Saint: ATHANASIOS OF THE MONASTERY OF TRAIANOS
Edition: ‌SynaxCP ‌725-28

[p. ‌725-726]

'Αθανασίου ‌τοῦ ‌θαυματουργοῦ. ‌ὁ ‌ἐν ‌ἁγίοις ‌πατὴρ ‌ἡμῶν ‌'Αθανάσιος, ‌ὁ ‌τὴν ‌ἐπονομαζομένην ‌Τρα�ανοῦ ‌μονὴν ‌τοῖς ‌θαύμασι ‌καταπλουτίσας, ‌χώρας ‌μὲν ‌ἦν ‌τῆς ‌τῶν ‌Κιβυρραιωτῶν, ‌γονέων ‌δὲ ‌μετρίων. ‌οὗτος ‌εὑς ‌ἡλικίαν ‌ἐλθὼν ‌καὶ ‌τὸν ‌κόσμον ‌βδελυξάμενος, ‌ἐξῆλθεν ‌εὐαγγελικῶς ‌μονοχίτων·; ‌καὶ ‌περιτρέχων ‌ἐκ ‌τόπου ‌εὑς ‌τόπον ‌καὶ ‌ἑνούμενος ‌πνευματικοῖς ‌ἀνδράσι ‌
[p. ‌727-728]πάντων ‌τὰς ‌ἀρετὰς ‌ἀνιμᾶτο. ‌συγκλητικὸς ‌δέ ‌τις ‌μοναχὸς ‌γεγονώς, ‌ὑδίαν ‌μονὴν ‌ἔχων ‌ἐν ‌τῷ ‌Σαγγάρει ‌ποταμῷ ‌καὶ ‌μοναχοὺς ‌σκληροὺς ‌καὶ ‌ἀπειθεῖς, ‌ἀκηδιάσας ‌ἐπ' ‌αὐτοῖς, ‌ἐξῆλθεν ‌εὑς ‌μακρὰν ‌ἀπελθεῖν ‌χώραν. ‌τούτῳ ‌δὲ ‌συναντήσας ‌<καὶ> ‌ὡς ‌ἐκ ‌θεοῦ ‌πεμφθέντι ‌αὐτῷ ‌προσομιλήσας, ‌ἔλαβεν ‌αὐτὸν ‌καὶ ‌ὑπέστρεψε ‌πάλιν ‌εὑς ‌τὴν ‌ἑαυτοῦ ‌μονήν. ‌οὗτος ‌δὲ ‌ὁ ‌μακάριος ‌πάσης ‌χρηστοηθείας ‌ὢν ‌καὶ ‌ἀρετῆς ‌ἔμπλεως, ‌πῆ ‌μὲν ‌βλεπόμενος ‌παρ' ‌αὐτῶν ‌πῆ ‌δὲ ‌παρακαλῶν ‌καὶ ‌νουθετῶν ‌αὐτοὺς ‌μετέβαλεν ‌εὑς ‌τὸν ‌τοῦ ‌θεοῦ ‌φόβον. ‌αὐτὸς ‌δὲ ‌λαβὼν ‌τὸ ‌μέγα ‌καὶ ‌ἀγγελικὸν ‌σχῆμα ‌καὶ ‌ἱερωθείς, ‌ἐλειτούργει, ‌καλλιγραφῶν ‌καὶ ‌νηστεύων ‌ἕως ‌ἑσπέρας·; ‌καὶ ‌πολλὰ ‌πειρασθεὶς ‌ὑπὸ ‌τῶν ‌δαιμόνων ‌καθαρὰν ‌ὑπακοὴν ‌καὶ ‌ἐξαγόρευσιν ‌ἔχων, ‌ἀπηλλάγη ‌τῶν ‌παθῶν ‌γεγονὼς ‌ἄνετος. ‌γράψας ‌δὲ ‌πλεῖστα ‌βιβλία ‌τῷ ‌γέροντι, ‌ὕστερον ‌ἐβλάβη ‌τοὺς ‌ὀφθαλμούς·; ‌καὶ ‌κλεισθεὶς ‌ἐν ‌τόπῳ ‌τινὶ ‌ἐστενωμένῳ ‌παρεκάλει, ‌λέγων·; ‌<<κύριε, ‌εὑ ‌ἄξιός ‌εὑμι, ‌δώρησαί ‌μοι ‌ὡς ‌ἐξ ‌ἀρχῆς ‌τὸ ‌φῶς·; ‌καὶ ‌ὅσα ‌ἂν ‌ὑπὸ ‌σοῦ ‌ἐνδυναμούμενος ‌γράφω, ‌φάγονται ‌πένητες ‌καὶ ‌πτωχοί.>> ‌καὶ ‌τυχὼν ‌τῆς ‌ὑάσεως, ‌καθεσθεὶς ‌ἐπὶ ‌χρόνοις ‌εὑκοσιοκτώ, ‌δέδωκε ‌τοῖς ‌πτωχοῖς ‌ἐκ ‌τοῦ ‌ἐργοχείρου ‌αὐτοῦ ‌νομίσματα ‌χρυσοῦ ‌ἐννακόσια. ‌ἀεὶ ‌δὲ ‌ἀπρό�τος ‌ἦν, ‌μὴ ‌βλέπων ‌ἢ ‌προσομιλῶν ‌τινι ‌χωρὶς ‌σαββάτου ‌καὶ ‌κυριακῆς. ‌εὑς ‌γῆρας ‌δὲ ‌βαθὺ ‌φθάσας ‌ἀπῆλθε ‌πρὸς ‌κύριον, ‌ὑπὸ ‌'Ανδρέου ‌καὶ ‌'Ιωάννου ‌τῶν ‌μακαρίων ‌ἀποστόλων ‌ὁδηγούμενος, ‌καθώς ‌τις ‌πνευματικὸς ‌ἀνὴρ ‌ἐθεάσατο·; ‌εἶδε ‌γὰρ ‌ἀστραπηβόλους ‌δύο ‌φοβεροὺς ‌ἐκ ‌τῶν ‌ἐνδοτέρων ‌θαλάμων ‌τοῦ ‌βασιλέως ‌Χριστοῦ ‌ἐξελθόντας, ‌καὶ ‌τοῖς ‌ἀποστόλοις προστάξαντας ‌τοῦτον ‌μὲν ‌ὑπ' ‌ἐκείνων ‌ὁδηγούμενον ‌ὑποστρέψαι, ‌λαβεῖν ‌δὲ ‌ἀντ' ‌αὐτοῦ ‌'Αθανάσιον ‌τὸν ‌τοῦ ‌Τρα�ανοῦ. ‌διὸ ‌καὶ ‌παραυτίκα ‌ἀποστείλας ‌(οὐ ‌γὰρ ‌μήκοθεν ‌ἦν), ‌εὗρεν ‌αὐτὸν ‌ἤδη ‌τελειωθέντα. ‌καὶ ‌ζῶν ‌μὲν ‌ὁ ‌μακάριος ‌διαφόρους ‌προρρήσεις ‌ἐφθέγξατο, ‌αἵτινες ‌καὶ ‌εὑς ‌ἔκβασιν ‌ἦλθον. ‌θαύματα ‌δὲ ‌πλεῖστα ‌καὶ ‌δυσαρίθμητα ‌πεποίηκε ‌μετὰ ‌θάνατον ‌εὑς ‌δόξαν ‌τοῦ ‌φιλανθρώπου ‌θεοῦ ‌ἡμῶν. ‌

**********************************************************