Saint: JOHN OF KATHARA
Edition: ‌SynaxCP ‌631-634 ‌ ‌

[cols. ‌631-2]

'Ιωάννου ‌ἡγουμένου ‌τῆς ‌τῶν ‌Καθαρῶν. ‌ ‌

οὗτος ‌ὁ ‌μακάριος ‌'Ιωάννης ‌γεννᾶται ‌εὑς ‌Εὑρηνόπολιν, ‌μίαν ‌οὖσαν ‌τῆς ‌Δεκαπόλεως ‌παρὰ ‌χριστιανῶν ‌καὶ ‌θεοφιλῶν ‌γονέων ‌Θεοδώρου ‌καὶ ‌Γρηγορίας. ‌ἐνναετὴς ‌δὲ ‌γενόμενος, ‌ζήλῳ ‌θείῳ ‌κινηθεὶς ‌ἀπῆλθεν ‌εὑς ‌κοινόβιον·; ‌καὶ ‌μοναχὸς ‌γενόμενος ‌καὶ ‌σπουδαῖος ‌ἄγαν ‌ἀναφανεὶς ‌καὶ ‌ταπεινὸς ‌καὶ ‌ὑπήκοος, ‌ἠγαπήθη ‌παρὰ ‌τοῦ ‌διδασκάλου ‌αὐτοῦ. ‌καὶ ‌ἀπελθὼν ‌σὺν ‌αὐτῷ ‌ἐν ‌τῇ ‌δευτέρᾳ ‌συνόδῳ ‌τῇ ‌ἐν ‌Νικαίᾳ, ‌εἶτα ‌ἐν ‌Κωνσταντινουπόλει, ‌ἐπεὶ ‌ὁ ‌τούτου ‌καθηγητὴς ‌γέγονεν ‌ἀρχιμανδρίτης ‌Δαλμάτου, ‌ἀποκαθίσταται ‌καὶ ‌οὗτος ‌εὑς ‌ἱερέα·; ‌ἐκεῖθεν ‌δὲ ‌ἀποστέλλεται ‌ὑπὸ ‌Νικηφόρου ‌τοῦ ‌βασιλέως ‌ἡγούμενος ‌ἐν ‌τῇ ‌μονῇ ‌τῶν ‌Καθαρῶν. ‌καὶ ‌ἀποστολικῶς ‌τὴν ‌τοῦ ‌Χριστοῦ ‌ποίμνην ‌ἐπὶ ‌χρόνοις ‌δέκα ‌καὶ ‌μικρόν ‌τι ‌πλέον ‌διακυβερνήσας, ‌πειρασμοῦ ‌παγκοσμίου ‌μελετωμένου ‌ὑπὸ ‌τοῦ ‌τῆς ‌εὑρήνης ‌ἐχθροῦ, ‌ἀπεκαλύφθη ‌περὶ ‌τούτου ‌τῷ ‌μακαρίῳ·; ‌καὶ ἐπισυλλέξας ‌πᾶσαν ‌τὴν ‌ἀδελφότητα ‌ἐνουθέτησε ‌καὶ ‌τὰ ‌εὑκότα ‌παρῄνεσεν. ‌εἶτα ‌πρὸς ‌αὐτοὺς ‌ἔφη·; ‌<<γρηγορεῖτε, ‌πατέρες ‌καὶ ‌ἀδελφοί, ‌ἵνα ‌μὴ ‌συληθῆτε ‌ὑπὸ ‌τοῦ ‌διαβόλου ‌καὶ ‌ἀρνῆσθε ‌προσκυνεῖν ‌τὰς ‌θείας ‌εὑκόνας.>> ‌καὶ ‌ὡς ‌ταῦτα ‌ἔλεγεν, ‌ἐλθόντες ‌τινὲς ‌ἀπηγριωμένοι ‌τοῦ ‌εὑκονομάχου ‌Λέοντος ‌ὑπηρέται, ‌πᾶσαν ‌τὴν ‌ποίμνην ‌διεσκόρπισαν ‌καὶ ‌τὰ ‌ἐν ‌αὐτῇ ‌ἁρπάσαντες, ‌διενείμαντο·; ‌καὶ ‌τὸν ‌ποιμένα ‌σιδηροδέσμιον ‌λαβόντες ‌πρὸς ‌τὸ ‌Βυζάντιον ‌εἷλκον. ‌ὅθεν ‌καὶ ‌ἐλθὼν ‌πρὸς ‌τὸν ‌βασιλέα ‌ὁ ‌ἅγιος, ‌καὶ ‌ἀλιτήριον ‌καὶ ‌ἄθεον ‌αὐτὸν ‌καὶ ‌ἄθλιον ‌ἀποκαλέσας ‌καὶ ‌ἄλλα ‌πλείω, ‌ὅσα ‌γε ‌αὐτὸν ‌ἀκοῦσαι ‌ἐχρῆν, ‌ἀνενδοιάστως, ‌κατονομάσας ‌καὶ ‌τῇ ‌παρρησίᾳ ‌τῶν ‌`ρημάτων ‌καταβροντήσας, ‌πρὸς ‌ὀργὴν ‌διεγείρει·; ‌καὶ ‌γοῦν ‌τὰς ‌ὄψεις ‌τοῦ ‌μακαρίου ‌σφοδρῶς ‌τοῖς ‌βουνεύροις ‌ἔτυψεν. ‌ὁ ‌δὲ ‌ταῦτα ‌πάσχων ‌διὰ ‌τὸν ‌Χριστὸν ‌ἔχαιρεν·; ‌εἶτα ‌φυλακισθεὶς ‌ἐν ‌τῷ ‌μετοχίῳ ‌αὐτοῦ ‌μῆνας ‌τρεῖς, ‌ἐξορίζεται ‌εὑς ‌φρούριόν ‌τι ‌
[cols. ‌633-4] ‌λεγόμενον ‌Πενταδάκτυλον ‌ἐν ‌τῇ ‌χώρᾳ ‌τῆς ‌Κάμπης ‌[lege: ‌Λάμπης]. ‌καὶ ‌τοὺς ‌πόδας ‌αὐτοῦ ‌ἁλύσεσι ‌σιδηραῖς ‌πεδήσαντες, ‌ἐπὶ ‌μησὶν ‌ὀκτωκαίδεκα ‌σκοτεινῇ ‌φυλακῇ ‌ἐναπέθεντο, ‌τοῦτον ‌φυλάσσοντες. ‌εἶτα ‌πάλιν ‌εὑσαχθεὶς ‌ἐν ‌τῇ ‌πόλει, ‌παρέστη ‌τῷ ‌τυράννῳ ‌γυμνὸς ‌εὑς ‌θρίαμβον·; ‌καὶ ‌μετὰ ‌πολλοὺς ‌τοὺς ‌λόγους ‌παρεδόθη ‌τῷ ‌τότε ‌ἀναξίως ‌πατριαρχοῦντι ‌'Ιωάννῃ·; ‌ὃς ‌καὶ ‌πάνδεινα ‌κακὰ ‌ἐνδειξάμενος ‌εὑς ‌αὐτὸν, ‌ἐπὶ ‌πολὺν ‌χρόνον ‌λιμαγχονήσας, ‌ἀνήγαγεν ‌αὐτὸν ‌πρὸς ‌τὸν ‌βασιλέα. ‌ὁ ‌δὲ ‌εὑς ‌τὸν ‌Κριόταυρον ‌κάστρον ‌τῶν ‌Βουκελλαρίων ‌ἐν ‌δυσὶ ‌χρόνοις ‌στενοτάτῃ ‌τινὶ ‌καὶ ‌ζοφερᾷ ‌ὀπῇ ‌κατακλείσας, ‌ἐταρίχευεν ‌ὑποπιέζων ‌τρόπῳ ‌παντί. ‌τοῦ ‌δὲ ‌ἁγίου ‌πάντα ‌εὐχαρίστως ‌φέροντος, ‌οὐ ‌πολὺ ‌τὸ ‌ἐν ‌μέσῳ ‌καὶ ‌ἐσφάγη ‌ὁ ‌ἀλιτήριος ‌βασιλεύς·; ‌καὶ ‌κρατήσας ‌Μιχαὴλ ‌ἀντ' ‌αὐτοῦ, ‌τοὺς ‌ἐν ‌ἐξορίᾳ ‌ἀνεκαλεῖτο. ‌καὶ ‌ἀφίκετο ‌ὁ ‌ἅγιος ‌μέχρι ‌τῆς ‌Χαλκηδόνος, ‌μὴ ‌συγχωρηθεὶς ‌ἐν ‌τῇ ‌πόλει ‌εὑσελθεῖν. ‌βασιλεύσαντος ‌δὲ ‌Θεοφίλου, ‌ἠθέλησε ‌προσκαθίσαι ‌ἐν ‌ναῷ ‌τινι ‌μεθ' ‌ἑτέρων ‌πατέρων·; ‌εἶτα ‌κρατηθεὶς ‌σὺν ‌τοῖς ‌ἄλλοις ‌παρὰ ‌τοῦ ‌τότε ‌πατριαρχεύοντος ‌καὶ ‌πλεῖστα ‌χαλεπὰ ‌πεπονθώς, ‌ἐξορίζεται ‌ἐν ‌τῇ ‌νήσῳ ‌τῆς ‌'Αφουσίας·; ‌καὶ ‌πληρώσας ‌χρόνους ‌δύο ‌καὶ ‌ἥμισυ, ‌εἶδέ ‌τινα ‌ὀπτασίαν, ‌καὶ ‌ἀπαγγείλας ‌τοῖς ‌σὺν ‌αὐτῷ ‌τὴν ‌μετάθεσιν ‌αὐτοῦ, ‌μετὰ ‌τρεῖς ‌ἡμέρας ‌ἀπῆλθε ‌πρὸς ‌κύριον.

**********************************************************