‌δέσμιος ‌ἐν ‌φρουρᾷ, ‌τὰς ‌ἐλπίδας ‌ἔχων ‌εὑς ‌θεὸν ‌καὶ ‌'Ηλίαν.

65. ‌ ‌μετὰ ‌ταῦτα ‌ἦλθέ ‌τις ‌ἐν ‌Σαλίναις ‌τῶν ‌δοκούντων ‌εἶναι ‌σοφῶν·; ‌καὶ ‌ ‌ὥσπερ ‌προσωπεῖον ‌ἐξαγορεύοντος ‌ἑαυτῷ ‌περιθείς, ‌ἔλεγε ‌τῷ ‌ὁσίῳ ‌πρὸς ‌τὴν ‌ὑπόσχεσιν. ‌ὁ ‌δέ ‌<<πότε>> ‌φησίν ‌<<ὑπέσχου;>> ‌καὶ ‌ὅς·; ‌<<πρὸ ‌τοῦ ‌`Ρήγιον ‌ἁλωθῆναι, ‌ὑπεσχόμην ‌μὲν ‌τῷ ‌ἀρχιερεῖ, ‌συλληφθεὶς ‌δὲ ‌μετὰ ‌τῶν ‌ἄλλων ‌κἀγώ, ‌ἀπήχθην ‌αὑχμάλωτος ‌εὑς ‌τὴν ‌'Αφρικήν.>> ‌καὶ ‌
[p. ‌104]ὁ ‌ἅγιος·; ‌<<εὑπὲ ‌καὶ ‌τὰ ‌ἑξῆς ‌ὅτι, ‌"μετὰ ‌τὴν ‌ἐπάνοδον ‌ἐπελαθόμην ‌μὲν ‌τῆς ‌συνταγῆς, ‌γυναικὸς ‌δὲ ‌ἐρῶν ‌ἐψευσάμην ‌καὶ ‌τὸν ‌ἱερέα ‌καὶ ‌τὸν ‌θεόν." ‌κἄν ‌γὰρ ‌σὺ ‌τοῦτο ‌ὑπεκράτησας, ‌"ἡ ‌καρδία ‌μου ἔνδον ‌σού ‌ἐστι," ‌κατὰ ‌τὸ ‌εὑρημένον ‌πρὸς ‌Γιεζὶ ‌παρὰ ‌'Ελισσαίου ‌τοῦ ‌βλέποντος, ‌καὶ ‌λαθεῖν ‌οὐκ ‌ἴσχυσας. ‌καὶ ‌σὺ ‌μὲν ‌νομίζεις ‌μικρὸν ‌εἶναι ‌τοῦτο ‌ἁμάρτημα ‌καὶ ‌διὰ ‌τοῦτο ‌αὐτὸ ‌καὶ ‌κατευτελίζεις·; ‌ἐγὼ ‌δὲ ‌λέγω ‌ὅτι ‌σκοπός ‌ἐστι ‌τῷ ‌διαβόλῳ ‌τὸ ‌εὐτελίζειν ‌τὰ ‌μικρὰ ‌ἁμαρτήματα·; ‌ἄλλως ‌γὰρ ‌ἐπὶ ‌μείζονα ‌κακὰ ‌τοὺς ‌τοιούτους ‌ἄγειν ‌οὐ ‌δύναται. ‌τί ‌οὖν ‌νουθετήσωμέν ‌σε; ‌ἀλλ' ‌εὑς ‌νεκρὰς ‌ἀκοὰς ‌ἐνηχοῦμεν·; ‌τὸν ‌γὰρ ‌οὑόμενον ‌ἑαυτὸν ‌σοφὸν ‌εἶναι, ‌μὴ ‌ἑαυτὸν ‌γινώσκοντα, ‌ματαιοπονεῖ ‌πάντως ‌ὁ ‌νουθετῶν. ‌ἄλλους ‌ἐπαιδαγώγησας ‌καὶ ‌σαυτὸν ‌ἀφῆκας ‌ἀπαιδαγώγητον.>> ‌ ‌ταῦτα ‌εὑπών, ‌ἀπώσατο ‌αὐτόν, ‌τοῖς ‌τῆς ‌διανοίας ‌ὀφθαλμοῖς ‌ὁρῶν ‌ἀδιόρθωτον.

 τοιοῦτος ‌ἦν ‌πρὸς ‌τοὺς ‌τοιούτους ‌ὁ ‌θεῖος ‌'Ηλίας, ‌ἐμβριθὴς ‌καὶ ‌ἀήττητος ‌καὶ ‌ἀπρόσιτος ‌καὶ ‌εὑκότως·; ‌πᾶν ‌γὰρ ‌τὸ ‌`ρᾳδίως ‌νικώμενον, ‌καὶ ‌εὐκαταφρόνητον ‌δηλονότι·; ‌πᾶν ‌δὲ ‌τὸ ‌πρὸς ‌τὰς ‌χαμερπεῖς ‌γνώμας ‌τῶν ‌ἀνθρώπων ‌ἀσυγκατάθετον ‌καὶ ‌ἀνάλωτον.

66. ‌γήρᾳ ‌δὲ ‌καὶ ‌νόσῳ ‌τὸ ‌λοιπὸν ‌πιεζόμενος, ‌ἠναγκάζετο ‌μένειν ‌ἔνδον·; ‌καὶ ‌μετὰ ‌βραχὺν ‌καιρὸν ‌λέγει ‌τῷ ‌μαθητῇ·; ‌<<τέκνον ‌Δανιήλ, ‌ἤγγικεν ‌ὁ ‌καιρὸς ‌καθ' ‌ὅν ‌μέλλει ‌ζητεῖν ‌ἡμᾶς ‌ὁ ‌εὐσεβέστατος ‌βασιλεύς·; ‌τοῦτο ‌γὰρ ‌καὶ ‌ἀπεκαλύφθη ‌μοι ‌πρὸ ‌χρόνων ‌τινῶν.>> ‌καὶ ‌γὰρ ‌ἦν ‌ἀκούων ‌παρὰ ‌πάντων ‌ᾀδομένην ‌τὴν ‌θαυμαστὴν ‌πολιτείαν ‌αὐτοῦ ‌καὶ ‌τὰ ‌θαύματα ‌Λέων, ‌ὁ ‌τῆς ‌`Ρωμαίων ‌βασιλείας ‌τὰ ‌σκῆπτρα ‌κατέχων, ‌καὶ ‌ἐζήτει ‌ὑδεῖν ‌αὐτὸν ‌καὶ ‌ἀπόνασθαι ‌τῶν ‌εὐχῶν ‌αὐτοῦ, ‌ὅτι ‌
[p.106]μάλα ‌φιλομόναχος ‌ἦν ‌καὶ ‌περὶ ‌τὰ ‌καλὰ ‌σπουδαῖος. ‌ὡς ‌οὖν ‌περὶ ‌τούτου ‌οἱ ‌ὅσιοι ‌πατέρες ‌ἐφρόντιζον, ‌ὑδού ‌τις ‌βασιλικὸς ‌ἐπέστη ‌τῷ ‌μοναστηρίῳ ‌πρὸς ‌τὸ ‌μετὰ ‌πολλῆς ‌τιμῆς ‌καὶ ‌σεβάσματος ‌τὸν ‌θεοφόρον ‌`Ηλίαν ‌ἐπαγαγεῖν ‌πρὸς ‌τὸν ‌βασιλέα·; ‌Κουσώνιος ‌δὲ ‌ἦν ‌οὗτος ‌ὀνομαζόμενος.

 ὃς ‌πεσὼν ‌εὑς ‌τοὺς ‌πόδας ‌τοῦ ‌γέροντος ‌καὶ ‌εὐλογηθεὶς ‌παρ' ‌αὐτοῦ, ‌ἀπέδωκεν ‌αὐτῷ ‌τοῦ ‌βασιλέως ‌τὰ ‌γράμματα. ‌ὁ ‌δὲ ‌λαβὼν ‌καὶ ‌ἀναγνούς, ‌<<τί ‌πρὸς ‌ἐμέ>> ‌ἔφη ‌<<τὸν ‌ταπεινὸν ‌ὁ ‌βασιλεὺς ‌ἀπέστειλε ‌γέροντα; ‌κατέλιπε ‌τὰς ‌τοῦ ‌'Ολύμπου ‌πηγὰς ‌καὶ ‌πρὸς ‌τὸν ‌χείμαρρον ‌φέρεται; ‌τίνος ‌χάριν ‌καὶ ‌σὲ ‌τοσοῦτον ‌σκυλμὸν ‌ἠνάγκασεν ‌ὑποστῆναι, ‌ἵν' ‌ἴδῃς ‌μοναχὸν ‌ἔχοντα ‌μεῖζον ‌τῶν ‌ἔργων ‌τὸ ‌ὄνομα; ‌πλήν, ‌ἐπείπερ ‌ὁ ‌θεὸς ‌οὕτως ‌ηὐδόκησεν, ‌καταφρονῶ ‌καὶ ‌τοῦ ‌γήρους·; ‌ὑπερορῶ ‌καὶ ‌τῆς ‌ἀσθενείας·; ‌καὶ ‌κατατολμῶ ‌τῆς ‌ὁδοῦ·; ‌ἀξιῶ ‌δὲ ‌τοῦ ‌τοιούτου ‌κόπου ‌μισθὸν ‌λαβεῖν ‌τὸν ‌καταδικασθέντα ‌θανάτῳ ‌Κολοῦμβον.>> ‌τοῦ ‌δὲ ‌βασιλικοῦ ‌μετὰ ‌πολλῆς ‌προθυμίας ‌τὴν ‌αἴτησιν ‌ἐπινεύσαντος, ‌λαβὼν ‌τὸν ‌Κολοῦμβον ‌καὶ ‌τὸν ‌Δανιήλ, ‌ἀπῄει ‌μετὰ ‌τοῦ ‌βασιλικοῦ ‌πρὸς ‌τὴν ‌βασιλεύουσαν·; ‌εἶπε ‌δὲ ‌τῷ ‌Δανιὴλ ‌κατ' ‌ὑδίαν·; ‌<<μόνον ‌τὴν ‌ὁδὸν ‌ἀνύομεν, ‌τέκνον·; ‌οὔτε ‌γὰρ ‌ἐμὲ ‌ὁ ‌βασιλεὺς ‌ὄψεται ‌οὔτε ‌ἐκεῖνον ‌ἐγώ. ‌ ‌ἀλλ' ‌ὅμως ‌ἡμεῖς ‌ταύτην, ‌εὖ ‌οἶδα ‌ὅτι, ‌οὐκ ‌ἀνύσομεν ‌εὑς ‌κενόν·; ‌ληψόμεθα ‌γὰρ ‌κέρδος ‌τὴν ‌τοῦ ‌ὑπευθύνου ‌τῆς ‌στάσεως ‌σωτηρίαν.>>

67. ‌ γενομένοις ‌δὲ ‌αὐτοῖς ‌κατὰ ‌τὴν ‌'Ερικοῦσαν, ‌(νῆσος ‌δὲ ‌αὕτη ‌περὶ ‌τὰς ‌εὑσόδους ‌τοῦ ‌'Ιονίου ‌κόλπου, ‌προσπελάζουσα ‌τοῖς ‌τέρμασι ‌τῆς ‌'Ηπειρώτιδος ‌γῆς) ‌συνηντήθη ‌αὐτοῖς ‌Χρυσίων ‌ὁ ‌Ταυρομενίτης·; ‌πρὸς ‌ὃν ‌εἶπεν ‌ὁ ‌θεῖος ‌ἀνήρ, ‌ὅτε ‌ἦν ‌ἐν ‌Ταυρομενίᾳ ‌ὅτι·; ‌<<εὑς ‌τὴν ‌κλίνην ‌ταύτην ‌ἐν ‌
[p. ‌108]ᾗ ‌ἀνάκειμαι ‌ὁ ‌Βράχιμος ‌κοιμηθήσεται.>> ‌ὃς ‌ἀσπασάμενος ‌τὸν ‌γέροντα, ‌ἔφη ‌πρὸς ‌αὐτόν·; ‌<<ὦ ‌πατέρων ‌ἄριστε ‌καὶ ‌προφητῶν ‌ὑσοστάσιε, ὑδοὺ ‌πάντα ‌πεπόνθαμεν ‌ὅσα ‌προείρηκας, ‌τῶν ‌σῶν ‌προρρήσεων ‌καὶ ‌ὑποθηκῶν ‌μὴ ‌ἀκούσαντες. ‌τί ‌οὖν ‌λοιπὸν ‌κἂν ‌ἀπὸ ‌τοῦ ‌νῦν ‌προδηλοῖς ‌ἐμοὶ ‌τῷ ‌σῷ ‌τέκνῳ;>> ‌<<ἐγώ>> ‌ἔφη ‌<<τοῦτό ‌σοι ‌προδηλῶ·; ‌οὐ ‌πολλῶν ‌παρερχομένων ‌ἡμερῶν, ‌καὶ ‌σὺ ‌τὸ ‌δύσμορον ‌ὑποστήσει ‌τέλος.>> ‌ ‌ἐκβέβηκε ‌δὲ ‌αὐτῷ ‌πάντα ‌κατὰ ‌τὴν ‌πρόρρησιν ‌τοῦ ‌ἁγίου ‌πατρός.

68. ‌φθάσαντες ‌δὲ ‌Ναύπακτον, ‌εὗρον ‌τὴν ‌φήμην ‌τοῦ ‌τῆς ‌Συρίας ‌τῶν ‌'Αγαρηνῶν ‌πλοΐμου ‌πρὸς ‌τὸ ‌Βυζάντιον ‌καταίρειν ‌μέλλοντος ‌πανταχοῦ ‌διατρέχουσαν. ‌ὁ ‌δὲ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος ‌καὶ ‌προφήτης, ‌<<οὐχ ‌οὕτως ‌ἀποβήσεται>> ‌ἔλεγε ‌<<τὸ ‌φημιζόμενον, ‌ὡς ‌ὑπονοοῦσιν ‌οἱ ‌ἄνθρωποι, ‌ἀλλ' ‌ὡς ‌ὁ ‌θεὸς ‌βούλεται. ‌ναὶ ‌γὰρ ‌τῷ ‌ὄντι, ‌κατὰ ‌τοῦ ‌Βυζαντίου ‌ὥρμησαν ‌οἱ ‌'Ισμαηλῖται ‌καὶ ‌πρὸς ‌ἐκείνην ‌τὴν ‌πόλιν ‌τὴν ‌πορείαν ‌ποιοῦνται, ‌ἀλλὰ ‌μεσοπορήσαντες ‌τὸν ‌`Ελλήσποντον, ‌ἀναστρέψουσι·; ‌καὶ ‌τὸν ‌'Ιλλυριὸν ‌ἀναδραμόντες ‌κόλπον, ‌τὴν ‌Θεσσαλονικέων ‌πορθήσωσι.>> ‌ ‌ταῦτα ‌τὸν ‌Κουσώνιον ‌εὑς ‌μεγίστην ‌ἔκπληξιν ‌ἤγαγεν·; ‌ἔλεγε ‌γὰρ ‌ὅτι, ‌<<θαυμαστὴ ‌καὶ ‌ὑπὲρ ‌ἄνθρωπον ‌ἡ ‌πρόγνωσις ‌αὕτη, ‌εὑ ‌οὕτως ‌γένηται.>>

 τοῦτο ‌γὰρ ‌μόνον ‌ἱκανόν ‌ἐστι ‌δεῖξαι ‌τὸ ‌καθαρὸν ‌τῆς ‌ψυχῆς ‌'Ηλία ‌πῶς ‌τὸ ‌μήπω ‌γενησόμενον ‌ὡς ‌ἤδη ‌γενόμενον ‌καὶ ‌παρ' ‌ἄλλου ‌μαθών, ‌μετὰ ‌παρρησίας ‌ἀφηγεῖται. ‌τούτων ‌τὰ ‌πλεῖστα ‌ὁ ‌μακάριος ‌Δανιὴλ ‌μετὰ ‌κοίμησιν ‌αὐτοῦ ‌διηγήσατο. ‌οἷον ‌δὲ ‌καὶ ‌τὸ ‌τοῦ ‌βίου ‌αὐτοῦ ‌τέλος ‌γέγονε, ‌καλόν ‌ἐστι ‌κἀμὲ ‌μνημονεῦσαι ‌καὶ ‌πᾶσι ‌τοῖς ‌φιλοκάλοις ‌ἀκοῦσαι·; ‌ἐπίξενον ‌γὰρ ‌γέγονε, ‌καθὰ ‌καὶ ‌τοῦ ‌πατριάρχου ‌'Ιακώβ, ‌καὶ ‌
[p. ‌110]ζηλωτόν·; ‌οὐ ‌γὰρ ‌ἀπρογνώστως ‌ἀπενῆλθεν ‌αὐτῷ, ‌ἀλλ' ‌ὡς ‌Μωσεῖ ‌προδηλωθέν.

69. ‌ἀπάρας ‌ἀπὸ ‌Ναυπάκτου, ‌διήρχετο ‌τὴν ‌`Ελλάδα·; ‌καὶ ‌γενόμενος ‌ἔν ‌τινι ‌μέρει ‌τοῦ ‌'Ιλλυρικοῦ, ‌ἐνόσησε ‌μέν, ‌οὐκ ‌ἐπαχθῶς ‌δέ·; ‌δέδοκται ‌δὲ ‌αὐτῷ ‌θεόθεν ‌ἐλλαμφθέντι ‌δοῦναι ‌τῷ ‌Κολούμβῳ ‌ἐπιστολὴν ‌δεητικὴν ‌καὶ ‌ἀποστεῖλαι ‌αὐτὸν ‌πρὸς ‌τὸν ‌βασιλέα. ‌καὶ ‌τοῦτον ‌προπέμψας, ‌αὐτὸς ‌τὴν ‌τῶν ‌Θεσσαλονικέων ‌καταλαμβάνει ‌πόλιν·; ‌καὶ ‌ἔνδον ‌μὲν ‌οὐκ ‌εὑσῆλθε, ‌ἔξω ‌δὲ ‌περὶ ‌τὰ ‌προπόλεα ‌μᾶλλον ‌εἵλατο ‌καταλῦσαι ‌ἔν ‌τινι ‌νεῷ ‌τῶν ‌ἁγίων ‌'Αποστόλων. ‌καὶ ‌τῇ ‌ἑξῆς ‌περὶ ‌μεσημβρίαν, ‌ὅτε ‌αἱ ‌ἐκκλησίαι ‌σχολάζουσιν ‌ἀπὸ ‌τῶν ‌λαῶν, ‌λιπαρεῖ ‌τὸν ‌προσπαραμένοντα ‌μοναχὸν ‌τῷ ‌νεῷ ‌ἐκείνῳ ‌καὶ ‌ἱερῷ ‌τῶν ‌'Αποστόλων ‌τεμένει ‌ἀπαγαγεῖν ‌αὐτὸν ‌ἐν ‌τῷ ‌τοῦ ‌καλλινίκου ‌μάρτυρος ‌Δημητρίου ‌νεῷ. ‌ὁ ‌δὲ ‌προθύμως ‌ἐπένευσε.
 
 καὶ ‌ἐν ‌τῷ ‌ἀπιέναι, ‌θεωρῶν ‌τὴν ‌πόλιν, ‌ὁ ‌θεοφόρος ‌ἐστέναξε·; ‌καὶ ‌ὡς ‌ἀνιώμενος, ‌ἔλεγε ‌πρὸς ‌τὸν ‌μάρτυρα·; ‌<<ὦ ‌μάρτυς ‌τοῦ ‌Χριστοῦ ‌Δημήτριε, ‌ποῦ ‌εἶ ‌νῦν; ‌ἐν ‌ποίοις ‌τόποις ‌ἐνδιαιτᾷς; ‌ἢ ‌τίνα ‌ἐπουράνιον ‌ἁψῖδα ‌περιπολεῖς;>> ‌καὶ ‌τὰ ‌τούτοις ‌ὅμοια, ‌καὶ ‌ἐν ‌τῷ ‌νεῷ ‌γενόμενος ‌καὶ ‌ἐν ‌τῷ ‌ἱερῷ ‌κιβωρίῳ ‌τοῦ ‌μάρτυρος ‌παραστάς, ‌ἔλεγε. ‌ὁ ‌δὲ ‌μοναχὸς ‌ἐκεῖνος, ‌ὁ ‌τοῦτον ‌ἀγαγών, ‌καθ' ‌ἑαυτὸν ‌ἀκούων, ‌ἐσκανδαλίζετο ‌καὶ ‌δυσφήμους ‌κατ' ‌αὐτοῦ ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌λόγους ‌συνῄρει.

 μετὰ ‌δὲ ‌τὴν ‌εὐχὴν ‌στραφεὶς ‌ὁ ‌ὅσιος, ‌λέγει ‌πρὸς ‌τὸν ‌μοναχόν·; ‌<<διὰ ‌τί, ‌ἀδελφέ, ‌σκανδαλίζουσί ‌σε ‌οἱ ‌λογισμοί, ‌ὡς ‌ὅτι ‌κακῶς ‌φρονῶ ‌καὶ ‌κακῶς ‌λέγω; ‌πλὴν ‌ἔνθα ‌μεσάζει ‌μετάνοια ‌καὶ ‌τὸ ‌ἀγαθὸν ‌πλεονάζει, ‌ἐκεῖ ‌καὶ ‌τὸ ‌ἔλεος ‌τοῦ ‌
[p. ‌112]θεοῦ ‌πολυπλάσιον.>> ‌ὑδὼν ‌δὲ ‌ὁ ‌μοναχὸς ‌ὅτι ‌οὐκ ‌ἔλαθεν, ‌ἔπεσεν ‌αὐτοῦ ‌εὑς ‌τοὺς ‌πόδας, ‌συγγνώμης ‌τυχεῖν ‌ἀξιῶν·; ‌ἧς ‌τυχών, ‌θᾶττον ‌ἀπῄει, ‌θαυμάζων ‌καὶ ‌τοῖς ‌παρατυγχάνουσι ‌μετ' ‌ἐκπλήξεως ἀναγγέλλων.

70. ‌ἐν ‌δὲ ‌τῇ ‌γεφύρῃ ‌ὁ ‌ἀοίδιμος ‌πλησιάσας, ‌ἤδη ‌λοιπὸν ‌καὶ ‌τῆς ‌νόσου ‌ἐπὶ ‌πλεῖον ‌ἐπιτιθεμένης ‌αὐτῷ, ‌ᾐτήσατο ‌ἐνεχθῆναι ‌σκιμπόδιον·; ‌<οὗ> ‌καὶ ‌ἐνεχθέντος, ‌ἀνεκλίθη ‌ἐν ‌αὐτῷ. ‌ἀνευθέτου ‌δὲ ‌τοῦ ‌τόπου ‌ὄντος ‌πρὸς ‌ἀνάπαυσιν, ‌μετέβη ‌ἐν ‌τόπῳ ‌τῶν ‌Καμίνων·; ‌καὶ ‌καλέσας ‌τὸν ‌συνόντα ‌αὐτῷ ‌μαθητὴν ‌καὶ ‌ἀδελφόν, ‌ἔλεγε ‌πρὸς ‌αὐτόν·; ‌<<τέκνον ‌Δανιήλ, ‌ἐγὼ ‌μέν, ‌ὡς ‌γέγραπται, ‌τὴν ‌ὁδὸν ‌τῶν ‌πατέρων ‌μου ‌πορεύομαι·; ‌καιρὸς ‌γάρ ‌ἐστι ‌λοιπὸν ‌ἀναλῦσαί ‌με·; ‌εὑμὶ ‌γὰρ ‌ἐτῶν ‌ὀγδοήκοντα. ‌σὺ ‌δὲ ‌παρηκολούθηκάς ‌μου ‌τῇ ‌διδασκαλίᾳ ‌καὶ ‌τῇ ‌ἀγωγῇ ‌καὶ ‌τῇ ‌προθέσει·; ‌μένε ‌ἐν ‌τούτοις, ‌μὴ ‌ὀλιγώρει ‌ποτὲ ‌ἐν ‌τῇ ‌ἀσκήσει, ‌ἀλλ' ‌οὕτως ‌τὸ ‌ζῆν ‌λογίζου, ‌ὡς ‌καθ' ‌ἡμέραν ‌ἀποθνήσκων·; ‌τοῦτο ‌δὲ ‌παράγγελλε ‌καὶ ‌τοῖς ‌ἀδελφοῖς·; ‌μὴ ‌ἀφῇς ‌τὸ ‌σῶμά ‌μου ‌ὧδε, ‌μηδ' ‌αὖ ‌ἐάσῃς ‌εὑς ‌τὴν ‌βασιλεύουσαν ‌ἀπενεχθῆναι ‌πόλιν·; ‌οἶδα ‌γὰρ ‌ὅτι ‌μέλλει ‌ζητεῖν ‌ὁ ‌βασιλεὺς ‌αὐτό. ‌καὶ ‌τοῦτο ‌μαθὼν ‌ἐγὼ ‌παρὰ ‌τῆς ‌προνοίας, ‌ἐπιστολίδιόν ‌σοι ‌ἔδωκα ‌πρὸ ‌χρόνου ‌πρὸς ‌τὸν ‌αὐτοκράτορα ‌περιέχον ‌ὥστε ‌μετὰ ‌τὸ ‌ἐκβιῶναί ‌με ‌τὸ ‌σῶμα ‌μου ‌εὑς ‌τὴν ‌ὑδίαν ‌μονὴν ‌ἀνακομισθῆναι·; ‌οὐδὲ ‌γὰρ ‌ὄνησίν ‌τινα ‌φέρει ‌τῷ ‌βασιλεῖ ‌εὑς ‌τὴν ‌βασιλεύουσαν ‌μετακομιζόμενον ‌πόλιν, ‌οὐδὲ ‌ὁ ‌θεὸς ‌τὸ ‌πρᾶγμα ‌ὡς ‌ἀγαθὸν ‌ἀποδέξηται. ‌λάβετε ‌μᾶλλον ‌τὸ ‌ἡμέτερον ‌ὑμεῖς ‌καί, ‌εὑ ‌μέλει ‌ὑμῖν, ‌μνημονεύετε ‌ὡς ‌πατρός. ‌οἶδα ‌δὲ ‌ὅτι ‌παρὰ ‌σοί ‌ἐστιν ‌ἡ ‌ἐπιστολὴ ‌ἐκείνη ‌καὶ ‌φυλάσσεται·; ‌καί, ‌ὅτε ‌ἥξει ‌ταῦτα ‌(ἥξει ‌γὰρ ‌ταχύ), ‌ἀπόστειλον ‌αὐτὴν ‌πρὸς ‌τὸν ‌αὐτοκράτορα·; ‌καὶ ‌αὐτὸς ‌ποιήσει ‌κατὰ ‌τὰ ‌[p. ‌114]γεγραμμένα. ‌καὶ ‌λοιπόν, ‌τέκνον, ‌σῴζου·; ‌ὁ ‌γὰρ ‌'Ηλίας ‌μεταβαίνει ‌καὶ ‌οὐκέτι ‌ἐν ‌τῷ ‌κόσμῳ ‌τούτῳ ‌ἐστίν.>>
 ταῦτα ‌εὑπών, ‌καὶ ‌ἐκείνου ‌καὶ ‌τῶν ‌συμπαρόντων ‌ἀσπασαμένων ‌αὐτόν, ‌τοὺς ‌συρρέοντας ‌ὥσπερ ‌φίλους ‌ἀποδεξάμενος ‌καὶ ‌δι' ‌αὐτοὺς ‌χαρᾶς ‌πολλῆς ‌πληρωθείς, ‌ἱλαρῷ ‌τῷ ‌προσώπῳ ‌ἐξέλιπε, ‌καὶ ‌προσετέθη ‌καὶ ‌αὐτὸς ‌πρὸς ‌τοὺς ‌πατέρας ‌μηνὶ ‌Λῴῳ, ‌ὅς ‌ἐστιν ‌Αὔγουστος, ‌ἑπτὰ ‌καὶ ‌δεκάτῃ.

71. ‌συνήχθη ‌δὲ ‌πολλὰ ‌πλήθη ‌μοναχῶν ‌τε ‌καὶ ‌λαϊκῶν, ‌ὡς ‌καὶ ‌αὐτὸν ‌παρεῖναι ‌τὸν ‌στρατηγὸν ‌μετὰ ‌παντός ‌τοῦ ‌στρατεύματος ‌καὶ ‌δι' ‌ὅλης ‌ ‌τῆς ‌ἡμέρας ‌ἐκείνης ‌καὶ ‌τῆς ‌ἐπιούσης ‌νυκτὸς ‌λαμπροφανίαις ‌καὶ ‌ὑμνῳδίαις ‌ἐπιταφίοις ‌καὶ ‌θυμιαμάτων ‌εὐωδίαις ‌τὸ ‌σεβάσμιον ‌καὶ ‌ἀοίδιμον ‌τοῦ ‌πνευματοφόρου ‌πατρὸς ‌τετιμηκέναι ‌σκῆνος. ‌καὶ ‌τῇ ‌ἑξῆς ‌κατέθεντο ‌αὐτὸ ‌μετὰ ‌πολλοῦ ‌τοῦ ‌σεβάσματος ‌ἐν ‌τῷ ‌σεβασμίῳ ‌σηκῷ ‌τοῦ ‌ἁγίου ‌μάρτυρος ‌Γεωργίου. ‌μὴ ‌ὑσχύων ‌δὲ ‌Δανιὴλ ‌ἀνακομίσαι ‌τὸ ‌λείψανον ‌τοῦ ‌ἁγίου ‌εὑς ‌τὴν ‌ὑδίαν ‌μονήν, ‌παρέμεινεν ‌αὐτῷ ‌ἐπὶ ‌δεκαμηναίῳ ‌χρόνῳ.

72. ‌καὶ ‌μετὰ ‌ταῦτα ‌καταλαμβάνει ‌τις ‌τῆς ‌συγκλήτου ‌ἀνὴρ ‌ἔνδοξος, ‌πατρικίου ‌ἀξιώματι ‌τετιμημένος, ‌Βάρδας ‌ὁ ‌πολυθρύλητος. ‌ὃς ‌ἀκούσας ‌παρὰ ‌πάντων ‌ᾀδομένην ‌τοῦ ‌ἁγίου ‌τὴν ‌ἐνάρετον ‌πολιτείαν ‌καὶ ‌τὰ ‌πολλὰ ‌θαύματα, ‌ἠξίου ‌τὸν ‌μακάριον ‌Δανιὴλ ‌ἀνοῖξαι ‌τὸ ‌μνῆμα ‌πρὸς ‌τὸ ‌προσκυνῆσαι ‌τὸ ‌ἅγιον ‌αὐτοῦ ‌λείψανον. ‌καὶ ‌τούτου ‌γενομένου, ‌εὗρον ‌αὐτὸ ‌σῶον ‌καὶ ‌ὁλόκληρον ‌καὶ ‌μηθόλως ‌μείωσιν ‌ἔχον·; ‌ἡ ‌δὲ ‌τοῦ ‌μύρου ‌εὐωδία ‌ἐπλήρωσε ‌τὸν ‌χῶρον ‌ἐκεῖνον ‌ἅπαντα. ‌τοῦτο ‌ὑδὼν ‌τὸ ‌παράδοξον ‌ὁ ‌συγκλητικός, ‌προσεκύνει ‌πανευλαβῶς ‌καὶ ‌ἀσπασίως ‌περιεπτύσσετο, ‌ὁμοίως ‌μετ' ‌αὐτὸν ‌καὶ ‌
[p. ‌116]πάντες ‌οἱ ‌συμπαρόντες. ‌προστάξας ‌δὲ ‌ταχέως ‌τεχνουργηθῆναι ‌γλωσσόκομον ‌καὶ ‌περιειλήσας ‌τὸ ‌σῶμα ‌ἐνδύμασι ‌καθαροῖς, ‌κατέθετο ‌αὐτὸ ‌ἐν ‌αὐτῷ ‌καὶ ‌ἀπέθετο ‌ἐν ‌τῷ ‌εὑρημένῳ ‌σηκῷ·; ‌ἀναφέρει ‌δὲ ‌τῷ βασιλεῖ ‌περὶ ‌τούτου, ‌μὴ ‌γνωρίσας ‌ὅλως ‌τῷ ‌ἀββᾷ ‌Δανιὴλ ‌τὰ ‌τοῦ ‌πράγματος.

 ὁ ‌δὲ ‌βασιλεὺς ‌τὰ ‌τοῦ ‌πατρικίου ‌δεξάμενος ‌γράμματα, ‌κελεύει ‌μετὰ ‌σπουδῆς, ‌ὡς ‌μέγα ‌τι ‌καὶ ‌πολυτίμητον, ‌ἀπολαβεῖν ‌τοῦ ‌ὁσίου ‌τὸ ‌λείψανον, ‌ὡς ‌μέγα ‌θησαύρισμα ‌καὶ ‌ἀκένωτον ‌ὄλβον, ‌ὡς ‌μηδὲ ‌ἐν ‌τούτῳ ‌διαπεσεῖν ‌τὴν ‌ἐκείνου ‌προφητείαν. ‌ὁ ‌δὲ ‌Δανιήλ, ‌ἐξαγαγὼν ‌τὴν ‌εὑρημένην ‌ἐπιστολήν, ‌ἐπέδωκε ‌τῷ ‌πατρικίῳ, ‌εὑπὼν ‌αὐτῷ ‌καὶ ‌τὰ ‌προσταχθέντα ‌αὐτῷ ‌παρὰ ‌τοῦ ‌διδασκάλου ‌ἀπαραλείπτως. ‌ἐκεῖνος ‌δὲ ‌διὰ ‌ταχυδρόμου ‌ἀποστέλλει ‌τῷ ‌βασιλεῖ. ‌ὁ ‌δὲ ‌βασιλεὺς ‌δεξάμενος ‌τὴν ‌τιμίαν ‌ἐπιστολὴν ‌τοῦ ‌σεβασμίου ‌πατρός, ‌ἀσπασάμενός ‌τε ‌καὶ ‌ἀναγνούς, ‌πάντα ‌τὰ ‌ἐν ‌αὐτῇ ‌γεγραμμένα ‌ἀνυπερθέτως ‌γενέσθαι ‌ἐκέλευσε.

73. ‌τὰ ‌δὲ ‌κελευσθέντα ‌Γεώργιος ‌ἦν ‌ὁ ‌προσταχθεὶς ‌ἐκτελέσαι, ‌Καλαβρὸς ‌μὲν ‌τῷ ‌γένει, ‌ἐν ‌τῇ ‌βασιλευούσῃ ‌τὸ ‌τηνικαῦτα ‌παρών, ‌χρηστὸς ‌ὢν ‌τοῖς ‌τρόποις ‌καὶ ‌τῶν ‌περιφανῶν. ‌ὃς ‌ἐπιστὰς ‌τῷ ‌τῶν ‌Καμίνων ‌τόπῳ ‌καὶ ‌ἄρας ‌τὸ ‌τίμιον ‌λείψανον, ‌διήρχετο ‌τὰς ‌ἐπαρχίας ‌ἀμοιβαδὸν ‌Θεσσαλίαν, ‌`Ελλάδα ‌καὶ ‌Θεσπρωτίαν ‌μέχρι ‌Βοθρωτοῦ. ‌ἐκεῖθέν ‌τε ‌ἀναχθεὶς ‌ἐν ‌πλοίῳ ‌καὶ ‌αὑσίως ‌πλεύσας, ‌τῇ ‌`Ρουσιανῶν ‌ἐπέστη ‌πολίχνῃ, ‌καὶ ‌πεζοπορήσας ‌τὸ ‌Βισουνιάνου ‌καταλαμβάνει ‌κάστρον.

 ἐν ‌ᾧ ‌τις ‌νεανίσκος ‌ὤν, ‌ὑπὸ ‌ἀκαθάρτου ‌πειραζόμενος ‌πολλάκις ‌πνεύματος, ‌διήρχετο ‌τὰς ‌ἐρήμους ‌καὶ ‌ἐξώδευε ‌καὶ ‌ἐν ‌τοῖς ‌μνήμασιν·; ‌καὶ ‌τοσοῦτον ‌γέγονεν ‌ὑπὸ ‌τοῦ ‌δαίμονος ‌
[p. ‌118]ἐξεστηκὼς ‌ἑαυτοῦ, ‌ὥστε ‌καὶ ‌τὰ ‌περιττὰ ‌τοῦ ‌σώματος ‌κατεσθίειν ‌ἑαυτοῦ. ‌oὗτος ‌προσελθὼν ‌τῷ ‌ἁγίῳ ‌λειψάνῳ, ‌παρευθὺς ‌τοῦ ‌δαίμονος ‌διωχθέντος, ‌γέγονεν ‌ὑγιὴς ‌καὶ ‌ἔστη ‌σωφρονῶν ‌καὶ ‌εὐχαριστῶν ‌τῷ ‌θεῷ.

74. ‌ἐκεῖθεν ‌Δανιὴλ ‌προλαβών, ‌παραγίνεται ‌ἐν ‌Σαλίναις, ‌μηνύσων ‌τὴν ‌ἀνακόμισιν ‌τοῦ ‌ὁσίου ‌τοῖς ‌ἀδελφοῖς. ‌οἳ ‌καὶ ‌μαθόντες, ‌χαρᾷ ‌καὶ ‌λύπῃ ‌συνεχόμενοι, ‌(χαρᾷ ‌διὰ ‌τὴν ‌ἐπίτευξιν ‌τοῦ ‌ἁγίου ‌λειψάνου, ‌λύπῃ ‌διὰ ‌τὴν ‌στέρησιν ‌τοῦ ‌πατρός·; ‌καὶ ‌γάρ, ‌ἐκείνου ‌κοιμηθέντος, ‌ὡς ‌ὀρφανοὺς ‌ἑαυτοὺς ‌ἡγοῦντο ‌πατρός) ‌ὑπήντησαν ‌αὐτῷ ‌ἐν ‌Ταυριάνῃ ‌μετὰ ‌τῆς ‌πρεπούσης ‌τιμῆς ‌καὶ ‌οὕτως ‌εὑς ‌τὴν ‌μονὴν ‌ἤγαγον. ‌πολλὴ ‌δὲ ‌σύνοδος ‌λαῶν ‌κατ' ‌αὐτὴν ‌τὴν ‌ἡμέραν ‌τῆς ‌καταθέσεως ‌γέγονε·; ‌καθ' ‌ἣν ‌ἀνοίξαντες ‌τὸ ‌γλωσσόκομον, ‌εὗρον ‌τὸν ‌ἅγιον ‌σῶον ‌ὥσπερ ‌κοιμώμενον ‌ὑπὲρ ‌πάντων ‌ὀσμὴν ‌ἀρωμάτων ‌εὐωδίαν ‌ἐκπέμποντα.

 πολλοὶ ‌δὲ ‌τῶν ‌ἐχόντων ‌πνεύματα ‌ἀκάθαρτα ‌προσερχόμενοι ‌καὶ ‌προσψαύοντες ‌τῷ ‌ ‌ἁγίῳ ‌λειψάνῳ, ‌τῆς ‌ἐκείνων ‌βλάβης ‌ἠλευθεροῦντο ‌καὶ ‌ἐγίνοντο ‌ὑγιεῖς. ‌πολλοὶ ‌δὲ ‌καὶ ‌ἄρρωστοι ‌καὶ ‌τοὺς ‌ὀφθαλμοὺς ‌ἀλγοῦντες ‌καὶ ‌τὰς ‌κεφαλὰς ‌καὶ ‌πᾶς ‌τις ‌<τῶν> ‌ὑπὸ ‌νόσον ‌καὶ ‌μαλακίαν ‌ὑπαρχόντων ‌προσιόντες, ‌ἐθεραπεύοντο·; ‌καὶ ‌μέχρι ‌τῆς ‌δεῦρο ‌καὶ ‌δωρεὰς ‌τῶν ‌ὑαμάτων ‌τοῖς ‌μετὰ ‌πίστεως ‌προσερχομένοις ‌παρέχον ‌οὐ ‌λήγει. ‌καὶ ‌οἱ ‌αὐτοὶ ‌δὲ ‌ἀδελφοὶ ‌κατέχοντες ‌αὐτοῦ ‌τοῦ ‌νέου ‌'Ηλίου ‌ὡς ‌ἄλλην ‌μηλωτὴν ‌τὸ ‌σεβάσμιον ‌λείψανον, ‌ἐν ‌διπλῷ ‌τῷ ‌χαρίσματι ‌τὰς ‌τε ‌νουθεσίας ‌ἅμα ‌καὶ ‌παραδόσεις ‌παρακαλοῦνται ‌καὶ ‌διασώζονται ‌καὶ ‌εὑς ‌ἐπίδοσιν ‌ἀρετῆς ‌ἑαυτοὺς ‌παρορμῶσι ‌καὶ ‌ἐπαλείφουσιν. ‌

[p. ‌120]
75. ‌ὁ ‌οὖν ‌εὐσεβέστατος ‌βασιλεὺς ‌Λέων ‌καὶ ‌μετὰ ‌τὴν ‌κοίμησιν ‌φυλάττων τῷ ‌ἀνθρώπῳ ‌τοῦ ‌θεοῦ ‌τό ‌σεβάσμιον, ‌κτήματα ‌καὶ ‌προσόδους ‌ἱκανὰς ‌ἠφόρισε ‌τῇ ‌αὐτοῦ ‌μονῇ, ‌ὡς ‌πάντων ‌γενέσθαι ‌τῶν ‌ἐν ‌'Ιταλίᾳ ‌περιφανεστέραν ‌φροντιστηρίων·; ‌ὧν ‌γὰρ ‌τῇ ‌γενέσει ‌δευτερεύουσα ‌ἦν, ‌τούτων ‌κατὰ ‌πολὺ ‌περιῆν ‌τῇ ‌δόξῃ. ‌ἥντινα ‌παροικήσας ‌ὁ ‌νέος ‌'Ηλίας, ‌ὡς ‌ἄλλον ‌ἐκ ‌νεότητος ‌Κάρμηλον ‌ἔδειξε ‌νέον ‌παράδεισον ‌τοῖς ‌πνευματικοῖς ‌κομῶντα ‌φυτοῖς·; ‌οἷς ‌καρπὸς ‌μὲν ‌αἱ ‌ἀρεταί, ‌φύλλα ‌δὲ ‌μένοντα ‌καὶ ‌μὴ ‌`ρέοντα ‌ἡ ‌ὁμολογία ‌τῆς ‌πίστεως. ‌ταύτην ‌πίστευε ‌τὴν ‌μονὴν ‌περιέπειν ‌τὸν ‌θαυμάσιον ‌'Ηλίαν ‌νῦν ‌μᾶλλον ‌ἢ ‌πρότερον. ‌καὶ ‌γάρ, ‌εὑ ‌καὶ ‌σωματικῶς ‌τοῖς ‌φοιτηταῖς ‌οὐχ ‌ὁρᾶται, ‌ἀλλὰ ‌τῷ ‌πνεύματι ‌συνῇ, ‌καὶ ‌ὁδηγεῖ ‌καὶ ‌συμβιβάζει ‌καὶ ‌γινώσκει ‌τὰ ‌ἴδια ‌καὶ ‌ὑπὸ ‌τῶν ‌ὑδίων ‌γινώσκεται, ‌καὶ ‌τῆς ‌ποίμνης ‌κατὰ ‌τῶν ‌ἐπιβουλευόντων ‌προπολεμεῖ·; ‌ὅσῳ ‌καὶ ‌μᾶλλον ‌προσεγγίζει ‌θεῷ, ‌τὰ ‌δεσμὰ ‌καὶ ‌τὴν ‌ὕλην ‌ταύτην ‌ἀποσεισάμενος ‌καὶ ‌τῷ ‌πρώτῳ ‌καὶ ‌καθαρωτάτῳ ‌φωτί, ‌γυμνῷ ‌τῷ ‌νῷ, ‌προσπελάσας ‌καὶ ‌παρρησίας ‌μεγίστης ‌ἐπιτευξάμενος.

76. ‌ταῦτα ‌ἐκ ‌πολλῶν ‌ἀναλεξάμενος, ‌συνεγραψάμην·; ‌καὶ ‌γὰρ ‌πολλά ‌ἐστι ‌τῷ ‌ὄντι ‌καὶ ‌ἄλλα. ‌ ‌πλὴν ‌τῆς ‌ἀπιστούσης ‌φειδόμενος ‌ἀκοῆς, ‌ὁμοῦ ‌δὲ ‌καὶ ‌τῆς ‌τοῦ ‌λόγου ‌προνενοηκὼς ‌συμμετρίας, ‌τὰ ‌μὲν ‌πολλὰ ‌καὶ ‌τοῖς ‌εὑρημένοις ‌ὁμοδύναμα ‌παρῆκα, ‌μέσην ‌δέ ‌βαδίσας ‌ὁδόν, ‌παρεθέμην ‌τὰ ‌μείζω ‌καὶ ‌γνωριμώτερα, ‌ἵνα ‌μήτε ‌τις, ‌τὰ ‌πολλὰ ‌ἀκούσας, ‌βαρυνθῇ ‌τῇ ‌ἀμετρίᾳ ‌τῆς ‌διηγήσεως, ‌μηδὲ ‌πάλιν ‌τὰ ‌ὀλίγα ‌καταφρονήσῃ ‌τοῦ ‌ἀνδρός.
 
 γένοιτο ‌δὲ ‌μὴ ‌μόνον ‌ἀκροατὰς ‌τῆς ‌πολιτείας ‌τοῦ ‌θεοφόρου ‌πατρὸς ‌ἡμῶν ‌'Ηλία ‌γενέσθαι ‌ἡμᾶς, ‌ἀλλὰ ‌καὶ ‌μιμητὰς ‌διὰ ‌βίου ‌παντός, ‌ἵνα ‌καὶ ‌τῆς ‌ἴσης ‌δόξης ‌ἀξιωθῶμεν ‌
[p. ‌122]τῆς ‌τε ‌παρ' ‌ἡμῶν ‌καὶ ‌τῆς ‌ὑπαρχούσης ‌αὐτῷ ‌καὶ ‌τῆς ‌ἐπιούσης ‌ἐν ‌τῇ ‌βασιλείᾳ ‌τῶν ‌οὐρανῶν, ‌ἐν ‌Xριστῷ ‌'Ιησοῦ ‌τῷ ‌κυρίῳ ‌ἡμῶν·; ‌ᾧ ‌ἡ ‌δόξα ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν.

**********************************************************