Saint: MARTYRS FROM THRACE
Edition: ‌SynaxCP ‌414-16

[col. ‌414]

4. ‌ ‌τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌ἄθλησις ‌τῶν ‌ἁγίων ‌μαρτύρων ‌Μανουήλ, ‌Γεωργίου, ‌Λέοντος, ‌Μαρίνου, ‌Πέτρου ‌καὶ ‌τῶν ‌λοιπῶν ‌τριακοσίων ‌ἑβδομήκοντα ‌<ἑπτά>. ‌οὗτοι ‌οἱ ‌ἅγιοι ‌ἐκ ‌διαφόρων ‌ἐπαρχιῶν ‌καὶ ‌τόπων ‌ὄντες, ‌τὴν ‌'Αδριανούπολιν ‌κατῴκουν. ‌οἱ ‌Βούλγαροι ‌δέ, ‌οἱ ‌ἀχάριστοι ‌καὶ ‌ἀμνήμονες, ‌ἧκον ‌`Ρωμαίους ‌καταστρεψόμενοι·; ‌Θρᾷκας ‌δὲ ‌καὶ ‌Μακεδόνας ‌αὑχμαλωτίσαντες ‌καὶ ‌αὐτὴν ‌τὴν ‌βασιλίδα ‌κατατρέχοντες, ‌ἐν ‌'Αδριανουπόλει ‌παρεγένοντο. ‌καὶ ‌αὐτῇ ‌τρισὶν ‌ἡμέραις ‌
[col. ‌415] ‌προσμείναντες, ‌εἷλον. ‌ἐπράττετο ‌δὲ ‌ταῦτα, ‌Λέοντος ‌τοῦ ‌δυσσεβοῦς ‌'Αρμενίου ‌βασιλεύοντος ‌καὶ ‌Κρούμου ‌τοῦ ‌Βουλγαρικοῦ ‌ἔθνους ‌κατάρχοντος. ‌ἐπεὶ ‌δὲ ‌Κροῦμος, ‌ὁ ‌τῶν ‌Βουλγάρων ‌ἔξαρχος, ‌ἐγκρατὴς ‌ἐγένετο ‌τῆς ‌πόλεως, ‌ἐξέβαλεν ‌ἔξω ‌πάντας, ‌χιλιάδας ‌τὸν ‌ἀριθμὸν ‌τεσσαράκοντα·; ‌σὺν ‌αὐτοῖς ‌δὲ ‌καὶ ‌τὸν ‌ἁγιώτατον ‌ἐπίσκοπον ‌ἐκβαλὼν ‌κατὰ ‌τοῦ ‌αὐχένος ‌ὑπὸ ‌γῆν ‌`ριφέντα ‌πεπάτηκε. ‌Κρούμου ‌δὲ ‌τὸ ‌ζῆν ‌ἀπορρήξαντος, ‌Δούκουμος ‌τὴν ‌ἀρχὴν ‌δέχεται. ‌καὶ ‌αὐτοῦ ‌κατὰ ‌πόδας ‌τεθνηκότος, ‌Δίτζευγος ‌ἄρχων ‌τῶν ‌Βουλγάρων ‌γνωρίζεται, ‌δεινὸς ‌καὶ ‌στυγητός·; ‌ὃς ‌τὸν ‌μέγαν ‌ἀρχιερέα ‌Μανουὴλ ‌μέσον ‌διχάσας ‌καὶ ‌τὰς ‌χεῖρας ‌τοῖς ‌ὤμοις ‌ἀποτεμὼν, ‌βορὰν ‌τοῖς ‌κυσὶ ‌παρέδωκεν·; ‌ὃς ‌ἀορασίᾳ ‌πληγείς, ‌ὑπὸ ‌τῶν ‌οὑκείων ‌ἀναιρεῖται. ‌Μουρτάγων ‌δὲ ‌τὴν ‌ἀρχὴν ‌δεξάμενος, ‌ἅπαντας ‌τοὺς ‌χριστιανοὺς ‌μὴ ‌πειθομένους ‌τὸν ‌Χριστὸν ‌ἀρνήσασθαι, ‌ἐξ ‌ἀνθρώπων ‌ποιεῖ·; ‌καὶ ‌οὓς ‌μέν ‌δεσμοῖς ‌καὶ ‌στρεβλώσεσιν ‌ὑποβάλλων, ‌οὓς ‌δὲ ‌ἀπανθρώποις ‌αὑκίαις ‌
[col. ‌416] ‌τιμωρούμενος, ‌τῆς ‌παρούσης ‌ζωῆς ‌ἀπερρήγνυε. ‌τὸν ‌δὲ ‌ἐν ‌ἁγίοις ‌ἀρχιερέα ‌Δεβελτοῦ ‌Γεώργιον ‌καὶ ‌Πέτρον ‌ἐπίσκοπον ‌`ράβδοις ‌ἀπανθρώπως ‌κατακόψας, ‌ξίφει ‌τὰς ‌κεφαλὰς ‌αὐτῶν ‌ἀπέτεμε·; ‌Πάρδον ‌δὲ ‌τὸν ‌ἱερώτατον ‌πρεσβύτερον ‌λιθολευστούμενον ‌θανάτῳ ‌πικρῷ ‌κατεδίκασεν·; ‌ὡσαύτως ‌καὶ ‌ἕτερον ‌πλῆθος ‌τριακοσίων ‌ἑβδομήκοντα ‌ἑπτὰ ‌ἢ ‌καὶ ‌πλεῖον ‌ὑπαρχόντων ‌τῇ ‌τοῦ ‌ξίφους ‌τιμωρίᾳ ‌ὑπέβαλε. ‌Λέοντος ‌δὲ ‌τοῦ ‌ἐν ‌ἁγίοις ‌ἐπισκόπου ‌Νικαίας, ‌τῇ ‌θέσει ‌[lege: ‌φύσει?] ‌εὐνούχου, ‌ξίφει ‌τὴν ‌γαστέρα ‌διέρρηξε·; ‌καὶ ‌ἕτερον ‌Λέοντα ‌καὶ ‌'Ιωάννην, ‌τοὺς ‌τῶν ‌χριστιανῶν ‌στρατηγούς, ‌καὶ ‌Γαβριὴλ ‌καὶ ‌Σιόνιον ‌μαχαίρᾳ ‌ἀπέτεμε·; ‌Γεώργιον ‌τὸν ‌γενναιότατον ‌καὶ ‌ἑτέρους ‌πολλοὺς ‌διαφόροις ‌αὑκίαις ‌τιμωρησάμενος, ‌ἐθανάτωσεν·; ‌οὐ ‌μόνον ‌γὰρ ‌οὗτος ‌ὁ ‌μιαρώτατος Μουρτάγων, ‌ἀλλὰ ‌καὶ ‌οἱ ‌κατὰ ‌διαδοχὴν ‌Βουλγαρικοὶ ‌γενόμενοι ‌ἄρχοντες ‌πάντας ‌τοὺς ‌τὸν ‌Χριστὸν ‌ὁμολογοῦντας ‌ἀνῄρουν. ‌ ‌


**********************************************************