Saint: EUSTRATIOS OF AGAUROS (#6) ‌
Edition: ‌Papadopoulos-Kerameus, ‌Analekta ‌4:367-400, ‌5:408-10

[p. ‌367]

βίος ‌καὶ ‌θαύματα ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌Εὐστρατίου, ‌ἡγουμένου ‌τῆς ‌μονῆς ‌τῶν ‌Αὐγάρου ‌

1. ‌ ‌ ‌ ‌ὅτι ‌μέν, ‌ὦ ‌φιλάγιον ‌ἄθροισμα ‌καὶ ‌φιλόχριστος ‌συνέλευσις, ‌τὸ ‌τοῖς ‌ἐπ' ‌ἀρετῇ ‌διαλάμψασι ‌καὶ ‌τῆς ‌θείας ‌ἐν ‌μετοχῇ ‌χάριτος ‌καὶ ‌θέσει ‌θεότητος ‌ἠξιωμένοις ‌ἐφετὸν ‌καὶ ‌ἐπέραστον ‌ἐνδιατρίβειν ‌διηγήμασιν ‌τοῖς ‌εὐσεβεῖν ‌προαιρουμένοις, ‌ἡμῖν ‌τε ‌πᾶσιν ‌βέβαιον ‌καὶ ‌φανερὸν ‌αὐτῇ ‌τῇ ‌φύσει ‌καθέστηκεν·; ‌ἐπειδὴ ‌γὰρ ‌αὐτοὶ ‌τῇ ‌τοῦ ‌παναγίου ‌καὶ ‌ζωαρχικοῦ ‌πνεύματος ‌ἐπιπνοίᾳ ‌καὶ ‌χάριτι ‌ἐρασταὶ ‌τῆς ‌ἄνω ‌δόξης ‌ἀραρότως ‌γεγένηνται, ‌καὶ ‌διὰ ‌τοῦτο ‌φίλοι ‌καὶ ‌υἱοὶ ‌αὐτοῦ ‌τοῦ ‌τῆς ‌δόξης ‌κυρίου ‌ἠξιώθησαν ‌χρηματίσαι, ‌πᾶσαν ‌τὴν ‌πρὸς ‌σάρκα ‌φιλίαν ‌ὡς ‌δυσειδῆ ‌καὶ ‌βδελυρὰν ‌ὄντως ‌μορφὴν ‌ἐξ ‌ἑαυτῶν ‌ἐξοστρακίσαντες, ‌διὰ ‌ταῦτα ‌θαυμαστοὶ ‌ὄντως ‌καὶ ‌ἐπιπόθητοι ‌πάσῃ ‌καθεστήκασι ‌τῇ ‌τῶν ‌εὐσεβῶν ‌ὁμηγύρει, ‌φοβεροὶ ‌δ' ‌αὖ ‌καὶ ‌κατάπληκτοι ‌τοῖς ‌ἀκρατέσιν ‌καὶ ‌τὰ ‌τῆς ‌ψυχῆς ‌ἀρχέτυπα ‌καὶ ‌καθαρὰ ‌διὰ ‌τῆς ‌ἁμαρτίας ‌καταβορβορώσασιν ‌κάλλη·; ‌ὅτι ‌δὲ ‌καὶ ‌τὸ ‌τὴν ‌αὐτῶν ‌ὅση ‌δύναμις ‌μεγαλύνειν ‌καὶ ‌ἔργοις ‌τιμᾶν ‌ὁσίαν ‌μνήμην ‌
[p. ‌368]εὑς ‌αὐτὸν ‌<τὸν> ‌τούτοις ‌παρασχόντα ‌τὸ ‌σθένος ‌ἀναφέρει ‌τὸ ‌σεμνολόγημα, ‌ἡ ‌ἀπόδειξις ‌ἐναργὴς ‌τοῖς ‌φιλομαθέσιν ‌ἀποδέδεικται.τοιγαροῦν ‌καὶ ‌ἡμεῖς, ‌οἱ ‌πάντῃ ‌τῆς ‌τε ‌ἐγκυκλίου ‌παιδεύσεως ‌καὶ ‌τῆς ‌ἄγαν ‌θεωρητικῆς ‌καὶ ‌πᾶσαν ‌αἴσθησιν ‌ὑπερβαινούσης ‌ἀληθεστάτης ‌γνώσεως ‌οὐδὲ ‌ἄκρῳ ‌δακτύλῳ ‌γευσάμενοι, ‌ὥσπερ ‌τινὰ ‌νηπίων ‌ψελλίσματα ‌συνεισφέροντες, ‌τῇ ‌πρὸς ‌τὸν ‌ἀγαθὸν ‌καὶ ‌φιλάνθρωπον ‌κύριον ‌τὸν ‌διδόντα ‌"λόγον ‌ἐν ‌ἀνοίξει ‌τοῦ ‌στόματος" ‌ἐλπίδι ‌θαρρήσαντες ‌καὶ ‌ταύτῃ ‌βοηθῷ ‌χρώμενοι ‌ ‌μικρά ‌τινα ‌τῆς ‌μετὰ ‌χεῖρας ‌ὑποθέσεως ‌λέξομεν, ‌οὐ ‌ψευδεπιπλάστοις ‌ἐννοίαις ‌ταύτην ‌ὑπεραίροντες ‌ ‌(ἀσεβὲς ‌γὰρ ‌καὶ ‌τῆς ‌χριστιανικῆς ‌ἀνάξιον ‌πολιτείας) ‌ἀλλ' ‌ἃ ‌γραφικῶς ‌ἕως ‌ἡμῶν ‌καταντήσαντα ‌ἔγνωμεν ‌παρὰ ‌τῶν ‌αὐταῖς ‌ὄψεσιν ‌ταῦτα ‌ἑορακότων. ‌ἤδη ‌μὲν ‌οὖν ‌ἐπ' ‌αὐτὴν ‌ὑτέον ‌τὴν ‌τοῦ ‌λόγου ‌διήγησιν, ‌τὸν ‌τοῦ ‌λόγου ‌δοτῆρα ‌προβεβληκὼς ‌κύριον ‌μὴ ‌κατάραν ‌ἀντ' ‌εὐλογίας ‌καὶ ‌ὕβριν ‌ἀντ' ‌ἐπαίνου ‌κομίσασθαι.

2. ‌ ‌ἡ ‌μία ‌τοίνυν ‌οὐσία ‌καὶ ‌θεότης ‌καὶ ‌δύναμις ‌ἐν ‌τρισὶν ‌ὑποστάσεσιν ‌προσκυνουμένη ‌καὶ ‌δοξαζομένη, ‌τὰς ‌τῶν ‌ἐνδόξων ‌ἀποστόλων ‌φημὶ ‌καὶ ‌μαρτύρων ‌προφητῶν ‌τε ‌καὶ ‌ὁσίων ‌καὶ ‌δικαίων ‌ἀνδρῶν ‌ἀρετὰς ‌διὰ ‌ψυχωφελοῦς ‌συγγραφῆς ‌τῷ ‌κοινῷ ‌τῶν ‌ἀνθρώπων ‌θησαυρίζουσα, ‌κατὰ ‌γενεὰν ‌καὶ ‌γενεὰν ‌συστήματι ‌παμπληθεῖς ‌τῶν ‌προωδευκότων ‌θεοφόρων ‌ἀνδρῶν ‌ἐδωρήσατο ‌ἡμῖν ‌τὰς ‌δωρεάς, ‌ὡς ‌ἂν ‌μή, ‌πρόχειροι ‌πρὸς ‌κακίαν ‌ὑπάρχοντες, ‌πάντῃ ‌τῆς ‌εὐθείας ‌ἀποκεκλικότες ‌φανῶμεν. ‌ἐπί ‌τε ‌τῆς ‌προλαβούσης ‌γενεᾶς, ‌λέγω ‌δὴ ‌τοῦ ‌χριστιανικωτάτου ‌καὶ ‌ἐν ‌ἁγίοις ‌βασιλέως ‌Μιχαὴλ ‌τοῦ ‌τὴν ‌οὐράνιον ‌ἀνταλλαξαμένου ‌βασιλείαν ‌καὶ ‌ὑπὸ ‌τοῦ ‌ἀθεωτάτου ‌Λέοντος ‌τοῦ ‌νέου ‌Δωὴκ ‌καὶ ‌τῆς ‌ἁλουργίδος ‌ἀναξίου ‌ἐκβεβλημένου, ‌ἀνέδειξεν ‌ἡμῖν ‌ὥσπερ ‌τινὰ ‌νεοφανῆ ‌ἀστέρα ‌τὸν ‌μακάριον ‌καὶ ‌ὅσιον ‌πατέρα ‌ἡμῶν ‌Εὐστράτιον, ‌πολλοὺς ‌ὄντως ‌ἀνατλάντα ‌ἀγῶνας ‌καὶ ‌ἱδρῶτας ‌καὶ ‌τῷ ‌βίῳ ‌ὑπερφερῆ ‌καθεστηκότα ‌μέχρι ‌τῆς ‌βασιλείας ‌
[p. ‌369]τοῦ ‌ὀρθοδόξου ‌καὶ ‌θεοστεφοῦς ‌Βασιλείου. ‌οὗ ‌τὸν ‌βίον ‌ἀναγράψασθαι ‌βουλόμενος, ‌αὐτὴν ‌ἐκείνην ‌καθικετεύω ‌τὴν ‌ὑπεράρχιον ‌ἀρχὴν ‌καὶ ‌τρισυπόστατον ‌θεότητα ‌ἀκόλουθον ‌καὶ ‌ταύτην ‌τὴν ‌ψυχωφελῇ ‌διήγησιν ‌τῶν ‌προδιαλαμψάντων ‌θεοφόρων ‌ἀναδεῖξαι, ‌εὑ ‌καὶ ‌πάντῃ ‌τῷ ‌λόγῳ ‌διαλελυμένη ‌καθέστηκεν.

3. ‌ ‌Ταρσία ‌τίς ‌ἐστιν ‌χώρα ‌οὕτω ‌καλουμένη, ‌ὑπὸ ‌τὸ ‌θέμα ‌τελοῦσα ‌τῶν ‌'Οπτιμάτων. ‌ἐν ‌ταύτῃ ‌παράκειται ‌κώμη ‌ὀνομαζομένη ‌Βιζτινιανᾶς, ‌ἥτις ‌περιφανεστέρα ‌τῆς ‌'Αρμαθὲμ ‌κεχρημάτικεν, ‌τοιοῦτον ‌ἡμῖν ‌σημειοφόρον ‌πατέρα ‌καὶ ‌τοῦ ‌παντὸς ‌κόσμου ‌φωστῆρα ‌τῇ ‌τῶν ‌μεγίστων ‌θαυμάτων ‌ἀστραπῇ ‌κόσμον ‌ὅλον ‌φωτίζοντα, ‌τὸν ‌τρισμακάριον ‌λέγω ‌Εὐστράτιον, ‌ἀνατεταλκυῖα. ‌ἐν ‌αὐτῇ ‌ἦν ‌τις ‌τῶν ‌ἐν ‌αὐταρκείᾳ ‌βιούντων, ‌Γεώργιος ἐπονομαζόμενος, ‌μετὰ ‌τῆς ‌οὑκείας ‌συμβίου, ‌Μεγεθοῦς ‌προσαγορευομένης, ‌τοῦ ‌πνεύματος, ‌ὡς ‌οἶμαι, ‌τοῦ ‌ἁγίου ‌προσφόρους ‌αὐτῶν ‌καὶ ‌τὰς ‌τῶν ‌ὀνομάτων ‌θέσεις ‌ἐντεθεικότος·; ‌γεώργιον ‌γὰρ ‌ὡς ‌ἀληθῶς ‌πλούσιόν ‌τε ‌καὶ ‌ὑπερμέγεθες ‌τῷ ‌Χριστῷ ‌προσήγαγον, ‌πάντα ‌θησαυρὸν ‌ὑπερβάλλον. ‌ὑπὸ ‌τούτων ‌δὴ ‌ὁ ‌μέγας ‌οὗτος ‌καὶ ‌θεοφόρος ‌Εὐστράτιος ‌γεννηθεὶς ‌καὶ ‌διαπλασθεὶς ‌πλᾶσιν ‌ἀρίστην ‌καὶ ‌καθαρωτάτην, ‌ἐν ‌παιδείᾳ ‌καὶ ‌νουθεσίᾳ ‌κυρίου ‌παρ' ‌αὐτῶν ‌ἀναγόμενος, ‌μέχρις ‌εὑκοσαετοῦς ‌χρόνου ‌τῷ ‌θείῳ ‌κάτοχος ‌γεγένηται ‌ἔρωτι.

4. ‌ ‌ ‌ ‌καὶ ‌δὴ ‌μεμάθηκεν ‌τοὺς ‌ἑαυτοῦ ‌μητραδέλφους ‌ἐν ‌τοῖς ‌τοῦ ‌'Ολύμπου ‌μέρεσιν ‌ὥσπερ ‌τινὰς ‌ἀστέρας ‌ταῖς ‌ἀρεταῖς ‌διαλάμποντας ‌καὶ ‌τῇ ‌ἀσκητικωτάτῃ ‌διαίτῃ·; ‌Γρηγόριος ‌δὲ ‌ἦν ‌ὁ ‌θαυμάσιος, ‌πρὸς ‌ὃν ‌ὁ ‌μέγας ‌καὶ ‌προφητικώτατος ‌'Ιωαννίκιος ‌ἐν ‌ἀρχῇ ‌τῆς ‌ἐκ ‌τοῦ ‌κόσμου ‌ἀναχωρήσεως ‌ἀφίκετο ‌καὶ ‌παρ' ‌αὐτοῦ ‌ἐντολάς ‌τε ‌καὶ ‌τὴν ‌ἐν ‌οἵῳ ‌τύπῳ ‌συμφέρον ‌αὐτῷ ‌ἐστιν ‌τοῦ ‌ὄρους ‌τοῦ ‌ἁγίου ‌ἐκείνου ‌
[p. ‌370]οἴκησιν ‌ποιήσασθαι ‌ἀπειλήφει ‌διδασκαλίαν, ‌ὡς ‌ἡ ‌κατ' ‌ἐκεῖνον ‌ἱστορία ‌διαλαμβάνει·; ‌σὺν ‌αὐτῷ ‌δὲ ‌τῷ ‌θαυμασίῳ ‌Γρηγορίῳ ‌ὑπῆρχεν ‌ὅ ‌τε ‌θαυμάσιος ‌καὶ ‌ταῖς ‌ἀρεταῖς ‌διαλάμπων ‌Βασίλειος, ‌ἀλλὰ ‌μὴν ‌καὶ ‌ὁ ‌ἀσκητικώτατος ‌καὶ ‌θεοφόρος ‌Πέτρος, ‌καὶ ‌σὺν ‌αὐτοῖς ‌'Αγάθων ‌καὶ ‌'Αντώνιος, ‌οἱ ‌θερμότατοι ‌τῆς ‌ἁγίας ‌τριάδος ‌λάτραι ‌καὶ ‌ταῖς ‌ἀρεταῖς ‌ὡς ‌ἄμπελος ‌εὐθαλὴς ‌καὶ ‌κατάκαρπος ‌χρηματίζοντες. ‌οὗτοι ‌πάντες ‌αὐτάδελφοι ‌ἐκ ‌μιᾶς ‌χρυσῆς ‌ὡς ‌εὑπεῖν ‌γαστρὸς ‌ἀναλάμψαντες, ‌καὶ ‌τὸ ‌οὐράνιον ‌ὄντως ‌καὶ ‌γλυκύτατον ‌μέλι ‌τῆς ‌ἀρετῆς
γεωργοῦντες ‌ἐν ‌τόπῳ ‌τινὶ ‌Καλύμνῳ ‌ἐπονομαζομένῳ, ‌σταδίους ‌πέντε ‌καὶ ‌δέκα ‌ἢ ‌καὶ ‌πρὸς ‌τὴν ‌Προυσαέων ‌πολίχνης ‌ἀφεστηκότι ‌καὶ ‌πρὸς ‌πόδας ‌τοῦ ‌ἐκεῖσε ‌ὄρους ‌διακειμένῳ, ‌τοῦ ‌ἐπιλεγομένου ‌Τριχάλικος, ‌ὃς ‌ἐν ‌τοῖς ‌μετέπειτα ‌χρόνοις ‌τὴν ‌προσηγορίαν ‌ἀντηλλάξατο ‌Αὐγάρου ‌προσαγορευθείς, ‌ὡς ‌ἐν ‌αὐτῷ ‌εὐνούχων ‌προασκησάντων. ‌

5. ‌ ‌ ‌πρὸς ‌τούτους ‌τοίνυν ‌τοὺς ‌θεοφόρους ‌καὶ ‌τῆς ‌πενταρίθμου ‌τῶν ‌ἁγίων ‌χορείας ‌ὑσοστασίους ‌ὁ ‌θαυμάσιος ‌καὶ ‌μέγας ‌πατὴρ ‌ἡμῶν ‌Εὐστράτιος ‌φυγὰς ‌ἀπὸ ‌τῶν ‌γονέων ‌γενόμενος ‌ἀφίκετο ‌καὶ ‌τῷ ‌θαυμασίῳ ‌ἐκείνῳ ‌Γρηγορίῳ ‌προσελθὼν ‌ᾔτει ‌μετὰ ‌δακρύων ‌συναρίθμιον ‌αὐτὸν ‌τοῖς ‌θεοφόροις ‌ἐκείνοις ‌πατράσιν ‌καταστῆσαι ‌καὶ ‌τῷ ‌ἀγγελικῷ ‌σχήματι ‌καταλαμπρῦναι, ‌ὡς ‌μηδὲν ‌ἕτερον ‌τῶν ‌ἐπὶ ‌γῆς ‌ἐφετῶν ‌ἐπιζητοῦντα ‌ἢ ‌στέργοντα. ‌ὁ ‌τοίνυν ‌ἡγιασμένος ‌Γρηγόριος ‌τῇ ‌ἐνούσῃ ‌αὐτῷ ‌θείᾳ ‌σοφίᾳ ‌καταπραῢνας, ‌καὶ ‌παραινέσεσιν ‌θεοτερπέσιν ‌`ρυθμίζων ‌τὸν ‌κατὰ ‌θεὸν ‌αὐτοῦ ‌σκοπόν, ‌φησὶν ‌πρὸς ‌αὐτόν·; ‌<<βιάζουσά ‌ἐστιν ‌τὴν ‌φύσιν, ‌ὦ ‌τέκνον ‌γλυκύτατον, ‌ἡ ‌τῶν ‌μοναχῶν ‌πολιτεία, ‌καὶ ‌οὐκ ‌ἔχεις ‌ἐπαρκέσαι ‌πρός ‌τε ‌τὸν ‌κάματον ‌τῆς ‌ἀσκήσεως ‌καὶ ‌πρὸς ‌τοὺς ‌παρὰ ‌τῶν ‌ἀοράτων ‌ἐχθρῶν ‌ἐπανισταμένους ‌δριμυτάτους ‌πολέμους ‌"ὅτι ‌οὐκ ‌ἔστιν ‌ἡμῖν ‌ἡ ‌πάλη," ‌
[p. ‌371]κατὰ ‌τὸν ‌μέγαν ‌ἀπόστολον ‌Παῦλον, ‌"πρὸς ‌αἷμα ‌καὶ ‌σάρκα, ‌ἀλλὰ ‌πρὸς ‌τὰς ‌ἀρχάς, ‌πρὸς ‌τὰς ‌ἐξουσίας, ‌πρὸς ‌τὰ ‌πνευματικὰ ‌τῆς ‌πονηρίας" ‌καὶ ‌πρὸς ‌τούτοις ‌τὴν ‌ἐν ‌ταῖς ‌διακονίαις ‌διηνεκῆ ‌καὶ ‌ἐπιτεταμμένην ‌ταλαιπωρίαν, ‌τήν ‌τε ‌παρὰ ‌τῆς ‌ἀδελφότητος ‌πάσης ‌προσγινομένην ‌ἐπιπληξίαν ‌καὶ ‌ὀνειδιστικὴν ‌δοκιμασίαν ‌οὐκ ‌ἐνεγκών, ‌δέος ‌μὴ ‌πρὸς ‌τὸν ‌κόσμον ‌ἐπαναζεύξειας ‌καὶ ‌γενήσονταί ‌σοι ‌"τὰ ‌ἔσχατα ‌χείρονα ‌τῶν ‌πρώτων·;" ‌καλὸν ‌γάρ ‌ἐστιν ‌μὴ ‌εὔξασθαι ‌ἢ ‌εὔξασθαι ‌καὶ ‌μὴ ‌ἀποδοῦναι.>> ‌τούτων ‌ἀκροατὴς ‌ὁ ‌τίμιος ‌Εὐστράτιος ‌τῶν ‌παρὰ ‌τοῦ ‌θεόφρονος ‌Γρηγορίου ‌λεχθέντων ‌<γενόμενος>, ‌παραυτὰ ‌τῶν ‌ὑχνῶν ‌αὐτοῦ ‌ἐφαψάμενος, ‌προσετίθει ‌τοῖς ‌δάκρυσιν ‌δάκρυα ‌καὶ ‌ταῖς ‌οὑμωγαῖς ‌οὑμωγάς, ‌τοιαῦτα ‌φάσκων ‌πρὸς ‌τὸν ‌σημειοφόρον ‌Γρηγόριον ‌ὅτι ‌περ·; ‌<<εὑ ‌καὶ ‌τῆς ‌τοιαύτης ‌κλήσεως ‌ἀνάξιός ‌εὑμι, ‌ἀλλ' ‌ὅμως ‌ὁ ‌εὑς ‌ταύτην με ‌ ‌τὴν ‌θείαν ‌ὁδὸν ‌τῆς ‌σωτηρίας ‌χειραγωγήσας ‌θεός ‌ἐστιν·; ‌ὃς ‌τῆς ‌ἐμῆς ‌κηδόμενος ‌σωτηρίας ‌πῦρ ‌ἐγκάρδιον ‌ἐντέθεικεν ‌τῇ ‌ἐμῇ ‌ ‌ψυχῇ ‌μηδενὸς ‌ἑτέρου ‌τῶν ‌ἐπὶ ‌γῆς ‌ἐφετῶν ‌ἔχειν, ‌ἀλλ' ‌ἢ ‌τοῦ ‌ἀξιωθῆναι ‌τῆς ‌ὑσαγγέλου ‌ταύτης ‌βιοτῆς.>>

6. ‌ ‌τούτους ‌καταπλαγεὶς ‌τοῖς ‌θρηνώδεσιν ‌ἐπιφθέγμασιν ‌ὁ ‌θαυμάσιος ‌ποιμήν, ‌καὶ ‌γνοὺς ‌τῷ ‌πνεύματι ‌"σκεῦος ‌ἐκλογῆς" ‌μέλλειν ‌ἔσεσθαι ‌τὸν ‌παῖδα, ‌ἀποθρίξας ‌αὐτόν, ‌συναρίθμιον ‌τῇ ‌κατ' ‌αὐτὸν ‌συνοδίᾳ ‌πεποίηκεν·; ‌φωστήρων ‌γὰρ ‌δίκην ‌οἱ ‌ἐν ‌ἐκείνῳ ‌τῷ ‌τόπῳ ‌οὑκοῦντες ‌ἅγιοι ‌ὡς ‌ἀληθῶς ‌πατέρες ‌ἐξήστραπτον, ‌τοῖς ‌ἀγῶσι ‌καὶ ‌ταῖς ‌τῶν ‌θαυμάτων ‌ἐπιδείξεσι ‌λαμπρυνόμενοι. ‌ταύτης ‌ἐπιτυχὼν ‌τῆς ‌ἐφέσεως ‌ὁ ‌μέγας ‌οὗτος ‌Εὐστράτιος ‌πᾶσαν ‌τὴν ‌ὑπηρεσίαν ‌προθύμῳ ‌καρδίᾳ ‌καὶ ‌τεταπεινωμένῳ ‌φρονήματι ‌ἀπένεμεν, ‌καὶ ‌παρὰ ‌πάντων ‌λίαν ‌στεργόμενος ‌τῆς ‌φίλης ‌αὐτῷ ‌καὶ ‌συνήθους ‌ἐξαγορεύσεως ‌οὐκ ‌ἠμέλησεν, ‌τῆς ‌τε ‌παννύχου ‌στάσεως ‌καὶ ‌τῆς ‌τῶν ‌θείων ‌λογίων ‌μελέτης, ‌ὑφ' ‌ὧν ‌τὰς ‌τῆς ‌ψυχῆς ‌κόρας ‌φωτισθεὶς ‌[p. ‌372]ὁ ‌καθ' ‌ἡμᾶς ‌'Ηλίας ‌καὶ ‌τῆς ‌τῶν ‌παθῶν ‌'Ιεζάβελ ‌ὀλοθρευτὴς ‌ἐξ ‌αὐτῆς ‌εὑπεῖν ‌τῆς ‌εὑσόδου ‌κατάπληκτος ‌τῷ ‌ὄντι ‌καὶ ‌θαυμαστὸς ‌πᾶσιν ‌γεγένηται, ‌ἀκτημοσύνης ‌τῷ ‌κάλλει ‌τοσοῦτον ‌μορφούμενος, ‌ὡς ‌μὴ ‌κεκτῆσθαι ‌ἐν ‌τῷ ‌βίῳ ‌τούτῳ ‌πλὴν ‌ὅπερ ‌ἐβέβλητο ‌ἱμάτιον ‌καὶ ‌παλλίον ‌μαλλωτόν, ‌μεθ' ‌οὗ ‌καὶ ‌τὴν ‌τοῦ ‌ἐλαχίστου ‌ὕπνου ‌ὁ ‌στερρὸς ‌τοῦτος ‌ἀδάμας ‌ἐπετέλει ‌χρείαν, ‌καὶ ‌ταύτην ‌ἐφ' ‌ᾧ ‌ἂν ‌ἔτυχεν ‌τόπῳ ‌ἀνακλιθῆναι ‌αὐτὸν ‌καὶ ‌μικρᾶς ‌ἀναπαύλεως ‌μεταλαβεῖν·; ‌οὐδὲ ‌γὰρ ‌ἐν ‌ταύτῃ ‌τῇ ‌χρείᾳ ‌τόπος ‌αὐτῷ ‌ἢ ‌κοίτη ‌ἀφώριστο. ‌λέγεται ‌δὲ ‌μὴτε ‌ὕπτιον ‌αὐτὸν ‌ἀνακλιθῆναι ‌ἀφ' ‌οὗ ‌ἀπετάξατο ‌χρόνου, ‌μήτε ‌μὴν ‌τῷ ‌ἀριστερῷ ‌μέρει ‌τοῦ ‌σώματος ‌ἀναπεσεῖν ‌ἐν ‌πᾶσιν ‌τοῖς ‌ἑβδομήκοντα ‌πέντε ‌ἔτεσιν, ‌οἷς ‌ἐν ‌τῇ ‌μοναχικῇ ‌πολιτείᾳ ‌διέπρεψεν. ‌ἀλλ' ‌οὖν ‌οὔτε ‌ἡμέρα ‌αὐτὸν ‌μία ‌καὶ ‌μόνη ‌διέλαθεν, ‌καθ' ‌ἣν ‌τοὺς ‌παρὰ ‌τοῦ ‌πνεύματος ‌τοῦ ‌ἁγίου ‌τῷ ‌μακαρίῳ ‌Δαυὶδ ‌ἐμπνευσθέντας ‌θείους ‌ψαλμοὺς ‌οὐκ ‌ἐμελῴδησεν·; ‌ἔστιν ‌γὰρ ‌ὅτε ‌δὶς ‌ἢ ‌καὶ ‌τρὶς ‌τῆς ‌ἡμέρας ‌διὰ ‌σπουδῆς ‌ἔσχεν ‌τοῦτο ‌διελθεῖν, ‌ὅπερ ‌τοῖς ‌οὑκείοις ‌αὑτοῦ ‌καὶ ‌γνησιωτάτοις ‌πρὸς ‌αὐτὸ ‌τὸ ‌μακάριον ‌αὐτοῦ ‌τέλος ‌ἐφανέρωσε ‌μαθηταῖς.

7. ‌ ‌ ‌ἐν ‌τούτοις ‌τοῖς ‌παναγάστοις ‌καὶ ‌πᾶσαν ‌ὑπερβαίνουσιν ‌αἴσθησιν ‌ἀγωνίσμασιν ‌διαλάμποντος ‌αὐτοῦ ‌καὶ ‌ὑπὸ ‌πάντων ‌στεργομένου ‌διὰ ‌ὑπερβάλλουσαν ‌ταπείνωσιν ‌καὶ ‌τὴν ‌ἄλλην ‌τοῦ ‌βίου ‌διαγωγήν, ‌ὁ ‌θεοτίμητος ‌ἐκεῖνος ‌καὶ ‌τῷ ‌ὄντι ‌γρήγορος ‌ὀφθαλμὸς ‌τέλει ‌τοῦ ‌βίου ‌ἐχρήσατο, ‌πολλοῖς ‌μὲν ‌καὶ ‌μεγάλοις ‌θαυματουργήμασιν ‌πληροφορήσας ‌ἅπαντας, ‌ὡς ‌εὐηρέστησεν ‌τῷ ‌θεῷ ‌(καὶ ‌γὰρ ‌μέχρι ‌τῆς ‌δεῦρο ‌ἡ ‌πάνσεπτος ‌αὐτοῦ ‌σορὸς ‌μύρων ‌ὑαματικῶν ‌ἀναβλύζει ‌δαψιλίαν ‌τοῖς ‌μετὰ ‌πίστεως ‌προσιοῦσιν), ‌διάδοχον ‌δὲ ‌καὶ ‌τρόπου ‌καὶ ‌τῆς ‌προστασίας, ‌ὡς ‌ὁ ‌θεόπτης ‌Μωϋσῆς ‌τὸν ‌τοῦ ‌Ναυῆ ‌'Ιησοῦν, ‌τὸν ‌μακραριώτατον ‌καὶ ‌τῷ ‌ὄντι ‌φερώνυμον ‌καταλιμπάνει
[p. ‌373]Εὐστάθιον. ‌ὃς ‌καὶ ‌αὐτὸς ‌τῆς ‌τοῦ ‌προηγησαμένου ‌ἀρετῆς ‌μιμητὴς ‌ὑπάρχων ‌καὶ ‌τὴν ‌ἐμπιστευθεῖσαν ‌αὐτῷ ‌διακονίαν ‌ἐν ‌ὀλίγῳ ‌χρόνῳ ‌ἄριστα ‌κυβερνήσας, ‌ἵνα ‌τὰ ‌ἐν ‌μέσῳ ‌συντέμω, ‌καὶ ‌πρὸς ‌κύριον ‌ἀπαίρειν ‌μέλλων, ‌ἐπειδὴ ‌ἔφθασεν ‌ἡ ‌τελευταία ‌ἡμέρα ‌τε ‌καὶ ‌ὥρα ‌ἐν ‌ᾗ ‌ἔδει ‌αὐτὸν ‌τοῦ ‌μὲν ‌κόσμου ‌ἀπάραι, ‌πρὸς ‌δὲ ‌τὴν ‌ἐν ‌κυρίῳ ‌παραγενέσθαι ‌ζωήν, ‌συγκαλέσας ‌ὁ ‌μακάριος ‌πᾶσαν ‌τὴν ‌ἀδελφότητα ‌φησὶν ‌πρὸς ‌αὐτοὺς·; ‌<<τὸ ‌κοινὸν ‌τῆς ‌ἀνθρωπίνης ‌φύσεως, ‌ὦ ‌πατέρες ‌καὶ ‌ἀδελφοί, ‌καὶ ‌ἕως ‌τῆς ‌ἐμῆς ‌ταλαιπωρίας ‌ἐπιφθάσαν ‌ἐννοήσας, ‌παρακαλῶ ‌τὰς ‌μὲν ‌παραδόσεις, ‌ἃς ‌παρὰ ‌τῶν ‌ἁγίων ‌παρειλήφατε ‌πατέρων, ‌ἀπαρατρώτους ‌φυλάξατε, ‌εὑς ‌δὲ ‌τὴν ‌τῆς ‌μονῆς ‌προστασίαν ‌μὴ ‌ἄλλον ‌τινὰ ‌ἑλέσθαι ‌σπουδάσητε, ‌ἀλλ' ‌ἢ ‌τὸν ‌καρτερικώτατον ‌καὶ ‌τῇ ‌κλήσει ‌καὶ ‌τοῖς ‌πράγμασιν ‌φερωνυμοῦντα ‌Εὐστράτιον·; ‌αὐτὸς ‌γὰρ ‌ἔν ‌τε ‌τῇ ‌καθ' ‌ἡμᾶς πολιτείᾳ ‌μέγιστος ‌ἀναδειχθήσεται ‌καὶ ‌τὰ ‌τῆς ‌ὁσίας ‌ταύτης ‌μονῆς ‌εὑς ‌πλῆθος ‌καὶ ‌μέγεθος ‌ἐπαυξήσει ‌θεάρεστα ‌πράγματα.>> ‌ ‌

8. ‌ ‌ ‌ἐπὶ ‌τούτοις ‌τοῖς ‌τοῦ ‌μακαρίου ‌Εὐσταθίου ‌λόγοις ‌ἅπασα ‌ἡ ‌κατ' ‌αὐτὸν ‌ἀδελφότης ‌ἀσμενισαμένη ‌καὶ ‌ἄκοντα ‌τὸν ‌θεοφόρον ‌ἡμῶν ‌πατέρα ‌Εὐστράτιον ‌προστατεύειν ‌αὐτῶν ‌προβαλομένη, ‌ἦν ‌ὡς ‌ἀληθῶς ‌τὸ ‌τοῦ ‌προφήτου ‌ἐπ' ‌αὐτοῖς ‌φθέγξασθαι, ‌πατέρα ‌ἐπὶ ‌τέκνοις ‌καὶ ‌τέκνα ‌ἐπὶ ‌χριστομιμήτῳ ‌πατρὶ ‌εὐφραίνεται·; ‌συνήγαγεν ‌γὰρ ‌ἄνδρας ‌ἐκεῖ ‌σημειοφόρους ‌καὶ ‌τῷ ‌ὄντι ‌δῆμον ‌ἀθλητῶν, ‌καὶ ‌(εὑ ‌μὴ ‌τολμηρὸν ‌εὑπεῖν) ‌ἀγγέλους ‌ἐπὶ ‌γῆς ‌ὄντας, ‌ὡς ‌τὴν ‌ἐκείνων ‌μιμησαμένους ‌ἐν ‌σαρκὶ ‌πολιτείαν. ‌ἐν ‌τοιαύτῃ ‌τοίνυν ‌πνευματικῇ ‌πολιτείᾳ ‌ἀναστρεφομένων ‌αὐτῶν ‌ἐξαίφνης ‌ἐφίσταται ‌πλῆθος ‌χαλάζης, ‌κατὰ ‌τὸν ‌μέγαν ‌θεολόγον ‌Γρηγόριον, ‌τετριγὸς ‌ὀλέθριον ‌οὐ ‌σώματα ‌ἀλλὰ ‌ψυχὰς ‌ἀφανίζον ‌καὶ ‌τῷ ‌σκότει ‌παραπέμπον ‌τὰς ‌μάλιστα ‌ἀσμενισαμένας ‌αὐτῷ ‌καὶ ‌πεισθείσας.

[p. ‌374]

9. ‌ ‌ἄρτι ‌γὰρ ‌τῇ ‌βασιλείᾳ ‌ἐπαναστάντος ‌τοῦ ‌νέου ‌'Αχαὰβ ‌καὶ ‌προδρόμου ‌τῆς ‌ἀντικειμένης ‌δυνάμεως, ‌Λέοντος ‌τοῦ ‌θηριοτρόπου ‌καὶ ‌θηριογνώμονος, ‌καὶ ‌κυνὸς ‌δίκην ‌λυσσήσαντος ‌ἐκδιῶξαι ‌τῶν ‌ἀνακτορικῶν ‌οἴκων ‌τὸν ‌θεόστεπτον ‌καὶ ‌ἁγιώτατον ‌ἄνακτα ‌Μιχαήλ, ‌ὃν ‌καὶ ‌διὰ ‌τὴν ‌ὑπερβάλλουσαν ‌ἀγαθότητα ‌καὶ ‌ὀρθόδοξον ‌γνώμην ‌σημείοις ‌καὶ ‌τέρασιν ‌ὁ ‌φιλάνθρωπος ‌κατεκόσμησεν ‌κύριος, ‌ὁ ‌τῆς ‌εὑρήνης ‌ὄντως ‌αὐτὸς ‌υἱὸς ‌μὴ ‌βουληθεὶς ‌ἐμφύλιον ‌κινῆσαι ‌πόλεμον, ‌ὡς ‌ᾔσθετο ‌τὸν ‌μιαρώτατον ‌διὰ ‌τὴν ‌τῆς ‌βασιλείας ‌ὄρεξιν ‌ἐκ ‌Βουλγαρίας ‌μεμηνυίᾳ ‌χειρὶ ‌καὶ ‌βουλῇ ‌ἐπιστάντα, ‌παραχωρεῖ ‌αὐτῷ ‌σκῆπτρα. ‌εὐθὺς ‌οὖν ‌ὁ ‌κύων ‌εὑς ‌τὰ ‌ἅγια ‌καὶ ‌ὁ ‌δράκων ‌εὑς ‌τὰ ‌τίμια, ‌καὶ ‌τὸν ‌οὕτως ‌αὐτὸν ‌μετ' ‌εὑρήνης ‌ὑποδεξάμενον ‌δημεύει ‌τε ‌καὶ ‌τῆς ‌οὑκείας ‌γαμετῆς ‌καὶ ‌τέκνων ‌στερίσκει·; ‌τῷ ‌τῶν ‌μοναχῶν ‌τε ‌ἀμφιάσματι ‌καὶ ‌ἄκοντα ‌καταφαιδρύνας ‌ὁ ‌δείλαιος ‌ἐξόριστον ‌ἐν ‌μιᾷ ‌τῶν ‌πρὸ ‌τῆς ‌πόλεως ‌νήσων ‌πεποίηκεν. ‌καὶ ‌ἐπὶ ‌ταύταις ‌κατεπαρθεὶς ‌ταῖς ‌ἀτυχεστάταις ‌εὐτυχίαις ‌αἵρεσιν ‌ἐμπνεῖ ‌τῇ ‌ἐκκλησίᾳ ‌Μανιχα�κὴν ‌καὶ ‌τῶν ‌'Αφθαρτοδοκητῶν ‌ἐφάμιλλον. ‌τὴν ‌γὰρ ‌πάλαι ‌σβεσθεῖσαν ‌τῶν ‌Εὑκονοκαυστῶν ‌αἵρεσιν ‌καὶ ‌τῷ ‌σκότει ‌παραπεμφθεῖσαν ‌μετὰ ‌τῶν ‌ἐρευξαμένων ‌αὐτὴν ‌ἀνεγεῖραι ‌πάλιν ‌ἐσπούδασεν. ‌εὐθὺς ‌οὖν ‌τῶν ‌θεοφόρων ‌καὶ ‌ἁγίων ‌πατέρων ‌ἡμῶν ‌ἐξορίαι ‌καὶ ‌δαρμοί, ‌καθείρξεις ‌τε ‌πολυχρόνιοι ‌καὶ ‌θάνατοι ‌βίαιοι. ‌πάντες ‌τοιγαροῦν ‌οἱ ‌εὐσεβεῖν ‌προαιρούμενοι ‌μονάζοντες ‌τὰς ‌οὑκείας ‌ἀπολιπόντες ‌κατοικίας ‌ἐν ‌τοῖς ‌ὄρεσιν ‌καὶ ‌ἀοικήτοις ‌τόποις ‌ἐχώρησαν.

10. ‌ ‌μετὰ ‌πάντων ‌δὲ ‌καὶ ‌ὁ ‌θαυμάσιος ‌οὗτος ‌καὶ ‌θεοφόρος ‌Εὐστράτιος, ‌τὴν ‌οὑκείαν ‌ἐάσας ‌μονήν, ‌πρὸς ‌τὸν ‌θεοφόρον ‌καὶ ‌προφητικώτατον ‌πατέρα ‌ἡμῶν ‌ἀπαίρει ‌'Ιωαννίκιον ‌(ἦν ‌γὰρ ‌αὐτῷ ‌ἔκπαλαι ‌γνωστός ‌τε ‌καὶ ‌κατὰ ‌ψυχὴν ‌στεργόμενος ‌ὅτι ‌μάλιστα), ‌ὁμόστεγός ‌τε ‌καὶ ‌ὁμορρόφιος ‌αὐτῷ ‌χρηματίζει, ‌εἴ ‌γε ‌καὶ ‌ἔτυχεν ‌τὸν ‌
[p. ‌375]θεοφόρον ‌ὑπὸ ‌ὀροφὴν ‌εὑσελθεῖν, ‌ἀεὶ ‌τοῖς ‌ὄρεσιν ‌καὶ ‌ἀστεγέσιν ‌ἀναχωρητικῶς ‌διαζῶντα. ‌περιχαρῶς ‌τοίνυν ‌αὐτὸν ‌ὁ ‌παμμάκαρ, ‌ὡς ‌'Ηλιοῦ ‌πάλαι ‌τῷ ‌`Ελισσαιέ, ‌προσηκάμενος, ‌ἀραρότως ‌τῇ ‌ἀγγελικῇ ‌διαίτῃ ‌ἐσχόλαζον, ‌πάσης ‌ἀποχωρήσαντες ‌ἑαυτοὺς ‌ἀνθρωπίνης ‌ὁράσεως. ‌καὶ ‌ὅσα ‌μὲν ‌καὶ ‌οἷα ‌τῷ ‌μεγάλῳ ‌πατρὶ ‌'Ιωαννικίῳ ‌ὁ ‌θεοφόρος ‌Εὐστράτιος ‌ ‌θαυμαστὰ ‌καὶ ‌ἀξιέπαινα ‌πράγματα ‌ἑπόμενος ‌διετέλεσεν, ‌ἀναγκαῖον ‌ἐκθέσθαι·; ‌ἀλλ' ‌ἵνα ‌μὴ ‌ἐν ‌τούτοις ‌διατρίψαντες, ‌πρὸς ‌τὰ ‌ἑξῆς ‌ἀποκνέωμεν, ‌τὰ ‌ἐν ‌μέσῳ ‌διαλείποντες ‌ἐπὶ ‌τὰ ‌ἀπειροπληθῆ ‌τῶν ‌θαυμάτων ‌αὐτοῦ ‌καταντῆσαι ‌συντόμῳ ‌τῷ ‌λόγῳ ‌σπουδάσωμεν·; ‌ἔξεστιν ‌γὰρ ‌τοῖς ‌βουλομένοις ‌ὀλίγα ‌τινὰ ‌μεμαθηκέναι, ‌τὴν ‌κατὰ ‌τὸν ‌μέγαν 'Ιωαννίκιον ‌περιελθοῦσιν ‌ἱστορίαν. ‌

11. ‌ ‌ἡνίκα ‌γὰρ ‌σὺν ‌τῷ ‌θεσπεσίῳ ‌τούτῳ ‌πατρὶ ‌περιῄει ‌τὴν ‌πασῶν ‌τῶν ‌συγκειμένων ‌ὀρέων ‌ὑψηλοτάτην ‌τοῦ ‌'Ολύμπου ‌ἀκρώρειαν ‌ὁ ‌τιμιώτατος ‌Εὐστράτιος, ‌λογισμός ‌τις ‌αὐτῷ ‌ὑπεισῆλθεν ‌περὶ ‌τῶν ‌γονέων ‌αὑτοῦ, ‌ἐν ‌ποίᾳ ‌ἆρα ‌τάξει ‌διάγουσιν·; ‌καὶ ‌τοῦτον ‌τῷ ‌πατρὶ ‌'Ιωαννικίῳ ‌ἀποκαλύψας, ‌καὶ ‌εὐχὴν ‌αὐτοὺς ‌κρατῆσαι ‌περὶ ‌τούτου ‌αὑτουμένου ‌εὐθύμως ‌ἐπένευσεν ‌ὁ ‌μακάριος. ‌καὶ ‌δὴ ‌ἀμφοτέρων ‌τῇ ‌εὐχῇ ‌προσκαρτερούντων ‌ἀμφοτέροις ‌ὁ ‌φιλάνθρωπος ‌ἐπληροφόρησεν ‌κύριος·; ‌ἠκηκόει ‌γὰρ ‌ὁ ‌σημειοφόρος ‌'Ιωαννίκιος ‌φωνὴν ‌ἐπι ‌τοῖς ‌γονεῦσιν ‌τοῦ ‌ὁσίου ‌Εὐστρατίου ‌γεγενημένην ‌τοιάνδε, ‌ἐν ‌τῷ ‌μαρτυρίῳ ‌τοῦ ‌ἁγίου ‌Γεωργίου ‌ἱσταμένοις·; ‌<<δεῦτε, ‌οἱ ‌εὐλογημένοι ‌τοῦ ‌πατρός ‌μου, ‌κληρονομήσατε ‌τὴν ‌ἡτοιμασμένην ‌ὑμῖν ‌βασιλείαν ‌ἀπὀ ‌καταβολῆς ‌κόσμου.>> ‌καὶ ‌ταῦτα ‌τῷ ‌θεοφόρῳ ‌διηγησάμενος ‌Εὐστρατίῳ, ‌διεβεβαιώσατο ‌καὶ ‌αὐτὸς ‌ταύτης ‌ἀκηκοέναι ‌τῆς ‌φωνῆς ‌μετὰ ‌ὁμοίας ‌ὀπτασίας·; ‌καὶ ‌ἠγαλλιάσατο, ‌ἀμεριμνίαν ‌πᾶσαν ‌ἐσχηκὼς ‌ἐπὶ ‌τούτῳ.

12. ‌ ‌πάσας ‌οὖν ‌τὰς ‌ἀνημέρους ‌ἐκείνας ‌καὶ ‌ἀνηλίους ‌ἡμέρας ‌
[p. ‌376]τὴν ‌οὑκουμένην ‌ἡ ‌βδελυρωτάτη ‌πασῶν ‌αἱρέσεων ‌ἐπεκράτει, ‌ἀθεωτάτη ‌καὶ ‌βαρυτάτη ‌νόσος. ‌σὺν ‌τῷ ‌τιμίῳ ‌καὶ ‌οὐρανοπολίτῃ ‌'Ιωαννικίῳ ‌ὁ ‌θεσπέσιος ‌οὗτος ‌ἐγκαρτερήσας, ‌ἐπειδὴ ‌τὰ ‌τῆς ‌ὀρθοδοξίας ‌ἀμαρύγματα ‌ἐν ‌ταῖς ‌ἁπάντων ‌ὁράσεσιν ‌ἔλαμψαν ‌καὶ ‌ὁ ‌κόσμος ‌τῶν ‌ἁγίων ‌καὶ ‌σεπτῶν ‌εὑκόνων ‌τῇ ‌ἐκκλησίᾳ ‌ἀποδέδοται, ‌οἵ ‌τε ‌σημαιοφόροι ‌[lege: ‌σημειοφόροι] ‌ ‌πατέρες ‌καὶ ‌ὁμολογηταὶ ‌εὑς ‌τὰς ‌οὑκείας ‌ἐπανῆλθον ‌κατοικίας, ‌τότε ‌καὶ ‌ὁ ‌νέος ‌Μωϋσῆς, ‌ὁ ‌μακάριος ‌Εὐστράτιος, ‌πρὸς ‌τὴν ‌οὑκείαν ‌μονήν, ‌λέγω ‌δὴ ‌τῶν ‌Αὐγάρου, ‌παραγενόμενος, ‌τοὺς ‌ὧδέ ‌τε ‌κἀκεῖσε ‌διεσπαρμένους ‌ἀδελφοὺς ‌συναγαγών, ‌τὸ ‌γλυκὺ ‌τῆς ‌ἀρετῆς ‌μέλι ‌ταῖς ‌τῆς ‌ψυχῆς ‌αὐτῶν ‌λαγόσιν ‌ὡς ‌φίλεργος ‌μέλισσα ‌φιλοσοφώτατα ‌κατεβάλλετο, ‌πᾶσαν ‌μὲν ‌ἡμέραν ‌ ‌ἄοκνος ‌ἐν ‌τοῖς ‌σωματικοῖς ‌ἔργοις ‌συγκοπιῶν ‌τοῖς ‌ἀδελφοῖς, ‌πᾶσαν ‌δὲ ‌νύκτα ‌ἄυπνος ‌στάσεσιν ‌καὶ ‌γονυκλισίαις ‌κατατρύχων ‌τὸ ‌οὑκεῖον ‌σῶμα·; ‌οὐ ‌μὴν ‌ἀλλὰ ‌καὶ ‌ἐν ‌αὐτῇ ‌τῇ ‌τοῦ ‌κανόνος ‌ψαλμῳδίᾳ ‌ἔνδον ‌τοῦ ‌θυσιαστηρίου ‌ἱστάμενος ‌ἀπ' ‌ἀρχῆς ‌μέχρι ‌συμπληρώσεως, ‌κατὰ ‌τὴν ‌τοῦ ‌καθίσματος ‌ὥραν ‌ἐκτενῶς ‌τὸ ‌"Κύριε ‌ἐλέησον" ‌καθ' ‌ἑαυτὸν ‌ἐκεκράγει. ‌ἡνίκα ‌δὲ ‌τῆς ‌ἀναγνώσεως ‌ἀπήρξατο ‌ὁ ‌τυχών, ‌αὐτὸς ‌τὰ ‌ἀναγινωσκόμενα ‌ἀπύστως ‌ἐπέλυεν, ‌τὰς ‌τῶν ‌πνευματικῶν ‌αὐτοῦ ‌τέκνων ‌ἐπιστηρίζων ‌ψυχὰς ‌καὶ ‌παρακλητικῶς ‌αὐτοῖς ‌τὰ ‌εὑς ‌σωτηρίαν ‌συντείνοντα ‌καταβαλλόμενος. ‌

13. ‌ ‌τίς ‌γὰρ ‌ἐκείνου ‌συμπαθέστερος ‌πρός ‌τε ‌ψυχικὰ ‌τραύματα ‌καὶ ‌σωματικὰ ‌συμπτώματα, ‌*** ‌[lacuna] ‌ἥτις ‌[lege: ‌ἢ ‌τίς] ‌τούτου ‌πρὸς ‌τοὺς ‌δεομένους ‌εὐθυμώτατος ‌καὶ ‌τὴν ‌ὑδίαν ‌ψυχὴν ‌καταβαλεῖν ‌ἑτοιμότατα; ‌καὶ ‌γὰρ ‌ἀπὸ ‌τοῦ ‌πλησιάζοντος ‌μετοχίου ‌τῷ ‌ἄστει ‌τῆς ‌Προυσαέων ‌πόλεως ‌ἀνερχομένου ‌αὐτοῦ ‌πρὸς ‌μοναστήριον ‌ὑπαντᾷ ‌αὐτῷ ‌ἀνήρ ‌τις ‌αὑτῶν ‌ἐλεημοσύνην·; ‌ ‌ὁ ‌δὲ ‌συμπαθέστατος ‌οὗτος ‌πατήρ, ‌κατοικτειρήσας ‌αὐτὸν ‌καὶ ‌μηδὲν ‌ ‌ὕστερον ‌ἔχων ‌δοῦναι ‌τῷ ‌αὑτοῦντι, ‌λύσας ‌ὃ ‌περιεβέβλητο ‌παλλίον ‌δίδωσιν ‌αὐτῷ, ‌τὴν ‌τοῦ ‌κυρίου ‌φωνὴν ‌ἐκπληρώσας ‌ὁ ‌συμπαθέστατος. ‌ὡς ‌οὖν ‌αὐτὴν ‌ἑαυτοῦ ‌
[p. ‌377]πέφθακεν ‌ὁ ‌συμπαθὴς ‌ὄντως ‌<τὴν> ‌μονήν, ‌τῶν ‌ἀδελφῶν ‌πυθομένων ‌περὶ ‌τοῦ ‌παλλίου, ‌αὐτὸς ‌ὑπὸ ‌σφοδροῦ ‌ἀνέμου ‌αὐτὸ ‌μέσον ‌τοῦ ‌ἄλσους ‌ἐκσπασθὲν ‌ἀφανὲς ‌γεγονέναι ‌ἀπήγγειλεν. ‌τῇ ‌ἐπιούσῃ ‌οὖν ‌τις ‌τῶν ‌στρατιωτῶν ‌ὑπαντήσας ‌αὐτῷ ‌καὶ ‌προσπεσὼν ‌ᾐτεῖτο ‌τὸν ‌ἵππον, ‌ἐν ‌ᾧ ‌ὁ ‌ὅσιος ‌ἐπικαθήμενος ‌ὥδευεν, ‌ἀπολωλεκέναι ‌τὸν ‌οὑκεῖον ‌φάσκων ‌καὶ ‌ἐν ‌τοῖς ‌οὑκείοις ‌ἀδυνάτως ‌ἔχων ‌ἀπαίρειν·; ‌ὃ ‌δὲ ‌τοῖς ‌ἐκ ‌στενώσεως ‌δάκρυσιν ‌αὐτοῦ ‌ἐπικαμφθεὶς ‌εὐθυμώτατα ‌ἀποβὰς ‌παρέχει ‌αὐτῷ, ‌ παραγγείλας ‌μὴ ‌ἐξειπεῖν ‌τινι, ‌<<ἐπεὶ ‌καὶ ‌αὐτὸν ‌ἀπόλλυς>> ‌φησίν. ‌

‌ ‌ ‌ ‌ ‌ἕτερος ‌δέ ‌τις ‌μιᾶς ‌τῶν ‌προσπαρακειμένων ‌τῇ ‌μονῇ ‌κωμῶν ‌τὸν ‌ἕνα ‌ ‌βοῦν ‌αὑτοῦ ‌ἀποβαλὼν ‌ἐξελιπάρει ‌τὸν ‌θεοφόρον ‌πατέρα ‌οὑκτειρῆσαι ‌αὐτόν ‌τε ‌καὶ ‌τοὺς ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὑτοῦ ‌καὶ ‌δοῦναι ‌αὐτῷ ‌ἕτερον ‌εὑς ‌ἀροτρίασιν, ‌ὡς ‌ἂν ‌μὴ ‌λιμῷ ‌διαφθαρῇ ‌μετὰ ‌τῶν ‌οὑκείων ‌αὑτοῦ·; ‌ὃ ‌δὲ ‌<τὸν> ‌τὴν ‌τοῦ ‌ζευγηλατείου ‌διακονίαν ‌πεπιστευμένον ‌προσκαλεσάμενος, ‌φησὶν ‌πρὸς ‌αὐτὸν·; ‌<<δός, ‌τέκνον, ‌τῷ ‌αὑτοῦντι ‌ἕνα ‌τῶν ‌τῆς ‌μονῆς ‌βοῶν.>> ‌μὴ ‌ἔχειν ‌
[lege: ‌ἔχειν] ‌βοῦν ‌ἐκ ‌περισσοῦ ‌διαβεβαιουμένου ‌τοῦ ‌ἀδελφοῦ, ‌τάδε ‌πρὸς ‌αὐτὸν ‌διέξεισιν ‌ὁ ‌ὅσιος ‌πραείᾳ ‌τῇ ‌φωνῇ·; ‌<<ἐντολὴν ‌ἔχεις, ‌τοὺς ‌δύο ‌ἅμα ‌βόας ‌δὸς ‌τῷ ‌αὑτοῦντι, ‌οὓς ‌αὐτὸς ‌εὑς ‌ἐργασίαν ‌ἐμπεπίστευσαι.>> ‌ὃ ‌[lege: ‌ὁ] ‌δὲ ‌τὸ ‌κελευσθὲν ‌ἐκπεπλήρωκεν, ‌τῇ ‌τοῦ ‌ὁσίου ‌ἐντολῇ ‌πειθαρχῶν·; ‌οὕς ‌τινας ‌δύο ‌ἅμα ‌βόας ‌ὁ ‌πένης ‌λαβὼν ‌ἀπῄει ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὑτοῦ, ‌εὐχαριστῶν ‌τῷ ‌τῶν ‌ἀγαθῶν ‌δοτῆρι ‌θεῷ ‌καὶ ‌τὸν ‌ἅγιον ‌αὐτοῦ ‌ἀνυμνῶν ‌θεράποντα.

14. ‌ ‌ ‌οὐ ‌παραλείψω ‌δὲ ‌καὶ ‌ἕτερον ‌ὁμοίως ‌παρὰ ‌τοῦ ‌ὁσίου ‌πραχθέν. ‌ἐν ‌γὰρ ‌τοῖς ‌τοῦ ‌Καταβόλου ‌μέρεσιν ‌προάστειον ‌ἡ ‌κατ' ‌αὐτὸν ‌περιφανεστάτη ‌κέκτηται ‌μονή, ‌ὃ ‌καὶ ‌ἐπισκέψασθαι ‌ὁ ‌ὅσιος ‌βουλόμενος ‌ἀφίκετο ‌ἐν ‌τῷ ‌τόπῳ ‌ἐκείνῳ·; ‌καὶ ‌δὴ ‌παλινοδίαν ‌πρὸς ‌τὴν ‌μονὴν ‌ποιούμενος ‌ὁρᾷ ‌μέσον ‌τῆς ‌ὁδοῦ ‌ἄνθρωπόν ‌τινα ‌νεκροειδῶς ‌προσκείμενον ‌καὶ ‌τὴν ‌γυναῖκα ‌αὐτοῦ ‌θρηνοῦσαν ‌ἐπάνωθεν ‌αὐτοῦ. ‌ὅπερ ‌δρᾶμα ‌ὁ ‌θαυμάσιος ‌οὗτος ‌τῷ ‌πνεύματι ‌νοήσας ‌καλεῖ ‌
[p. ‌378]πρὸς ‌ἑαυτὸν ‌το ‌γύναιον ‌καὶ ‌δίδωσιν ‌αὐτῇ ‌δέκα ‌νομίσματα ‌εὑπών·; ‌<<ἄπελθε, ‌εὑπὲ ‌τῷ ‌ἀνδρί ‌σου, ‌ὡς ‌τανῦν ‌ἀνάστα ‌ἐκ ‌τοῦ ‌τοιοῦδε ‌σχήματος·; ‌καὶ ‌γὰρ ‌θανάτου ‌εἶδος ‌οὐκ ‌ἔστιν ‌ἐν ‌σοί.>> ‌ἦν ‌δὲ ‌οὗτος ‌χρεωστῶν ‌τὰ ‌δέκα ‌τοῦ ‌χρυσοῦ ‌νομίσματα, ‌καὶ ‌διὰ ‌τοῦτο ‌τῇ ‌τοιαύτῃ ‌ἐχρήσατο ‌περιοδίᾳ, ‌ὥστε ‌φειδοῦς ‌τινος ‌ἀξιωθῆναι ‌αὐτὸν ‌παρὰ ‌τῶν ‌δανεισάντων ‌τὸ ‌τοσοῦτον ‌ποσόν. ‌ταῦτα ‌τῷ ‌οὑκείῳ ‌ἀνδρὶ ‌ἀπαγγειλάσης ‌τῆς ‌γυναικός, ‌εὐθὺς ‌ἐκεῖνος ‌σὺν ‌προθυμίᾳ ‌τὸ ‌ἐπίπλαστον ‌σχῆμα ‌ἐκτιναξάμενος ‌γηθοσύνως ‌ἐπέστρεψεν ‌εὑς ‌τὰ ‌ἴδια.

15. ‌ ‌ ‌ἐπειδὴ ‌δὲ ‌χρεία ‌τις ‌τὸν ‌μακάριον ‌τοῦτον ‌πατέρα ‌εὑσελθεῖν ‌ἐν ‌τῇ ‌βασιλευούσῃ ‌πόλει ‌πεποίηκεν, ‌τὴν ‌ἐν ‌ταῖς ‌σωματικαῖς ‌χρείαις ‌στένωσιν ‌τῆς ‌κατ' ‌αὐτὸν ‌μονῆς ‌φιλόχριστοί ‌τινες ‌ἐπιστάμενοι ‌τὸ ‌κατὰ ‌συνήθειαν ‌τοῖς ‌βασιλεῦσι ‌διδόμενον ‌δημόσιον ‌παρέσχον ‌τῷ ‌θεοφόρῳ ‌πατρί. ‌ὅπερ ‌λαβὼν ‌καὶ ‌τοῦ ‌Βυζαντίου ‌ἀπάρας ‌καὶ ‌ἐν ‌τῇ ‌Προυσαέων ‌πολίχνῃ ‌ἀφικόμενος ‌εὗρεν ‌ἅπαντας ‌τοὺς ‌ἐκεῖσε ‌οὑκοῦντας ‌πένητας ‌ἀποκεκλεισμένους ‌καὶ ‌ἐνεχομένους ‌παρὰ ‌τοῦ ‌εὑς ‌τοῦτο ‌τεταγμένου ‌διοικητοῦ, ‌ὡς ‌ἀποροῦντας ‌δοῦναι ‌τὴν ‌ἀσυμπαθῆ ‌ταύτην ‌ἀπαίτησιν. ‌ἑωρακὼς ‌οὖν ‌ὁ ‌θεσπέσιος ‌τὴν ‌ἀπαραμύθητον ‌τῶν ‌κρατουμένων ‌ἀνάγκην ‌καὶ ‌τὴν ‌τῶν ‌πέλας ‌σωτηρίαν ‌προτιμοτέραν ‌τῆς ‌οὑκείας ‌κρίνας, ‌ἐκβαλὼν ‌δίδωσιν ‌αὐτῷ ‌τὰ ‌ἑκατὸν ‌νομίσματα ‌μακροθυμεῖν ‌περὶ ‌τῶν ‌λοιπῶν ‌ὁ ‌μακάριος ‌ἱκετεύων ‌αὐτόν. ‌καὶ ‌δὴ ‌ἐν ‌ταύτῃ ‌τῇ ‌πρὸς ‌θεὸν ‌ἱκεσίᾳ ‌προσκαρτεροῦντος ‌αὐτοῦ ‌παραμυθίας ‌τοὺς ‌θλιβομένους ‌τυχεῖν, ‌τῇ ‌ἐπαύριον ‌ἡ ‌χριστόφρων ‌καὶ ‌θεοστεφὴς ‌βασίλισσα ‌Θεοδώρα ‌ἀποστέλλει ‌αὐτῷ ‌διακόσια ‌νομίσματα ‌καὶ ‌τὸ ‌τοῦ ‌μοναστηρίου ‌αὐτοῦ ‌δημόσιον ‌ὑδίως ‌βεβουλωμένον. ‌ἅπερ ‌δεξάμενος ‌ὁ ‌θεοφόρος ‌οὗτος ‌ἀνὴρ ‌καὶ ‌εὐχαριστήσας ‌τῷ ‌τῶν ‌ἀγαθῶν ‌δοτῆρι ‌θεῷ ‌δίδωσιν ‌τῷ ‌τὴν ‌βασιλικὴν ‌ ‌ἀπαιτοῦντι ‌ἄνυσιν ‌ὑπὲρ ‌τῆς ‌μονῆς ‌καὶ ‌τῶν ‌στενουμένων ‌πενήτων.

16. ‌ ‌τοιαύτη ‌κατεῖχεν ‌τὸν ‌χριστομίμητον ‌τοῦτον ‌συμπάθεια·; ‌οὐκ ‌ἔφερεν ‌γὰρ ‌ὑδέσθαι ‌δακρυρροοῦντά ‌τινα ‌δαψιλῶς, ‌ἢ ‌κἂν ‌στεναγμὸν ‌μετὰ ‌θλίψεως ‌ἀναπέμποντα ‌ὁ ‌θαυμάσιος. ‌καὶ ‌τοῦτον ‌
[p. ‌379]κεκτημένος ‌τὸν ‌μήτε ‌λόγῳ ‌ὑποβαλλόμενον ‌παμπληθῆ ‌τῆς ‌συμπαθείας ‌καὶ ‌ἀγάπης ‌ἔρωτα, ‌οὐ ‌μόνον ‌σωματικὰς ‌δυσχερείας, ‌ἀλλὰ ‌καὶ ‌ψυχικὰς ‌ἀναλαμβάνεσθαι ‌καὶ ‌ὑπεύθυνον ‌ἑαυτὸν ‌καθιστᾶν ‌ἑτοιμότατος ‌ὑπῆρχεν·; ‌καὶ ‌γὰρ ‌ἀπὸ ‌τοῦ ‌προρρηθέντος ‌μετοχίου ‌ἀνερχομένου ‌αὐτοῦ ‌ὁρᾷ ‌ἄνθρωπόν ‌τινα ‌μήκοθεν ‌δρόμῳ ‌πολλῷ ‌χρώμενον ‌καὶ ‌σχοινίον ‌τῇ ‌οὑκείᾳ ‌κατέχοντα ‌χειρί. ‌τὸν ‌οὖν ‌τρόπον ‌τοῦ ‌τοιούτου ‌δρόμου ‌τῷ ‌πνεύματι ‌νενοηκὼς ‌ὁ ‌θεσπέσιος, ‌ἡνίκα ‌ἤγγισεν ‌αὐτῷ ‌ὁ ‌ἀνήρ, ‌σπουδαίως ‌τοῦ ‌κτήνους ‌ἐν ‌ᾧ ‌ἐπεβεβήκει ‌ἀποβάς, ‌ἐπελάβετο ‌αὐτὸν ‌ὑσχυρότατα, ‌καὶ ‌τὸν ‌τρόπον ‌τοῦ ‌ἀτάκτου ‌ἀνερευνήσας ‌δρόμου ‌καὶ ‌ἀκούσας ‌παρ' ‌αὐτοῦ, ‌ὡς ‌ἀγχόνῃ ‌ἑαυτὸν ‌ἐπείγεται ‌ὑποβαλεῖν, ‌τὴν ‌αὑτίαν ‌ὡς ‌μὴ ‌ἐπιστάμενος ‌ὁ ‌ὅσιος ‌μαθεῖν ‌ἐδυσώπει·; ‌ὁ ‌δὲ ‌<<ἁμάρτημα>> ‌φησίν ‌<<πέπραχα ‌γλώσσῃ ‌ἀνθρωπίνῃ ‌λαληθῆναι ‌μὴ ‌δυνάμενον.>> ‌τοῦτο ‌ἀκηκοὼς ‌ὁ ‌μακάριος ‌τῇ ‌οὑκείᾳ ‌δεξιᾷ ‌τὴν ‌τοῦ ‌πάσχοντος ‌χεῖρα ‌κουφίσας ‌ἐπιτίθησιν ‌τῷ ‌οὑκείῳ ‌αὐχένι ‌καί ‌φησιν·; ‌<<ἐπ' ‌ἐμὲ ‌αὕτη ‌ἡ ‌ἁμαρτία, ‌ὦ ‌τέκνον, ‌κἀγὼ ‌ὑπὲρ ‌ταύτης ‌ἐν ‌τῇ ‌ἡμέρᾳ ‌τῆς ‌ἀνταποδόσεως ‌ἀπολογίαν ‌παρέχω, ‌καὶ ‌εὑ ‌τοῦτο ‌μὴ ‌ἀθύμει, ‌ἀλλὰ ‌μᾶλλον ‌χαῖρε ‌καὶ ‌ἀγαλλία ‌καὶ ‌τῆς ‌ἀπευκταίας ‌καὶ ‌ὀλεθρίου ‌ἀγχόνης ‌ἀπόστηθι.>> ‌ὁ ‌δὲ ‌εὑδὼς ‌τὸ ‌εὐσυμπάθητον ‌τοῦ ‌ὁσίου ‌καὶ ‌θαυμάσας, ‌πρηνὴς ‌εὑς ‌τοὺς ‌ἡγιασμένους ‌αὐτοῦ ‌πόδας ‌ἐπιπεσών, ‌ᾐτεῖτο ‌σφοδρὰν ‌ἐπιτίμησιν ‌ἐπὶ ‌τῷ ‌σφοδροτάτῳ ‌ἐκείνῳ ‌μώλωπι. ‌κατηχήσας ‌οὖν ‌αὐτὸν ‌καὶ ‌ἀποχὴν ‌τῆς ‌κακίας ‌διδάξας ‌ἄνετον ‌ἐκ ‌πάσης ‌ἐπιτιμήσεως ‌εἴασεν.

17. ‌ ‌οὐ ‌παραλείψω ‌δὲ ‌καὶ ‌ἕτερον, ‌ἐφάμιλλον ‌τῷ ‌προειρημένῳ, ‌διηγήσασθαι. ‌γύναιον ‌γὰρ ‌ἐξ ‌ἀλλοδαπῆς ‌ὁρμώμενον, ‌φθόνῳ ‌τοῦ ‌ἀεὶ ‌τῷ ‌γένει ‌τῶν ‌ἀνθρώπων ‌ἐπιβουλεύοντος ‌διαβόλου, ‌τῷ ‌οὑκείῳ ‌υἱῷ ‌ἐπὶ ‌αὑσχρᾷ ‌συμμιγὲν ‌ἡδονῇ ‌ἐτεκνοποίησεν ‌μετ' ‌αὐτοῦ·; ‌καὶ ‌εὑς ‌συναίσθησιν ‌ἐληλυθότες ‌μετὰ ‌τὴν ‌ἄθεσμον ‌μῖξιν ‌ἀμφότεροι, ‌ὁμογνωμονήσαντες ‌πρὸς ‌τοὺς ‌ἐν ‌τοῖς ‌τοῦ ‌'Ολύμπου ‌μέρεσιν ‌
[p. ‌380]κατοικοῦντας ‌πατέρας ‌ἀφίκοντο, ‌τῆς ‌ἀναγεστάτης ‌ταύτης ‌μίξεως ‌ἀξίαν ‌τὴν ‌ἐπιτίμησιν ‌δέξασθαι ‌καὶ ‌ἐλέους ‌τυχεῖν ‌ἐπὶ ‌μεγίστῳ ‌καὶ ‌ἀνιάτῳ ‌πλημμελήματι. ‌διαφόροις ‌οὖν ‌πατράσιν ‌ἐπὶ ‌ἁγιωσύνῃ ‌βεβοημένοις ‌προσελθόντες ‌καὶ ‌παρὰ ‌πάντων ‌ὡς ‌βδελυκτοὶ ‌ἐκδιωχθέντες, ‌πρὸς ‌τὸν ‌θεσπέσιον ‌τοῦτον ‌καὶ ‌συμπαθέστατον ‌πατέρα ‌ὡς ‌πρὸς ‌λιμένα ‌ἄκλυστον ‌ἔδραμον·; ‌ὃ ‌[lege: ‌ὁ] ‌δὲ ‌δεξάμενος ‌καὶ ‌τὴν ‌ὑπερβολὴν ‌τῆς ‌θλίψεως ‌παρακλητικοῖς ‌λόγοις ‌παρηγορήσας, ‌<<οὐδέν>> ‌ἔφη ‌<<κακὸν ‌ἔχετε, ‌τέκνα, ‌ἐὰν ‌ὅπερ ‌συμβουλεύω ‌ὑμῖν ‌εὐγνωμόνως ‌ἐπιτελέσητε.>> ‌οἱ ‌δὲ ‌καὶ ‌θανάτου ‌καταφρονεῖν ‌μετὰ ‌τῆς ‌αὐτοῦ ‌κελεύσεως ‌διαβεβαιούμενοι ‌ἀποστέλλονται ‌ ‌παρ' ‌αὐτοῦ ‌ὃ ‌μὲν ‌ἐν ‌τοῖς ‌τῆς ‌δύσεως ‌μέρεσιν ‌ἣ ‌δὲ ‌ἐν ‌τοῖς ‌πρὸς ‌ἀνίσχοντα ‌ἥλιον ‌κατοικεῖν ‌τόποις, ‌καὶ ‌τούτου ‌γεγονότος ‌ἐν ‌ὀλίγῳ ‌καιρῷ ‌τοῦ ‌μοναχικοῦ ‌σχήματος ‌ἠξιώθησαν.

18. ‌ ‌ ‌τίς ‌οὖν, ‌ὦ ‌φιλόχριστοι, ‌τοῦ ‌θαυμασίου ‌τοῦδε ‌πατρὸς ‌ ‌ἐκδιηγήσεται ‌Εὐστρατίου ‌τὸ ‌εὑς ‌συμπάθειαν ‌ἑτοιμότατον; ‌καὶ ‌τοῖς ‌πάσχουσι ‌γὰρ ‌ὡς ‌αὐτὸς ‌πάσχων ‌συνήλγει ‌τε ‌καὶ ‌συνωδύρετο, ‌ ‌ὡς ‌οὐδεὶς ‌ἕτερος ‌τῶν ‌ἐπὶ ‌τῆς ‌γῆς, ‌καὶ ‌τοῖς ‌ἀδιόρθωτα ‌πλημμελοῦσι ‌τῷ ‌μελισταγεῖ ‌τῆς ‌παραινέσεως ‌νέκταρι ‌θελκτήριον ‌εὑς ‌μετάνοιαν ‌ἐγίνετο. ‌καὶ ‌οὐ ‌μόνον ‌τὴν ‌κυριακὴν ‌ἐπλήρου ‌φωνήν, ‌τὴν ‌λέγουσαν ‌τὸν ‌ἀληθῶς ‌στέργειν ‌προαιρούμενον ‌τὴν ‌ψυχὴν ‌τιθέναι, ‌ἀλλ' ‌εὑ ‌δυνατὸν ‌ἦν ‌αὐτῷ ‌μυριάκις ‌ἀποθνήσκειν ‌ἐσπούδαζεν, ‌ἢ ‌ἐν ‌τῷ ‌τυχόντι ‌θλιβῆναι ‌τὸν ‌πέλας. ‌δι' ‌ὃ ‌καὶ ‌ὁ ‌ἀγαθὸς ‌ἡμῶν ‌καὶ ‌φιλάνθρωπος ‌θεὸς ‌ἔργοις ‌τοὺς ‌ἑωρακότας ‌τε ‌καὶ ‌ἀκηκοότας ‌περὶ ‌τοῦ ‌θαυμασίου ‌τούτου ‌ ‌πεπληροφόρηκεν ‌ἀνδρός, ‌ὡς ‌τὸ ‌ἑξῆς ‌τοῦ ‌λόγου ‌δηλώσει. ‌νυκτοποροῦντος ‌γὰρ ‌αὐτοῦ ‌ἐν ‌μιᾷ, ‌καὶ ‌ἐκ ‌τοῦ ‌προρρηθέντος ‌προαστείου ‌τοῦ ‌ἁγίου ‌'Αγαπίου ‌πρὸς ‌τὴν ‌οὑκείαν ‌ἀνιόντος ‌μονὴν ‌μετά ‌τινος ‌ἀδελφοῦ ‌ὀνόματι Κόνωνος ‌καὶ ‌τὴν ‌εὐθεῖαν ‌ἀπολωλεκότος ‌τρίβον, ‌παρακειμένου ‌τε ‌τῷ ‌τόπῳ ‌ἀλσώδους ‌ξηροχειμάρρου, ‌ὃν ‌δι' ‌αὐτὸ ‌δύσβατον ‌καὶ ‌ἡμερινῶς ‌διελθεῖν ‌καὶ ‌
[p. ‌381]σκληρότατον ‌ἦν, ‌ὁ ‌θαυμάσιος ‌τὸν ‌σὺν ‌αὐτῷ ‌ἀδελφὸν ‌ἐγνωκὼς ‌ἀγωνίᾳ ‌καὶ ‌φόβῳ ‌συσχεθέντα ‌(ἀσέληνος ‌γὰρ ‌ὑπῆρχεν ‌ἡ ‌νύξ) ‌κατὰ ‌διάνοιαν ‌τὸν ‌κύριον ‌ἐδυσώπει ‌ὑποδεῖξαι ‌αὐτοῖς ‌τὴν ‌ὁδὸν ‌καὶ ‌διασῶσαι ‌πολυτρόπως·; ‌ἄφνω ‌δὲ ‌ἐξ ‌οὐρανοῦ ‌φῶς ‌μέγα ‌ἔλαμψεν ‌περὶ ‌αὐτοὺς ‌καὶ ‌ἕως ‌τῆς ‌μονῆς ‌προηγεῖτο ‌αὐτοῖς. ‌ἑκατέρωθεν ‌μέντοι ‌αὐτῶν ‌σκότος ‌ἦν, ‌ἐπ' ‌αὐτοὺς ‌δὲ ‌μόνους ‌τὸ ‌παράδοξον ‌ἐκεῖνο ‌ἔλαμπεν ‌φῶς, ‌μέχρις ‌ὅτε ‌τὰ ‌τῆς ‌μονῆς ‌προαύλια ‌κατειλήφασιν·; ‌ὅπερ ‌παράδοξον ‌ὁ ‌ἀδελφὸς ‌θεασάμενος, ‌κῆρυξ ‌ἀψευδὴς ‌τοῖς ‌ὁμοταγέσιν ‌κεχρημάτικεν. ‌

19. ‌ ‌ ‌φίλος ‌δέ ‌τις ‌τοῦ ‌ὑσαγγέλου ‌τούτου ‌πατρός, ‌προάστειον ‌ἐν ‌τοῖς ‌μέρεσιν ‌ἐκείνοις ‌κεκτημένος, ‌ξύλον ‌παμμεγεθέστατον, ‌ὃ ‌μοχλὸν ‌καλεῖν ‌εὑώθασιν, ‌ἐκ ‌τῶν ‌τοῦ ‌Καταβόλου ‌μερῶν ‌πρὸς ‌τὸ ‌οὑκεῖον ‌κτῆμα ‌ἀποκομίσαι ‌διὰ ‌σπουδῆς ‌ἔσχεν. ‌συναθροίσας ‌τοιγαροῦν ‌ζεύγη ‌βοῶν ‌ὡσεὶ ‌ἑβδομήκοντα ‌τὸν ‌ἀριθμόν, ‌καὶ ‌τοῦτο ‌μετὰ ‌πολλῆς ‌τῆς ‌δυναστείας ‌ἀπάρας, ‌ἐκ ‌διαβολικῆς ‌ἐνεργείας ‌μέσον ‌τῆς ‌ὁδὸν ‌κρατηθέν, ‌εἴς ‌τινα ‌τόπον ‌ἀσάλευτον ‌ἔμεινεν. ‌ἐπὶ ‌ἑπτὰ ‌τοίνυν ‌ἡμέρας ‌βίᾳ ‌πολλῇ ‌χρησάμενος ‌μετακινῆσαι ‌αὐτὸ ‌τοῦ ‌τόπου ‌οὐδαμῶς ‌ἠδύνατο. ‌ὡς ‌οὖν ‌ἐξηπορήθη ‌ὁ ‌ἄνθρωπος, ‌δηλοῖ ‌τῷ ‌προειρημένῳ ‌ὁσίῳ ‌ἀνδρὶ ‌βοηθῆσαι ‌ἀυτῷ ‌καὶ ‌ταῖς ‌εὐχαῖς ‌αὐτοῦ ‌ὁπλίσασθαι ‌κατὰ ‌τοῦ ‌ἀντιστρατευομένου ‌αὐτοῖς ‌Σατάν. ‌τοῦτο ‌ἀκηκοὼς ‌ὁ ‌χριστομίμητος ‌ἔσπευσεν ‌ἐν ‌τῷ ‌τόπῳ·; ‌παραγενόμενος ‌δὲ ‌καὶ ‌τῷ ‌ξύλῳ ‌ἐπιβάς ‌τὸν ‌τίμιον ‌καὶ ‌ζωοποιὸν ‌πεποίηκεν ‌σταυρὸν ‌καὶ ‌εὐθὺς ‌οἱ ‌βόες, ‌ὡς ‌εἶχον ‌δυνάμεως, ‌ἀπάραντες ‌τὸν ‌ὡρισμένον ‌τόπον ‌κατέβαλον. ‌

20. ‌ ‌ ‌τὸ ‌τοιοῦτον ‌δὲ ‌θαῦμα ‌καὶ ‌ἐν ‌τῇ ‌ἑαυτοῦ ‌μονῇ ‌ὁ ‌πανόσιος ‌εὑργάσατο·; ‌πλάκα ‌γὰρ ‌ἐν ‌τοῖς ‌διαφέρουσιν ‌αὐτῷ ‌τόποις ‌ὑπάρχουσαν ‌ἑωρακώς, ‌ταύτην ‌ἐκσπᾶσαι ‌τοῖς ‌τῆς ‌μονῆς ‌ἀδελφοῖς ‌παρεκελεύσατο·; ‌οἱ ‌δὲ ‌μέχρις ‌ὡρῶν ‌πλείστων ‌κεκμηκότες, ‌ὡσεὶ ‌τριάκοντα ‌ὄντες ‌τὸν ‌ἀριθμόν, ‌ἀπεῖπον ‌τοῦ ‌ἔργου. ‌μηνύσει ‌οὖν ‌χρησάμενοι ‌πρὸς ‌τὸν ‌ὅσιον ‌εὐθὺς ‌ἐκεῖνος ‌εὑς ‌τὸν ‌τόπον ‌παρεγένετο, ‌καὶ ‌τοῦ ‌σχοινίου ‌δραξάμενος ‌οὑκείαις ‌χερσὶν ‌τὸν ‌κατὰ ‌συνήθειαν ‌
[p. ‌382] ‌ ‌στίχον ‌ἐφθέγξατο, ‌καὶ ‌εὐκόλως ‌ὁ ‌λίθος ‌ἀνασπασθεὶς ‌διὰ ‌μαγγάνου ‌πρὸς ‌τὴν ‌μονὴν ‌διεκομίσθη, ‌καὶ ‌νῦν ‌ἐστιν ‌ἐν ‌τῷ ‌μεσαύλῳ ‌θαύματος ‌τοῖς ‌τῶν ‌ὁρώντων ‌αὐτὸν ‌ἐμπιπλῶν ‌ὀφθαλμοῖς. ‌

21. ‌ ‌ἡνίκα ‌ ‌οὖν ‌ἡ ‌θεόμαχος ‌τῶν ‌'Αγαρηνῶν ‌φυλὴ ‌περὶ ‌τὸ ‌ἄστυ ‌τοῦ ‌'Αμορίου ‌ἐστρατοπεδεύκει ‌καὶ ‌τοῦτο ‌συνεῖχεν ‌πολιορκοῦσα ‌ἐν ‌ταῖς ‌ἡμέραις ‌Θεοφίλου ‌τοῦ ‌δυσσεβοῦς ‌ἄνακτος, ‌μοναχός ‌τις ‌τοὔνομα ‌'Ιώαννης, ‌τὴν ‌κελλαρίτου ‌διακονίαν ‌πεπιστευμένος ‌καὶ ‌λίαν ‌παρὰ ‌τοῦ ‌ὁσίου ‌δι'εὐθύτητα ‌γνώμης ‌στεργόμενος, ‌ἔφη ‌τῷ ‌τιμίῳ ‌πατρὶ ‌ὅτιπερ·; ‌<<ἔκπαλαι ‌τοῦτο ‌ἀκουτίζομαι, ‌ὡς ‌ἀπαράδοτον ‌ὑπάρχει ‌τὸ ‌'Αμόριον.>> ‌ὁ ‌δὲ ‌ὅσιος ‌φησὶν ‌πρὸς ‌αὐτὸν, ‌<<μὴ ‌πλανηθῇς, ‌ἀδελφέ·; ‌μετὰ ‌γὰρ ‌δύο ‌ἡμέρας ‌παραδίδοται.>> ‌ὅπερ ‌καὶ ‌γέγονεν·; ‌ἐσημειώσατο ‌γὰρ ‌ὁ ‌ἀδελφὸς ‌τὴν ‌ἡμέραν ‌καὶ ‌ἀψευδῆ ‌ἔγνω ‌τὴν ‌πρόρρησιν ‌τοῦ ‌πατρός.

22. ‌τίς ‌οὖν, ‌φιλόχριστοι, ‌οὐκ ‌ἐκπλαγείη ‌ἐπὶ ‌τοῖς ‌ξενίζουσι ‌ ‌πάντα ‌νοῦν ‌τοῦ ‌ἁγίου ‌τούτου ‌θαυματουργήμασιν; ‌ἐν ‌γὰρ ‌τοῖς ‌τοῦ ‌Καταβόλου ‌μέρεσιν ‌μειζότερός ‌τις ‌γνωστὸς ‌ὑπάρχων ‌τῷ ‌ἁγίῳ ‌διεβλήθη ‌τῆς ‌τῶν ‌Μανιχαίων ‌βδελυρίας ‌μετέχειν·; ‌ἡ ‌δὲ ‌διαβολὴ ‌γέγονεν ‌τοῦτον ‌τὸν ‌τρόπον. ‌Μανιχαῖός ‌τις ‌μιᾷ ‌τῶν ‌ἡμερῶν ‌ἐπέστη ‌τῇ ‌οὑκίᾳ ‌αὐτοῦ ‌αὑτῶν ‌ἐλεημοσύνην. ‌ἀσχολουμένων ‌οὖν ‌αὐτοῦ ‌τε ‌καὶ ‌τῆς ‌συμβίου ‌αὐτοῦ ‌μετὰ τῶν ‌τέκνων ‌αὐτῶν ‌ἐπί ‌τινι ‌πράγματι, ‌ἀνεχώρησεν ‌ὁ ‌βδελυρώτατος ‌ἐκεῖνος, ‌μηδὲν ‌εὑληφὼς ‌παρ' ‌αὐτῶν. ‌ἐν ‌τούτῳ ‌κατέλαβεν ‌ἀπόφασις ‌ἐξελθοῦσα ‌παρὰ ‌τῶν ‌φιλοχρίστων ‌βασιλέων, ‌λέγω ‌δὴ ‌Θεοδώρας ‌καὶ ‌Μιχαὴλ ‌τοῦ ‌ἑαυτῆς ‌υἱοῦ, ‌πρὸς ‌τὴν ‌βδελυρὰν ‌αἵρεσιν ‌τῶν ‌Μανιχαίων. ‌ἐκεῖνος ‌τοίνυν ‌ὁ ‌ἄθεος ‌συλληφθεὶς ‌καὶ ‌ὁμολογεῖν ‌τοὺς ‌ὁμοίους ‌αὐτοῦ ‌ἀναγκαζόμενος ‌διέβαλεν ‌τὸν ‌προρρηθέντα ‌μειζότερον ‌ἐπὶ ‌τῇ ‌τοιαύτῃ ‌αἱρέσει. ‌συλληφθεὶς ‌οὖν ‌πανοικὶ ‌ὁ ‌ἀνὴρ ‌καὶ ‌πρὸς ‌την ‌Βασιλεύουσαν ‌τῶν ‌πόλεων ‌ἀπαγόμενος ‌εὐθύνας ‌εὑσπραχθησόμενος, ‌ἱκεσίαν ‌προσάγουσιν ‌ἡ ‌οὑκεία ‌αὐτοῦ ‌σύζυγος ‌μετὰ ‌τῆς ‌θυγατρὸς ‌τῷ ‌τούτους ‌χειρωσαμένῳ ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἀπολυθῆναι ‌Εὐστράτιον ‌καὶ ‌πάλιν ‌
[p. ‌383]ἀνθυποστρέφειν ‌τάχιστα. ‌συγχωρηθεῖσαι ‌οὖν ‌αἱ ‌προειρημέναι ‌γυναῖκες ‌τοῦτο ‌πρᾶξαι ‌τὴν ‌τοῦ ‌ὁσίου ‌μονὴν ‌σπουδῇ ‌κατέλαβον·; ‌μηνύσει ‌τε ‌χρησάμεναι ‌ἔξεισιν ‌πρὸς ‌αὐτὰς ‌ὁ ‌σημειοφόρος ‌πατὴρ ‌καὶ ‌τὴν ‌αὑτίαν ‌τῆς ‌πρὸς ‌αὐτὸν ‌ἀφίξεως ‌μεμαθηκὼς ‌λέγει ‌αὐταῖς·; ‌<<ἀπέλθετε ‌ἐν ‌εὑρήνῃ·; ‌πιστεύω ‌γὰρ ‌τῷ ‌θεῷ ‌οὐδὲν ‌κακὸν ‌πείσεσθαι ‌οὔτε ‌ὑμεῖς ‌οὔτε ‌ὁ ‌ἀνήρ·; ‌ἀλλ' ‌ἐπειδὴ ‌μικρὸν ‌ἄτακτός ‌ἐστιν ‌εἴκοσι ‌μόνα ‌τὸν ‌ἀριθμὸν ‌μαγλάβια ‌τυπτηθεὶς ‌ἀπολυθήσεται ‌μεθ' ‌ὑμῶν.>> ‌ταῦτα ‌ἀκούσασαι ‌αἱ ‌προειρημέναι ‌γυναῖκες ‌καὶ ‌συνταξάμεναι ‌τῷ ‌ἁγίῳ ‌ἀνεχώρησαν, ‌καὶ ‌εὑσελθοῦσαι ‌ἐν ‌τῇ ‌πόλει ‌τῇ ‌φρουρᾷ ‌παρεπέμφθησαν ‌μετὰ ‌τοῦ ‌ἀνδρός·; ‌τῇ ‌δὲ ‌νυκτὶ ‌ἐκείνῃ ‌ἑωράκασιν ‌οἱ ‌τρεῖς ‌ἅμα ‌τὸν ‌ἅγιον ‌τῷ ‌παλλίῳ ‌αὐτοῦ ‌σκέποντα ‌αὐτοὺς ‌καὶ ‌διαβεβαιούμενον ‌μηδὲν ‌ὑπομένειν ‌πονηρόν. ‌πρωίας ‌οὖν ‌γενομένης, ‌τυπτηθεὶς ‌ὁ ‌ἀνὴρ ‌τὸν ‌προγεγραμμένον ‌ἀριθμόν, ‌κατὰ ‌τὴν ‌προφητείαν ‌τοῦ ‌ἁγίου, ‌ἀπελύθη ‌σὺν ‌αὐταῖς, ‌κῆρυξ ‌τῶν ‌τοῦ ‌ὁσίου ‌προρρήσεων ‌καὶ ‌θαυμάτων ‌ὑπάρχων ‌ἀψευδέστατος.

23. ‌ ‌ ‌ἔχω ‌καὶ ‌ἑτέραν ‌πληθὺν ‌θαυμάτων ‌τοῦ ‌τρισμάκαρος ‌τούτου ‌καὶ ‌σημειοφόρου ‌πατρὸς ‌ἡμῶν, ‌τῶν ‌χαμερπῶς ‌διηγηθέντων ‌παραδοξοτέραν. ‌ἐκ ‌γὰρ ‌τῆς ‌ἐπονομαζομένης ‌τῶν ‌Βωμῶν ‌μονῆς, ‌ἣ ‌πρὸς ‌τοῖς ‌τοῦ ‌Καταβόλου ‌μέρεσιν ‌διάκειται, ‌ἀνιόντος ‌τοῦ ‌τρισμάκαρος ‌τούτου ‌καὶ ‌σημειοφόρου ‌πατρός, ‌γύναιον ‌πενιχρὸν ‌ἐπεφθάκει ‌παιδίον ‌ἄλαλον ‌καὶ ‌κωφὸν ‌ὡς ‌ἐτῶν ‌πέντε ‌ἐπιφερόμενον. ‌γνοὺς ‌οὖν ‌ὁ ‌σημειοφόρος ‌διὰ ‌τῆς ‌ἐν ‌αὐτῷ ‌θείας ‌χάριτος ‌τὸ ‌ἐνυπάρχον ‌τῷ ‌παιδὶ ‌φησὶν ‌πρὸς ‌αὐτήν·; ‌<<τί ‌ἐστιν ‌τὸ ‌συμβάν, ‌ὦ ‌γύναι, ‌τῷ ‌τέκνῳ ‌σου;>> ‌ἣ ‌δὲ ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἔφη·; ‌<<ὑδού, ‌ἁγιώτατε ‌πάτερ, ‌πέμπτον ‌ἔτος ‌διάγει ‌ὁ ‌παῖς, ‌ἀφ ‌οὗ ‌ἐκ ‌τῆς ‌ἐμῆς ‌ἀθλίας ‌ἐξεληλύθει ‌γαστρός, ‌καὶ ‌οὔτε ‌ἐλάλησεν, ‌οὔτε ‌ἤκουσεν, ‌ἀλλὰ ‌μὴν ‌οὔτε ‌περιεπάτησεν, ‌νεκρὸς ‌σχεδὸν ‌ἐκ ‌μητρικῶν ‌ὠδίνων ‌γνωριζόμενος.>> ‌ταῦτα ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἀκηκοὼς ‌ἄνθρωπος, ‌οὑκτείρας ‌τὴν ‌κατώδυνον ‌ἐκείνην ‌γυναῖκα, ‌ᾔτησεν ‌δοθῆναι ‌αὐτῷ ‌
[p. ‌384]τὸν ‌παῖδα ‌καὶ ‌τοῦτον ‌λαβόμενος ‌καὶ ‌τῷ ‌αὐχένι ‌τοῦ ‌ἵππου, ‌ἐφ' ‌ὃν ‌ἐπικαθήμενος ‌ἦν, ‌ὁ ‌μακάριος ‌ἐπιτεθεικώς, ‌τῷ ‌τοῦ ‌τιμίου ‌καὶ ‌ζωοποιοῦ ‌σταυροῦ ‌τύπῳ ‌πάντα ‌αὐτοῦ ‌τὰ ‌μέλη ‌σφραγίσας ‌καὶ ‌ἐπευξάμενος ‌τέθεικεν ‌ἐπὶ ‌τοῦ ‌ἐδάφους ‌καὶ ‌εὐθέως ‌δρομαίως ‌ὁ ‌παῖς ‌πρὸς ‌τὴν ‌μητέρα ‌ἀφίκετο, ‌ἀκούων ‌τε ‌καὶ ‌φθεγγόμενος ‌ἀκωλύτως, ‌εὑς ‌δόξαν ‌τοῦ ‌θαυματοποιοῦ ‌θεοῦ ‌ἡμῶν, ‌ ‌τοῦ ‌διὰ ‌τῶν ‌ἁγίων ‌αὑτοῦ ‌δούλων ‌ἐνδοξαζομένου ‌καὶ ‌τὴν ‌οὑκείαν ‌τῇ ‌ἀνθρωπίνῃ ‌φύσει ‌ἀγαθότητα ‌ἐνδεικνυμένου.

24. ‌ ‌ ‌πρὸς ‌τὸ ‌οὑκεῖον ‌τοῦ ‌ὁσίου ‌τούτου ‌πατρὸς ‌μοναστήριον ‌ἐκ ‌τοῦ ‌τῆς ‌Προύσης ‌ἄστεως ‌ἐπειδὴ ‌κατὰ ‌τὸν ‌παρακείμενον ‌τῷ ‌τόπῳ ‌ἐγεγόνει ‌ποταμόν, ‌γυναῖκά ‌τινα ‌οὑμωγαῖς ‌περισχιζομένην ‌ὁρᾷ ‌τὸ ‌οὑκεῖον ‌τέκνον ‌τετελευτηκὸς ‌ἐν ‌ἀγκάλαις ‌βαστάζουσαν·; ‌ἧστινος ‌πλησίον ‌ὁ ‌συμπαθέστατος ‌γενόμενος ‌ἠρώτα ‌τὴν ‌αὑτίαν ‌τῆς ‌οὑμωγῆς·; ‌ἡ ‌δέ, ‌ὡς ‌εἶχεν ‌τάχος, ‌δείκνυσιν ‌αὐτῷ ‌τὸ ‌οὑκεῖον ‌τέκνον ‌τεθανατωμένον. ‌
πληγεὶς ‌οὖν ‌τὴν ‌καρδίαν ‌ὁ ‌θαυμάσιος ‌καὶ ‌παραχρῆμα ‌τοῦ ‌ἵππου ‌ἀποβὰς καὶ ‌τὸ ‌παιδίον ‌ἐναγκαλισάμενος, ‌μικρόν ‌τι ‌ἀποχωρήσας ‌τῆς ‌γυναικὸς ‌καὶ ‌τοῦ ‌σὺν ‌αὐτῷ ‌ὁδεύοντος ‌ἀδελφοῦ, ‌θεὶς ‌τὰ ‌γόνατα ‌προσηύχετο ‌καὶ ‌ἐπικλιθεὶς ‌κατησπάσατο ‌τήν ‌τε ‌κάραν ‌καὶ ‌τοὺς ‌ὀφθαλμοὺς ‌καὶ ‌τὸ ‌στόμα, ‌τὰς ‌ἀκοάς ‌τε ‌καὶ ‌τὸ ‌στῆθος ‌τοῦ ‌βρέφους, ‌καὶ ‌εὐθὺς ‌τὸ ‌ἀναίσθητον ‌καὶ ‌τεθνηκὸς ‌παιδὶον ‌κλαυθμυρίζειν ‌ἤρξατο·; ‌ὅπερ ‌παράδοξον ‌ἡ ‌τεκοῦσα ‌θεωρήσασα ‌ἔπεσεν ‌ἐπὶ ‌τῆς ‌γῆς ‌ὡσεὶ ‌νεκρά·; ‌κρατήσας ‌δὲ ‌αὐτὴν ‌τῆς ‌χειρὸς ‌καὶ ‌ἀναστήσας ‌παρήγγειλεν ‌μηδενὶ ‌εὑπεῖν ‌τὸ ‌γεγονός, ‌<ἐπεὶ> ‌καὶ ‌αὖθις ‌τὴν ‌πρώτην ‌τάξιν ‌τὸ ‌οὑκεῖον ‌αὐτῆς ‌δειχθήσεται ‌τέκνον·; ‌ἣ ‌δὲ ‌ταύτην ‌τηρήσασα ‌τὴν ‌τοῦ ‌ὁσίου ‌παραγγελίαν ‌ἀπείληφεν ‌οὐ ‌μόνον ‌τέκνον ‌ἀλλὰ ‌καὶ ‌γήρους ‌διατροφήν, ‌καλῶς ‌αὐτῇ ‌διαγωνισάμενον ‌καὶ ‌αὐτὸν ‌μετὰ ‌τὴν ‌ἐκείνης ‌ἀποβίωσιν ‌εὑς ‌γῆρας ‌ἐληλακότα, ‌ὡς ‌ἂν ‌καὶ ‌ἐν ‌τούτῳ ‌ἡ ‌τοῦ ‌ὁσίου ‌διὰ ‌τῆς ‌ἐν ‌αὐτῷ ‌οὑκούσης ‌χάριτος ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌δειχθήσεται ‌θαυματουργία. ‌

25. ‌ ‌ ‌παίδων ‌ποτὲ ‌τῶν ‌πλησιαζόντων ‌χωρίων ‌τῷ ‌τόπῳ ‌ἐκείνῳ ‌χοίρους ‌νεμόντων, ‌ἀλλήλους ‌τε ‌ἐκ ‌φιλοσυμπαθοῦς ‌διαθέσεως, ‌οἷα ‌
[p. ‌385]φιλεῖ ‌γίνεσθαι, ‌ἀμυνομένων, ‌ ‌χλωρὰν ‌καὶ ‌λεπτοτάτην ‌ἀπαιωρήσας ‌`ράβδον ‌εἷς ‌ἐξ ‌αὐτῶν ‌τῷ ‌ἑτέρῳ ‌κατὰ ‌τῆς ‌μήνιγγος ‌ἐπιφέρει ‌πληγήν, ‌καὶ ‌εὐθὺς ‌ὁ ‌λαβὼν ‌ἀνάρπαστος ‌ἐκ ‌ζώντων ‌ἐγένετο, ‌ἐκ ‌μιᾶς ‌μάστιγος ‌ἔξω ‌τοῦ ‌σώματος ‌τῆς ‌ψυχῆς ‌αὐτοῦ ‌χωρησάσης·; ‌περι�στάντες ‌οὖν ‌οἱ ‌παῖδες, ‌ἐπειδὴ ‌εἶδον ‌τὸ ‌συμβὰν ‌τῷ ‌συνήλικι ‌αὐτῶν, ‌τὸν ‌γέλωτα ‌εὑς ‌θρῆνον ‌μεταβαλόμενοι ‌καὶ ‌κοπετόν, ‌οὐκ ‌εἶχον ‌ὅ ‌τι ‌καὶ ‌δράσειεν. ‌κατὰ ‌συγκυρίαν ‌δὲ ‌τοῦ ‌θεσπεσίου ‌τούτου ‌πατρὸς ‌κατὰ ‌πάροδον ‌ἐν ‌τῷ ‌τόπῳ ‌γεγονότος ‌καὶ ‌τὸν ‌ὀδυρμὸν ‌πυνθανομένου ‌τῶν ‌παίδων, ‌ὡς ‌τὸ ‌συμβὰν ‌αὐτοῖς ‌ἠκηκόει, ‌τούτους ‌μικρὸν ‌ὑποχωρῆσαι ‌παρακελευσάμενος, ‌θεὶς ‌τὰ ‌γόνατα ‌ἔγγιστα ‌τοῦ ‌τεθνηκότος ‌προσηύξατο ‌καὶ ‌ἐμφυσήσας ‌τῷ ‌στόματι ‌αὐτοῦ ‌καὶ ‌ταῖς ‌ἀκοαῖς ‌εὐθέως ‌ἤγειρεν ‌αὐτὸν ‌καὶ ‌παρέστησεν ‌ζῶντα ‌καὶ ‌ἐρρωμένον ‌τοῖς ‌συνηλικιώταις, ‌ἐντολὴν ‌αὐτοῖς ‌δοὺς ‌μηδενὶ ‌εὑπεῖν ‌τὸ ‌γεγονός·; ‌οἷς ‌καὶ ‌βουλομένοις ‌εὑπεῖν ‌οὐκ ‌ἐξεγένετο, ‌ἕως ‌τῆς ‌αὐτοῦ ‌πρὸς ‌Χριστὸν ‌ἀναλύσεως. ‌ὡς ‌θαύματος ‌ἀξία ‌ὄντως ‌ὑπάρχει ‌ἡ ‌παρὰ ‌τοῦ ‌Θεσβίτου ‌'Ηλιοὺ ‌γεγενημένη ‌{ἐπὶ ‌τῷ} ‌τῆς ‌χήρας ‌τῆς ‌ἐν ‌Σαρεφθὰ ‌τῆς ‌Σιδωνίας ‌τοῦ ‌παιδὸς ‌ἐκ ‌νεκρῶν ‌ἐξανάστασις, ‌ὦ ‌φιλόχριστος ‌ἀκοή, ‌καὶ ‌ὑδοὺ ‌πλεῖον ‌'Ηλιοῦ ‌ὧδε ‌ὅσῳ ‌καὶ ‌ὁ ‌ἀριθμὸς ‌ὑπερφερέστερος.

26. ‌ ‌ ‌ἀλλ' ‌ἐφ' ‌ἕτερά ‌με ‌παράδοξα ‌τεράστια ‌πάλιν ‌ὁ ‌λόγος ‌ἕλκει ‌τὴν ‌χεῖρα, ‌δεδιῶσαν ‌τοιούτοις ‌κατατολμᾶν ‌οὐρανίοις ‌ὄντως ‌καὶ ‌θείοις ‌θαυματουργήμασιν·; ‌οὐ ‌παραλείψω ‌δὲ ‌καὶ ‌τὸ ‌εὑς ‌Θεόδωρον ‌τὸν ‌μονάζοντα ‌τοῦ ‌τρισμάκαρος ‌τούτου ‌πατρὸς ‌γεγενημένον·; ‌οὗτος ‌γὰρ ‌ὁ ‌Θεόδωρος ‌ἐκ ‌τῶν ‌τῆς ‌`Εῴας ‌μερῶν ‌ἕως ‌τῶν ‌'Ολύμπου ‌χωρῶν ‌πεφθακὼς ‌δεινὸν ‌φόνον, ‌ὅνπερ ‌ἐξ ‌ἐπιβουλῆς ‌τοῦ ‌ἀντικειμένου ‌τῇ ‌οὑκείᾳ ‌κατειργάσατο ‌ψυχῇ, ‌τοῖς ‌ἐνταῦθα ‌κατοικοῦσιν ‌ἐξαγορεύσας ‌πατράσιν ‌καὶ ‌σχεδὸν ‌παρὰ ‌πάντων ‌ἐκδιωχθεὶς ‌διὰ ‌τὸ ‌ὑπερβάλλον ‌τοῦ ‌σφάλματος, ‌πρὸς ‌τὸν ‌μέγαν ‌τοῦτον ‌τῆς ‌διακρίσεως ‌ὀφθαλμὸν ‌δρομαίως ‌ἀφίκετο, ‌καὶ ‌τούτου ‌τῶν ‌ὑχνῶν ‌ἐφαψάμενος ‌τὰ ‌ἐσφαλμένα ‌ἀνήγγειλεν·; ‌ὁ ‌δὲ ‌τοῦτον ‌ὑπτίαις ‌δεξάμενος ‌χερσίν, ‌κατασπασάμενός ‌τε ‌καὶ ‌τῆς ‌θανατηφόρου ‌ἀπογνώσεως ‌ἀνεγείρας ‌<<θάρσει>> ‌ἔφη ‌<<οὐδὲν ‌κακὸν ‌ἔχεις, ‌εὑ ‌τῶν ‌ἐμῶν ‌
[p. ‌386]συμβουλῶν ‌ὑπακούσειας.>> ‌τοῦ ‌δὲ ‌σὺν ‌δάκρυσιν ‌πάντα ‌τὰ ‌κελευόμενα ‌ἐκτελεῖν ‌συντιθεμένου, ‌ἐπιτιμίῳ ‌συμπαθεστάτην ‌διάκρισιν ‌γέμοντι ‌τοῦτον ‌κατησφαλίσατο ‌καὶ ‌ἀπέλυσεν ‌ἐν ‌κελλίῳ ‌ἡσυχαστικῶς ‌ ‌διαζῆν·; ‌γέγονέν ‌τε ‌σκεῦος ‌ἐκλογῆς ‌καὶ ‌τῷ ‌κυρίῳ ‌ἀπερισπάστως ‌ ‌δουλεύσας ‌μετέστη ‌πρὸς ‌αὐτόν, ‌ἀδιάψευστον ‌πληροφορίαν ‌ἐσχηκὼς ‌τῆς ‌ἀφέσεως. ‌

27. ‌ ‌ἐν ‌τούτοις ‌μοναχός ‌τις, ‌ὀνόματι ‌Τιμόθεος, ‌κατὰ ‌τὸν ‌καιρὸν ‌τοῦ ‌τρυγητοῦ ‌τοὺς ‌ἀμπελῶνας ‌περισκοπῶν, ‌μιᾷ ‌τῶν ‌νυκτῶν ‌ ‌κτύπου ‌ἐν ‌τῷ ‌φραγμῷ ‌γεγενημένου ‌ᾔσθετο·; ‌κλεπτῶν ‌δὲ ‌ἔφοδον ‌ὑπονοήσας, ‌ὡς ‌ἔσχε ‌τάχος ‌περὶ ‌τὸν ‌τόπον ‌ἐγένετο ‌καὶ ‌ἐξαίφνης ‌σφηκῶν ‌ἀναρίθμητος ‌πληθὺς ‌ἐπιπίπτει ‌αὐτῷ, ‌ ‌ἧς ‌τὴν ‌φορὰν ‌οὐχ ‌ὑπέφερεν. ‌δρομαίως ‌οὖν ‌πρὸς ‌τὴν ‌τοῦ ‌τιμίου ‌πατρὸς ‌Εὐστρατίου ‌παραγενόμενος ‌κέλλαν, ‌<<ἐλέησόν ‌με>> ‌ἐβόα ‌<<ὁσιώτατε, ‌ἀπολλύμενον>> ‌ἅμα ‌καὶ ‌τὸ ‌συμβὰν ‌διηγούμενος·; ‌ὁ ‌δὲ ‌θεοφόρος ‌πρὸς ‌αὐτὸν ‌φησίν. ‌<<μὴ ‌ἆρά ‌γε ‌εὑσῆλθον ‌εὑς ‌τὸ ‌στόμα ‌σου;>> ‌ὃ ‌δέ·; ‌<<οὐχί, ‌πάτερ, ‌ἀλλ' ‌ἢ ‌τὴν ‌κεφαλὴν ‌καὶ ‌πᾶσαν ‌μου ‌τὴν ‌ὄψιν ‌λυμαίνονται.>> ‌εὐθὺς ‌οὖν ‌ὁ ‌σημειοφόρος ‌τῶν ‌τριχῶν ‌αὐτοῦ ‌ἐπιλαβόμενος ‌καὶ ‌τοῦτον ‌χαμᾶζε ‌προσρήξας ‌καὶ ‌εὐχὴν ‌ἐκτενὴν ‌[lege: ‌ἐκτενῆ] ‌ὑπὲρ ‌αὐτοῦ ‌ἐκτετελεκώς, ‌λάξ ‌τε ‌κατὰ ‌τὴν ‌κοιλίαν ‌καὶ ‌τοῦ ‌στήθους ‌καὶ ‌τῶν ‌κνημῶν ‌τοῦτον ‌παίσας, ‌ἐλεύθερον ‌τοῦτον ‌τῶν ‌σφηκοειδῶς ‌παρενοχλούντων ‌δαιμόνων ‌ἔδειξεν.

28. ‌ ‌ ‌Σεργίου ‌δὲ ‌τοῦ ‌μαθητοῦ ‌αὐτοῦ ‌ἐκ ‌διακονίας ‌μετὰ ‌κτήνους ‌φόρτον ‌ἐπιφερομένου ‌καὶ ‌πρὸς ‌τὴν ‌μονὴν ‌παραγινομένου, ‌νυκτὸς ‌αὐτὸν ‌εἴς ‌τινα ‌κατειληφυίας ‌ποταμὸν ‌ὠλίσθησεν ‌τὸ ‌ζῷον·; ‌ὁ ‌δὲ ‌τοῦτο ‌διεγεῖραι ‌θέλων ‌καὶ ‌ἐκβαλὼν ‌τά ‌τε ‌ἐν ‌τοῖς ‌βραχίοσιν ‌εὑωθότα ‌φορεῖσθαι ‌ὑπὸ ‌τῶν ‌καμνόντων ‌ἐκ ‌δερμάτων ‌μανίκια ‌καὶ ‌τὰ ‌ἐν ‌τοῖς ‌ποσὶ ‌πέδιλα ‌ὑπεράνω ‌τοῦ ‌φόρτου ‌τέθεικε, ‌καὶ ‌ὡς ‌περὶ ‌τὴν ‌τοῦ ‌ζῴου ‌ἀνόρθωσιν ‌ἠσχολεῖτο, ‌ἐκπεπτωκότα ‌εὑς ‌ἀπώλειαν ‌
[p. ‌387]ἐχώρησαν. ‌ἀνελθὼν ‌οὖν ‌καὶ ‌τῷ ‌ὁσίῳ ‌τὸ ‌συμβὰν ‌ὁ ‌Σέργιος ‌διηγησάμενος ‌ἤκουσεν ‌παρ' ‌αὐτοῦ, ‌ὡς ‌κατὰ ‌τόνδε ‌τὸν ‌τόπον ‌ὑπὸ ‌πλατάνου ‌ἐν ‌μέρει ‌τοῦ ‌ὕδατος ‌οὔσης ‌κεκράτηνται·; ‌ὃς ‌εὐθὺς ‌τὸν ‌τόπον ‌ἐφθακώς, ‌ἀψευδὲς ‌τὸ ‌παρὰ ‌τοῦ ‌ὁσίου ‌`ρηθὲν ‌ἐγνωκώς, ‌ἀνθυπέστρεψεν ‌οἴκαδε. ‌

29. ‌ ‌μετὰ ‌τοῦτο ‌εἴκοσι ‌τὸν ‌ἀριθμὸν ‌ἀδελφῶν ‌τὰ ‌ζεύγη ‌τῶν ‌βοῶν ‌τῆς ‌μονῆς ‌εὑληφότων ‌πρὸς ‌τὰ ‌τοῦ ‌Καταβόλου ‌μέρη ‌ἐπορεύοντο, ‌φόρτον ‌ἐν ‌ταῖς ‌ἁμάξαις ‌σίτου ‌καὶ ‌ἑτέρων ‌εὑδῶν ‌ἀποκομιζόντων·; ‌ἐπειδὴ ‌δὲ ‌τῆς ‌ὁδοῦ ‌ἀπάρχεσθαι ‌ἔμελλον ‌καὶ ‌εὐχὴν ‌ᾐτοῦντο ‌τὴν ‌τοῦ ‌τρισμάκαρος ‌εὑς ‌ἐφόδιον, ‌τάδε ‌πρὸς ‌αὐτοὺς ‌διέξεισιν ‌ὁ ‌προφητικώτατος·; ‌<<γινώσκειν ‌ὑμᾶς ‌βούλομαι, ‌ἀδελφοί, ‌ὡς ‌κατὰ ‌τόνδε ‌τὸν ‌ποταμὸν ‌πειρασμός ‌τις ‌γενήσεται ‌ὑμῖν ‌παρὰ ‌τοῦ ‌ἐχθροῦ ‌τοῦ ‌ἡμετέρου ‌γένους ‌διαβόλου·; ‌ἀλλὰ ‌μὴ ‌`ρᾳθυμήσητε·; ‌ἡ ‌τῆς ‌θεοτόκου ‌καὶ ‌ἀειπαρθένου ‌Μαρίας ‌τῆς ‌τῶν ‌χριστιανῶν ‌προστάτου ‌καὶ ‌ἀρραγεστάτης ‌βοηθείας ‌ἀντίληψις ‌ὑπερασπίσει ‌ὑμῶν ‌καὶ ‌τοῦτον ‌ἄπρακτον ‌τῆς ‌ἐπιβουλῆς ‌ἀποπέμψεται.>> ‌ταῦτα ‌διεξελθὼν ‌ἀπέλυσεν ‌αὐτούς. ‌οἱ ‌δὲ ‌ὁδὸν ‌διανύοντες ‌καί ‌τινα ‌ποταμὸν ‌κατειληφότες, ‌ὡς ‌μέσον ‌τοῦ ‌ὕδατος ‌αἱ ‌ἅμαξαι ‌γεγόνασιν, ‌ἐκωλύθησαν ‌τοῦ ‌πρόσω ‌χωρεῖν·; ‌ἐν ‌ἀμηχανίᾳ ‌δὲ ‌οἱ ‌ἄνθρωποι ‌γενάμενοι ‌τὰς ‌τοῦ ‌ὁσίου ‌σὺν ‌δάκρυσιν ‌ἐπεκαλοῦντο ‌εὐχάς. ‌καὶ ‌δὴ ‌ὁρῶσιν ‌Αὑθίοπα ‌ὑπερμεγέθη ‌ἐκ ‌τῶν ‌τοῦ ‌ποταμοῦ ‌ὑδάτων ‌ἐκπεπηδηκότα, ‌πρός ‌τε ‌τῇ ‌γεφύρᾳ ‌ἀνελθόντα ‌καὶ ‌τοιαῦτα ‌βοαῖς ‌ὑσχυραῖς ‌ἀποδυρόμενον. ‌<<οὐαί ‌μοι, ‌οὐαί ‌μοι ‌ἀπὸ ‌τοῦ ‌κακοτρόπου ‌Εὐστρατίου. ‌οὐκέτι ‌μοι ‌ὑσχὺς ‌ἐλλέλειπται·; ‌πάντα ‌γάρ ‌μου ‌τὰ ‌μέλη ‌συνέθλασεν.>> ‌καὶ ‌εὐθὺς ‌ἔρριψεν ‌ἑαυτὸν ‌ἐν ‌τῷ ‌ποταμῷ, ‌τὸ ‌ἄξιον ‌αὐτῷ ‌ἐπικράζων ‌<<οὐαί.>> ‌οἱ ‌οὖν ‌ἀδελφοὶ ‌τοῦτο ‌ἑωρακότες ‌καὶ ‌τοὺς ‌βόας ‌ἀποκινήσαντας ‌εὐθύμως ‌αὑσθόμενοι ‌δόξαν ‌τῷ ‌ἁγίῳ ‌ἀπεδώκασιν ‌θεῷ, ‌τῷ ‌διὰ ‌εὐχῶν ‌τοῦ ‌τρισμάκαρος ‌τούτου ‌πατρὸς ‌ποιοῦντι ‌παράδοξα ‌καὶ ‌πᾶσαν ‌φύσιν ‌ὑπεραίροντα ‌πράγματα.

30. ‌ ‌κλεπτῶν ‌ποτε ‌εὑσελθόντων ‌ἐν ‌τῇ ‌μονῇ ‌τοῦ ‌ὁσίου, ‌μὴ ‌περιόντος ‌ἐκεῖσε, ‌καὶ ‌συλησάντων ‌πάντα ‌τὰ ‌διαφέροντα ‌πράγματα ‌
[p. ‌388]τῆς ‌μονῆς, ‌καὶ ‌κατὰ ‌τὴν ‌ἐπιοῦσαν ‌ἡμέραν ‌παραγενόμενος, ‌ ‌ὡς ‌ἔγνω ‌τὸ ‌πραχθέν, ‌εὑσῆλθεν ‌ἐν ‌τῇ ‌ἐκκλησίᾳ ‌καὶ ‌πρὸς ‌τὴν ‌εὑκόνα ‌τοῦ ‌μεγαλομάρτυρος ‌Θεοδώρου ‌γενόμενος ‌φησὶν ‌αὐτῷ ‌μετὰ ‌παρρησίας·; ‌<<πίστευσον, ‌οὐ ‌μὴ ‌ἐν ‌ταύτῃ ‌σου ‌τῇ ‌σεβασμίᾳ ‌εὑκόνι ‌οἱ ‌ἐν ‌τῷδε ‌τῷ ‌τόπῳ ‌οὑκοῦντες ‌τὸ ‌ἐκ ‌κανδήλης ‌φῶς ‌παράψωσιν, ‌εὑ ‌μὴ ‌τὰ ‌ληφθέντα ‌ἀπολαβεῖν ‌ἡμᾶς ‌παρασκευάσῃς.>> ‌ταῦτα ‌εὑπὼν ‌πρὸς ‌τὸ ‌καρτερικώτατον ‌αὐτοῦ ‌εὑσέδυ ‌κελλίον, ‌καὶ ‌ὑδοὺ ‌τῇ ‌ἐπαύριον ‌οἱ ‌κεκλοφότες ‌ἐν ‌τῷ ‌τῆς ‌μονῆς ‌πυλεῶνι ‌παραγεγόνασιν ‌διηγούμενοι ‌ὡς·; ‌<<δύο ‌ἡμέρας ‌διοδευσάντων ‌ἡμῶν ‌κατέλαβεν ‌ἡμᾶς ‌βασιλικός ‌τις ‌μετὰ ‌καὶ ‌μονάζοντος ‌ἱεροπρεποῦς, ‌ἀμφότεροι ‌λευκοῖς ‌ἵπποις ‌ἐφεζόμενοι, ‌καὶ ‌μετὰ ‌ἀπειλῆς ‌καὶ ‌δριμείας ‌ἐπιπλήξεως ‌ἀπείρξαντες ‌τοῦ ‌πρόσω ‌χωρεῖν ‌ἕως ‌τῶν ‌ὧδε ‌μετὰ ‌πολλῆς ‌καὶ ‌σφοδρᾶς ‌ἤγαγον ‌τάσεως.>> ‌ταῦτα ‌οἱ ‌τῆς ‌μονῆς ‌ἀκηκοότες ‌καὶ ‌τὰ ‌ληφθέντα ‌σῶα ‌εὑρηκότες ‌μηνύσει ‌ἐχρήσαντο, ‌πρὸς ‌τὸν ‌ὅσιον·; ‌ὅστις ‌ἐξελθὼν ‌καὶ ‌κατηχήσας ‌αὐτοὺς ‌καὶ ‌ἐφοδιάσας ‌ὁ ‌χριστομίμητος ‌ἀπέλυσεν ‌ἐν ‌εὑρήνῃ ‌πρὸς ‌τὰ ‌οὑκεῖα ‌πορεύεσθαι. ‌

31. ‌ ‌ ‌ἐξίστησίν ‌μου ‌τὸν ‌νοῦν ‌τὸ ‌ὑπερβάλλον ‌τῆς ‌θείας ‌χάριτος ‌τῆς ‌ἐν ‌τῷ ‌ἁγίῳ ‌τούτῳ ‌καὶ ‌τρισμάκαρι ‌πατρὶ ‌ἐνυπαρχούσης ‌Εὐστρατίῳ, ‌ὦ ‌ἀγαπητοί, ‌καὶ ‌φόβῳ ‌τὴν ‌ψυχὴν ‌μερίζομαι ‌ἐπὶ ‌τοῖς ‌οὕτω ‌θαυμαστοῖς ‌καὶ ‌πᾶσαν ‌διάνοιαν ‌ὑπερβαίνουσιν ‌διηγήμασιν·; ‌καὶ ‌βουλόμενος ‌σιγῆσαι ‌διὰ ‌τὸ ‌ἀνάξιον ‌καὶ ‌χαμερπὲς ‌τοῦ ‌νοός, ‌πάλιν ‌δὲ ‌διὰ ‌τὸ ‌μὴ ‌ὅμοια ‌τῷ ‌εὑς ‌γῆν ‌κατακρύψαντι ‌τὸ ‌τάλαντον ‌πονηρῷ ‌δούλῳ ‌ὑποσταίην ‌ἐκ ‌`ραθυμίας. ‌*** ‌[lacuna] ‌ἀπὸ ‌τοῦ ‌οὑκείου ‌μετοχίου ‌τοῦ ‌ἐπονομαζομένου ‌Λευκάδες ‌ἀνιόντος ‌ποτὲ ‌τοῦ ‌τρισμάκαρος ‌πρὸς ‌τὴν ‌σεβάσμιον ‌μονὴν ‌μετὰ ‌τοῦ ‌ἑαυτοῦ ‌φοιτητοῦ, ‌ὁρᾷ ‌ἐκ ‌διαστήματος ‌πολλοῦ ‌τὸ ‌ἕτερον ‌τῆς ‌ὁσίας ‌αὑτοῦ ‌μονῆς ‌μετόχιον, ‌ὅπερ ‌λέγεται ‌τοῦ ‌ἁγίου ‌Κοσμᾶ, ‌πυρίκαυστον ‌ὅλον ‌γινόμενον·; ‌καὶ ‌εὐθὺς ‌ὡς ‌εἶχε ‌τάχους ‌τοῦ ‌ἵππου ‌ἀποβὰς ‌καὶ ‌μικρὸν ‌τοῦ ‌συνοδοιποροῦντος ‌αὐτῷ ‌ὑπαναχωρήσας ‌ἀδελφοῦ ‌εὐχῇ ‌τὴν ‌τοῦ ‌πυρὸς ‌ὁρμὴν ‌ἔσβεσεν·; ‌
[p. ‌389]ὡς ‌γὰρ ‌ὁ ‌συμπαραπορευόμενος ‌αὐτῷ ‌ἀδελφὸς ‌διηγήσατο, ‌ὅτι ‌περ ‌<<τῆς ‌νυκτὸς ‌πανσελήνου ‌οὔσης ‌εἶδον ‌αὐτὸν>> ‌φησὶν ‌<<ὡς ‌ἐξέτεινεν ‌τὰς ‌ὁσίας ‌χεῖρας ‌ἑαυτοῦ ‌εὑς ‌προσευχὴν, ‌κουφισθέντα ‌ὡσεὶ ‌πῆχυν ‌ἕνα ‌καὶ ‌ἐν ‌τῷ ‌ἀέρι ‌κρεμάμενον, ‌εὐθύς ‌τε ‌καὶ ‌τὴν ‌ἀντικρὺ ‌ὁρμωμένην ‌φλόγα ‌εὑς ‌ἀφανισμὸν ‌χωρήσασαν ‌παντελῆ.>>

32. ‌ ‌ἐν ‌τῇ ‌βασιλευούσῃ ‌τῶν ‌πόλεων ‌τούτου ‌τοῦ ‌θεοφόρου ‌εὑσπλέοντος ‌πατρὸς ‌συνέβη ‌κατὰ ‌τὸν ‌τοῦ ‌Τρίτωνος ‌ὅρμον ‌τὸ ‌πλοῖον ‌προσορμίσαι ‌καί ‌φησιν ‌τῷ ‌ναυκλήρῳ ‌ὁ ‌τοῦ ‌θεοῦ ‌ἄνθρωπος·; ‌<<ποίησον ‌ἡμῖν ‌βρῶμα.>> ‌τοῦ ‌δὲ ‌ὀψάρια ‌μὴ ‌κεκτῆσθαι ‌διαβεβαιουμένου, ‌<<ὀλιγόπιστε,>> ‌ἔφη ‌ὁ ‌ὅσιος ‌<<ἐν ‌τῷ ‌ἀφικέσθαι ‌προθυμήθητι·; ‌καὶ ‌ὄψῃ ‌τὴν ‌τοῦ ‌ἀγαθοῦ ‌θεοῦ ‌ἡμῶν ‌δόξαν.>> ‌τοῦτο ‌οὖν ‌ἐκπληρώσας ‌ὁ ‌προρρηθεὶς ‌ὅτι ‌τάχιστα ‌ναύκληρος, ‌εὗρεν ‌κατὰ ‌τὸν ‌αὑγιαλὸν ‌κείμενον ‌ὑχθὺν ‌παμμεγεθέστατον, ‌ὃς ‌τούς ‌τε ‌θεασαμένους ‌εὑς ‌ξενισμὸν ‌ἤγαγεν ‌καὶ ‌τοὺς ‌πώποτε ‌θηρευθέντας ‌ὑχθύας ‌ὑπερβάλλει ‌μεγέθει ‌φύσεως. ‌

33. ‌ ‌ ‌ἡ ‌παρὰ ‌τῷ ‌οὑκείῳ ‌ἀνδρὶ ‌ἐπιβουλευθεῖσα, ‌λέγω ‌δὴ ‌Βάρδα ‌τοῦ ‌κατ' ‌ ‌ἐκεῖνο ‌καιροῦ ‌καίσαρος ‌χρηματίσαντος, ‌καὶ ‌τῆς ‌πρὸς ‌ἀυτὸν ‌ἐκδιωχθεῖσα ‌συνοικήσεως ‌εὐλαβεστάτη ‌ἄνθρωπος, ‌ὀνόματι ‌Θεοδοσία, ‌τοῦτον ‌τὸν ‌ὅσιον ‌πατέρα ‌συχνῶς ‌προσκαλουμένη ‌καὶ ‌τῶν ‌οὐρανοδρόμων ‌αὐτοῦ ‌ἐντρυφῶσα ‌εὐχῶν, ‌δουλίδα ‌τετραΐζοντι ‌`ρηγίως ‌[lege: ‌`ριγίῳ{ς}] ‌συνεχομένην ‌κεκτημένη, ‌ἐν ‌τέσσαρσιν ‌ἔτεσιν ‌ὑγιῆ ‌ἀπέλαβεν ‌τρόπῳ ‌τοιῷδε·; ‌μιᾷ ‌τῶν ‌ἡμέρων ‌ἐκεῖσε ‌παραγενομένου ‌τοῦ ‌τρισμάκαρος, ‌ὡς ‌μέσον ‌τοῦ ‌τρικλίνου ‌παρεπορεύετο, ‌κύψασα ‌ἡ ‌πιστοτάτη ‌ἐκείνη ‌δουλὶς ‌καὶ ‌τῇ ‌οὑκείᾳ ‌γλώσσῃ ‌τὸν ‌χοῦν ‌τῶν ‌ἁγίων ‌αὐτοῦ ‌καὶ ‌ὡραιοτάτων ποδῶν ‌ἐκλείξασα ‌τῆς ‌συνεχούσης ‌εὐθὺς ‌ἀπελύθη ‌νόσου, ‌τὴν ‌αἱμόρρουν ‌ὑπερακοντίσασα ‌τῇ ‌πίστει ‌καὶ ‌τὸν ‌καρπὸν ‌δρεψαμένη ‌τῆς ‌πίστεως ‌πολυθαύμαστον. ‌ ‌ ‌

34. ‌ ‌ ‌οὗτος ‌ὁ ‌τὴν ‌ψυχὴν ‌πεφωτισμένος ‌Εὐστράτιος ‌οὐ ‌μόνον ‌ἀνθρώπους ‌διὰ ‌τῆς ‌ἐνούσης ‌αὐτῷ ‌θείας ‌εὐεργετεῖ ‌χάριτος, ‌ἀλλὰ ‌
[p. ‌390]καὶ ‌τὴν ‌τῶν ‌κτηνῶν ‌φύσιν·; ‌πλησίον ‌γὰρ ‌τοῦ ‌τῆς ‌Προύσης ‌ἄστεος ‌ἀνήρ ‌τις ‌ἐν ‌πενίᾳ ‌συζῶν ‌καὶ ‌μηδὲν ‌ἕτερον ‌τῶν ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὐτοῦ ‌εὑς ‌πορισμὸν ‌κεκτημένος, ‌ἀλλ' ‌ἢ ‌τὴν ‌μετὰ ‌τοῦ ‌οὑκείου ‌κτήνους ‌τῶν ‌ἐπιτηδείων ‌ἀποκόμισιν, ‌εἴτε ‌ξύλων ‌ἢ ‌ἑτέρου ‌τινὸς ‌εἴδους, ‌ὅπερ ‌πιπράσκων ‌τὴν ‌σωματικὴν ‌χρείαν ‌ἀπεῖχεν ‌ὁσημέραι·; ‌πῶλος ‌δὲ ‌ἦν ‌τὸ ‌τοῦ ‌κτήνους ‌εἶδος. ‌αἴφνης ‌πήρωσιν ‌αὐτῷ ‌γεγονυῖαν ‌αὑσθόμενος ‌ὁ ‌ἄνθρωπος, ‌καὶ ‌ἀνάγκῃ ‌πολλῇ ‌συνεχόμενος ‌(κινδυνεύειν ‌γὰρ ‌εὑς ‌αὐτὴν ‌τὴν ‌ζωὴν ‌αὐτός ‌τε ‌καὶ ‌οἱ ‌μετ' ‌αὐτοῦ ‌ἔμελλον) ‌ὡς ‌εἶχε ‌τάχους ‌πρὸς ‌τὸν ‌ὅσιον ‌μετὰ ‌τοῦ ‌πώλου ‌ἀφίκετο ‌ἱκετεύων ‌αὐτὸν ‌παρασχεῖν ‌αὐτῷ ‌ἕτερον, ‌ὡς ‌ἂν ‌μὴ ‌λιμῷ ‌αὐτός ‌τε ‌καὶ ‌οἱ ‌τοῦ ‌οἴκου ‌αὐτοῦ ‌διαφθαρῶσιν·; ‌ὁ ‌δὲ ‌θεοφόρος ‌πατὴρ ‌τοῦτον ‌οὑκτείρας ‌φησὶν ‌πρὸς ‌αὐτόν·; ‌<<οὐκ ‌ἔχομεν, ‌ὦ ‌τέκνον, ‌ἕτερον ‌παρασχεῖν ‌σοι, ‌ἀλλ' ‌οὖν ‌ὁ ‌κύριος ‌μεριμνήσει ‌τὸ ‌λυσιτελοῦν ‌ὅτι ‌τάχιστα.>> ‌καὶ ‌συνεξελθὼν ‌αὐτῷ ‌μέχρι ‌τοῦ ‌πυλῶνος, ‌ὕδωρ ‌ἐν ‌ταῖς ‌ἁγίαις ‌αὐτοῦ ‌χερσὶν ‌ἐπιλαβόμενος ‌ἀπὸ ‌τοῦ ‌ἔξωθεν ‌εὑσρέοντος, ‌τοῖς ‌ὄμμασι ‌τοῦ ‌πώλου ‌ἐπιτέθεικεν ‌τῇ ‌τοῦ ‌σταυροῦ ‌δυνάμει. ‌εὐθέως ‌ἀποβληθέντων ‌ὡσεὶ ‌λεπίδων ‌τῶν ‌πηρωμάτων ‌ὑγιῆ ‌τοῦτο<ν> ‌εὑληφὼς ‌ὁ ‌πένης ‌ἀνεχώρησεν ‌εὑς ‌τὰ ‌οὑκεῖα ‌αὐτοῦ ‌εὐχαριστῶν ‌τῷ ‌θεῷ.

35. ‌ ‌προτρέπεται ‌δέ ‌με ‌ὁ ‌καιρός, ‌ὦ ‌φιλακροάμονες, ‌καὶ ‌τὸ ‌πέρας ‌τοῦ ‌πάροντος ‌βίου ‌τοῦ ‌ἀοιδίμου ‌πατρὸς ‌ἡμῶν ‌Εὐστρατίου ‌ὡς ‌ἐφικτὸν ‌διηγήσασθαι. ‌μέλλοντος ‌γὰρ ‌αὐτοῦ ‌πρὸς ‌τὴν ‌Βασιλεύουσαν ‌εὑσιέναι ‌τῶν ‌πόλεων ‌καὶ ‌τῆς ‌μονῆς ‌τῆς ‌οὑκείας ‌ἀπάραντος, ‌ἐπειδὴ ‌ἐν ‌τοῖς ‌τοῦ ‌Καταβόλου ‌ἐπεφθάκει ‌μέρεσιν, ‌τὸν ‌γνήσιον ‌αὑτοῦ ‌κατασπασάμενος ‌ὁμαίμονα ‌καὶ ‌τὴν ‌συνήθη ‌πάννυχον ‌ἐκεῖσε ‌ἐκτετελεκὼς ‌ὑμνῳδίαν ‌σὺν ‌αὐτῷ ‌παρεκελεύσατο ‌τὰ ‌τῆς ‌ἑστιάσεως ‌τάχιον ‌ἐπιτήδεια ‌τοὺς ‌ἐκεῖσε ‌καταρτίσαι ‌ἀδελφούς. ‌ὡς ‌δὲ ‌τοῦτο ‌διὰ ‌τάχους ‌ἐγεγόνει, ‌ ‌συνευφρανθεὶς ‌πᾶσιν ‌ὑπομιμνήσκει ‌αὐτοὺς ‌δι' ‌αὑνιγμάτων ‌τὰ ‌τῆς ‌ἐξόδου. ‌ἐπεὶ ‌δὲ ‌τῆς ‌τραπέζης ‌ἀνέστη ‌καὶ ‌τῷ ‌θεῷ ‌τὴν ‌εὐχαριστίαν ‌ἀπέδωκεν, ‌καλέσας ‌τὸν ‌γνήσιον ‌αὐτοῦ ‌ἀδελφόν, ‌τὸν ‌ὁσιώτατον ‌Νικόλαον ‌(τοῦτο ‌γὰρ ‌
[p. ‌391]ἦν ‌ὄνομα ‌αὐτῷ) ‌λαβὼν ‌αὐτὸν ‌ὑδιαζόντως ‌λέγει ‌πρὸς ‌αὐτὸν·; ‌<<γινώσκειν ‌σε ‌βούλομαι, ‌ἀδελφέ, ‌ὡς ‌ἐν ‌τῇ ‌σαρκὶ ‌ταύτῃ ‌ζῶντα ‌οὐκέτι ‌με ‌ὄψει·; ‌καὶ ‌γὰρ ‌εὑσελθὼν ‌ἐν ‌τῇ ‌πόλει ‌τοῦ ‌γηΐνου ‌τοῦδε ‌σαρκίου ‌ἀπολυθήσομαι. ‌μὴ ‌οὖν ‌ὀδυρμοῖς ‌καὶ ‌ἀσέμνοις ‌οὑμωγαῖς ‌περιβαλῇς ‌σεαυτὸν·; ‌ταῦτα ‌γὰρ ‌τοῖς ‌μὴ ‌ἔχουσιν ‌ἐλπίδα ‌τῆς ‌μελλούσης ‌ζωῆς, ‌κατὰ ‌τὸν ‌ἅγιον ‌ἀπόστολον ‌Παῦλον·; ‌φησὶν ‌γάρ·; ‌"ἵνα ‌μὴ ‌λυπῆσθε, ‌καθὼς ‌καὶ ‌οἱ ‌λοιποί, ‌οἱ ‌μὴ ‌ἔχοντες ‌ἐλπίδα·;" ‌ ‌ἀλλὰ ‌μᾶλλον ‌ἀγαλλιάσθητι, ‌ὅτι ‌τῆς ‌μοχθηρᾶς ‌καὶ ‌ἐπωδύνου ‌τοῦ ‌σαρκίου ‌τοῦδε ‌ζωῆς ‌ἀπολύομαι ‌καὶ ‌πρὸς ‌τὸν ‌κύριόν ‌μου ‌καὶ ‌θεὸν ‌πορεύομαι·; ‌ᾧ ‌καὶ ‌δεδούλευκα ‌ἐξ ‌ἁπαλῶν ‌ὀνύχων ‌ἀπερισπάστως.>> ‌ἀλλήλους ‌οὖν ‌οἱ ‌ὅσιοι ‌οὗτοι ‌κατασπασάμενοι ‌καὶ ‌μικρὸν ‌προσοιμώξαντες, ‌οὐ ‌γὰρ ‌συγχωρεῖν ‌ἡ ‌φύσις ‌εἶχεν ‌ἀδακρυτὶ ‌τοῦτο ‌αὐτοὺς ‌τὸ ‌διαζευκτήριον ‌ὑπομεῖναι, ‌προσκαλεσάμενος ‌τοὺς ‌ἀδελφοὺς ‌καὶ ‌πάντα ‌τὰ ‌εὑς ‌σωτηρίαν ‌συντείνοντα ‌εὑπών, ‌ἐξελθὼν ‌καὶ ‌ἀσπασάμενος ‌ἅπαντας ‌<<σῴζεσθε,>> ‌ἔφη ‌<<εὑς ‌γὰρ ‌ὁδὸν ‌μακρὰν ‌ἀπάραι ‌βούλομαι.>> ‌οἳ ‌[lege: ‌οἱ] ‌δὲ ‌χάριν ‌τοῦ ‌ἐν ‌τῇ ‌θαλάσσῃ ‌πλοὸς ‌τοῦτο ‌εὑρηκέναι ‌τὸν ‌ὅσιον ‌ὑποπτεύσαντες ‌οὐδεμίαν ‌θλῖψιν ‌ἢ ‌ταραχὴν ‌περὶ ‌τούτου ‌ἐσχήκασιν.

36. ‌ ‌ ‌ὁ ‌μέντοι ‌ἡγιασμένος ‌οὗτος ‌πατὴρ ‌ἐν ‌τῷ ‌πλοίῳ ‌εὑσεληλυθώς, ‌αὑσίου ‌τοῦ ‌πλοὸς ‌γεγονότος, ‌διὰ ‌τάχους ‌τὴν ‌Βασιλεύουσαν ‌κατέλαβεν·; ‌καὶ ‌δὴ ‌ἐν ‌τῷ ‌τοῦ ‌'Ιουλιανοῦ ‌λιμένι, ‌ὃν ‌δὴ ‌Σοφίας ‌καλεῖν ‌ἡ ‌συνήθεια ‌εἴωθεν, ‌εὑσερχομένου ‌τοῦ ‌πλοίου, ‌βραχεῖ ‌τινι ‌ὑφάλῳ ‌ἐπιδραμόντος, ‌ὀπὴν ‌ὑπέστη ‌δυναμένην ‌αὐθωρὸν ‌αὐτὸ ‌καταποντίσαι. ‌τῶν ‌οὖν ‌ἐν ‌αὐτῷ ‌εὑσπλεόντων ‌ἀγνοησάντων ‌τὸ ‌συμβὰν ‌αὑσθόμενος ‌ὁ ‌σημειοφόρος ‌πατὴρ ‌εὐχὴν ‌κατὰ ‌διάνοιαν ‌τῷ ‌ἑτοίμως ‌ἔχοντι ‌ὑπακούειν ‌τοῖς ‌γνησίοις ‌δούλοις ‌ἐποιεῖτο ‌πολυτρόπως ‌ἀσινεῖς ‌πάντας ‌τοὺς ‌ἐκεῖσε ‌εὑσπλέοντας ‌διασωθῆναι. ‌διαφυλαχθέντος ‌οὖν ‌ἀσινοῦς ‌τοῦ ‌πλοίου ‌καὶ ‌μήτε ‌μικροῦ ‌ὕδατος ‌ἐκ ‌τῆς ‌γεγενημένης ‌ὀπῆς ‌εὑσελθόντος ‌ἐν ‌αὐτῷ ‌καὶ ‌τῇ ‌γῇ ‌προσορμισθέντος ‌ἐκβάλλεσθαι ‌τοὺς ‌
[p. ‌392]ναυτικοὺς ‌πάντα ‌διὰ ‌τάχους ‌τὰ ‌ἐν ‌τῷ ‌πλοίῳ ‌ὄντα ‌παρακελεύσατο ‌σκῦλα·; ‌οἳ ‌δὲ ‌τὸ ‌κελευσθὲν ‌διὰ ‌τάχους ‌ἐκτελέσαντες, ‌ὡς ‌μὴ ‌καταλιπεῖν ‌ἐν ‌αὐτῷ ‌εὑ ‌μὴ ‌μόνον ‌τὰ ‌ἐξάρτια, ‌ὕστατος ‌ἁπάντων ‌καὶ ‌αὐτὸς ‌ἐξιέναι ‌βεβούληται. ‌ὡς ‌οὖν ‌τοὺς ‌ὡραίους ‌αὐτοῦ ‌καὶ ‌ἁγίους ‌πόδας ‌πρὸς ‌τὴν ‌ἐν ‌τῷ ‌λιμένι ‌ὑπάρχουσαν ‌πλαγίαν ‌κλίμακα ‌ἔστησεν ‌ὁ ‌μακάριος ‌παραχρῆμα ‌μεστὸν ‌ὕδατος ‌ἐκεῖνο ‌τὸ ‌πλοῖον ‌ἐγεγόνει ‌καὶ ‌ἐπὶ ‌τὴν ‌τῆς ‌θαλάσσης ‌ἐπιφάνειαν ‌ὡρᾶτο·; ‌ὅπερ ‌παράδοξον ‌οἱ ‌ἐν ‌αὐτῷ ‌εὑσπλέοντες ‌θεασάμενοι ‌ἐξέστησαν ‌ἐπὶ ‌τοῖς ‌οὕτως ‌ὑπερανεστηκόσι ‌πάντα ‌νοῦν ‌τοῦ ‌ἁγίου ‌θαυματουργήμασιν. ‌καὶ ‌δὴ ‌τῇ ‌ἐπαύριον ‌ὁ ‌νέος ‌οὗτος ‌'Ηλίας ‌ἐν ‌τῷ ‌πατριαρχικῷ ‌οἴκῳ ‌παραγενόμενος ‌καὶ ‌προτραπεὶς ‌παρ' ‌αὐτοῦ ‌<τοῦ> ‌τηνικάδε ‌τῇ ‌ἀρχι<ερατικῇ ‌καθέδρᾳ> ‌*** ‌[lacuna]

37. ‌[lacuna] ‌<<***ωσιν ‌διά ‌τινων ‌πληροφορηθεῖσα ‌πραγμάτων, ‌μηδὲν ‌εὑς ‌τοῦτο ‌διστάσῃς, ‌ἀλλὰ ‌χαῖρε ‌ἀμέμπτως ‌τὸν ‌ἐπίλοιπόν ‌σου ‌διατελοῦσα ‌χρόνον·; ‌εὑ ‌δὲ ‌μὴ ‌ἀπαντήσοις ‌τοῦτο, ‌διά ‌τινων ‌τεκμηρίων ‌πληροφορίαν ‌παρεχόντων ‌σοι ‌τὰ ‌κατὰ ‌σαυτὴν ‌ὡς ‌βούλῃ ‌φρόντισον.>> ‌ἣ ‌καὶ ‌τοὺς ‌ἀπείρους ‌αὐτοῦ ‌θαυματουργίας ‌τὰς ‌μετὰ ‌τὴν ‌ὁσίαν ‌αὐτοῦ ‌κοίμησιν ‌γινομένας ‌καθ' ‌ἑκάστην ‌ὁρῶσα ‌ἔχαιρεν ‌καὶ ‌ἠγαλλιᾶτο, ‌θερμοτέρα ‌περὶ ‌τὴν ‌ἐλεημοσύνην ‌καὶ ‌τὴν ‌κατὰ ‌θεὸν ‌σπουδὴν ‌γινομένη. ‌

38. ‌ ‌ἐπεὶ ‌δὲ ‌τῶν ‌ἐνθένδε ‌ἀπαίρειν ‌ἤμελλεν ‌ὁ ‌ὅσιος, ‌τῇ ‌δεκάτῃ ‌τοῦ ‌'Ιανουαρίου ‌μηνός, ‌ἡνίκα ‌ἡ ‌μνήμη ‌τοῦ ‌πανσόφου ‌καὶ ‌θεοφόρου ‌πατρὸς ‌ἡμῶν ‌Γρηγορὶου ‌ἐπισκόπου ‌Νύσσης ‌ἐφεστήκει ‌{μνήμη}, ‌τοὺς ‌ἐκεῖσε ‌ὄντας ‌ἀδελφοὺς ‌προσκαλεσάμενος ‌(ἦν ‌δὲ ‌τὸ ‌τῆς ‌νυκτὸς ‌μεσαίτατον) ‌φησὶν ‌πρὸς ‌αὐτούς·; ‌<<ὁ ‌χρόνος ‌τῆς ‌ἐμῆς ‌ζωῆς ‌ἐν ‌σαρκί, ‌ἀδελφοί, ‌πέρας ‌εἴληφεν ‌καὶ ‌τὸ ‌ποτήριον, ‌ὃ ‌πάντες ‌ἔπιον ‌οἱ ‌πατέρες ‌ἡμῶν, ‌τὸ ‌αὐτὸ ‌πίνω ‌κἀγὼ ‌καὶ ‌πορεύομαι, ‌εὑ ‌καὶ ‌ἀνάξιος, ‌πρὸς ‌τὸν ‌ἐμὸν ‌δεσπότην ‌καὶ ‌κύριον, ‌ᾧ ‌καὶ ‌ἐκ ‌νεαρᾶς ‌δεδούλευκα ‌τῆς ‌ἡλικίας. ‌λοιπόν, ‌τέκνα ‌μου ‌ἀγαπητά,
[p. ‌393]τὴν ‌παρακαταθήκην, ‌ἣν ‌παρὰ ‌τῶν ‌προηγησαμένων ‌πατέρων ‌καὶ ‌παρ' ‌ἐμοῦ ‌τοῦ ‌ἁμαρτωλοῦ ‌εὑλήφατε, ‌φυλάξατε ‌καὶ ‌τὸ ‌ἐμπιστευθὲν ‌ἐν ‌ὑμῖν ‌τῆς ‌ἀρετῆς ‌τάλαντον ‌πολυπλασιάσαι ‌σπουδάσατε, ‌ἵνα ‌μὴ ‌τὴν ‌τοῦ ‌ἀπηγορευμένου ‌καὶ ‌πονηροῦ ‌δούλου ‌μερίδα ‌κληρώσησθε. ‌ἐπίγνωτε, ‌ὅτι ‌πάντα ‌τὰ ‌παρόντα ‌πρόσκαιρα ‌ὄντα ‌ταχεῖαν ‌τὴν ‌μεταβολὴν ‌ἔχει ‌καὶ ‌ἡμεῖς ‌εἷς ‌καθ' ‌εἷς ‌τῶν ‌ἐνθένδε ‌μεταχωροῦμεν ‌καὶ ‌πρὸς ‌τὸν ‌κοινὸν ‌δεσπότην ‌πορευόμεθα. ‌σπουδάσατε ‌οὖν ‌τῆς ‌τῶν ‌σῳζομένων ‌μερίδος ‌ἀξιωθῆναι ‌καὶ ‌τῶν ‌ἀπ' ‌αὑώνων ‌ἁγίων ‌συγκληρονόμοι ‌γενέσθαι·; ‌ὁ ‌γὰρ ‌μὴ ‌τῇ ‌στενῇ ‌ὁδῷ ‌τῶν ‌τοῦ ‌Χριστοῦ ‌ἐντολῶν ‌πορευόμενος, ‌ἀνώνητα ‌μεταγνούς, ‌εὑς ‌αὑῶνας ‌αὑώνων ‌τιμωρηθήσεται. ‌τοιγαροῦν, ‌τέκνα, ‌σῴζεσθε ‌καὶ ‌κύριος ‌ἔσται ‌μεθ' ‌ὑμῶν.>> ‌ἐπὶ ‌τούτοις ‌τοῖς ‌θεαρέστοις ‌λόγοις ‌τὸ ‌ὑπόλοιπον ‌τῆς ‌νυκτὸς ‌διελθών, ‌ἐπειδὴ ‌ὁ ‌τοῦ ‌κανόνος ‌ἐφεστήκει ‌καιρός, ‌ἀρξαμένων ‌αὐτῶν ‌τῆς ‌δοξολογίας ‌καὶ ‌τὴν ‌ἕκτην ‌συμπληρωσάντων ‌ᾠδήν, ‌ὡς ‌εἶδεν ‌ἑαυτὸν ‌ἠτονηκότα, ‌μικρὸν ‌σιγῆσαι αὐτοὺς ‌παρεκελεύσατο. ‌κατασφραγισάμενος ‌οὖν ‌καὶ ‌ὑψοῦ ‌τὰς ‌χεῖρας ‌ἄρας, ‌τό ‌τε ‌ὄμμα ‌πρὸς ‌τὸν ‌οὐρανὸν ‌ἀνατείνας, ‌<<εὑς ‌χεῖράς ‌<σου> ‌>> ‌ἔφη ‌<<κύριε, ‌παρατίθημι ‌τὸ ‌πνεῦμά ‌μου·;>> ‌καὶ ‌ἐξάρας ‌τοὺς ‌πόδας, ‌ὡς ‌ὁ ‌πάλαι ‌'Ισραήλ, ‌παρέδωκεν ‌τῷ ‌κυρίῳ ‌τὸ ‌πνεῦμα, ‌ζήσας ‌τὸν ‌ἅπαντα ‌τῆς ‌ζωῆς ‌αὐτοῦ ‌χρόνον ‌ἔτη ‌ἐνενήκοντα ‌πέντε, ‌ἀποκειράμενος ‌ἐνιαυτῶν ‌εἴκοσι, ‌ποιήσας ‌δὲ ‌ἐν ‌τῇ ‌μοναδικῇ ‌πολιτείᾳ ‌ἔτη ‌ἑβδομήκοντα ‌πέντε. ‌

39. ‌ ‌εὐθὺς ‌οὖν ‌ἦν ‌ὑδεῖν ‌τοῦ ‌πλήθους ‌τοῦ ‌ἐν ‌τῷ ‌Βυζαντίῳ ‌σφοδρὰν ‌ὅτι ‌μάλιστα·; ‌οἱ ‌μὲν ‌γὰρ ‌τῶν ‌αὐτοῦ ‌ἀμφίων, ‌ἕτεροι ‌δὲ ‌τῶν ‌τριχῶν ‌ἤ ‌τινος ‌τῶν ‌ἐκ ‌τοῦ ‌πολυάθλου ‌αὐτοῦ ‌σώματος ‌μελῶν ‌εὑς ‌φυλακτήριον ‌ἆραι ‌ἠπείγοντο. ‌ἐν ‌τούτοις ‌γυνή ‌τις, ‌ἔγγιστα ‌τοῦ ‌μετοχίου ‌ἐκείνου ‌καταμένουσα, ‌θλάσμα ‌κατὰ ‌τοῦ ‌μηροῦ ‌ἐκ ‌συμπτώματός ‌τινος ‌ὑποστᾶσα ‌κλινήρης ‌κατέκειτο ‌ἐπὶ ‌ἔτη ‌δέκα ‌ἑπτά, ‌ἐπὶ ‌τοῖς ‌οὑκείοις ‌ποσὶν ‌στῆναι ‌ἢ ‌βαδίσαι ‌μὴ ‌σθένουσα. ‌αὕτη ‌ἐν
[p. ‌394]φορείῳ ‌βληθεῖσα ‌ἀνεκομίσθη ‌πρὸς ‌τὸ ‌τοῦ ‌ὁσίου ‌λείψανον, ‌καὶ ‌ἐπειδὴ ‌κατασπάσασθαι ‌ἠξιώθη, ‌αὑτησαμένη ‌τὴν ‌προειρημένην ‌ἄνθρωπον ‌Θεοδοσίαν ‌καὶ ‌λαβοῦσα ‌μερίδα ‌τῶν ‌ἐν ‌τῷ ‌πώγωνι ‌αὐτοῦ ‌τριχῶν ‌τέθεικεν ‌εὑς ‌τὸν ‌ἀλγοῦντα ‌μηρὸν ‌ὀψίας ‌καὶ ‌ἀφύπνωσεν, ‌καὶ ‌ὁρᾷ ‌τὸν ‌σημειοφόρον ‌τοῦτον ‌πατέρα ‌σφραγίδα ‌αὐτῇ ‌ποιοῦντα ‌καὶ ‌τὸ ‌<<ἀνάστα·; ‌οὐδὲν ‌κακὸν ‌ἔχεις>> ‌πρὸς ‌αὐτὴν ‌λέξαντα. ‌καὶ ‌δὴ ‌ἀναστᾶσα ‌περὶ ‌τὸ ‌διάφαυμα ‌οὑκείοις ‌βαδίζουσα ‌ποσὶν ‌ἕως ‌τοῦ ‌τόπου ‌<αὑτῆς> ‌παρεγένετο, ‌βοῶσα ‌μεγάλῃ ‌τῇ ‌φωνῇ ‌τὸ ‌θερμὸν ‌τῆς ‌εὑς ‌αὐτὴν ‌τοῦ ‌ἁγίου ‌ἐπισκέψεως. ‌πάντες ‌τοίνυν ‌οἱ ‌γείτονες ‌καὶ ‌οἱ ‌γνωστοὶ ‌αὐτῆς ‌θεωρήσαντες ‌τὸ ‌εὑς ‌αὐτὴν ‌γενόμενον ‌θαῦμα ‌ἐξέστησαν·; ‌ἀλλὰ ‌μὴν ‌καὶ ‌ὁ ‌ἐκ ‌νεαρᾶς ‌ἡλικίας ‌συναφθεὶς ‌αὐτῇ ‌ἀνὴρ ‌τῆς ‌τῶν ‌Εὑκονομάχων ‌αἱρετικῶν ‌μερίδος ‌ὑπάρχων ‌καὶ ‌τῶν ‌τῷ ‌ἀγγελικῷ ‌σχήματι ‌λαμπρυνομένων ‌ἐχθρὸς ‌ἀδιάλλακτος, ‌(καὶ ‌τοῦτο ‌γὰρ ‌ἡ ‌ἄθεος ‌αὕτη ‌κέκτηται ‌αἵρεσις) ‌εὐθὺς ‌ὡς ‌εἶχε ‌τάχους ‌ἐν ‌τόπῳ ‌γέγονεν, ‌τὴν ‌αἵρεσιν ‌αὐτοῦ ‌ἀναθεματίζων ‌καὶ ‌τοὺς ‌τὸ ‌ἅγιον ‌σχῆμα ‌ἐνυβρίζοντας, ‌καὶ ‌ὁμολογῶν ‌τὴν ‌ὀρθόδοξον ‌πίστιν ‌κρατεῖν ‌τε ‌καὶ ‌φυλάττειν ‌ἀσάλευτον, ‌ὡς ‌φωτὸς ‌οὖσαν ‌καὶ ‌ζωῆς ‌πρόξενον ‌καὶ ‌τὴν ‌τῶν ‌οὐρανῶν ‌χαριζομένην ‌βασιλείαν.

40. ‌ ‌τῆς ‌οὖν ‌συνήθους ‌ἐπὶ ‌τῷ ‌ἱερῷ ‌ἐκείνῳ ‌σκήνει ‌ἐπιτελουμένης ‌ὑμνῳδίας, ‌καὶ ‌φωταψίας ‌δαψιλοῦς ‌ἡμέρας ‌τε ‌καὶ ‌νυκτὸς ‌ὑπὸ ‌τῆς ‌πιστοτάτης ‌Θεοδοσίας ‌γινομένης, ‌τῇ ‌ἑξῆς ‌τῷ ‌ἱερῷ ‌κατατεθεικότες ‌αὐτὸν ‌γλωσσοκόμῳ, ‌ἀνεῳγμένῳ ‌ὄντι ‌διὰ ‌τοὺς ‌ἐκεῖσε ‌ἀποκομιζομένους ‌ἀρρώστους, ‌τὴν ‌τῶν ‌ἡμερῶν ‌ἐννάδα ‌ἀνέμενον. ‌καὶ ‌δὴ ‌τὰ ‌τρίτα ‌τῆς ‌τοῦ ‌ὁσίου ‌κοιμήσεως ‌πεφθακότα ‌ὑδοὺ ‌τρεῖς ‌νεανίσκοι ‌καὶ ‌γυνὴ ‌μία ‌ὑπὸ ‌πνευμάτων ‌ἀκαθάρτων ‌ὀχλούμενοι ‌δρομαίως ‌ὑπὸ ‌τῶν ‌ἐνοικούντων ‌ἐν ‌αὐτοῖς ‌πνευμάτων ‌ἥκασιν ‌ἐλαυνόμενοι, ‌καὶ ‌ἡ ‌μὲν ‌γυνὴ ‌μετὰ ‌τοῦ ‌ἑνὸς ‌νεανίσκου ‌κατ' ‌αὐτὴν ‌τὴν ‌ὥραν ‌ἠλευθερώθησαν ‌τῆς ‌ἐκ ‌τῶν ‌δαιμόνων ‌μάστιγος, ‌οἱ ‌δὲ ‌ἕτεροι ‌δύο ‌ἐκεῖσε ‌προσκαρτερήσαντες, ‌τῇ ‌ἐνάτῃ ‌ἡμέρᾳ ‌καὶ ‌αὐτοὶ ‌ὑαθέντες ‌εὑς ‌τὰ ‌οὑκεῖα ‌σωφρονοῦντες ‌ἀπῆλθον. ‌

41. πρεσβύτερος ‌δέ ‌τις ‌μιᾷ ‌τῶν ‌ἡμερῶν ‌ἐξελθὼν ‌τοῦ ‌οἴκου ‌αὑτοῦ ‌καὶ ‌εἴς ‌τινα ‌χρείαν ‌ἀπιών, ‌αἴφνης ‌κατέπεσεν ‌ἐπὶ ‌τῆς ‌γῆς ‌
[p. ‌395]καὶ ‌ἡμίξηρος ‌γεγονώς, ‌ἐλεεινῶς ‌ὑπὸ ‌τῶν ‌παρατυχόντων ‌φιλοχρίστων ‌βασταζόμενος ‌εὑς ‌τὸν ‌οὑκεῖον ‌οἶκον ‌ἀπεκομίσθη. ‌ὀλίγας ‌δέ ‌τινας ‌ἀκίνητος ‌ἡμέρας ‌γενόμενος ‌καὶ ‌τὴν ‌αὑφνιδίως ‌ἐπελθοῦσαν ‌αὐτῷ ‌ἀποδυρόμενος ‌συμφοράν. ‌ἀκηκοὼς ‌περὶ ‌τοῦ ‌ἀοιδίμου ‌τούτου ‌πατρός, ‌τάχος ‌μετὰ ‌τῆς ‌κλίνης ‌βασταζόμενος ‌ἐνταῦθα ‌κατέβαλεν, ‌καὶ ‌πλησίον ‌τοῦ ‌ἁγίου ‌ἐκείνου ‌γλωσσοκόμου ‌ἀποτεθεὶς ‌δάκρυσιν ‌τὸν ‌ἅγιον ‌ἐλεῆσαι ‌αὐτὸν ‌καθικέτευεν·; ‌καὶ ‌τῇ ‌νυκτὶ ‌ἐκείνῃ ‌ἐπιφανεὶς ‌ὁ ‌συμπαθὴς ‌οὗτος ‌καὶ ‌μέγας ‌ὑατρὸς ‌φησὶν ‌αὐτῷ ‌ἐμβριμώμενος·; ‌<<τί ‌βοᾷς ‌πρός ‌με σὺν ‌δάκρυσιν; ‌τοῦτο ‌οὐκ ‌ἄλλοθέν ‌σοι ‌γέγονεν, ‌ἀλλ' ‌ἢ ‌ἐκ ‌τῆς ‌πολλῆς ‌ὑπερηφανίας ‌καὶ ‌τῶν ‌ἀτάκτων ‌`ρημάτων ‌καὶ ‌ὅρκων, ‌οὓς ‌διὰ ‌στόματος ‌προφέρεις ‌ἱερεὺς ‌τυγχάνων. ‌δὸς ‌οὖν ‌λόγον ‌μηκέτι ‌οὕτως ‌ἐπίορκος ‌ὑπάρχειν, ‌ἀλλὰ ‌καὶ ‌τῇ ‌ταπεινώσει ‌ἑαυτὸν ‌κοσμεῖν, ‌καὶ ‌ἀπολυθήσῃ ‌τῆς ‌νόσου ‌ὅτι ‌τάχιστα ‌τῇ ‌δυνάμει ‌καὶ ‌χάριτι ‌τοῦ ‌φιλανθρώπου ‌θεοῦ ‌ἡμῶν.>> ‌ὁ ‌δὲ ‌ἐν ‌αὐτοῖς ‌τοῖς ‌ὕπνοις ‌ἐπομωσάμενος ‌τῷ ‌ἁγίῳ, ‌δοὺς ‌αὐτῷ ‌ὁ ‌ὅσιος ‌χεῖρα ἀνέστησεν ‌αὐτόν. ‌σύντρομος ‌οὖν ‌γεγονὼς ‌ὑγιὴς ‌ὡς ‌μηδέποτε ‌λώβην ‌τινὰ ‌ὑποστὰς ‌ἀνέθορεν ‌τῇ ‌χάριτι ‌τοῦ ‌θεοῦ ‌ἡμῶν.

42. ‌ ‌ ‌ἕτερος ‌δέ ‌τις ‌ἐργαστηριακὸς ‌ὑπάρχων, ‌χειραγωγούμενον ‌τὸν ‌οὑκεῖον ‌ἀπήγαγε ‌παῖδα ‌πρὸς ‌τὸ ‌ἅγιον ‌ἐκεῖνο ‌λείψανον, ‌ἐκ ‌λοιμικῆς ‌νόσου ‌<πάσχοντα, ‌καὶ> ‌τοὺς ‌ὀφθαλμοὺς ‌αὐτοῦ ‌ἐπιχρίσας ‌ὑγιῆ ‌καὶ ‌τρανῶς ‌καθορῶντα ‌ἀπέδειξεν·; ‌ὅνπερ ‌ἀπολαβὼν ‌ὁ ‌πατὴρ ‌αὐτοῦ ‌ὡς ‌μηδέποτε ‌πήρωσίν ‌τινα ‌πεπονθότα ‌ἀπῄει ‌χαίρων ‌ἐν ‌τῷ ‌οἴκῳ ‌αὐτοῦ. ‌

43. ‌ ‌καὶ ‌ἄλλος ‌δέ ‌τις ‌ἀσκοῦ ‌δίκην ‌πεφυσημένος ‌ἕως ‌τῶν ‌ὧδε ‌ἀφίκετο, ‌καὶ ‌μὴ ‌δυνάμενος ‌κλιθῆναι ‌καὶ ‌κατασπάσασθαι ‌τὸ ‌τίμιον ‌λείψανον, ‌αὑτήσας ‌ἀπομυρίσαι ‌τό ‌τε ‌μέτωπον ‌τοῦ ‌πατρὸς ‌καὶ ‌τὰς ‌χεῖρας ‌τοὺς ‌ἐκεῖσε ‌προσκαρτεροῦντας ‌ἀδελφούς, ‌καὶ ‌πιὼν ‌τὸ ‌τοιοῦτον ‌ἀπομύρισμα ‌εὐθὺς ‌*** ‌[lacuna]

44. [lacuna] ‌***μένη ‌καὶ ‌ἐπαλειψαμένη ‌ἔστη ‌παραυτὰ ‌ἡ ‌`ρύσις ‌τοῦ ‌αἵματος ‌καὶ ‌ἀπῄει ‌εὐχαριστοῦσα ‌τῷ ‌θεῷ ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌αὐτοῦ ‌θεράποντι. ‌

[p. ‌396]

45. ἄλλος ‌δέ ‌τις ‌τετυφλωμένους ‌ἔχων ‌τοὺς ‌ὀφθαλμούς, ‌χειραγωγούμενος ‌ἀφίκετο ‌ἐν ‌τοῖς ‌ἐκεῖσε, ‌καὶ ‌κατασπασάμενος ‌τὸ ‌τίμιον ‌σῶμα ‌τῇ ‌ἐπαύριον ‌ἀπῆλθεν ‌βλέπων ‌τρανῶς ‌εὑς ‌τὰ ‌οὑκεῖα ‌ὑμνῶν ‌τὸν ‌θεόν. ‌

46. ‌ ‌καὶ ‌ἕτερος ‌δέ ‌τις ‌ὡς ‌ἐτῶν ‌ἑβδομήκοντα ‌ἀφωνίᾳ ‌κρατούμενος ‌ἐκ ‌διαβολικῆς ‌ἐνεργείας, ‌ἐνταῦθα ‌ἀφικόμενος, ‌λυθείσης ‌τῆς ‌γλώσσης ‌αὐτοῦ ‌ἐπανέζευξεν ‌οἴκαδε, ‌εὔφωνος ‌ἐξ ‌ἀφώνου ‌γενόμενος.

47. ‌ ‌γυνή ‌τις ‌λελεπρωμένη ‌τὰς ‌ὄψεις, ‌ἐκεῖσε ‌ἐληλυθυῖα ‌καὶ ‌κατασπασαμένη ‌τὸν ‌ἅγιον, ‌εὐθὺς ‌τὴν ‌τυφλότητα ‌ἀποβαλοῦσα ‌ἀνεχώρησεν ‌ὑγιὴς ‌εὑς ‌τὸν ‌οἶκον ‌αὑτῆς.

48. ἀφίκετο ‌ἐν ‌τοῖς ‌αὐτόθι ‌καὶ ‌ἕτερος ‌φῶς ‌μὴ ‌ἑωρακὼς ‌τριάκοντα ‌δύο ‌χρόνους, ‌καὶ ‌παραμείνας ‌ἡμέρας ‌ἕξ, ‌μηδεμίαν ‌εὑρίσκων ‌ὄνησιν, ‌ἠβουλήθη ‌τῶν ‌ἐκεῖσε ‌ὑπαναχωρῆσαι. ‌ἐπισχὼν ‌τοίνυν ‌τὸν ‌ἑαυτοῦ ‌λογισμὸν ‌ἔτι ‌μίαν ‌προσπαραμεῖναι ‌ἡμέραν ‌καὶ ‌ἐγκαρτερήσας ‌τῇ ‌νυκτὶ ‌ἐκείνῃ ‌φαίνεται ‌αὐτῷ ‌ὁ ‌σημειοφόρος ‌Εὐστράτιος ‌καὶ ‌φησίν·; ‌<<ὀλιγόπιστε, ‌τριάκοντα ‌δύο ‌ἔτη ‌ἐν ‌ταύτῃ ‌ἐνεκαρτέρησας ‌τῇ ‌παιδείᾳ, ‌καὶ ‌ἐν ‌ἕξ ‌ἡμέραις ‌ἠθύμησας; ‌ὑδοὺ ‌ὑγιὴς ‌ἔσῃ ‌ἀπὸ ‌τοῦ ‌νῦν·; ‌μὴ ‌ἀθύμει.>> ‌καὶ ‌κατασπασάμενος ‌τοὺς ‌δύο ‌αὐτοῦ ‌ὀφθαλμοὺς ‌ἀναβλέψαι ‌αὐτὸν ‌πεποίηκεν·; ‌ὃς ‌διαναστὰς ‌καὶ ‌εὑρὼν ‌αὑτὸν ‌τρανῶς ‌βλέποντα ‌δόξαν ‌τῷ ‌θεῷ ‌μεγαλοφώνως ‌ἀνέπεμπεν, ‌τῷ ‌ποιοῦντι ‌παράδοξα ‌διὰ ‌τῶν ‌ἁγίων ‌αὐτοῦ. ‌

49. ‌ ‌ἕτερος ‌δέ ‌τις ‌παιδίον ‌ἔχων ‌ἄλαλον ‌ὡσεὶ ‌ἐτῶν ‌ὀκτὼ ‌ἤγαγεν ‌αὐτὸ ‌ἐν ‌αὐτῷ ‌τῷ ‌τόπῳ, ‌οὗ ‌ἦν ‌τὸ ‌τοῦ ‌ἁγίου ‌λείψανον, ‌καὶ ‌ποιήσας ‌κατασπάσασθαι ‌αὐτὸ ‌τὸν ‌ἅγιον, ‌κρατήσας ‌τῆς ‌χειρὸς ‌τοῦ ‌ἁγίου εὑσήγαγεν ‌τοὺς ‌δακτύλους ‌ ‌εὑς ‌τὸ ‌στόμα ‌τοῦ ‌παιδίου, ‌καὶ ‌ἁψάμενος ‌*** ‌[lacuna] ‌

50. ‌ ‌[lacuna] ‌*** ‌καὶ ‌περιπτυξάμενος ‌τὸν ‌ὅσιον ‌εὐχαρίστησεν ‌τῷ ‌θεῷ ‌ἐπὶ ‌τοῖς ‌συμβεβηκόσιν. ‌

51. ‌ ‌ἐν ‌ταύτῃ ‌τοίνυν ‌<τῇ> ‌τῶν ‌Βωμῶν ‌μονῇ ‌καὶ ‌ἕτερα ‌
[p. ‌397]συμβέβηκεν ‌τεράστια ‌πᾶσαν ‌ὑπερβαίνοντα ‌φύσιν ‌ἐπιτελεσθῆναι, ‌ἃ ‌καὶ ‌παραλιπεῖν ‌διὰ ‌τὸ ‌πλῆθος ‌ἀναγκαῖον·; ‌πρὸς ‌δὲ ‌τῶν ‌ἐντυγχανόντων ‌βεβαίωσιν ‌�ν ‌ἐκ ‌πολλῶν ‌παραθεὶς ‌ἀξιόπιστον ‌ποιήσομαι ‌τὸν ‌λόγον. ‌ἀνὴρ ‌γάρ ‌τις ‌τῶν ‌ἐκεῖσε ‌οὑκούντων ‌πλησιοχώρων ‌παιδίον ‌ὡς ‌ἐτῶν ‌ἐννέα ‌κεκτημένος, ‌ἀκίνητον ‌τοῖς ‌ποσὶν ‌κωφόν ‌τε ‌καὶ ‌βωβὸν ‌ὑπάρχον ‌ἐκ ‌γενετῆς, ‌βαστάσας ‌αὐτὸ ‌ἐκεῖσε ‌παρεγένετο·; ‌ἔστη ‌δὲ ‌τοῦ ‌ἱεροῦ ‌σκήνους ‌ἐν ‌τῷ ‌μεσαιτάτῳ ‌τοῦ ‌ναοῦ ‌κατακειμένου. ‌τέθεικεν ‌τὸ ‌μειράκιον ‌ὑπεράνω ‌τοῦ ‌γλωσσοκόμου, ‌καὶ ‌μιᾶς ‌διελθούσης ‌ὥρας ‌ἀνέστη ‌τὸ ‌μειράκιον ‌ἁλλόμενον ‌τε ‌καὶ ‌ἀκοῦον ‌ὀξέως, ‌ὡς ‌πάντας ‌δοξάσαι ‌τὸν ‌θεὸν ‌τὸν ‌ποιοῦντα ‌παράδοξα ‌διὰ ‌τῶν ‌ἁγίων ‌αὑτοῦ.

52. ‌ ‌ἐκεῖθεν ‌τοιγαροῦν ‌τὸ ‌μαννοφόρον ‌τοῦτο ‌οἱ ‌τοῦ ‌ὁσίου ‌φοιτηταὶ ‌μετὰ ‌τοῦ ‌ἡγιασμένου ‌αὐτῶν ‌πατρὸς ‌Νικολάου ‌ἄραντες ‌τὸ ‌γλωσσόκομον ‌καὶ ‌γηθοσύνως, ‌ὡς ‌ὁ ‌προφήτης ‌πάλαι ‌καὶ ‌μέγας ‌βασιλεὺς ‌Δαυὶδ ‌ἐπὶ ‌τῇ ‌μεταθέσει ‌τῆς ‌κιβωτοῦ, ‌ἀνιόντες, ‌ὡς ‌πλησίον ‌τῶν ‌ἐν ‌τῇ ‌Προύσῃ ‌θερμῶν ‌ὑδάτων ‌γεγόνασιν, ‌γραῦς ‌ὡς ‌ἐτῶν ‌ὀγδοήκοντα ‌δαιμονιῶσα ‌ἔτη ‌πολλὰ ‌καὶ ‌τῆς ‌τοῦ ‌δαίμονος ‌ἀπαλλαγῆναι ‌μὴ ‌ὑσχύουσα ‌ἐπιβουλῆς ‌ἑωράκει ‌τὸν ‌ὅσιον·; ‌τοῦτο ‌γὰρ ‌οἱ ‌ἀποκομισταὶ ‌*** ‌[lacuna] ‌πεποιήκασιν ‌παρευθὺ ‌τῆς ‌ὑάσεως. ‌

53. ‌ ‌ ‌τὸν ‌μέντοι ‌ἱερὸν ‌τῆς ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌κατειληφότες ‌νεὼν ‌καὶ ‌ἐπίπροσθεν ‌τοῦ ‌ἁγίου ‌θυσιαστηρίου ‌ἀνακλίναντες ‌τὸ ‌σεπτότατον ‌κιβώριον ‌καὶ ‌τοῦτο ‌ἀνακαλύψαντες, ‌μονάζουσά ‌τις ‌ἐξηραμμένην ‌ἔχουσα ‌τὴν ‌χεῖρα ‌προσελθοῦσα ‌καὶ ‌καὶ ‌τὴν ‌τοῦ ‌ἁγίου ‌δεξιὰν ‌μετὰ ‌τῆς ‌ὑγιοῦς ‌κουφίσασα ‌χειρὸς ‌καὶ ‌τῇ ‌πασχούσῃ ‌ἐπιθεῖσα, ‌ὁ ‌εὑς ‌αὑῶνα ‌ζῶν ‌ἀληθῶς ‌σημειοφόρος ‌πατὴρ ‌κρατήσας ‌τὴν ‌πάσχουσαν ‌ἐπὶ ‌τοσοῦτον ‌ἔσφιγξεν, ‌ὡς ‌ἀναβοήσασαν ‌αὐτὴν ‌ὑσχυρῶς ‌παρευθὺ ‌ὑγιῆ ‌τὴν ‌χεῖρα ‌ἀποβαλεῖν.

54. ‌ ‌πληρωθεισῶν ‌δὲ ‌τῶν ‌τεσσαράκοντα ‌ἡμερῶν ‌κατέθεντο ‌αὐτὸν ‌μετὰ ‌τοῦ ‌ἱεροῦ ‌ἐκείνου ‌γλωσσοκόμου ‌ἐν ‌τῷ ‌ἀριστερῷ ‌τοῦ ‌θυσιαστηρίου ‌μέρει, ‌ὑάσεις ‌ὁσημέραι ‌πάντα ‌λόγον ‌ὑπερβαινούσας ‌ἐπιτελοῦντα·; ‌μετὰ ‌γὰρ ‌τὴν ‌σεβάσμιον ‌ἐκείνην ‌κατάθεσιν ‌δύο ‌τινὲς ‌
[p. ‌398]ἐκ ‌τῆς ‌τῶν ‌Μαλαγίνων ‌χώρας ‌ἀφίκοντο, ‌ὑπὸ ‌πνευμάτων ‌ἀκαθάρτων ‌ἐλαυνόμενοι. ‌ἐκεῖσε ‌διημερεύσαντες, ‌κατὰ ‌τὴν ‌τρίτην ‌ἡμέραν ‌τῶν ‌ἀδελφῶν ‌πάντων ‌τὸν ‌ἑσπερινὸν ‌ὕμνον ‌τῷ ‌παντοδυνάμῳ ‌ἀναπεμπόντων ‌θεῷ, ‌αὐτοὶ ‌λίθους ‌κρυφίως ‌ἄραντες ‌καὶ ‌τῇ ‌σορῷ ‌ ‌εὑσδραμόντες ‌καὶ ‌μετ' ‌αὐτῶν ‌τὸ ‌ἐπικαλύπτον ‌τὴν ‌ἡγιασμένην ‌λάρνακα ‌ἀβάκιον, ‌τερπνὸν ‌λίαν ‌ὑπάρχον, ‌τυπτήσαντες ‌εὑς ‌πολλὰς ‌μερίδας ‌συντριβῆναι ‌τοῦτο ‌πεποιήκασιν. ‌αὑσθόμενοι ‌τοίνυν ‌οἱ ‌μοναχοὶ ‌τὸ ‌γεγονὸς ‌καὶ ‌τούτους ‌τοῦ ‌ναοῦ ‌ἐξεώσαντες, ‌τῇ ‌ἐπαύριον ‌ἕτερον ‌ἐπιθεῖναι ‌βουλόμενοι, ‌ἐπειδὴ ‌ἀποκεκαλυμμένον ‌τὸ ‌ἱερὸν ‌ἐφάνη ‌κιβώριον, ‌παρευθὺ ‌οἱ ‌πάσχοντες ‌τῆς ‌τῶν ‌δαιμόνων ‌ἠλευθερώθησαν ‌μάστιγος, ‌εἴς ‌τε ‌τὰ ‌οὑκεῖα ‌σωφρονοῦντες ‌ὑποστρέψαντες ‌ὑγιεῖς ‌καὶ ‌ἐρρωμένοι ‌ἕως ‌τέλους ‌τῇ ‌τοῦ ‌κυρίου ‌δυνάμει ‌καὶ ‌χάριτι ‌διετέλεσαν. ‌

55. ‌ ‌κατέλαβεν ‌δὲ ‌καὶ ‌ἕτερος ‌τὸν ‌σεβάσμιον ‌τοῦτον ‌νεὼν ‌ὑπὸ ‌λεγεῶνος ‌δαιμόνων ‌ὀχλούμενος, ‌ἁλύσεσι ‌βαρείαις ‌δεδεμένος ‌ὑπὸ ‌τῶν ἀποκομιζόντων ‌αὐτόν, ‌καὶ ‌εὑσελθὼν ‌ἐν ‌τῷ ‌ναῷ, ‌ὡς ‌μόνην ‌τὴν ‌ἡγιασμένην ‌ἑώρακεν ‌τοῦ ‌θεοφόρου ‌τούτου ‌πατρὸς ‌λάρνακα, ‌ἐξέπεσαν ‌αὐτοῦ ‌αἱ ‌ἁλύσεις ‌τῶν ‌χειρῶν·; ‌εὑσδραμών ‌τε ‌πρὸς ‌τὴν ‌ὑπεράνω ‌τοῦ ‌τάφου ‌ἀποκρεμαμένην ‌κανδήλαν ‌καὶ ‌ταύτην ‌πεπωκὼς ‌ἐρρωμένος ‌εὑς ‌τὸ ‌ἑξῆς ‌ἐδείκνυτο, ‌τὴν ‌τῶν ‌ἀκαθάρτων ‌δαιμόνων ‌ἀποβαλόμενος ‌πληθύν.

56. ‌ ‌πρεσβύτερός ‌τις ‌ἐκ ‌τῶν ‌τοῦ ‌Καταβόλου ‌μερῶν ‌ἐκεῖσε ‌ἀφικόμενος ‌παῖδα ‌ὡσεὶ ‌ἐτῶν ‌ἑπτὰ ‌ἤγαγεν ‌βαδίζειν ‌μὴ ‌σθένοντα. ‌ἐπευξάμενος ‌οὖν ‌καὶ ‌πρὸς ‌τῇ ‌σεβασμίᾳ ‌σορῷ ‌τοῦτον ‌ἀνακλίνας, ‌ἐξελθὼν ‌ἐν ‌τῷ ‌πυλῶνι ‌καὶ ‌καθεσθεὶς ‌διηγεῖτο ‌τοῖς ‌ἀδελφοῖς ‌τὸ ‌συμβάν·; ‌μήπω ‌δὲ ‌τῆς ‌διηγήσεως ‌πέρας ‌λαβούσης, ‌ὁ ‌παῖς ‌ἐκ ‌τοῦ ‌ναοῦ ‌ἐξῆλθε ‌τρέχων ‌καὶ ‌τὸν ‌οὑκεῖον ‌ἐπιζητῶν ‌πατέρα. ‌ὁ ‌οὖν ‌πατὴρ ‌αὐτοῦ ‌χαρᾶς ‌πλησθεὶς ‌καὶ ‌ἀγαλλιάσεως ‌μεστὸς ‌γενόμενος, ‌εὐχαριστήσας ‌τε ‌τῷ ‌ὁσίῳ ‌καὶ ‌παρὰ ‌τῶν ‌ἐκεῖσε ‌πατέρων ‌ἐφοδιασθείς, ‌ἀπῆλθεν ‌εὑς ‌τὸν ‌οἶκον ‌αὐτοῦ.

57. ‌ ‌σχολάριος ‌δέ ‌τις ‌ἀκίνητος ‌τὸ ‌παράπαν ‌γενόμενος ‌ὑπὸ ‌
[p. ‌399]τῶν ‌οὑκείων ‌ἐν ‌τῇ ‌μονῇ ‌ἀπεκομίσθη, ‌ὃν ‌καὶ ‌πλησίον ‌τῆς ‌ἁγίας ‌ἀνακλίναντες ‌σοροῦ ‌καὶ ‌τῆς ‌ἐκεῖσε ‌ὑφαπτούσης ‌ἀλείψαντες ‌κανδήλης, ‌τῇ ‌τρίτῃ ‌ἡμέρᾳ ‌οὑκείοις ‌ποσὶν ‌βαδίζοντα ‌λαβόντες ‌αὐτὸν ‌πρὸς ‌τὰ ‌οὑκεῖα ‌ὑπέστρεψαν. ‌

58. ‌ ‌καὶ ‌ἕτερος ‌δέ ‌τις ‌πρεσβύτερος ‌ἐν ‌τοῖς ‌τοῦ ‌Καταβόλου ‌οὑκῶν ‌μέρεσιν ‌ἤγαγεν ‌ἐν ‌τῇ ‌αὐτῇ ‌μονῇ ‌τὴν ‌οὑκείαν ‌σύμβιον, ‌ξηρὰν ‌ἔχουσαν ‌τὴν ‌χεῖρα, ‌καὶ ‌πρὸς ‌τῇ ‌τιμίᾳ ‌λάρνακι ‌τοῦ ‌θεφόρου ‌Εὐστρατίου ‌ταύτην ‌ἀνακλίνας ‌ἐφάνη ‌αὐτῇ ‌ὁ ‌ὅσιος ‌τῆς ‌πασχούσης ‌χειρὸς ‌δραξάμενος ‌καὶ ‌ἀνίστασθαι ‌αὐτὴν ‌προτρεπόμενος·; ‌ἡ ‌[lege: ‌ἣ] ‌δὲ ‌σύντρομος ‌γεγονυῖα ‌ἀνέστη ‌ὑγιὴς ‌ὅλη ‌καὶ ‌ἐρρωμένη ‌ἀπῆλθεν ‌σὺν ‌τῷ ‌οὑκείῳ ‌ἀνδρὶ ‌εὐχαριστοῦσα ‌τῷ ‌θεῷ. ‌

59. ‌ ‌ ‌μονάζουσαι ‌δύο ‌ἐκ ‌τῆς ‌μονῆς ‌τῆς ‌ἐπιλεγομένης ‌Περιστερῶν ‌ἐκ ‌λοιμικῆς ‌νόσου ‌πηρωθεῖσαι ‌τοὺς ‌ὀφθαλμοὺς ‌ἐνταῦθα ‌ἀπεκομίσθησαν, ‌καὶ ‌ἐπαλειψάμεναι ‌τῇ ‌τοῦ ‌ἁγίου ‌χάριτι ‌τρανῶς ‌ὁρῶσαι ‌πρὸς ‌τὸ ‌οὑκεῖον ‌ὑπέστρεψαν ‌μοναστήριον. ‌

60. ‌ ‌ἕτεροι ‌δέ ‌τινες ‌τρεῖς ‌ὑπὸ ‌πνευμάτων ‌πονηρῶν ‌ὀχλούμενοι ‌ἐν ‌τούτῳ ‌τῷ ‌πανσέπτῳ ‌παραγενόμενοι ‌ὑατρείῳ ‌ὑγιεῖς ‌ὑπέστρεψαν ‌εὑς ‌τὰ ‌ἴδια.

61. ‌ ‌καὶ ‌ἄλλος ‌τις ‌τῇ ‌τοῦ ‌χαρτουλαρίου ‌τετιμημένος ‌παρὰ ‌τοῖς ‌βασιλεῦσι ‌διακονίᾳ, ‌πάρετος ‌καὶ ‌ἀκίνητος ‌τὸ ‌παράπαν ‌γενόμενος, ‌ἐνταῦθα ‌ἀποκομισθεὶς ‌καὶ ‌ἐπὶ ‌ἡμέρας ‌πέντε ‌καὶ ‌δέκα ‌τῷ ‌ἐλαίῳ ‌τοῦ ‌ἁγίου ‌ἀλειφόμενος ‌ὑγιὴς ‌καὶ ‌μηδὲν ‌ἔχων ‌ἀνθυπέστρεψεν ‌εὑς ‌τὰ ‌ἴδια. ‌

62. ‌ ‌ ‌ποία ‌τοίνυν ‌ἐξισχύσει ‌γλῶσσα ‌διηγήσασθαι ‌βροτεία ‌τὰς ‌ ‌τοῦ ‌ἁγίου ‌τούτου ‌θαυματουργίας, ‌ὦ ‌φιλόχριστος ‌ἀκοή; ‌μέχρι ‌γὰρ ‌τοῦ ‌παρόντος ‌πάντες ‌οἱ ‌τοῦτο ‌τὸ ‌σεπτότατον ‌καὶ ‌θερμότατον ‌ὑατρεῖον ‌καταλαμβάνοντες ‌παρευθὺ ‌τῆς ‌συνεχούσης ‌ἐλεύθεροι ‌δεικνύονται ‌ἀρρωστίας, ‌καὶ ‌οὔκ ‌ἐστι ‌`ρᾳδίως ‌ἀνθρώπου ‌καταλαμβάνεσθαι ‌νοῦν ‌τὸ ‌ἀπειροπληθὲς ‌τῶν ‌ξένων ‌αὐτοῦ ‌καὶ ‌πᾶσαν ‌αἴσθησιν ‌ὑπεραιρόντων ‌θαυματουργιῶν·; ‌εὑ ‌γάρ ‌τις ‌μικρᾷ ‌κύλικι ‌πᾶσαν ‌
[p. ‌400]τὴν ‌τῆς ‌θαλάσσης ‌ἄπειρον ‌φύσιν ‌ἐκμετρῆσαι ‌ὑσχύσειεν, ‌οὗτος ‌ἄρα ‌καὶ ‌τούτων ‌διαγορεύειν ‌τῶν ‌τεραστίων ‌τὸ ‌πλῆθος ‌δυνήσεται. ‌καὶ ‌ταῦτα ‌μὲν ‌περὶ ‌τῶν ‌τοῦ ‌μεγάλου ‌πατρὸς ‌ξένων ‌καὶ ‌τὴν ‌φύσιν ‌ὄντως ‌ὑπεραιρόντων ‌χαρισμάτων ‌τῶν ‌<ὑπὸ> ‌τοῦ ‌φιλανθρώπου ‌θεοῦ ‌δωρηθέντων αὐτῷ·; ‌ἐγὼ ‌δὲ ‌πρὸς ‌σὲ ‌τὸν ‌ἐμὸν ‌κηδεμόνα ‌καὶ ‌μετὰ ‌θεὸν ‌προστάτην ‌καὶ ‌ἀντιλήπτορα ‌τὴν ‌ὁρμὴν ‌τοῦ ‌λόγου ‌μεταγαγὼν ‌τοιαῦτα ‌φαίην ‌πρὸς ‌σὲ ‌ἐκ ‌κατωδύνου ‌ψυχῆς ‌καὶ ‌ἐξηπορημένης ‌διανοίας. ‌

63. ‌ ‌ὦ ‌παμμακάριστε ‌πάτερ ‌καὶ ‌οὐρανοπολῖτα ‌Εὐστράτιε, ‌ὡσεὶ ‌καὶ ‌ἀναξίως ‌τὴν ‌περὶ ‌σοῦ ‌διήγησιν ‌συστήσασθαι ‌παρωρμήθην, ‌ ‌ἵλεως ‌γενοῦ ‌τῇ ‌ἐμῇ ‌ἀσθενείᾳ, ‌τὸν ‌σὸν ‌ἐκμιμούμενος ‌φιλάνθρωπον ‌καὶ ‌ἀγαθὸν ‌κύριον. ‌ὃς ‌καὶ ‌τὰ ‌δύο ‌λεπτὰ ‌τῆς ‌χήρας ‌οὐκ ‌ἀπηξίωσεν, ‌ἀλλ' ‌ ‌ὑπερφερέστερα ‌τῶν ‌τοὺς ‌βόας ‌καὶ ‌τὰ ‌πρόβατα ‌ἐν ‌τῷ ‌γαζοφυλακίῳ ‌εὑσκομιζόντων ‌κέκρικεν·; ‌καὶ ‌τοῦτον ‌ἀποδεξάμενος ‌τὸν ‌πενέστατον ‌λόγον, ‌ὡς ‌ἐκ ‌πολλῆς ‌καὶ ‌ζεούσης ‌διαθέσεως ‌προσαχθέντα ‌ ‌σοι, ‌χάριν ‌οὐρανόθεν ‌καταπεμφθῆναί ‌μοι ‌τὸν ‌σὸν ‌ἐκδυσώπησον ‌κύριον ‌καὶ ‌τὴν ‌ἐκ ‌τῶν ‌παθῶν ‌ἐπεγειρομένην ‌ἀγριότητα ‌τῇ ‌ἐμῇ ‌ψυχῇ ‌εὑς ‌γαλήνην ‌μετάγαγε ‌καὶ ‌τῆς ‌τῶν ‌σῳζομένων ‌ἐγκαταριθμηθῆναι ‌χορείας ‌διὰ ‌τῶν ‌σῶν ‌εὐπροσδέκτων ‌ἀξίωσον ‌πρεσβειῶν·; ‌τῷ ‌τε ‌τὴν ‌ἱεράν ‌σου ‌καὶ ‌τιμίαν ‌μάνδραν ‌διέποντι ‌συναντιλαμβάνεσθαι ‌ἐν ‌πᾶσιν ‌μὴ ‌ἀποκάμοις, ‌θαυμασιώτατε, ‌ὁδηγῶν ‌καὶ ‌ἐπιστηρίζων ‌ἅπαν ‌τὸ ‌ἱερώτατόν ‌σου ‌καὶ ‌θεοσύλλεκτον ‌ποίμνιον, ‌προσδεχόμενος ‌ἅπαντας ‌μετὰ ‌τὴν ‌ἐνθένδε ‌ἀποβίωσιν ‌καὶ ‌ὑπὸ ‌τὰς ‌σὰς ‌ὁσίας ‌ἄγων ‌πτέρυγας, ‌ἵνα ‌καὶ ‌ἐν ‌τούτῳ ‌δοξάζηται ‌ὁ ‌σὲ ‌τοιοῦτον ‌φωστῆρα ‌καὶ ‌ὑατρὸν ‌ἀναδείξας ‌Χριστὸς ‌ὁ ‌θεὸς ‌ἡμῶν·; ‌ᾧ ‌ἡ ‌δόξα ‌καὶ ‌τὸ ‌κράτος ‌σὺν ‌τῷ ‌ἀνάρχῳ ‌πατρὶ ‌καὶ ‌τῷ ‌ζωοποιῷ ‌αὐτοῦ ‌πνεύματι, ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν.

**********************************************************