Saint: MARTYRS IN BULGARIA (811 AD))
Edition: ‌SynaxCP ‌837-838, ‌846-848 ‌

[col. ‌846]

 τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌ἡ ‌ἀνάμνησις ‌τῶν ‌ἐν ‌Βουλγαρίᾳ ‌τελειωθέντων ‌χριστιανῶν ‌ἀδελφῶν ‌ἡμῶν ‌ἐπὶ ‌Νικηφόρου ‌τοῦ ‌βασιλέως. ‌ ‌ὃς ‌τῷ ‌ἐννάτῳ ‌χρόνῳ ‌τῆς ‌αὐτοῦ ‌βασιλείας ‌κατὰ ‌Βουλγάρων ‌ἐξελθὼν ‌μετὰ ‌πάντων ‌τῶν ‌`Ρωμα�κῶν ‌στρατευμάτων ‌καὶ ‌τῆς ‌περὶ ‌αὐτὸν ‌ὅλης ‌ἑταιρείας ‌ἅμα ‌καὶ ‌τῷ ‌υἱῷ ‌Σταυρακίῳ ‌καὶ ‌Μιχαὴλ ‌τῷ ‌ἐπὶ ‌θυγατρὶ ‌γαμβρῷ, ‌συμβαλὼν ‌τούτοις ‌καὶ ‌κατὰ ‌κράτος ‌ἡττήσας ‌καὶ ‌τροπωσάμενος ‌νίκην ‌κατ' ‌αὐτῶν ‌περιφανεστάτην ‌ἤρατο. ‌ἐπὶ ‌τῇ ‌τοιαύτῃ ‌οὖν ‌νίκῃ ‌τὴν ‌φρένα ‌κούφην ‌ἔχων, ‌ἐπαρθεὶς ‌ἐκάθητο ‌τρυφαῖς ‌καὶ ‌πότοις ‌σχολάζων, ‌τῶν ‌πραγμάτων ‌ἠμεληκώς. ‌τοῦτο ‌τοὺς ‌περιλειφθέντας ‌Βουλγάρους ‌ἀναθαρσῆσαι ‌ἐποίησε·; ‌καὶ ‌μιᾷ ‌τῶν ‌νυκτῶν ‌τοῖς ‌`Ρωμα�κοῖς ‌ἐπιπεσόντες ‌στρατεύμασιν ‌αὐτὸν ‌τε ‌βασιλέα ‌ἅμα ‌καὶ ‌τῇ ‌συγκλήτῳ ‌πάσῃ, ‌ἀφυλάκτοις ‌οὖσι, ‌κατέσχον ‌καὶ ‌πολὺν ‌φόνον ‌ἐν ‌αὐτοῖς ‌εὑργάσαντο, ‌μὴ ‌φεισάμενοι ‌ὅσον ‌τὸ ‌εὑς ‌αὐτοὺς ‌ἧκον ‌μηδενός, ‌μηδ' ‌αὐτοῦ ‌τοῦ ‌βασιλεύοντος. ‌ἐντεῦθεν ‌
[col. ‌847] ‌ ‌ὅσοι ‌μὲν ‌καιρίας ‌τὰς ‌πληγὰς ‌ἐδέξαντο, ‌αὐτίκα ‌τοῦ ‌βίου ‌μεθίσαντο·; ‌ὅσοι ‌δὲ ‌μὴ ‌θανασίμους ‌πάνυ, ‌κατὰ ‌τῶν ‌δασυτέρων ‌χωρίων ‌[alternate ‌reading ‌column ‌837: ‌ὀρέων] ‌ἐχώρουν·; ‌ὅσοι ‌δὲ ‌ζῶντες ‌ἐλήφθησαν, ‌μυρίαις ‌αὑκίαις ‌καὶ ‌βασάνων ‌ὑδέαις ‌ἐπάλαισαν, ‌μὴ ‌ἀνασχόμενοι ‌τὸν ‌κύριον ‌ἡμῶν ‌'Ιησοῦν ‌Χριστὸν ‌ἐξομόσασθαι ‌καὶ ‌τῇ ‌Σκυθῶν ‌προσελθεῖν ‌θρησκείᾳ. ‌ὡς ‌δὲ ‌οἱ ‌μὲν ‌ἐπέκειντο ‌τὸ ‌ἑαυτῶν ‌ἐφετὸν ‌ποιῆσαι ‌καὶ ‌τὸν ‌Χριστὸν ‌ἐξαρνήσασθαι ‌αὐτοὺς ‌ἀναγκάζοντες, ‌οἱ ‌δὲ ‌σφοδρῶς ‌
[col. ‌848] ‌ἀντείχοντο ‌καὶ ‌θανεῖν ‌μᾶλλον ‌ἢ ‌προδοῦναι ‌τὴν ‌εὐσέβειαν ‌ὑσχυρίζοντο·; ‌πολυτρόποις ‌καὶ ‌χαλεπαῖς ‌βασάνοις ‌ὑπεβλήθησαν. ‌ ‌οἱ ‌μὲν ‌γὰρ ‌αὐτῶν ‌ξίφει ‌τὰς ‌κεφαλὰς ‌ἐτμήθησαν, ‌[supplement ‌column ‌837-8: ‌ ‌οἱ ‌δὲ ‌σχοινίοις ‌τοὺς ‌τραχήλους ‌δεθέντες ‌καὶ ‌κρεμασθέντες ‌ἐπνίγησαν, ‌ἄλλοι ‌μέλεσι ‌κατατρωθέντες ‌ἐξέψυξαν,] ‌οἱ ‌δὲ ‌δι' ‌ἀγχόνης ‌τῆς ‌παρούσης ‌ζωῆς ‌ἐξερράγησαν, ‌ἄλλοι ‌βέλεσι ‌κατατρωθέντες ‌πυκνοῖς ‌τῶν ‌τῇδε ‌μετέστησαν, ‌ἕτεροι ‌φρουραῖς ‌καὶ ‌λιμῷ ‌καταδικασθέντες, ‌οὕτω ‌τὸν ‌βίον ‌κατέλυσαν, ‌τὸν ‌τοῦ ‌μαρτυρίου ‌στέφανον ‌ἀναδησάμενοι.


**********************************************************