Saint: IGNATIOS OF BATHYRRHYAX
Edition: ‌SynaxCP ‌84-86

[p. ‌84]

ᾗ ‌συνέδραμε ‌καὶ ‌ἡ ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌μνήμη ‌'Ιγνατίου ‌τοῦ ‌γενομένου ‌τετάρτου ‌ἡγουμένου ‌τῆς ‌μονῆς ‌τοῦ ‌Σωτῆρος ‌τοῦ ‌λεγομένου ‌Βαθυρύακος. ‌ὃς ‌ὑπῆρχεν ‌ἐκ ‌τῆς ‌δευτέρας ‌τῶν ‌Καππαδοκῶν ‌ἐπαρχίας ‌ἐπὶ ‌βασιλέων ‌Νικηφόρου ‌καὶ ‌'Ιωάννου·; ‌ἐκ ‌νηπίας ‌δὲ ‌ἡλικίας ‌ὑπὸ ‌τῶν ‌αὐτοῦ ‌γονέων ‌ἀνατεθεὶς ‌τῷ ‌θεῷ, ‌ὡς ‌ἄλλος ‌τις ‌νέος ‌Σαμουήλ, ‌καὶ ‌ὑπὸ ‌τοῦ ‌θείου ‌Βασιλείου ‌τοῦ ‌συστησαμένου ‌τὴν ‌μονὴν ‌πᾶσαν ‌τὴν ‌μοναχικὴν ‌ἀκρίβειαν ‌παιδευθεὶς ‌καὶ ‌διὰ ‌πάντων ‌τῶν ‌ἐκκλησιαστικῶν ‌βαθμῶν ‌διελθών, ‌χειροτονεῖται ‌πρεσβύτερος. ‌τῶν ‌δὲ ‌πατέρων ‌τῆς ‌μονῆς ‌ἐν ‌Χριστῷ ‌τελειωθέντων, ‌προχειρίζεται ‌ἡγούμενος. ‌ὃς ‌τῇ ‌τοῦ ‌ἁγίου ‌πνεύματος ‌κραταιούμενος ‌χάριτι, ‌ηὔξησε ‌καὶ ‌ἐπλήθυνε ‌τὴν ‌μονὴν ‌εὑς ‌δύναμιν ‌ἔν ‌τε ‌εὑσόδοις ‌καὶ ‌λοιποῖς ‌αὐτῆς ‌βελτιώμασι·; ‌ᾠκοδόμησέ ‌τε ‌καὶ ‌θείους ‌ναοὺς ‌τοῦ ‌τε ‌Ταξιάρχου ‌καὶ ‌τοῦ ‌θεόπτου ‌'Ηλιοῦ, ‌καὶ ‌ἔν ‌τινι ‌προαστείῳ ‌ἱερὸν ‌σηκὸν ‌τῶν ‌ἁγίων ‌'Αποστόλων. ‌πεποίηκε ‌δὲ ‌καὶ ‌ταῖς ‌κανονικαῖς ‌θριγκίον ‌ἀσφαλὲς ‌πάνυ ‌καὶ ‌εὐπρεπέστατον·; ‌καὶ ‌ἐν ‌ταῖς ‌ἡμέραις ‌τῆς ‌ἀποστασίας ‌γενναίως ‌κατηγωνίσατο ‌τοὺς ‌τότε ‌ἄρχοντας, ‌οὓς ‌ὁ ‌ἄνομος ‌ἀντάρτης ‌προεχειρίσατο, ‌ὁ ‌ἀθεώτατος ‌Σκληρός, ‌ὁ ‌πᾶσαν ‌τὴν ‌οὑκουμένην ‌διαταράξας, ‌διατηρῶν ‌τὴν ‌αὐτῷ ‌ἐκ ‌τοῦ ‌θεοῦ ‌ἐμπιστευθεῖσαν ‌ποίμνην ‌ἀσινῆ ‌καὶ ‌ἀτάραχον. ‌τοῦ ‌δὲ ‌ἀντάρτου ‌ἐκποδὼν ‌γενομένου, ‌ἐπιθυμίαν ‌θεάρεστον ‌εὑσδέχεται ‌τοῦ ‌εὑσελθεῖν ‌ἐν ‌Κωνσταντινουπόλει ‌καὶ ‌κατασκευάσαι ‌ἱερὰ ‌κειμήλια ‌τῇ ‌ἁγίᾳ ‌ἐκκλησίᾳ. ‌ ‌ὃς ‌εὑσελθὼν ‌καὶ ‌τὰ ‌δόξαντα ‌αὐτῷ ‌εὑς ‌ἔργον ‌τῇ ‌τοῦ ‌θεοῦ ‌χάριτι ‌προαγαγών, ‌κατεσκεύασεν ‌ἱερὰ ‌σκεύη ‌καὶ ‌σίγνον ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌
[p. ‌85]'Ιησοῦ ‌Χριστοῦ ‌καὶ ‌σεπτὰς ‌εὑκόνας ‌καὶ ‌περιηργυρωμένον ‌εὐαγγέλιον ‌καὶ ‌ἄλλα ‌τινὰ ‌κατακοσμοῦντα ‌πᾶσαν ‌τὴν ‌ἐκκλησίαν. ‌καὶ ‌ταῦτα ‌ποιήσας, ‌προέπεμψε ‌μετὰ ‌τῶν ‌συνόντων ‌αὐτῷ ‌ἀδελφῶν ‌ἐν ‌τῇ ‌μονῇ ‌κἀκεῖνος ‌ὑπελείφθη ‌διά ‌τινας ‌χρείας ‌ἐν ‌τῇ ‌πόλει. ‌χρονίζοντι ‌δὲ ‌ἐκεῖσε ‌συνέβη ‌αὐτῷ ‌δυσεντερικῇ ‌νόσῳ ‌περιπεσεῖν·; ‌ὅστις ‌μετὰ ‌τοῦ ‌συνόντος ‌αὐτῷ ‌ἀδελφοῦ ‌τῷ ‌σεπτεμβρίῳ ‌μηνὶ ‌τῆς ‌πόλεως ‌ἀπάρας, ‌διήνυε ‌τὴν ‌ἐπὶ ‌τὴν ‌αὐτοῦ ‌μονὴν ‌ἄγουσαν ‌ὁδόν. ‌φθάσας ‌δὲ ‌τὸ ‌'Αμόριον, ‌τέλει ‌τοῦ ‌βίου ‌ἐχρήσατο ‌τῇ ‌εὑκοστῇ ‌ἑβδόμῃ ‌τοῦ ‌αὐτοῦ ‌μηνὸς ‌καὶ ‌προθάπτεται ‌ἔν ‌τινι ‌σεβασμίῳ ‌οἴκῳ ‌τῆς ‌πόλεως. ‌ἐνιαυσιαίου ‌δὲ ‌χρόνου ‌παρῳχηκότος, ‌οἱ ‌τῆς ‌
[p. ‌86]μονῆς ‌πατέρες, ‌μὴ ‌ἀμνημονήσαντες ‌τῶν ‌πάλαι ‌αὐτοῦ ‌ἀγώνων ‌καὶ ‌ἱδρώτων, ‌ἠβουλήθησαν ‌ἀνακομίσαι ‌αὐτοῦ ‌τὸ ‌λείψανον. ‌οἳ ‌καὶ ‌παραγενόμενοι ‌ἐν ‌ᾧ ‌κατέκειτο ‌τόπῳ ‌καὶ ‌τὴν ‌τούτου ‌θήκην ‌ἀνοίξαντες, ‌εὗρον ‌τὸ ‌τίμιον ‌αὐτοῦ ‌σῶμα ‌σῶον ‌καὶ ‌ἀκέραιον, ‌θείαν ‌εὐωδίαν ‌πνέον·; ‌ὅπερ ‌μετὰ ‌χαρᾶς ‌ἀνελόμενοι ‌ἀνεκόμισαν ‌ἐν ‌τῇ ‌αὐτοῦ ‌μονῇ·; ‌καὶ ‌ὑδόντες ‌πάντες ‌οὕτως ‌ἀδιάλυτον ‌καὶ ‌ἀσινές, ‌αἶνον ‌ἔδωκαν ‌τῷ ‌θεῷ ‌τῷ ‌πρὸ ‌τῆς ‌κοινῆς ‌ἀναστάσεως ‌ἀφθαρσίᾳ ‌τιμήσαντι ‌τοὺς ‌ἑαυτοῦ ‌θεράποντας·; ‌καὶ ‌κατέθηκαν ‌αὐτὸ ‌ἐν ‌τῷ ‌νάρθηκι ‌τῆς ‌αὐτόθι ‌ἁγιωτάτης ‌ἐκκλησίας ‌τῷ ‌εὐωνύμῳ ‌μέρει, ‌ἥτις ‌ἐστὶν ‌ἐπ' ‌ὀνόματι ‌τοῦ ‌κυρίου ‌ἡμῶν ‌'Ιησοῦ ‌Χριστοῦ.

**********************************************************