Saint: THOMAS DEPHOURKENOS
Edition: ‌SynaxCP ‌293-98

[p. ‌293-294]

 Θωμᾶ ‌Δεφουρκινοῦ. ‌οὗτος ‌ὁ ‌ἱερὸς ‌Θωμᾶς ‌πατρίδα ‌ἔσχε ‌τὴν ‌εὑς ‌πρόποδας ‌τοῦ ‌Κυμιναίου ‌ὄρους ‌γῆν ‌ἀποφέρουσαν, ‌γεννήτορες ‌δὲ ‌τούτῳ ‌ὑδιῶταί ‌τινες ‌καὶ ‌ἐν ‌αὐταρκείᾳ ‌βιοῦντες. ‌πάντων ‌δὲ ‌καταφρονήσας ‌ἔτι ‌σφριγῶν ‌καὶ ‌ἀκμάζων ‌τὴν ‌ἡλικίαν, ‌τὸν ‌τῶν ‌μοναχῶν ‌παρεζήλωσε ‌βίον. ‌εὑωθὼς ‌γὰρ ‌νηπιόθεν ‌τοῖς ‌σεμνείοις ‌παραβάλλειν ‌σὺν ‌τῷ ‌πατρί, ‌ἑνὶ ‌τῶν ‌ἱερῶν ‌καταγωγίων ‌συναρμολογηθεῖς ‌παιδοτρίβῃ ‌εὑς ‌ἄσκησιν ‌γραμμάτων ‌πρῶτον ‌ἐκδίδοται. ‌καὶ ‌ἐν ‌ὀλίγῳ ‌τό ‌τε ‌ψαλτήριον, ‌τοὺς ‌ἱεροὺς ‌ἀποστολικοὺς ‌λόγους ‌καὶ ‌λοιπὴν ‌πᾶσαν ‌ἐκκλησιαστικὴν ‌ἀκολουθίαν ‌διέλαβε. ‌τὰ ‌μὲν ‌δὴ ‌πρῶτα ‌τοῦτον ‌ἔχει ‌τὸν ‌τρόπον ‌καὶ ‌τοῦ ‌καθ' ‌ἀρετὴν ‌βίου ‌τὰ ‌λή�α ‌ἐντεῦθεν ‌ἀρχὴν ‌τοῦ ‌προκόπτειν ‌εὑλήφασιν. ‌ἐπεὶ ‌δὲ ‌πρὸς ‌ἡλικίαν ‌ὁ ‌παῖς ‌μετεπλάττετο, ‌τὸ ‌ἀγγελικὸν ‌ἠμφιάσατο ‌σχῆμα ‌καὶ ‌πρὸς ‌τοὺς ‌κατ' ‌ἐχθρῶν ‌ἀγῶνας ‌ἀμεταστρεπτὶ ‌ἐχώρει, ‌καὶ ‌κάλλος ‌τῆς ‌ψυχῆς ‌τῶν ‌ἀρετῶν ‌τοῖς ‌χρώμασιν ‌ἀναμορφωσάμενος, ‌ὡς ‌εὑκόνισμα ‌θεῖον ‌τοῖς ‌ὁρῶσιν ‌ἐδείκνυτο. ‌τότε ‌περίδοξός ‌τις ‌τῶν ‌τοῦ ‌Βυζαντίου ‌μεγιστάνων ‌ἐν ‌τῷ ‌πρὸς ‌Σάγγαριν ‌ποταμῷ ‌φροντιστήριον ‌ἐδείματο·; ‌ὄνομα ‌τῷ ‌ἄρχοντι ‌Γαλολήκτη. ‌καὶ ‌τῷ ‌ἐκεῖσε ‌ἐπισκόπῳ ‌περὶ ‌τούτου ‌κοινολογησάμενος, ‌τῶν ‌ὑπ' ‌αὐτὸν ‌μοναστήριων ‌ἐλλογίμους ‌ἐπιλέξασθαι ‌ἠξίου, ‌εὑς ‌τὴν ‌λειτουργίαν ‌τοῦ ‌ὑπ' ‌αὐτοῦ ‌καινουργηθέντος ‌σεμνείου·; ‌καὶ ‌τὸν ‌μακάριον ‌εὐθὺς ‌Θωμᾶν ‌ὡς ‌περιβόητον ‌ἄνδρα ‌καὶ ‌ἀκριβῆ ‌κανόνα ‌τῆς ‌ἐγκρατείας ‌ἡγεῖσθαι ‌τῶν ‌συνεληλυθότων ‌ὁ ‌ἐπίσκοπος ‌συνεβούλευε. ‌ ‌
καὶ ‌δὴ ‌ταύτην ‌εὐφυῶς ‌ἐπὶ ‌χρόνους ‌ὑθύνας, ‌ὅσον ‌αὐτὸς ‌ἐκρύπτετο ‌ταπεινούμενος, ‌τοσοῦτον ‌ὡς ‌ποικίλης ‌ἀρετῆς ‌καταγώγιον ‌πᾶσιν ‌ἐγνωρίζετο. ‌ὡς ‌δὲ ‌λοιπὸν ‌δι' ‌ὄχλου ‌ὑπὸ ‌τῶν ‌παραβαλλόντων ‌ἐγένετο, ‌ἐδυσχέραινεν ‌ἐπὶ ‌τούτῳ, ‌καὶ ‌τί ‌μηχανᾶται; ‌
[p. ‌295-296]περισκοπήσας ‌τῆς ‌ἀδελφότητος ‌τὸν ‌ἐξαίρετον, ‌ἡγεῖσθαι ‌τοῦτον ‌διακελευσάμενος ‌τοῖς ‌λοιποῖς ‌τῶν ‌ἀδελφῶν, ‌αὐτὸς ‌ἐφοδιασθεὶς ‌ταῖς ‌εὐχαῖς, ‌ὑπώρειαν ‌εὑρὼν ‌ἡσυχίας ‌ἁρμόδιον, ‌μονώτατος ‌ἐν ‌αὐτῇ ‌εὑσοικίζεται. ‌ἀλλ' ‌ἐπεὶ ‌τὸν ‌νομέα ‌ἐξήτουν ‌τὰ ‌πρόβατα, ‌τοὺς ‌λόφους ‌καὶ ‌τὰς ‌ὑπωρείας ‌οὐκ ‌ἐνεδίδοσαν ‌ἐρευνῶντες, ‌ἕως ‌οὗ ‌πρὸς ‌αὐτὴν ‌τὴν ‌ὑπώρειαν ‌αἴθριον ‌τὸν ‌πατέρα ‌κατέλαβον. ‌καὶ ‌τῶν ‌χειμερινῶν ‌νιφάδων ‌τὸ ‌δριμὺ ‌λογισάμενοι ‌καὶ ‌τῶν ‌θερινῶν ‌καύσεων ‌τὸ ‌φλογῶδες ‌τὸν ‌πατέρα ‌ἐξελιπάρουν, ‌<< ‌ἵνα ‌τί ‌σκληροτέραις ‌ἀγωγαῖς ‌σεαυτόν>> ‌λέγοντες, ‌<<κατατρύχεις, ‌μὴ ‌λογισάμενος ‌τῆς ‌ἐκ ‌χοὸς ‌ἡμῶν ‌διαπλάσεως ‌τὴν ‌ἀσθένειαν, ‌ὡς ‌ἐν ‌ταῖς ‌δυσκρασίαις ‌ἑτοίμως ‌εἴωθε ‌διαλύεσθαι;>> ‌καὶ ‌μόλις ‌ποτὲ ‌τούτων ‌συνθέμενος ‌τῇ ‌βουλῇ, ‌μικρὸν ‌γενέσθαι ‌παρηγγύα ‌μοναχοῖς ‌αὐτῷ ‌καταγώγιον. ‌καὶ ‌τούτου ‌περαιωθέντος, ‌ἐν ‌τῷ ‌κυριακῷ ‌μόνος ‌ὑπεισελθών, ‌τοῖς ‌γόνασιν ‌ὑποκλίνας ‌πρὸς ‌τοὔδαφος, ‌<<τοὺς ‌πρὸς ‌τὴν ‌σὴν ‌εὐαρέστησιν, ‌κύριε, ‌πρὸς ‌ἡμᾶς ‌τοὺς ‌ἀναξίους ‌ἄνδρας ‌παραγενέσθαι ‌ἀξίωσον>> ‌ἔλεγε. ‌καὶ ‌δὴ ‌ὡς ‌ἐξ ‌ἀποστολῆς ‌τότε ‌τινὲς ‌πρὸς ‌αὐτὸν ‌εὐλαβέστατοι ‌προσέβαλον ‌κοσμικοί, ‌ἀποκείρεσθαι ‌δυσωποῦντες ‌καὶ ‌συνδιάγειν ‌αὐτῷ ‌εὑς ‌ὑπακοήν. ‌τούτους ‌ὡς ‌πρὸς ‌κυρίου ‌ἐλθόντας ‌τὴν ‌ἱερὰν ‌στολὴν ‌ἀμφιέννυσι·; ‌καὶ ‌ὡς ‌τοὺς ‌πρώτους ‌τῶν ‌μαθητῶν ‌τοῦ ‌Χριστοῦ, ‌τὸν ‌μὲν ‌'Ιωάννην ‌ἐκάλεσε, ‌τὸν ‌δὲ ‌Πέτρον·; ‌καὶ ‌σὺν ‌αὐτοῖς ‌τὰς ‌δεήσεις ‌ἐπιπονωτέρας ‌ἐποιεῖτο ‌πρὸς ‌κύριον. ‌ἀλλ' ‌οὐκ ‌ἔφερεν ‌ἐπὶ ‌πολὺ ‌ὁ ‌καινουργὸς ‌τῆς ‌κακίας ‌ὁρᾶν ‌ἡττωμένας ‌τὰς ‌τῆς ‌πονηρίας ‌αὑτοῦ ‌ἐμβολάς. ‌καὶ ‌πρῶτον ‌τούτῳ ‌πλῆθος ‌ἐπιρρίπτει ‌κωνώπων, ‌ὡς ‌μήτε ‌πρὸς ‌βραχὺ ‌ταύτας ‌ὑπενδοῦναι ‌τῷ ‌γέροντι, ‌ἀλλὰ ‌καὶ ‌κοιταζομένῳ ‌<ὡς> ‌σκόλοπες ‌ἐπετίθεντο ‌καὶ ‌ἀνισταμένῳ ‌εὑς ‌προσευχὴν ‌διὰ ‌τῶν ‌χειλέων ‌πρὸς ‌τὸν ‌γαργαρεῶνα ‌εὑσέδυνον·; ‌εὑ ‌δέ ‌που ‌καὶ ‌τὴν ‌βίαν ‌τῆς ‌φύσεως ‌δι' ‌εὐτελοῦς ‌παρηγόρει ‌τροφῆς, ‌κωνώπων ‌πλῆρες ‌τό ‌προσαγόμενον ‌ἦν. ‌καὶ ‌τούτοις ‌ἐπὶ ‌τρισὶν ‌ὅλοις ‌ἔτεσιν ‌διακαρτερῶν ἀγεννῶς, ‌οὐκ ‌ἐστέναζεν, ‌ἀλλὰ ‌μᾶλλον ‌εὐχαριστῶν, ‌λύσιν ‌πρὸς ‌κυρίου ‌τῶν ‌ἀνιαρῶν ‌ἐπεζήτει. ‌ἀλλ' ‌ὀψέ ‌ποτε ‌τῆς ‌ἀποχῆς ‌τῶν ‌κωνώπων ‌οὑκονομηθείσης ‌ἐκ ‌θεοῦ, ‌μυῖαι ‌εὐμεγέθεις ‌ἐπανίστανται ‌τῷ ‌πατρὶ ‌τὴν ‌ἐκ ‌τῆς ‌ἐγκρατείας ‌αὐτῷ ‌δαπανηθεῖσαν ‌δορὰν ‌ὡς ‌ἠκονημένα ‌βέλη ‌κατατιτρώσκουσαι. ‌ταύτας ‌δὲ ‌πάλιν ‌διαδεξάμενοι ‌μύρμηκες, ‌ἐν ‌τοσούτοις ‌χρόνοις ‌τῷ ‌ἀθλητῇ ‌παρατάσσονται, ‌ἀδεῶς ‌αὐτῷ ‌κατ' ‌ὀφθαλμῶν ‌καὶ ‌τῶν ‌μυκτήρων ‌ἐπιρριπτούμενοι. ‌ἀλλ' ‌ἐπεὶ ‌ὥσπερ ‌τινὰ ‌δρῦν ‌τοῦτον ‌ἀμετάκλιτον ‌ἔβλεπεν ‌ὁ ‌πειράζων, ‌ὡς ‌μιᾶς ‌ἡμέρας ‌τὰς ‌ἐπὶ ‌χρόνοις ‌ἐννέα ‌λογισθῆναί ‌οἱ ‌τῶν ‌ἀλγεινῶν ‌ἐπιφοράς, ‌ἐπιμανέστερον ‌μᾶλλον ‌αὐτῷ ‌ἐπιτίθεται. ‌ ‌καὶ ‌ἐπεὶ ‌ὁ ‌πανοῦργος ‌οὐ ‌πρὸς ‌τὴν ‌ἐκ ‌πλευρᾶς ‌ἀχθεῖσαν ‌εὑδὼς ‌ἔχειν ‌τὴν ‌μάχην, ‌ἀλλ' ‌ὡς ‌ἐπ' ‌αὐτὸν ‌τὸν ‌ἐν ‌εὑκόνι ‌καὶ ‌χειρὶ ‌τιμηθέντα ‌θεοῦ, ‌οὐ ‌μόνον ‌πρὸς ‌τὴν ‌συμπλοκὴν ‌τῆς ‌μάχης ‌παρασκευάζεται, ‌ἀλλὰ ‌πάντας ‌τοὺς ‌ὑπ' ‌αὐτὸν ‌συναγαγὼν ‌ὄφεις, ‌ἐπεμβαίνει ‌τῷ ‌μακαρίῳ. ‌ ‌εὑπεῖν ‌δὲ ‌πρᾶγμα ‌ὁ ‌λόγος ‌ἐπείγεται ‌ὡς ‌δυσέφικτον ‌τοῖς ‌πολλοῖς·; ‌οὐκ ‌ἦν ‌γὰρ ‌εἶδος ‌ὁράσεως ‌τῷ ‌πατρὶ ‌ὃ ‌μὴ ‌μορφὴ ‌ὄφεως ‌αὐτῷ ‌ἐπεφαίνετο·; ‌ἀλλ' ‌ὅποι ‌δήποτε ‌περιφερόμενος ‌ἵστατο, ‌εἴτε ‌χρειωδῶς ‌τῇ ‌ἁφῇ ‌κατελάμβανέ ‌τι, ‌ἐν ‌αὐτῷ ‌τῷ ‌σκεύει ‌καὶ ‌ὄφις ‌ἀνεκαλύπτετο·; ‌καὶ ‌τοῦτο ‌οὐχ ‌ἅπαξ ‌ἢ ‌δίς, ‌ἀλλὰ ‌δι' ‌ὅλου, ‌καὶ ‌οὐχ ‌ἑνὶ ‌χρόνῳ ‌ἢ ‌δυσὶν ‌ἀλλ' ‌ἐν ‌ὅλοις ‌ἕνδεκα ‌ἔτεσι ‌πειραζόμενος ‌ὑπὸ ‌τῶν ‌ὄφεων, ‌οὐκ ‌ἐνάρκησεν·; ‌ὁσάκις ‌γὰρ ‌αὐτῷ ‌ἀνακλιθῆναι ‌τῇ ‌κατὰ ‌συνήθειαν ‌κλίνῃ ‌ ‌ἔδοξεν, ‌ἐκατέρωθεν ‌καὶ ‌ὄφεις ‌συνανεκλίνοντο. ‌ἀλλὰ ‌τούτων ‌ἀβλαβὴς ‌τῇ ‌προμηθείᾳ ‌τῆς ‌προνοίας ‌διεφυλάττετο. ‌τούτῳ ‌ποτὲ ‌τὴν ‌ἀναίμακτον ‌ἐπιτελοῦντι ‌λατρείαν ‌καὶ ‌ἤδη ‌λοιπὸν ‌πρὸς ‌τὸ ‌τέλος ‌τῆς ‌ἱερουργίας ‌λαχόντι, ‌δράκων ‌ἑρπύσας ‌ποθὲν ‌φοβερὸς ‌τὴν ‌κόγκην ‌τοῦ ‌εὐκτηρίου ‌περιεζώσατο. ‌τῷ ‌συμπονοῦντι ‌δὲ ‌τῷ ‌πατρὶ ‌ἀδελφῷ ‌πρὸς ‌τὴν ‌τῆς ‌ἱερουργίας ‌διακονίαν, ‌τότε ‌εὑς ‌τὴν ‌τοῦ ‌εὐκράτου ‌προσκομιδὴν ‌ἐξελθόντι, ‌τῆς ‌κό<γ>χης ‌ἀπορραγὲν ‌τὸ ‌θηρίον, ‌παρὰ ‌τῇ ‌φλιᾷ ‌πεσὸν ‌τῆς ‌εὑσόδου ‌ὡς ‌βοῦς, ‌ξένον ‌ἐδείκνυτο ‌θέαμα. ‌ὡς ‌δὲ ‌τὸ ‌πρὸς ‌σύνηθες ‌τῶν ‌μυστηρίων ‌περάνας ‌ὁ ‌ἱερεὺς ‌τοῦ ‌διαδότου ‌τοῦ ‌εὐκράτου ‌ἐπιχρονίζοντος ‌ᾔσθετο, ‌ὡς ‌πρὸς ‌αὐτὸν ‌ἀπιδεῖν ‌βουληθεὶς ‌ἑωράκει ‌τὸν ‌μὲν ‌θῆρα ‌τῇ ‌φλιᾷ ‌ἐπικείμενον, ‌τὸν ‌δὲ ‌διακονητὴν ‌ὑπότρομον ‌
[297-298] ‌ἑστῶτα, ‌πλήρης ‌γενόμενος ‌πνεύματος·; ‌<<εἴσελθε, ‌καὶ ‌μὴ ‌διακριθῇς>> ‌φήσας ‌τῷ ‌ἀδελφῷ, ‌αὐτὸς ‌ἀπερισπάστως ‌τὴν ‌προσκομιδὴν ‌ἐπετέλει. ‌τῇ ‌παραθέσει ‌δὲ ‌τοῦ ‌πατρὸς ‌ἐκεῖνος ‌ἀναθαρρήσας, ‌ὡς ‌ὑπόπτερος ‌ὑπερβὰς ‌τοῦ ‌θηρός, ‌πρὸς ‌τὸν ‌καλέσαντα ‌εἴσεισι. ‌καὶ ‌τῆς ‌ἱερᾶς ‌τελεσθείσης ‌μυσταγωγίας, ‌ὁ ‌ἱερεὺς ‌πρὸς ‌τὸν ‌θῆρα, ‌μήπω ‌τὴν ‌στολὴν ‌ὑπαλλάξας, ‌ἀτρέμας ‌ἔξεισι ‌προσειπών·; ‌<<εὑ ‌πρὸς ‌τὸ ‌τέλος ‌ἔχεις ‌τῇ ‌τοῦ ‌θεοῦ ‌μου ‌προνοίᾳ, ‌ὦ ‌θηρίον, ‌ἐπακολούθει ‌μοι.>> ‌καὶ ‌πρὸς ‌τὸ ‌ἄκρον ‌τοῖς ‌ὀδοῦσι ‌φελονίου ‌ὁ ‌θὴρ ‌ἐπικατασχών, ‌συρόμενος ‌εἵλκετο·; ‌καὶ ‌ὡσεὶ ‌τόξου ‌βολὴν ‌ὁ ‌πατὴρ ‌ἀποδιαστὰς ‌καὶ ‌πρός ‌τινα ‌γενόμενος ‌φάραγγα, ‌λόφων ‌ἐξ ‌ἑκατέρου ‌τούτῳ ‌παρακειμένων, ‌ἔστη ‌πρὸς ‌προσευχὴν ‌καὶ ‌πρὸς ‌τοῖς ‌ἄλλοις ‌τελευταῖον ‌καὶ ‌τοῦτο ‌προσειπών·; ‌<<ὁ ‌ἐπάνω ‌ὄφεων ‌καὶ ‌σκορπίων ‌τοὺς ‌εὑς ‌σὲ ‌πιστεύοντας ‌πατεῖν ‌εὑρηκώς, ‌εὐδόκησον ‌κἀμὲ ‌τὸν ‌ἐλάχιστον, ‌κύριε, ‌ἐπὶ ‌τοῦδε ‌τοῦ ‌φάραγγος ‌ἐπάνω ‌τοῦ ‌θηρὸς ‌γενέσθαι ‌κατὰ ‌τὸ ‌`ρῆμά ‌σου.>> ‌καὶ ‌ὡς ‌τοῦτο ‌εἴρηκεν, ‌ὑψωθὲν ‌τὸ ‌θηρίον ‌κατεσπάσθη ‌ὑπὸ ‌τὸ ‌χάσμα ‌καὶ ‌σὺν ‌αὐτῷ ‌ἑκάτεροι ‌συνέπεσον ‌οἱ ‌βουνοὶ ‌ὡς, ‌τοῦ ‌φάραγγος ‌ἀναγεμισθέντος, ‌πεδιάδα ‌τόπον ‌γενέσθαι. ‌ὁ ‌γοῦν ‌γέρων ‌εὐχαριστήσας ‌τῷ ‌θεῷ, ‌τὸ ‌κελλίον ‌κατέλαβε ‌καὶ ‌τότε ‌ἐξαίσιον ‌τέρας ‌ἐδείκνυτο. ‌οἱ ‌ὑπὸ ‌τὴν ‌κέλλαν ‌γὰρ ‌ἐμφωλεύοντες ‌ὄφεις ‌καὶ ‌τὸν ‌ἅγιον ‌ἐπὶ ‌τοσούτοις ‌ἔτεσιν ‌ἐπαλγύνοντες, ‌ὡς ‌τὸ ‌τούτου ‌δεδοξασμένον ‌εἶδον ‌πρόσωπον ‌οἷα ‌πυρὸς ‌μὴ ‌φέροντες ‌τὴν ‌κατάκαυσιν, ἄρδην ‌ἀποδιδράσκουσιν ‌εὑς ‌τὸν ‌τοῦ ‌χωνευθέντος ‌δράκοντος ‌χῶρον·; ‌καὶ ‌προνοίᾳ ‌θεοῦ ‌πάντες, ‌εὑς ‌πλῆθος ‌ἄπειρον ‌ὄντες, ‌ἀπώλοντο·;
πτηνὰ ‌γάρ ‌ποθεν ‌τότε ‌κατὰ ‌τὸν ‌ἀριθμὸν ‌τῶν ‌ὄφεων ‌ὡς ‌ἐξ ‌ἀποστολῆς ‌ἱπτάμενα, ‌τοὺς ‌τεθνεῶτας ‌ὄφεις ‌κατάβρωμα ‌ποιησάμενα, ‌ᾤχοντο. ‌ ‌ἔκτοτε ‌τῶν ‌πειρασμῶν ‌ἀνεθεὶς ‌ὁ ‌πατήρ, ‌χάριν ‌ὑαμάτων ‌ἐκ ‌θεοῦ ‌καὶ ‌προρρήσεων ‌εἴληφε, ‌καὶ ‌μᾶλλον ‌ταῖς ‌σκληροτέραις ‌ἀγωγαῖς ‌ἑαυτὸν ‌ ‌προσηρέθιζε. ‌ἐπεὶ ‌δὲ ‌τῆς ‌ἡσυχίας ‌ἤρα, ‌ὡς ‌πρὸς ‌αὐτὸν ‌πολλοὺς ‌ἑώρα ‌τοὺς ‌παραβάλλοντας, ‌ἐπὶ ‌τὰ ‌ἐρημικώτερα ‌τῶν ‌ὀρέων ‌μεταναστεύειν ‌ᾠήθη. ‌καὶ ‌τὸν ‌μὲν ‌'Ιωάννην ‌ἡγεῖσθαι ‌τῶν ‌ἀδελφῶν ‌τῆς ‌μονῆς ‌διαταξάμενος, ‌τῷ ‌Πέτρῳ ‌τὴν ‌τοῦ ‌δοθησομένου ‌διορατικοῦ ‌χάριν ‌προδιεσάφησεν. ‌οὗ ‌γενομένου, ‌ἡ ‌προφητεία ‌τοῦ ‌πατρὸς ‌ ‌οὐ ‌διήμαρτεν. ‌ ‌ὅμως ‌εὑς ‌�ν ‌χωρήσαντες ‌τῶν ‌τούτου ‌προρρήσεων, ‌ὡς ‌ἐκ ‌κρασπέδου ‌τοῖς ‌φιλοπονεῖν ‌αἱρουμένοις ‌τὸ ‌ὅλον ‌δείξωμεν ‌ὕφασμα. ‌τούτῳ ‌ποτὲ ‌ὁ ‌τῶν ‌`Ρωμαίων ‌εὐσεβέστατος ‌ἄναξ ‌Λέων, ‌ὁ ‌τοῦ ‌Βασιλείου ‌υἱός, ‌τὸ ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌αὑτοῦ ‌ἀναφυὲν ‌συγγραψάμενος ‌καὶ ‌σφραγίσας, ‌ἐξαπέστειλε ‌τοῦ ‌σκοποῦ ‌τὴν ‌λύσιν ‌ἐπιζητῶν. ‌ὡς ‌δὲ ‌τὸν ‌τοῦ ‌γραμματείου ‌ἄγγελον ‌πρὸς ‌τῇ ‌φλιᾷ ‌τῆς ‌κέλλης ‌ᾔσθετο ‌γεγονότα, ‌ἔξω ‌τοῦτον ‌προσυπαντήσας, ‌ἕτερον ‌τῇ ‌χειρὶ ‌ἐσφραγισμένον ‌ἔχων ‌πιττάκιον, ‌<<δέξαι ‌τοῦτο, ‌ἀδελφέ,>> ‌εἶπε, ‌<<καὶ ‌πρὸς ‌τὸν ‌ἀποστείλαντά ‌σε ‌ὑπόστρεφε.>> ‌ἐπὶ ‌τούτῳ ‌καταπλαγεὶς ‌ὁ ‌τὸ ‌βασιλικὸν ‌ἐπιφερόμενος ‌γραμματεῖον, ‌<<ἆρά ‌γε, ‌πάτερ,>> ‌ἔφη, ‌<<καί ‌τι ‌τῷ ‌ἀποστείλαντι ‌πρὸς ‌τὴν ‌λύσιν ‌τοῦ ‌ζητουμένου ‌ἐρῶ, ‌ἐπεὶ ‌τὸ ‌προκομισθὲν ‌οὐκ ‌ἀπείληφας;>> ‌καὶ ‌ὁ ‌πατήρ·; ‌<<τῷ ‌θεῷ ‌περὶ ‌τούτου ‌μελήσει.>> ‌τότε ‌λαβὼν ‌τὸ ‌πιττάκιον ‌τοῦ ‌πατρός, ‌πρὸς ‌τὸν ‌ἀποστείλαντα ‌ἐπανέρχεται. ‌καὶ ‌δῆλα ‌ποιήσας ‌τὰ ‌ἐπακολουθήσαντα ‌τῷ ‌κρατοῦντι ‌ἐξέπληξεν ‌αὐτόν. ‌ὅτε ‌δὲ ‌καὶ ‌τὴν ‌τῆς ‌γραφῆς ‌γεγενημένην ‌ἔκβασιν ‌τῆς ‌τοῦ ‌γέροντος ‌προφητείας ‌ὁ ‌κρατῶν ‌ἐθεάσατο, ‌πάσῃ ‌μηχανῇ ‌ἐχρήσατο ‌θεάσασθαι ‌αὐτόν. ‌ὁ ‌δὲ ‌ἀφιλόκοσμος ‌καὶ ‌ταπεινόνους ‌ὤν, ‌ἀντιμηχανευσάμενος ‌εὐφυῶς, ‌οὐ ‌συνεχώρησε ‌τοῦτο ‌γενέσθαι. ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌ὀλίγα ‌καὶ ‌ἐκ ‌τῶν ‌τούτου ‌μαθητῶν ‌καὶ ‌ἐν ‌ἐσχάτοις ‌καιροῖς·; ‌ἀλλ' ‌ἐπὶ ‌τὸ ‌προκείμενον ‌ἐπανέλθωμεν. ‌ὁ ‌ἡγιασμένος ‌οὖν ‌Θωμᾶς ‌ἐπεὶ ‌καλῶς ‌τὰ ‌τῆς ‌ποίμνης ‌διέθετο, ‌τῶν ‌ἐκεῖσε ‌ἀπάρας, ‌δύσβατον ‌καὶ ‌ἀδιόδευτον ‌χῶρον ‌καταλαβών, ‌ὡς ‌στρουθίον ‌μονώτατον ‌ἐν ‌αὐτῷ ‌εὑσοικίζεται, ‌ἀπρό�τος ‌διελθὼν ‌τῶν ‌νηστειῶν ‌τὴν ‌περίοδον. ‌εὑ ‌δέ ‌τι ‌ψυχῆς ‌φέρον ‌ἀδελφῶν ‌ἐπισυνέβη ‌τὸν ‌κίνδυνον, ‌διὰ ‌μακροῦ ‌τοῦ ‌χρόνου ‌τούτους ‌ἐπισκεπτόμενος, ‌τὰ ‌πρὸς ‌σωτηρίαν ‌ἀνεδίδου·; ‌καὶ ‌πάλιν ‌ὡς ‌ἀναψυχὴν ‌εὑς ‌τὸν ‌δύσβατον ‌χῶρον ‌ἀνέτρεχεν. ‌οὕτως ‌ἐπὶ ‌πλείστους ‌χρόνους ‌διαρκέσας ‌καὶ ‌ἐν ‌γήρᾳ ‌πίονι ‌γεγονώς, ‌μικρὸν ‌τὸ ‌σῶμα ‌τρυχωθείς, ‌εὑς ‌χεῖρας ‌θεοῦ ‌τὴν ‌ψυχὴν ‌ἐναπέθετο.

*****************************************************************