Saint: PAUL THE YOUNGER OF LATROS
Edition: ‌T. ‌Wiegand, ‌Milet. ‌3.1. ‌Der ‌Latmos ‌(Berlin ‌1913)

[p. ‌105]

βίος ‌καὶ ‌πολιτεία ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌Παύλου ‌τοῦ ‌νέου ‌τοῦ ‌ἐν ‌τῷ ‌Λάτρῳ. ‌ ‌

1. ‌μάτην ‌οἱ ‌πολλοὶ ‌τὸν ‌χρόνον ‌αἴτιον ‌ἀξιοῦσιν ‌εἶναι ‌τοῦ ‌περὶ ‌τὰ ‌καλὰ ‌ζήλου ‌καὶ ‌τῶν ‌ἄκρων ‌τῆς ‌ἀρετῆς ‌βαθμῶν ‌καὶ ‌τῆς ‌ἄχρι ‌τέλους ‌πρὸς ‌αὐτὴν ‌ἀναβάσεως, ‌τοὺς ‌μὲν ‌πάλαι ‌γεγενημένους ‌σφοδροὺς ‌ἐπιθυμητὰς ‌αὐτῆς ‌καὶ ‌ζηλωτὰς ‌ὑπάρξαι ‌λέγοντες, ‌τοὺς ‌δέ ‌γε ‌νῦν ‌ἢ ‌καὶ ‌μικρῷ ‌πρόσθεν ‌γενομένους ‌ἀμβλείας ‌καὶ ‌μαλακὰς ‌καὶ ‌ψυχροτέρας ‌ἔχειν ‌τὰς ‌πρὸς ‌ἐκείνην ‌ὁρμάς, ‌καὶ ‌μηδὲ ‌μέχρι ‌τοῦ ‌μέσου ‌ταύτης ‌ἀναβῆναι ‌σπουδὴν ‌τιθεμένους ‌οὐδὲν ‌ἀσφαλὲς ‌οὐδ' ‌ἐχέγγυον ‌ὑπὲρ ‌τούτου ‌λέγοντες. ‌ὥσπερ ‌γὰρ ‌κἂν ‌τοῖς ‌παλαιοτέροις ‌τῶν ‌χρόνων ‌πολλοί ‌τινες ‌ἦσαν ‌οἳ ‌μὴ ‌μόνον ‌`ραθύμως ‌τῆς ‌ἀρετῆς ‌ἥπτοντο, ‌ἀλλὰ ‌καὶ ‌εὑσάπαν ‌ὀλιγωροῦντες ‌αὐτῆς ‌πρὸς ‌κακίαν ‌ἐχώρουν, ‌οὕτω ‌δὴ ‌κἂν ‌τοῖς ‌μετὰ ‌ταῦτα ‌καὶ ‌μέχρι ‌τοῦ ‌νῦν ‌οὐκ ‌ὀλίγοι ‌θερμῷ ‌τῷ ‌πρὸς ‌αὐτὴν ‌διατετήκασιν ‌ἔρωτι·; ‌καὶ ‌τὴν ‌ἐκεῖσε ‌φέρουσαν ‌συντόνως ‌ὁδοιποροῦντες, ‌παρὰ ‌τοῦτο ‌δὴ ‌καὶ ‌τῶν ‌ἄκρων ‌αὐτῆς ‌βαθμίδων ‌οὐκ ‌εὑς ‌μακρὸν ‌τὸν ‌χρόνον ‌ἐπιλαμβάνονται. ‌ ‌τοιοῦτός ‌τίς ‌ἐστι ‌καὶ ‌ὁ ‌σήμερον ‌ἡμῖν ‌εὑς ‌ἑορτὴν ‌προκείμενος, ‌ὁ ‌θεσπέσιός ‌φημι ‌Παῦλος, ‌ὃς ‌τῷ ‌χρόνῳ ‌πολλοστὸς ‌ὢν ‌ἐν ‌τοῖς ‌πρὸς ‌ἀρετὴν ‌εὐδοκιμηκόσιν, ‌οὐδενὸς ‌ἐκείνων ‌εὑρίσκεται ‌δεύτερος·; ‌μᾶλλον ‌μὲν ‌οὖν ‌ὅσον ‌ὑστερεῖ ‌τοῖς ‌χρόνοις, ‌τοσοῦτον ‌ἐν ‌πόνοις ‌πρωτεύων ‌δείκνυται·; ‌δηλώσει ‌δὲ ‌περὶ ‌τούτων ‌ὁ ‌λόγος ‌τοῖς ‌ἀκοὴν ‌ἐλευθέραν ‌παρέχειν ‌αὐτῷ ‌βουλομένοις.

2. ‌φύει ‌μὲν ‌οὖν ‌τοῦτο ‌δὴ ‌τὸ ‌θεῖον ‌φυτὸν ‌πόλις, ‌'Ελαία ‌τοὔνομα, ‌οὐ ‌μακρὰν ‌οὖσα ‌Περγάμου ‌πόλεως, ‌ἡ ‌Πέργαμος ‌δὲ ‌'Ασία. ‌'Αντίοχος ‌καὶ ‌Εὐδοκία ‌ὀνόματα ‌τοῖς ‌πατράσιν. ‌οὐ ‌μέντοι ‌μόνος ‌ἦν ‌ἀυτοῖς ‌ὁ ‌Παῦλος ‌βλαστός, ‌ἀλλὰ ‌καὶ ‌ἀδελφὸς ‌αὐτῷ ‌ἕτερος ‌ὁ ‌Βασίλειος. ‌καὶ ‌οὗτος ‌δὲ ‌πρῶτος, ‌οὔ ‌φημι ‌κατ' ‌ἀρετὴν ‌ἀλλὰ ‌κατὰ ‌γέννησιν. ‌πλὴν ‌ὁ ‌Αντίοχος ‌καὶ ‌ἀρχήν ‌τινα ‌κοσμικὴν ‌μετῄει ‌καὶ ‌κόμης ‌ἦν ‌ἐν ‌τῷ ‌πλοΐμῳ ‌στρατῷ. ‌ὃν ‌καί, ‌πολέμου ‌ποτὲ ‌συρραγέντος ‌περὶ ‌τὴν ‌Χίον ‌πρός ‌γε ‌τοὺς ‌Κρῆτας ‌'Αγαρηνούς, ‌βέλει ‌χαλεπῶς ‌βληθέντα, ‌ἡ ‌οὑκία ‌[lege: ‌τῇ ‌οὑκίᾳ] ‌τε ‌οὐκ ‌εὑς ‌μακρὰν ‌ ‌ἐπανελθόντα, ‌καὶ ‌αὐτὸς ‌τὸ ‌τοῦ ‌βίου ‌πέρας ‌ὁρᾷ. ‌ἡ ‌δέ ‌γε ‌σύνοικος ‌Εὐδοκία ‌τοῖς ‌τέκνοις ‌ἅμα ‌πρὸς ‌Φρυγίαν ‌χωρεῖ·; ‌ἃ ‌καὶ ‌ὥσπερ ‌ὀφθαλμοὶ ‌χηρείας ‌αὐτῇ ‌ἐνομίζοντο, ‌χηρείας ‌τῆς ‌πολλὰ ‌φύσει ‌φερούσης ‌τὰ ‌λυπηρὰ ‌καὶ ‌ὅλον ‌εἴ ‌τι ‌καὶ ‌πάρεστιν ‌ἡδὺ ‌σβεννυούσης. ‌κατοικεῖ ‌δὲ ‌ἔν ‌τινι ‌χωρίῳ, ‌ὃ ‌τοῦ ‌Πέτρου ‌μὲν ‌λέγεται, ‌προσεχὲς ‌δέ ‌ἐστι ‌τοῖς ‌τοῦ ‌Μαρυκάτου ‌κατονομαζομένοις, ‌ὅθεν ‌ὁ ‌θεῖος ‌ἐν ‌μοναχοῖς ‌'Ιωαννίκιος ὥρμητο, ‌ἐπεὶ ‌καὶ ‌λόγος ‌διαπεφοίτηκεν ‌οὐ ‌μακρὰν ‌εἶναι ‌γένους ‌αὐτὴν ‌'Ιωαννικίῳ. ‌τοὺς ‌μέντοι ‌παῖδας ‌αὐτῆς, ‌τὸν ‌Βασίλειόν ‌φημι ‌καὶ ‌τὸν ‌Παῦλον, ‌τὸ ‌τοῦ ‌ἁγίου ‌Στεφάνου ‌σεμνεῖον ‌ἐπὶ ‌διδαχῇ ‌γραμμάτων ‌παραλαμβάνει. ‌
[p. ‌106]οὐ ‌πολὺς ‌ὁ ‌μεταξὺ ‌χρόνος, ‌καὶ ‌ὁ ‌Βασίλειος ‌γυναικὶ ‌παρὰ ‌τῆς ‌μητρὸς ‌ζεύγνυται ‌παρ' ‌ἑκούσης ‌ἄκων. ‌καὶ ‌ὅτι ‌μὴ ‌κατὰ ‌γνώμην ‌ἡ ‌ζεῦξις, ‌ἐγγὺς ‌ἡ ‌δήλωσις·; ‌μειζόνων ‌γὰρ ‌ἐκεῖνος ‌ὥσπερ ‌ἀξιῶν ‌ἑαυτόν, ‌παρ' ‌αὐτὸν ‌δήπου ‌τὸν ‌τοῦ ‌γάμου ‌καιρὸν ‌νύμφῃ ‌καὶ ‌νυμφῶνι, ‌μητρί ‌τε ‌αὐτῇ ‌καὶ ‌τοῖς ‌τοῦ ‌κόσμου ‌ἅπασι ‌χαίρειν ‌εὑπών, ‌φυγὰς ‌παραχρῆμα ‌γίνεται·; ‌καὶ ‌ὡς ‌στρουθίον, ‌τὸ ‌τοῦ ‌θείου ‌φάναι ‌Δαυΐδ, ‌πρὸς ‌τὰ ‌τοῦ ‌'Ολύμπου ‌ὄρη ‌θᾶττον ‌μεταναστεύει, ‌πτεροῖς ‌ὁμοίως ‌τοῖς ‌ποσὶ ‌χρώμενος. ‌ἔπειτα ‌καὶ ‌τῇ ‌ἐκεῖ ‌μὲν ‌ὑπαρχούσῃ ‌λαύρᾳ, ‌τοῦ ‌ἁγίου ‌δὲ ‌'Ηλιοῦ ‌καλουμένῃ, ‌πρόσεισι·; ‌καὶ ‌τὴν ‌κόμην ‌τῆς ‌κεφαλῆς ‌σύναμα ‌καὶ ‌κοσμικαῖς ‌φροντίσιν ‌ἀποκείρεται·; ‌καὶ ‌μοναχικοῖς ‌ἀμφίοις, ‌οἷα ‌δὴ ‌παρασήμοις ‌βίου ‌τοῦ ‌κατὰ ‌Χριστόν, ‌ἐνσημαίνεται. ‌ἀλλ' ‌οὐκ ‌ἀνεκτὸν ‌ἄρα ‌Βασιλείῳ ‌ἡ ‌τῶν ‌φίλων ‌καὶ ‌συγγενῶν ‌συνεχὴς ‌παρ' ‌ἐκεῖνον ‌ἐπιδημία, ‌δι' ‌ὄχλου ‌αὐτῷ ‌γινομένη ‌καὶ ‌περικόπτουσα ‌τὸ ‌φιλήσυχον·; ‌ταύτῃ ‌τοι ‌καὶ ‌πάλιν ‌ἀπαναστὰς ‌ἀπὸ ‌τῶν ‌ἐγγυτέρω ‌πρὸς ‌τὰ ‌μακρότερα ‌τοῦ ‌ὄρους ‌(ἃ ‌Βραχιανὸς ‌καλεῖται) ‌μεταφοιτᾷ ‌καὶ ‌τῷ ‌τοῦ ‌Λάτρου ‌ὄρει ‌πλησιόχωρος ‌γίνεται.
 
3. ‌χρόνου ‌δέ ‌τινος ‌διελθόντος, ‌μνήμη ‌τοῦ ‌ἀδελφοῦ ‌αὐτὸν ‌εὑσδύεται ‌θερμοτάτη·; ‌καὶ ‌μετακαλέσασθαι ‌τοῦτον ‌παρ' ‌ἑαυτὸν ‌εὑς ‌νοῦν ‌βάλλεται, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌παρὰ ‌θεοῦ ‌τρὶς ‌προτρέπεται·; ‌ἐξ ‌ἀρχῆς ‌γὰρ ‌ὁ ‌Παῦλος ‌φροντὶς ‌ἀξία ‌θεοῦ·; ‌ἐπιτυχὼν ‌οὖν ‌μοναχοῦ ‌τὴν ‌ἐκεῖσε ‌φέρουσαν ‌ἀκριβῶς ‌εὑδότος, ‌πείθει ‌μισθοῦ ‌τὸ ‌προρρηθὲν ‌χωρίον ‌τοῦ ‌Πέτρου ‌καταλαβεῖν, ‌καὶ ‌τὸν ‌ἀδελφὸν ‌(ὥσπερ ‌οὖν ‌ἐπιτέτραπται) ‌πρὸς ‌αὐτὸν ‌ἀγαγεῖν·; ‌ ‌ὃς ‌ἀφικόμενος, ‌εὑρίσκει ‌τὸν ‌Παῦλον ‌καὶ ‌θατέρου ‌τῶν ‌γονέων ‌ἤδη ‌τῆς ‌μητρὸς ‌ἀπωρφανισμένον ‌(τετελευτήκει ‌γὰρ ‌αὐτῷ ‌καὶ ‌ἡ ‌μήτηρ), ‌πρὸς ‌δὲ ‌καὶ ‌χαλεπῇ ‌πενίᾳ ‌ἐπιτριβόμενον ‌καὶ ‌τοῖς ‌αὐτῆς ‌δουλεύοντα ‌νόμοις ‌ἐπὶ ‌μισθῷ ‌τε ‌τοὺς ‌τῶν ‌ἐγχωρίων ‌νέμοντα ‌χοίρους ‌καὶ ‌τὰς ‌τοῦ ‌ζῆν ‌ἀφορμὰς ‌ἐκεῖθεν ‌ἔχοντα. ‌ὡς ‌οὖν ‌ἠβουλήθη ‌τοῦτον ‌ὁ ‌μονάζων ‌παραλαβεῖν, ‌εἴργουσιν ‌οἱ ‌ἐγχώριοι ‌<<ἄνθρωπον>>, ‌εὑπόντες, ‌<<ᾧ ‌μήτε ‌σὺ ‌γνώριμος ‌εἶ ‌μήτ' ‌αὐτὸς ‌πάλιν ‌ὅθεν ‌ἐστὶν ‌ἔγνωκας, ‌τίσι ‌δικαίοις ‌ἐαθήσῃ ‌παραλαβεῖν; ‌ὑπόνοια ‌γὰρ ‌μὴ ‌καὶ ‌χρυσίου ‌διαπωλῆσαι ‌αὐτὸν ‌ἐπὶ ‌νοῦν ‌ἔσχηκας.>> ‌τοιαύταις ‌ἐκείνοι ‌προφάσεσι ‌τὸν ‌μοναχὸν ‌διωσάμενοι, ‌κεναῖς ‌χερσί ‌(τὸ ‌τοῦ ‌λόγου) ‌ἢ ‌κενοῖς ‌ποσὶ ‌μᾶλλον ‌ποιοῦσιν ‌ἐπανελθεῖν. ‌ἀλλ' ‌ἡ ‌θεία ‌χάρις ‌τοῦ ‌ἀδελφοῦ ‌νύττουσα ‌τὴν ‌καρδίαν, ‌μὴ ‌ἐνδοῦναι ‌παρασκευάζει, ‌ἀλλὰ ‌καὶ ‌δὶς ‌καὶ ‌τρὶς ‌αὖθις ‌ἐκπέμψαι ‌τὸν ‌μοναχόν, ‌καὶ ‌οὕτω ‌τὸν ‌Παῦλον ‌ἀναλαβεῖν. ‌καὶ ‌γὰρ ‌καὶ ‌αὐτῆς ‌ἄρα ‌τῆς ‌τοῦ ‌Παύλου ‌ψυχῆς ‌ὑσχυρῶς ‌ἡ ‌χάρις ‌καθίκετο, ‌καὶ ‌τὴν ‌καρδίαν ‌ὑπεπίμπρα, ‌καὶ ‌διψᾶν ‌ἐποίει ‌τὸν ‌ἀδελφόν, ‌ὥσπερ ‌καὶ ‌αὐτὸς ‌ἔσχατον ‌περὶ ‌τούτων ‌ὁ ‌ὅσιος ‌ἐξηγεῖτο. ‌εἶτα ‌τὸν ‌μοναχὸν ‌τὸ ‌τρίτον ‌ἤδη ‌καταλαβόντα ‌(ἡ ‌γὰρ ‌δευτέρα ‌ἄφιξις ‌τῇ ‌πρώτῃ ‌εἶχεν ‌ὁμοίως ‌καὶ ‌τὸ ‌μηδὲν ‌ἤνυσεν), ‌ὁρμῆς ‌ὁ ‌θεὸς ‌ἐμπίπλησι ‌τὴν ‌τοῦ ‌Παύλου ‌ψυχὴν ‌καὶ ‌ἀφικέσθαι ‌πρὸς ‌τὸν ‌ἀδελφὸν ‌ὑποθήγει. ‌ἀμέλει ‌καὶ ‌ἅπαντα ‌γοῦν ‌τὰ ‌προσιστάμενα ‌λύσας, ‌αὑτὸς ‌ἡγεμὼν ‌τῆς ‌ὁδοῦ ‌γίνεται ‌καὶ ‌τῷ ‌ἀδελφῷ ‌τὸν ‌Παῦλον ‌καλῶς ‌ἀποδίδωσι.
 
4. ‌πλὴν ‌ὁ ‌Βασίλειος ‌οὐ ‌συχνὸν ‌ἐκεῖ ‌τῷ ‌ἀδελφῷ ‌χρόνον ‌συνδιατρίψας, ‌ἔπειτα ‌παραλαβὼν ‌αὐτόν, ‌ἄπεισι ‌πρὸς ‌τὸ ‌Λάτρον ‌καὶ ‌τῷ ‌μεγάλῳ ‌πατρὶ ‌τοῦτον ‌καὶ ‌θαυματουργῷ ‌Πέτρῳ ‌(ὃς ‌τῆς ‌μὲν ‌μονῆς, ‌ἥπερ ‌ἡ ‌Καρύα ὠνόμασται, ‌ἐξηγεῖτο) ‌οὐδὲν ‌δὲ ‌ἧττον ‌ἀστέρος ‌ἐκεῖ ‌διέλαμπεν), ‌ἐγχειρίζει. ‌καὶ ‌γὰρ ‌ἔφθασεν ‌ἤδη ‌γνωστὸς ‌αὐτῷ ‌καὶ ‌συνήθης ‌ὁ ‌Βασίλειος ‌καταστῆναι. ‌ὡς ‌οὖν ‌ὁ ‌θεῖος ‌Πέτρος ‌τῆς ‌κέλλης ‌μόνον ‌προέκυψεν, ‌ὁ ‌Παῦλος ‌αὐτὸν ‌θεασάμενος, ‌καὶ ‌οἷά ‌τινι ‌σκηπτῷ ‌μεγάλῳ ‌πληγείς, ‌πίπτει ‌τε ‌πρηνὴς ‌ἐπ' ‌ἐδάφους ‌καὶ ‌ἄσθματος ‌συνεχοῦς ‌καὶ ‌τρόμου ‌κατάπλεως ‌γίνεται. ‌οὗπερ ‌ὁ ‌θαυμαστὸς ‌Πέτρος ‌τῆς ‌χειρὸς ‌αὐτίκα ‌ἐπιλαβόμενος, ‌ἀνίστησί ‌τε ‌χαμόθεν·; ‌
[p. ‌107]καὶ ‌τί ‌ποτε ‌ἄρα ‌καὶ ‌πάθοι ‌διαπυνθάνεται. ‌ὁ ‌δὲ ‌ἁμαρτωλὸν ‌ἑαυτὸν ‌ἐκάλει ‌καὶ ‌συγγνώμης ‌ἐπὶ ‌τούτῳ ‌ᾔτει ‌τυχεῖν. ‌πρὸς ‌ὃν ‌ὁ ‌θεῖος ‌Πέτρος ‌σεμνὸν ‌ὑπομειδιάσας, ‌<<εἴθε ‌κἀμοὶ ‌γέγονεν>> ‌ἔφη ‌<<τὰς ‌σὰς ‌ἔχειν ‌ἁμαρτίας.>> ‌πλὴν ‌ὃ ‌πέπονθεν ‌ὁ ‌πάντα ‌ἀγαθὸς ‌Παῦλος, ‌παρὰ ‌τοῦτο ‌πέπονθεν ‌παρ' ‌ὃ ‌τῆς ‌κέλλης ‌προκύψαντα ‌ὑδών, ‌οὐδενὶ ‌ἀνθρώπῳ ‌εἶδεν ‌ὁμοίως ‌ἔχοντα, ‌ἀλλὰ ‌πυρίνῳ ‌κίονι ‌ἐοικότα, ‌καθὼς ‌αὐτὸς ‌ἐκλελάληκεν ‌ὕστερον·; ‌καὶ ‌τὸν ‌φόβον ‌ἐγκάρδιον ‌αὐτῷ ‌ἔφη ‌παραμεῖναι ‌ἄχρι ‌πολλοῦ. ‌οὐ ‌μὴν ‌οὐδὲ ‌Πέτρῳ ‌τὰ ‌τοῦ ‌Παύλου ‌ἄδηλα ‌κατέστη·; ‌ἀλλ' ‌ἐπιγνοὺς ‌ὅπως ‌ὁ ‌παῖς ‌ἔχει ‌πρὸς ‌ἀρετῆς ‌κτῆσιν ‌ἐπιτηδείως, ‌ξυρὸς ‌τὸ ‌ᾀδόμενον ‌εὑς ‌ἀκόνην ‌ἢ ‌δαλὸς ‌εὑς ‌πῦρ, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌ὡς ‌πρὸς ‌αὐτὴν ‌ἕξει ‌τὸ ‌μετὰ ‌ταῦτα, ‌κατέσχε ‌τοῦτον ‌παρ' ‌ἑαυτῷ ‌ ‌καὶ ‌μένειν ‌ἐκέλευε ‌καὶ ‌συνεῖναι ‌καὶ ‌ὑπηρεσίαν ‌αὐτῷ ‌τὴν ‌ὑδίαν ‌ἐπέτρεψεν. ‌ὁ ‌μέντοι ‌Βασίλειος ‌(δεῖ ‌γὰρ ‌μηδὲ ‌τὰ ‌ἐκείνου ‌παραλιπεῖν) ‌ἐπὶ ‌τὸ ‌τοῦ ‌Βραχιανοῦ ‌ὄρος ‌ἐπανελθών, ‌εἶτ' ‌ἐκεῖθεν ‌ἐπὶ ‌τὸν ‌῎Ολυμπον ‌αὖθις ‌ὑποστρέψας, ‌ποιμὴν ‌ἀληθὴς ‌τῶν ‌ἐν ‌τῇ ‌προρρηθείσῃ ‌λαύρᾳ ‌τοῦ ‌θεόπτου ‌'Ηλίου ‌ἀσκουμένων ‌γίνεται·; ‌εἶθ' ‌οὕτως ‌ἐν ‌αὐτῇ ‌καὶ ‌τὸν ‌βίον ‌ἀπολείπει, ‌εὑκὼν ‌αὐτοῖς ‌γενόμενος ‌τῆς ‌κατὰ ‌θεὸν ‌ἀγωγῆς, ‌οὐμενοῦν ‌τοῖς ‌πολλοῖς ‌εὐμίμητος, ‌ἀλλ' ‌ὅτι ‌καὶ ‌ἀδελφὸς ‌εἴη ‌τοῦ ‌μακαρίου ‌Παύλου ‌οἷς ‌ἔπραττεν ‌ὑποσημαίνων, ‌οὐκ ‌ἀμυδροῖς ‌τοῖς ‌χαράγμασι.

5. ‌τῷ ‌μέντοι ‌θεσπεσίῳ ‌Παύλῳ ‌ἓν ‌ἔργον ‌διὰ ‌παντὸς ‌καὶ ‌μελέτημα ‌καὶ ‌σπουδὴ ‌τὸν ‌τοῦ ‌θείου ‌Πέτρου ‌βίον, ‌ᾧ ‌καὶ ‌ὑπηρετῶν ‌ἦν, ‌καὶ ‌τρόπους ‌αὐτοῦ ‌καὶ ‌ἠθῶν ‌ἄρρητον ‌εὐκοσμίαν ‌πρὸς ‌ὄνυχα ‌ἐκμιμεῖσθαι ‌καὶ ‌σύμπαντα ‌δὴ ‌τὰ ‌ἐκείνου ‌τὸν ‌τῆς ‌σφραγῖδος ‌τρόπον ‌ἀκριβῶς ‌ἀναμάττεσθαι, ‌ἵνα ‌μὴ ‌λέγω ‌καὶ ‌ὑπερβάλλειν. ‌ἴσασι ‌γὰρ ‌ἅπαντες ‌τὸν ‌πολὺν ‌αὐτοῦ ‌καὶ ‌διακαῆ ‌πρὸς ‌ἀρετὴν ‌ἔρωτα. ‌σκεπτέον ‌δὲ ‌καὶ ‌ὅπως ‌ἡ ‌μίμησις ‌ἐξ ‌ἀρχῆς. ‌δύο ‌τισὶ ‌τριχίνοις ‌ἀμφίοις ‌ὁ ‌Πέτρος ‌ἠρκεῖτο, ‌ἡμερῶν ‌συχνῶν ‌ἑκάτερον ‌αὐτῶν ‌ὑπαλλάττων. ‌ὧν ‌ὁ ‌Παῦλος ‌τὸ ‌ἀποτιθέμενον ‌ἐκλαμβάνων ‌κρυφίως ‌ἐνεδιδύσκετο. ‌οὐ ‌πολλαὶ ‌παρῆλθον ‌ἡμέραι ‌καὶ ‌κατάφωρον ‌ὅλως ‌τὸ ‌πραττόμενον ‌γίνεται·; ‌ἐμήνυε ‌γὰρ ‌καὶ ‌ὁ ‌τοῦ ‌`ρύπου ‌πλεονασμός. ‌τί ‌οὖν; ‌ἐγκαλεῖ ‌μὲν ‌ὑπὲρ ‌τούτου ‌πράως ‌τῷ ‌μαθητῇ ‌ὁ ‌διδάσκαλος·; ‌οὐ ‌μὴν ‌ἀπείργει ‌τοῦ ‌ἐγχειρήματος. ‌ἔχαιρε ‌γὰρ ‌οἷς ‌ὁ ‌νέος ‌τοῖς ‌ἐπιπόνοις ‌ἐνεγυμνάζετο, ‌καὶ ‌τὸ ‌πρᾶγμα ‌σύμβολον ‌ἐποιεῖτο ‌ψυχῆς ‌γενναίας ‌καὶ ‌ἱδρώτων ‌ἐρώσης·; ‌οἳ ‌καρπῶν ‌ἀγαθῶν ‌πατέρες ‌κομιδῇ ‌δείκνυνται, ‌ἐπεὶ ‌καὶ ‌ταῖς ‌ἀληθείαις ‌τὸν ‌Παῦλον ‌ὁ ‌βίος ‌φιλοπονώτατόν ‌τε ‌καὶ ‌συντονώτατον ‌εὑ ‌καί ‌τινα ‌ἄλλον ‌τὴν ‌ἄσκησιν ‌ἐμαρτύρατο·; ‌δηλώσει ‌δὲ ‌καὶ ‌μετ' ‌ὀλίγον ‌ὁ ‌λόγος.

6. ‌μοναστήριον ‌ὁ ‌θεῖος ‌Πέτρος ‌οὗτος ‌ἤδη ‌συστησάμενος ‌ἦν, ‌μέγιστόν ‌τε ‌καὶ ‌πολυανθρωπότατον·; ‌αὐτὸ ‌τοῦτο ‌οὗ ‌καὶ ‌πρότερον ‌ὁ ‌λόγος ‌ἐμνήσθη, ‌τὴν ‌Καρύαν ‌φημί. ‌ὁ ‌γοῦν ‌θεσπέσιος ‌Παῦλος ‌περὶ ‌τὸν ‌ὄρθρον ‌τοῖς ‌ἀδελφοῖς ‌συμψάλλων, ‌ὕπνου ‌ποτὲ ‌ἥττων ‌γίνεται ‌καὶ ‌νυσταγμῷ ‌διακλονούμενος ‌δείκνυται. ‌ἐπὶ ‌τούτῳ ‌ὁ ‌μὲν ‌πατὴρ ‌μέμψιν ‌ἐπῆγεν·; ‌ὁ ‌δὲ ‌συγγνώμην ‌καὶ ‌λίαν ‌μετριοπαθῶς ‌ᾐτεῖτο. ‌εἶτα ‌πάλιν ‌ἐν ‌ἑτέρᾳ ‌συνάξει ‌χασμώμενον ‌θεασάμενος ‌καὶ ‌οὑτωσὶ ‌διακλώμενον, ‌παίει ‌κατὰ ‌κόρρης ‌τὸν νέον·; ‌καὶ ‌τὸ ‌`ράπισμα ‌ἴαμα ‌τοῦ ‌πάθους ‌ἀψευδὲς ‌γίνεται. ‌καὶ ‌γὰρ ‌αὐτὸς ‌ἐκεῖνος ‌ὁ ‌σοφὸς ‌Παῦλος ‌ὑπηγόρευε ‌πρὸς ‌τοὺς ‌ἀδελφοὺς ‌ὕστερον ‌ὡς·; ‌<<οὐδέποτε ‌μετὰ ‌τὴν ‌πληγὴν ‌ὕπνου ‌ἐμαυτὸν ‌ἔγνων ‌περὶ ‌τὴν ‌σύναξιν ‌ἡττηθέντα ‌ἢ ‌παρὰ ‌καιρὸν ‌ἄλλως ‌ἐν ‌εὐχαῖς ‌ἢ ‌ἐν ‌'ᾴσμασιν.>> ‌οὐ ‌μὴν ‌ἀλλὰ ‌καὶ ‌αὐτὸς ‌ἐπινενόηκέ ‌τι ‌ἕτερον ‌ὕπνου ‌πικρὰν ‌βάσανον ‌καὶ ‌οἱονεὶ ‌μάστιγα ‌βαρεῖαν. ‌ὅπερ ‌ἐκ ‌μὲν ‌τῆς ‌τοῦ ‌πράγματος ‌χαλεπότητος ‌ἕτοιμον ‌ἀπιστεῖν ‌ ‌καὶ ‌μάλιστα ‌τοῖς ‌`ραθυμοτέροις, ‌ἀπὸ ‌δὲ ‌τῶν ‌ἐξηγησαμένων ‌τὸ ‌μὴ ‌πιστεύειν ‌οὐδαμῶς ‌ἐλεύθερον ‌μέμψεως·; ‌τοὺς ‌γὰρ ‌ἐξηγητὰς ‌αὐτοὺς ‌ἐκείνους ‌καὶ ‌θεατὰς ‌ἔχομεν ‌οὐχ ‌ἕνα ‌ἢ ‌δύο, ‌ἀλλὰ ‌καὶ ‌τῶν ‌εἴκοσιν ‌οὐκ ‌ἐλάττους, ‌οἳ ‌τῷ ‌μεγάλῳ ‌τε ‌συμβεβιώκασι, ‌καί ‌εὑσιν ‌οὐ ‌φιλαλήθεις ‌ἁπλῶς, ‌
[p. ‌108]ἀλλὰ ‌κομιδῆ ‌καὶ ‌φιλάρετοι, ‌μᾶλλον ‌δὲ ‌ἀρετῆς ‌ἐπιμεληταὶ ‌θερμότατοι, ‌οἳ ‌περὶ ‌τούτου ‌τε ‌διηγήσαντο ‌συνάμα ‌τῷ ‌μεγάλῳ ‌τὴν ‌ἀρετὴν ‌Γαβριὴλ ‌περὶ ‌οὗ ‌καὶ ‌μετὰ ‌ταῦτα ‌ὁ ‌λόγος ‌ἐρεῖ ‌καὶ ‌τῶν ‌ἄλλων ‌ὧν ‌ὁ ‌παρὼν ‌λόγος ‌διαλαμβάνει·; ‌τὸ ‌μέντοι ‌διήγημα ‌ἢ ‌ἀγώνισμα ‌τὸ ‌κατὰ ‌τοῦ ‌ὕπνου ‌δύο ‌λίθοι ‌τὸ ‌μέγεθος ‌ἱκανοί, ‌τὸ ‌ἄχθος ‌οὐ ‌φορητοὶ ‌`ρᾶον, ‌καὶ ‌ἵν' ‌ἐν ‌καιρῷ ‌σπουδῆς ‌παιδιᾶς ‌ἐπιμνησθῶ ‌καὶ ‌μύθου) ‌οἱ ‌λίθοι ‌ἀκριβῶς ‌ταντάλειοι. ‌τούτους ‌ὁ ‌γεννάδας ‌σχοινίου ‌τῶν ‌ἄκρων ‌ἐκδήσας ‌καὶ ‌τοῖς ‌ὤμοις ‌ἐπικρεμῶν, ‌παρ' ‌ὅλην ‌νύκτα ‌διῄει ‌τὸ ‌μοναστήριον ‌καὶ ‌τοῦ ‌ὄρους ‌τὰ ‌ταπεινότερα, ‌μέχρις ‌ὅτου ‌καὶ ‌τὸ ‌ξύλον ‌σημάνοι ‌τὴν ‌τῶν ‌μοναχῶν ‌ἄθροισιν. ‌ἐποίει ‌δὲ ‌τοῦτο, ‌τὸν ‌ὕπνον ‌ὥσπερ ‌ἀμυνόμενός ‌τε ‌καὶ ‌διωθούμενος, ‌καὶ ‌ἀγρυπνίαν ‌ἑαυτῷ ‌συνεθίζων, ‌πιέζων ‌τε ‌τὴν ‌σάρκα ‌καλῶς ‌καὶ ‌τῶν ‌παθῶν ‌ἐξ ‌ἧς ‌αὐτὰ ‌φύεσθαι ‌οἶδεν ‌ἀνδρικῶς ‌κατεξανιστάμενος. ‌τούτους ‌δὴ ‌τοὺς ‌λίθους ‌οἱ ‌σπουδαιότεροι ‌τῶν ‌μοναχῶν ‌ἄχρι ‌πλείστου ‌τῇ ‌μονῇ ‌παρεταμιεύοντο, ‌ὑπόμνημα ‌πρὸς ‌ἀνδρείαν ‌πολλῷ ‌τῶν ‌ἡρακλείων ‌ἄθλων ‌μετὰ ‌τῆς ‌ἀληθείας ‌καὶ ‌γενναιότερον ‌καὶ ‌μιμήσασθαι ‌δικαιότερον. ‌ἐπεὶ ‌δὲ ‌περὶ ‌ὕπνου ‌ὁ ‌λόγος, ‌λεγέσθω ‌καὶ ‌περὶ ‌αὐτοῦ ‌τρανότερον·; ‌οὕτω ‌γὰρ ‌ἐγύμνασεν ‌ἑαυτὸν ‌ ‌καὶ ‌οὕτως ‌ὑσχυρότερον ‌καὶ ‌φύσεως ‌αὐτῆς ‌ἔδειξεν, ‌ὡς ‌εἴ ‌ποτε ‌δὴ ‌καὶ ‌ὕπνου ‌μεταλαχεῖν ‌ἑαυτὸν ‌ἀνῆκε ‌μετὰ ‌πολὺν ‌δηλαδὴ ‌τὸν ‌κάματον ‌καὶ ‌τοὺς ‌πανημέρους ‌ἐκείνους ‌καὶ ‌παννύχους ‌ἱδρῶτας, ‌οὐδεὶς ‌τῶν ‌πάντων ‌αὐτὸν ‌ἐθεάσατο ‌οὐκ ‌ἐπὶ ‌στρωμνῆς, ‌οὐκ ‌ἐπὶ ‌ψιάθων, ‌οὐκ ‌ἐπ' ‌ἄλλου ‌δή ‌τινος ‌ἡπλωμένον ‌ἢ ‌τὸ ‌μεῖζον ‌ἐπὶ ‌πλευρὰν ‌κείμενον·; ‌πέτρᾳ ‌δέ ‌τινι ‌ἢ ‌δένδρῳ ‌παρυπτιάσαντά ‌πως ‌ἑαυτὸν ‌ἀνεῖχε ‌καὶ ‌οὕτω ‌βλεφάροις, ‌ὡς ‌εὑπεῖν, ‌ἄκροις ‌τοῦ ‌ὕπνου ‌παραγευόμενον, ‌ἢ ‌τ' ‌ἀληθέστερον ‌εὑπεῖν, ‌τῆς ‌ἐκείνου ‌βίας ‌καταψευδόμενον. ‌γελῶντα ‌δὲ ‌ἀνειμένως ‌ἢ ‌λόγον ‌οὐχ ‌ὅπως ‌σαπρὸν ‌ἀλλὰ ‌καὶ ‌ἀργὸν ‌ὅλως ‌προϊέντα ‌παρ' ‌ὅλον ‌δηλαδὴ ‌τὸν ‌βίον, ‌ἔστι ‌τίς ‌ὃς ‌αὐτὸν ‌ἐθεάσατο;

7. ‌πρὸς ‌τούτοις ‌οὖν ‌τοῖς ‌μόχθοις ‌καὶ ‌ταῖς ‌ἄλλαις ‌αἷς ‌ἐπονεῖτο ‌διακονίαις, ‌ἔτι ‌καὶ ‌τὴν ‌τοῦ ‌μαγείρου ‌ἐπετέτραπτο ‌λειτουργίαν·; ‌καὶ ‌ἦν ‌πάντα ‌τοῖς ‌ἀδελφοῖς ‌ὅσα ‌καὶ ‌εὑς ‌βρῶσιν ‌αὐτοῖς ‌ἐδίδοτο ‌ἐπιμελῶς ‌ἕψων ‌καὶ ‌ἄγαν ‌ἐπιδεξίως, ‌καὶ ‌τοῦτο ‌τροφὴν ‌ὑδίαν ‌ἡγούμενος ‌ἢ ‌μᾶλλον ‌τρυφὴν ‌τὸ ‌ἐκείνους ‌πρὸς ‌ἀρέσκειαν ‌σιτεῖσθαι ‌ποιεῖν·; ‌ἔπειτα ‌δὲ ‌τὴν ‌ἀνθρακίαν ‌καὶ ‌τὰ ‌ἑψόμενα ‌παρ' ‌αὐτῇ ‌(τοιοῦτος ‌γὰρ ‌φιλάρετος ‌λογισμὸς ‌καὶ ‌μέτριος) ‌εὑκόνα ‌τοῦ ‌ἐκεῖθεν ‌πυρὸς ‌ἐποιεῖτο ‌καὶ ‌τῆς ‌τῶν ‌ἁμαρτωλῶν ‌ἐν ‌τούτῳ ‌κολάσεως ‌καὶ ‌δακρύων ‌ἀφορμαὶ ‌Παύλῳ ‌ταῦτα ‌ἦν ‌καὶ ‌τοῦ ‌ἑαυτὸν ‌ὡς ‌πάντως ‌κολασθησόμενον ‌ἀποκλαίεσθαι·; ‌ἀλλὰ ‌τὸ ‌φιλοπονώτατον ‌αὐτοῦ ‌καὶ ‌ἀσκητικώτατον ‌<τοιῶνδε>·; ‌ὁ ‌γὰρ ‌καιρός, ‌ὃς ‌τοῖς ‌ἄλλοις ‌ὑπῆν ‌εὑς ‌τροφήν, ‌εὐχῆς ‌ἐκείνῳ ‌μᾶλλον ‌καὶ ‌ψαλμῶν ‌καιρὸς ‌ἦν. ‌καὶ ‌κατὰ ‌τοῦτον ‌ἄρα ‌τῆς ‌μονῆς ‌ἐξιών, ‌παρά ‌τινα ‌πηγὴν ‌ἀπῄει ‌παρ' ‌ἣν ‌δένδρον ‌τι ‌ἵστατο ‌καστάνων ‌ἀτεχνῶς ‌γονιμώτατον, ‌εὐμέγεθες ‌καὶ πλάτους ‌ἱκανῶς ‌ἔχον·; ‌ὃ ‌καὶ ‌εὑς ‌δεῦρο ‌σώζεται ‌καὶ ‌σημεῖον ‌ἐστι ‌τῆς ‌Παύλου ‌φιλοπονίας·; ‌τούτῳ ‌ἐπικρύπτων ‌ἑαυτὸν ‌ὁ ‌θαυμάσιος, ‌εὐχῇ ‌τε ‌προσεῖχε ‌καὶ ‌τοὺς ‌τοῦ ‌Δαυῒδ ‌ὑπῇδε ‌ψαλμούς. ‌ἀλλὰ ‌προσεκτέον ‌τῷ ‌θαυμασιωτέρῳ ‌τοῦ ‌διηγήματος·; ‌οὕτω ‌γὰρ ‌ἑκάστης ‌ποιοῦντος, ‌γίνεταί ‌τι ‌τοιοῦτον ‌οἷον ‌πολλῷ ‌πρότερον ‌ἐπὶ ‌Μωσέως ‌ἡ ‌βάτος ‌ὑπέστη·; ‌ἐκείνου ‌γὰρ ‌τοὺς ‌θείους ‌ψαλμοὺς ‌καταλέγοντος, ‌ὤφθη ‌τὸ ‌δένδρον ‌πυρὶ ‌ὥσπερ ‌ἄνωθεν ‌ἐκραγέντι ‌διακαιόμενον·; ‌καὶ ‌αὐτῷ ‌δὲ ‌τῷ ‌ὁσίῳ ‌τὸ ‌περιβόλαιον ‌ἅμα ‌καὶ ‌ὁ ‌μανδύας ‌ἐδόκει ‌πάσχειν ‌παραπλησίως, ‌οὐ ‌μὴν ‌ἀληθῶς ‌ἐφλέγετο·; ‌θεασαμένῳ ‌δὲ ‌τῷ ‌μεγάλῳ ‌ταῦτα, ‌ἐπῆλθε ‌τὰς ‌χεῖρας ‌ὑψῶσαι ‌καὶ ‌εὑς ‌προσευχὴν ‌αὐτὰς ‌ἐκπετάσαι. ‌ὡς ‌δὲ ‌ἐποίει ‌(βαβαὶ ‌τοῦ ‌θαύματος), ‌οἱ ‌δάκτυλοι ‌αὐτῷ ‌λαμπάσιν ‌ὁμοίως ‌εἶχον ‌καὶ ‌φλεγομένοις ‌ἐῴκεσαν. ‌ἐπεὶ ‌δὲ ‌τὸ ‌φρικτὸν ‌τοῦτο ‌καὶ ‌πρᾶγμα ‌καὶ ‌θέαμα ‌παυσάμενον ‌ἦν, ‌οἱμωγαὶ ‌τὸν ‌ἅγιον ‌καὶ ‌δακρύων ‌εἶχον ‌πηγαί·; ‌καὶ ‌ἐδίψα ‌οὐ ‌τοῦ ‌παρόντος ‌κόσμου ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌αὐτοῦ
[p. ‌109] ‌ ‌ἐκστῆναι ‌τοῦ ‌σώματος. ‌πῦρ ‌γὰρ ‌ἀληθὲς ‌καὶ ‌ἄϋλον ‌τοῦ ‌πρὸς ‌Χριστὸν ‌ἔρωτος ‌ἀνῆπτεν ‌αὐτοῦ ‌τὴν ‌καρδίαν ‌καὶ ‌ἐζήτει ‌ὀπίσω ‌κολληθῆναι ‌Χριστοῦ, ‌τοῦ ‌πῦρ ‌ἐλθόντος ‌βαλεῖν ‌ἐπὶ ‌τῆς ‌γῆς·; ‌τοιοῦτο ‌γὰρ ‌τὸ ‌ἐκείνου ‌πῦρ ‌καὶ ‌τῆς ‌αὐτοῦ ‌μνήμης ‌ἐξήρτητο. ‌ἀμέλει ‌καὶ ‌τῷ ‌θαυμασίῳ ‌πατρὶ ‌Πέτρῳ ‌οὐ ‌διελίμπανε ‌προσιὼν ‌καὶ ‌δι' ‌ὄχλου ‌αὐτῷ ‌γινόμενος, ‌τὸν ‌ἐρημικὸν ‌ἀξιῶν ‌ἀσπάσασθαι ‌βίον·; ‌ἐδίψα ‌γὰρ ‌αὐτοῦ ‌διὰ ‌τὸ ‌φιλήσυχον·; ‌ἀλλ' ‌οὐ ‌μεθίει ‌αὐτὸν ‌συνθέσθαι ‌αὐτό ‌τε ‌τὸ ‌νεαρὸν ‌τῆς ‌Παύλου ‌ἡλικίας ‌καὶ ‌τὸ ‌παντάπασι ‌πρὸς ‌ἠρεμίαν ‌ἀσύνηθές ‌τε ‌καὶ ‌ἀνομίλητον.

8. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ὁ ‌θεῖος ‌οὑτοσὶ ‌Πέτρος ‌ἤδη ‌πρὸς ‌θεὸν ‌ἔκδημος ‌ἦν, ‌τότε ‌γοῦν ‌ὁ ‌Παῦλος ‌εὑς ‌ἄνυσιν ‌τῆς ‌ἐπιθυμίας ‌συνεργὸν ‌λαβὼν ‌τὸν ‌καιρόν, ‌κοινοῦται ‌τὰ ‌τοῦ ‌σκοποῦ ‌Δημητρίῳ·; ‌ὃς ‌ἦν ‌αὐτῷ ‌συμφοιτητὴς ‌καὶ ‌φίλος ‌καὶ ‌ἐκ ‌πολλοῦ ‌σύμψυχος·; ‌ἠξίου ‌τε ‌μεμνῆσθαι ‌αὐτοῦ ‌πρὸς ‌τὴν ‌ἔρημον ‌ἀπιόντος ‌καὶ ‌δι' ‌εὐχῆς ‌τὸν ‌ἐκείνου ‌ποιεῖσθαι ‌βίον. ‌ὁ ‌δὲ ‌τὸν ‌χωρισμὸν ‌ἀκούσας, ‌πλήττεται ‌τὴν ‌καρδίαν·; ‌εἶτα ‌καὶ ‌δεῖται ‌μάλα ‌θερμῶς ‌καὶ ‌ποδῶν ‌ἅπτεται, ‌μὴ ‌παριδεῖν ‌αὐτὸν ‌μηδ' ‌ἐᾶσαι ‌οὕτως ‌μικροῦ ‌καὶ ‌ἡμίτομον, ‌ἀλλὰ ‌παλαιᾶς ‌μνημονεύοντα ‌συνηθείας ‌καὶ ‌πρὸς ‌τὴν ‌ἔρημον ‌συμπαραλαβεῖν ‌καὶ ‌κοινωνὸν ‌αὐτὸν ‌καὶ ‌συμβιωτὴν ‌ἔχειν. ‌ ‌τοιαῦτα ‌πρὸς ‌τὸν ‌φίλον ‌εὑπὼν ‌ὁ ‌Δημήτριος, ‌πειθόμενον ‌εἶχε ‌καὶ ‌τῇ ‌διαθέσει ‌ταύτῃ ‌καὶ ‌τῷ ‌σκοπῷ ‌χαίροντα. ‌οὐ ‌γὰρ ‌ἐξ ‌ἡμισείας ‌τὸ ‌φίλτρον ‌καὶ ‌τοῦ ‌ἑνός, ‌ἀλλ' ‌ἀκριβῶς ‌κατ' ‌ὑσομοιρίαν·; ‌καὶ ‌ὥσπερ ‌τῶν ‌ἄλλων ‌κοινωνὸς ‌ἦν ‌ὁ ‌Δημήτριος ‌καὶ ‌πρὸς ‌πάντα ‌συνεζευγμένος, ‌οὕτως ‌ἔδει ‌καὶ ‌τῆς ‌πρὸς ‌θεὸν ‌φερούσης ‌ὁδοῦ ‌μὴ ‌ἀπολειφθῆναι, ‌ἀλλὰ ‌(τοῦτο ‌δὴ ‌τὸ ‌ᾀδόμενον) ‌καὶ ‌τὴν ‌τρύγα ‌συνεκπιεῖν. ‌συνθέμενοι ‌γοῦν ‌ἀλλήλοις ‌ἀνίασι ‌πρὸς ‌τὴν ‌κορυφὴν ‌τοῦ ‌ὄρους, ‌τοῦ ‌Λάτρου ‌φημί·; ‌ἐξ ‌ἐκείνου ‌δὲ ‌καὶ ‌πρὸς ‌τὸ ‌νότιον ‌κατέρχονται ‌μέρος. ‌πρὸς ‌αὐτήν ‌τε ‌τὴν ‌οὕτω ‌λεγομένην ‌τῶν ‌Κελλιβάρων ‌ἔρχονται ‌λαύραν ‌καὶ ‌τοῖς ‌ἐκεῖ ‌πᾶσιν ‌ἀδελφοῖς ‌γνώριμοι ‌γίνονται. ‌ἔπειτα ‌καὶ ‌τῆς ‌φιλερήμου ‌σπήλαια ‌ἱστοροῦσιν, ‌ἔνθα ‌καὶ ‌πολίχνιον ‌ὑπῆρχε ‌παλαιῶν ‌ἀνδρῶν ‌οὑκοδόμημα·; ‌`Ηράκλεια ‌ὄνομα ‌τούτῳ·; ‌ἐφ' ‌ᾧ ‌καὶ ‌'Απελλῆν ‌ἀπόστολον ‌τὸν ‌σοφὸν ‌διδάξαι ‌τέ ‌φασι ‌καὶ ‌κηρῦξαι ‌τὸ ‌κατὰ ‌Χριστὸν ‌εὐαγγέλιον. ‌τειχῶν ‌μέντοι ‌τοῦτο ‌καὶ ‌πολυαναλώτων ‌οὑκοδομῶν ‌ἠπόρει ‌διὰ ‌τὸ ‌τραχὺ ‌τάχα ‌καὶ ‌κρημνῶδες ‌τοῦ ‌τόπου ‌καὶ ‌ἄγριον·; ‌ἀλλὰ ‌γὰρ ‌οἱ ‌οὑκήτορες ‌πρὸς ‌ἀσφάλειαν ‌ὅσα ‌καὶ ‌τείχεσι ‌τοῖς ‌κρημνοῖς ‌ἐχρῶντο. ‌φασὶ ‌δὲ ‌καὶ ‌τοὺς ‌ἐν ‌τῷ ‌Σινᾶ ‌καὶ ‌τῇ ‌`Ραϊθοῦ ‌ὄρεσιν ‌ἀσκουμένους, ‌ὅσοι ‌δηλαδὴ ‌τὸν ‌προγεγενημένον ‌τῶν ‌Σαρακηνῶν ‌διέφυγον ‌φόνον ‌(τριακόσιοι ‌δὲ ‌οὗτοι ‌τὸν ‌ἀριθμὸν ‌ἦσαν), ‌ἀγγελικῇ ‌πειθομένους ‌ὁδηγίᾳ ‌πρὸς ‌τῇ ‌φιλερήμῳ ‌τῇδε ‌κατοικῆσαι·; ‌εἶθ' ‌οὕτως ‌(οἷά ‌σου ‌τὰ ἀπόρρητα, ‌Χριστέ, ‌κρίματα) ‌κἀν ‌τῇ ‌φιλερήμῳ ‌ὄντες, ‌ἔργον ‌(οἴμοι) ‌τοῦ ‌Σαρακηνικοῦ ‌ξίφους ‌γίνονται·; ‌καὶ ‌οὐκ ‌αὐτοὶ ‌μόνοι, ‌ἀλλὰ ‌καὶ ‌ὅσοι ‌τῶν ‌μοναχῶν ‌ἕτεροι ‌παρ' ‌ὅλον ‌τὸ ‌ὄρος ‌τοῦτο ‌διεσκήνηντο ‌καὶ ‌αὐτοὶ ‌θήραμα ‌γεγόνασι ‌τῶν ‌ἐχθρῶν, ‌μόνων ‌ὑπολειφθέντων ‌τῶν ‌εὑς ‌τὴν ‌Μυκάλην ‌τὸ ‌ὄρος ‌διαφυγόντων, ‌ὃ ‌σύνηθες ‌ὀνομάζειν ‌Βραχιανόν. ‌οἵπερ ‌ἐνταῦθα ‌διακρυβέντες, ‌τοὺς ‌τῶν ‌πολεμίων ‌ὀφθαλμοὺς ‌λαθεῖν ‌ἠδυνήθησαν, ‌εἶτα ‌μετὰ ‌τὴν ‌τῶν ‌ἐχθρῶν ‌ἀναχώρησιν ‌ἐπανελθεῖν ‌αὖθις ‌καὶ ‌πρὸς ‌αὐτοὺς ‌δήπου ‌τοὺς ‌τοῦ ‌Λάτρου ‌τόπους ‌διασπαρῆναι. ‌οἳ ‌καὶ ‌τοὺς ‌τῶν ‌ἀνῃρημένων ‌νεκροὺς ‌συλλεξάμενοι, ‌εὑς ‌τὸ ‌τῶν ‌Κελλιβάρων ‌κατατίθενται ‌σπήλαιον·; ‌ἐχόμενα ‌δὲ ‌τούτου ‌καὶ ‌ὁ ‌μέγας ‌'Ακάκιος ‌τέθαπται, ‌οὗπερ ‌ἄρα ‌καὶ ‌ὁ ‌τῆς ‌νοητῆς ‌κλίμακος ‌καὶ ‌οὐρανομήκους ‌δημιουργὸς ‌ὁ ‌κλεινὸς ‌'Ιωάννης ‌διαμνημονεύει, ‌ἅτε ‌δὴ ‌καὶ ‌ἐν ‌τῇ ‌λαύρᾳ ‌ταύτῃ ‌τῶν ‌Κελλιβάρων ‌ὁ ‌θεῖος ‌οὗτος ‌'Ακάκιος ‌ἀξιοθαύμαστον ‌ἀσκήσας ‌διαγωγήν. ‌ταῦτα ‌οὐ ‌λόγοι ‌ἁπλῶς ‌ὑπὸ ‌τῶν ‌ἐπιτυχόντων ‌ἀνδρῶν ‌περιφερόμενοι ‌καὶ
[p. ‌110]ἀμφισβητούμενοι, ‌ἀλλ' ‌ὡμολογημένοι ‌σαφῶς ‌κἀν ‌τοῖς ‌ὑπομνήμασιν ‌ἃ ‌τὸ ‌περιώνυμον ‌ἔχει ‌τοῦ ‌Λάτρου ‌ὄρος ‌ἐγκείμενοι. ‌παρ' ‌ὃ ‌καὶ ‌ἡμεῖς ‌τῷ ‌παρόντι ‌βίῳ ‌ταῦτα ‌τοῦ ‌θαυμασίου ‌Παύλου ‌συντετάχαμεν, ‌ἄλλοις ‌μὲν ‌ἴσως ‌καὶ ‌περιττόν ‌τι ‌ποιοῦντες ‌καὶ ‌προσκορές, ‌τοῖς ‌φιλοκάλοις ‌δὲ ‌καὶ ‌καινοτέρων ‌πραγμάτων ‌διηγήσεσιν ‌αἳ ‌τὸ ‌φιλευσεβὲς ‌ἔχουσιν ‌ἡδομένοις, ‌οὐ ‌μόνον ‌οὐ ‌προσκορές, ‌ἀλλὰ ‌καὶ ‌ἐνδέον ‌μᾶλλον ‌αὐτοῖς ‌κριθήσεται ‌πρὸς ‌τὴν ‌ἐπιθυμίαν ‌αὐτῶν ‌ἀντεξεταζόμενον. ‌πλὴν ‌ἀλλ' ‌ἀνιτέον ‌πάλιν ‌ὅθεν ‌ἐξέβημεν.

9. ‌ἐν ‌ταύτῃ ‌τοίνυν ‌τῇ ‌φιλερήμῳ ‌Παῦλος ‌ὁ ‌θαυμάσιος ‌τῷ ‌χρηστῷ ‌ἅμα ‌Δημητρίῳ ‌γενόμενος ‌καὶ ‌πάντα ‌ὅσα ‌ὑπῆρχεν ‌ἐκεῖ ‌σπήλαια ‌ἐπελθών, ‌
ἑνὸς ‌ἐραστὴς ‌γίνεται ‌ὃ ‌καὶ ‌τῆς ‌Θεοτόκου ‌καλεῖται·; ‌καὶ ‌τούτῳ ‌ἐφησυχάσαι ‌κεχαρισμένον ‌αὐτῷ ‌φαίνεται. ‌ὁ ‌μέντοι ‌χρηστὸς ‌Δημήτριος ‌(ἀπέχρησε ‌γὰρ ‌αὐτῷ ‌ἡ ‌μέχρι ‌τούτου ‌διατριβὴ ‌πρὸς ‌τὴν ‌ἔρημον ‌καὶ ‌τὸ ‌ἅλις ‌δρυὸς) ‌λέγειν ‌ἐπῄει·; ‌<<ὑδού, ‌πάτερ,>> ‌πρὸς ‌τὸν ‌θεῖον ‌Παῦλόν ‌φησιν, ‌<<ἀρκούσης ‌ὧδε ‌τῆς ‌ὠφελείας ‌ἀπολελαύκαμεν·; ‌ἀπιτέον ‌οὖν ‌ἐγγύς ‌που ‌τῶν ‌Κελλιβάρων ‌καὶ ‌τῶν ‌ἐν ‌τούτοις ‌ἡσυχαζόντων ‌ἑνὶ ‌προσμενετέον ‌ἡμῖν·; ‌οὕτω ‌γὰρ ‌καὶ ‌τῶν ‌εὑς ‌τροφὴν ‌οὐκ ‌ἂν ‌εἴημεν ‌ἀποροῦντες·; ‌εἴτε ‌γὰρ ‌ἀπὸ ‌τῆς ‌λαύρας, ‌εἴτε ‌καὶ ‌τῶν ‌τὰς ‌κέλλας ‌οὑκούντων, ‌ἀρκούντως ‌αὐτὴν ‌ἕξομεν.>> ‌ὁ ‌δέ ‌<<οὐχ ‌οὕτω>> ‌φησίν ‌<<ἀλλ' ‌ὧδε ‌προσμενετέον.>> ‌εἶτα ‌τοῦ ‌Δημητρίου ‌προσθέντος, ‌<<καὶ ‌τί ‌σιτούμενοι ‌προσμενοῦμεν;>> ‌ ‌ἐκεῖνος ‌<<τί ‌δαί; ‌ἀλλ' ‌οὐκ ‌ἀρκοῦσιν ‌αὗται;>> ‌φησίν, ‌ἐπιδείξας ‌τὰς ‌πρίνους, ‌<<ὁρᾷς ‌ὅπως ‌τῷ ‌καρπῷ ‌βρίθουσιν;>> ‌<<ἀλλὰ ‌τὰς ‌βαλάνους ‌ταύτας>> ‌ἔφησεν ‌ὁ ‌Δημήτριος ‌<<καὶ ‌χοῖροι ‌πεινῶντες ‌οὐ ‌`ρᾳδίως ‌προσήσονται ‌καὶ ‌μάλιστα ‌νῦν, ‌ὄμφακας ‌οὔσας. ‌πῶς ‌οὖν ‌ἡμῖν ‌ἀνθρώποις ‌οὖσιν ‌ἐδώδιμοι ‌ἔσονται;>> ‌πρὸς ‌ταῦτα ‌διαπονηθεὶς ‌ὁ ‌μέγας, ‌<<οἱ ‌λόγοι ‌σου, ‌φίλτατέ ‌μοι ‌Δημήτριε,>> ‌ἔφη ‌<<γηΐνου ‌φρονήματος ‌καὶ ‌σαρκικῶν ‌ἀπόζουσι ‌θελημάτων.>> ‌εἶτα ‌τὸ ‌<<μὴ ‌μεριμνῆσαι ‌ὧν ‌φαγούμεθα ‌ ‌καὶ ‌τῶν ‌ἄλλων,>> ‌ἐπάγει ‌κατὰ ‌καιρόν, ‌ἀπὸ ‌τῆς ‌τοῦ ‌λέγοντος ‌ἀξιοπρεπείας ‌ἐντρέπων ‌αὐτόν. ‌οὕτω ‌δυσωπηθεὶς ‌ὁ ‌Δημήτριος, ‌οὐδὲν ‌ἔγνω ‌προσθεῖναι·; ‌ἀλλ' ‌ὀκτὼ ‌ὅλας ‌ἡμέρας ‌ἐκεῖ ‌ἄσιτοι ‌διακαρτεροῦσιν. ‌ἔπειτα ‌ὁ ‌θεῖος ‌Παῦλος ‌ἐπιτρέπει ‌τῷ ‌χρηστῷ ‌Δημητρίῳ ‌βαλάνους ‌τὰς ‌ἀπὸ ‌τῶν ‌πρίνων ‌συναγαγεῖν ‌εὑς ‌τροφὴν ‌αὐτοῖς ‌ἐσομένας. ‌ὧν ‌καὶ ‌φαγόντες, ‌οὐ ‌κατὰ ‌κόρον ‌ἀλλ' ‌ἐνδεῶς ‌(οὐδὲ ‌γὰρ ‌ἐδίδου ‌τό ‌τε ‌φύσει ‌τραχὺ ‌τῆς ‌βαλάνου ‌καὶ ‌τὸ ‌ἔτι ‌ἄωρον ‌καὶ ‌ὠμόν), ‌ὅμως ‌χυμὸν ‌παραχρῆμα ‌πρὸς ‌τῷ ‌αἵματι ‌καὶ ‌χολὴν ‌ἐμοῦσι ‌δριμεῖαν ‌καὶ ‌μᾶλλον ‌ὁ ‌Παῦλος. ‌ὁ ‌τοίνυν ‌χρηστὸς ‌Δημήτριος ‌εὐκαίρου ‌δῆθεν ‌ἀφορμῆς ‌ἐντεῦθεν ‌ἐπειλημμένος, ‌<<ἀλλ' ‌οὐκ ‌ἐγώ ‌σοι ‌εἴρηκα, ‌πάτερ;>> ‌πρὸς ‌τὸν ‌μέγαν ‌φησίν, ‌<<οὐχὶ τοὺς ‌λόγους ‌ἤδη ‌τοὺς ‌ἐμοὺς ‌ἐθεάσω ‌πρὸς ‌ἔργον ‌ἐκβάντας;>> ‌ὁ ‌δέ ‌(καὶ ‌γὰρ ‌ἔτι ‌κακοπαθείας ‌ἤρα ‌καὶ ‌βίου ‌τὸ ‌παράπαν ‌ἠναγκασμένου) ‌<<οὔ, ‌μὰ ‌τὸν ‌ἁμαρτωλόν>> ‌εἴρηκε ‌<<Παῦλον, ‌ἀλλ' ‌εἴ ‌τι ‌μοχθηρὸν ‌τοῦ ‌σώματος ‌ὑποικουροῦν ‌ἦν ‌ἐν ‌ἡμῖν, ‌ἐκβέβληται ‌ἤδη,>> ‌καὶ ‌τὸ ‌<<μετὰ ‌ταῦτα ‌οὐδ' ‌ἕτερος ‌ἡμῶν ‌οὐδεμιᾷ ‌νόσῳ ‌ἁλώσιμος ‌ἔσται. ‌εὑ ‌δ' ‌οὖν, ‌ἀλλὰ ‌σοὶ ‌μὲν ‌εἴτε ‌πρὸς ‌τὰ ‌Κελλίβαρα ‌εἴτε ‌καὶ ‌πρὸς ‌τοὺς ‌ἄλλους ‌ἐφησυχάζοντας ‌ἀπιτέον ‌καὶ ‌βίου ‌σὺν ‌αὐτοῖς ‌τοῦ ‌κατὰ ‌θεὸν ‌ἐπιμελητέον, ‌ἐμοὶ ‌δὲ ‌τὸ ‌ἐνταῦθα ‌ὑπομεῖναι ‌μάλιστα ‌κατὰ ‌γνώμην.>>

10. ‌οὕτω ‌δόξαν ‌αὐτοῖς, ‌ἄπεισιν ‌ὁ ‌χρηστὸς ‌Δημήτριος, ‌καὶ ‌περιτυχὼν ‌ἑνὶ ‌τῶν ‌ἐπάνω ‌τῆς ‌λαύρας ‌τῶν ‌Κελλιβάρων ‌κατὰ ‌τὸ ‌μονότροπον ‌ἀσκουμένων ‌(Ματθαῖος ‌αὐτῷ ‌ὄνομα, ‌ὃς ‌τὴν ‌ἡλικίαν ‌ἤδη ‌προβεβηκὼς ‌ἦν, ‌ἅγιος ‌δὲ ‌τῷ ‌ὄντι ‌καὶ ‌διορατικώτατος) ‌προσελθών, ‌αἱρεῖται ‌μὲν ‌τὸν ‌μετ' ‌αὐτοῦ ‌βίον·; ‌τὰ ‌δὲ ‌μεταξὺ ‌αὐτοῦ ‌τε ‌καὶ ‌τοῦ ‌θείου ‌Παύλου ‌ἅπαντα ‌ἀπαγγέλλει ‌καὶ ‌ὅπως ‌ἔρημον ‌ἐκείνῳ ‌τὸ ‌σῶμα ‌πάσης ‌προνοίας. ‌ ‌καὶ ‌ὁ ‌Ματθαῖος ‌<<ἀλλά ‌σοι, ‌τέκνον,>> ‌ἔφη ‌<<τὸ ‌μεθ' ‌ἡμῶν ‌εἶναι ‌στερκτέον·; ‌καὶ ‌τῶν ‌τροφῶν ‌ὧν ‌ἡμῖν ‌ὁ ‌θεὸς ‌δίδωσι ‌λαμβάνων ‌καὶ ‌τῷ ‌ἀδελφῷ ‌Παύλῳ ‌κοινώνει, ‌καθ' ‌ὃν ‌ἂν ‌ἐκεῖνος ‌καιρὸν ‌ἐπιτρέψῃ.>> ‌ἐπάνεισι ‌τοιγαροῦν ‌ὁ ‌Δημήτριος ‌καὶ ‌ἃ ‌πρὸς ‌τοῦ ‌γέροντος ‌ἤκουσε ‌τῷ ‌θεσπεσίῳ ‌πάντα ‌διασαφεῖ ‌Παύλῳ. ‌καὶ ‌παραχρῆμα ‌ἐκεῖνος ‌δακρύων ‌μὲν ‌τοὺς ‌ὀφθαλμούς, ‌ἡδονῆς ‌δὲ ‌τὴν ‌καρδίαν, ‌εὐχαριστίας ‌δὲ ‌τῆς ‌πρὸς ‌θεὸν ‌ὑποπλήσας ‌τὴν ‌γλῶτταν, ‌<<ὁρᾷς,>> ‌εἶπε ‌πρὸς ‌τὸν ‌Δημήτριον ‌<<ἀδελφέ, ‌ὅπως ‌οὐ ‌παροπτέος ‌οὐδεὶς ‌ὃς ‌θεῷ ‌ἔγνωκε ‌τὴν ‌ἑαυτοῦ ‌μέριμναν ‌ἐπιτρέψαι;>> ‌<<οὕτως>> ‌εὑπών, ‌ὁ ‌Δημήτριος ‌καὶ ‌
[p. ‌111]τοιούτων ‌αὐτὸς ‌`ρημάτων ‌ἀκούσας, ‌πρὸς ‌τὸν ‌θεῖον ‌αὖθις ‌ὑποστρέφει ‌Ματθαῖον. ‌καὶ ‌ἧν ‌οὗτος ‌τῷ ‌μὲν ‌γέροντι ‌ὑπουργῶν, ‌κοινωνῶν ‌δὲ ‌καὶ ‌τῷ ‌κλεινῷ ‌Παύλῳ ‌τῶν ‌ἀναγκαίων ‌μόνῳ ‌τῇ ‌φιλερήμῳ ‌προσκαρτεροῦντι. ‌ποτὲ ‌τοιγαροῦν ‌ὁ ‌Δημήτριος ‌ὑπὸ ‌τοῦ ‌γέροντος ‌προσταγεὶς ‌ἔνια ‌τῶν ‌ἐν ‌τῷ ‌κοφίνῳ ‌παξαματίων ‌εὑς ‌βρῶσιν ‌ἀμφοτέροις ‌ἐξενεγκεῖν, ‌ἐπεὶ ‌ἐκεῖνος ‌τὸ ‌κελευσθὲν ‌ἔδρασεν, ‌ἤρετο ‌ὁ ‌γέρων ‌εὑ, ‌πρότερον ‌εὐχῆς ‌[lege: ‌εὐχὴν] ‌ἐπειπών, ‌οὕτως ‌ἐξενέγκοι·; ‌τοῦτο ‌γὰρ ‌εὑθισμένον ‌αὐτῷ ‌ποιεῖν. ‌τοῦ ‌δὲ ‌ἀπειπόντος, ‌πικρὰ ‌δάκρυα ‌καὶ ‌στεναγμοὶ ‌τὸν ‌γέροντα ‌εἶχον·; ‌εἶτα ‌καὶ ‌τῷ ‌χρηστῷ ‌Δημητρίῳ ‌ἐπίλυπόν ‌τι ‌καὶ ‌σκυθρωπὸν ‌ἐμβλέψας, ‌<<τί ‌δὲ ‌οὕτω>> ‌φησίν ‌<<ἔδρασας; ‌ἀλλὰ ‌μέλει ‌σοι ‌τάχα ‌τὸ ‌εὑς ‌τὰς ‌κώμας ‌ἡμᾶς ‌κατελθεῖν ‌καὶ ‌ἄρτου ‌δεῖσθαι ‌τῆς ‌ἀναγκαίας ‌τροφῆς; ‌τὸ ‌γὰρ ‌ἐξενεγκεῖν ‌μὴ ‌πρότερον ‌εὐχῇ ‌χρησαμένῳ, ‌τί ‌ἕτερον ‌ἢ ‌τοῦτο ‌φανερῶς ‌βούλεται ‌καὶ ‌οὐδὲ ‌κωλύσει ‌τι ‌οὐδαμῶς ‌τὸ ‌τάχιον ‌αὐτὰ ‌ἐκλιπεῖν;>> ‌εἶπε, ‌καὶ ‌ἀναστὰς ‌παραχρῆμα ‌καὶ ‌λαβὼν ‌αὐτόν ‌τε ‌τὸν ‌Δημήτριον ‌καὶ ‌τοὺς ‌παξαμάτας, ‌παρὰ ‌τὸν ‌κόφινον ‌γίνεται·; ‌εἶτα ‌ἐμβαλεῖν ‌αὐτοὺς ‌ἔνδον ‌αὖθις ‌ἐπιτρέπει. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἐβλήθησαν ‌καὶ ‌<εὑς> ‌εὐχὴν ‌ἀμφότεροι ‌ἦσαν, ‌ὁ ‌θαυμάσιος ‌γέρων ‌τῷ ‌Δημητρίῳ ‌<<ἄρτι ‌τὴν ‌χεῖρα ‌βαλών>> ‌ἔφη ‌<<ἐξένεγκε ‌ὅσον ‌ἡ ‌χρεία·; ‌οὕτω ‌γὰρ ‌ἐμοὶ ‌ποιοῦντι ‌οὐδέπω ‌μέχρι ‌καὶ ‌τήμερον ‌ὁ ‌κόφινος ‌οὗτος ‌ὦπται ‌κενός.>> ‌ἀλλὰ ‌μηδὲ ‌τοῦτο ‌τοῦ ‌μακαρίου ‌Ματθαίου ‌σιωπῇ ‌δοτέον, ‌μηδὲ ‌τοιοῦδε ‌παγκάλου ‌πράγματος ‌ἀκοαῖς ‌φιλοκάλοις ‌διαφθονήσωμεν. ‌εὑθισμένον ‌αὐτῷ ‌δι' ‌ἔτους, ‌ἑορτῆς ‌ἀγομένης ‌'Ιωάννου, ‌τοῦ ‌θεολόγου ‌φημι, ‌πρὸς ‌τὸν ‌ἐκείνου ‌ἀφικνεῖσθαι ‌ναόν. ‌τῆς ‌ἑορτῆς ‌οὖν ‌ποτε ‌τελουμένης, ‌εἴτε ‌βασκανίᾳ ‌δαίμονος ‌εἴτε ‌`ραθυμίᾳ ‌μᾶλλον ‌τῇ ‌ἑαυτοῦ ‌εἴξας, ‌γυναικείᾳ ‌ὄψει ‌τὸν ‌ὀφθαλμὸν ‌κλέπτεται·; ‌προσβάλλουσι ‌γὰρ ‌ἐκεῖσε ‌αὗται ‌μυίαις ‌τότε ‌τὸ ‌πλῆθος ‌ὁμοίως ‌ἔχουσαι. ‌τοῦτο ‌παθὼν ‌ὁ ‌γεννάδας, ‌πείθει ‌τὴν ‌ἑαυτοῦ ‌καρδίαν ‌καὶ ‌διαθήκην ‌ἑαυτῷ ‌διατίθεται, ‌μηδ' ‌ἂν ‌ἄλλοτε ‌παρ' ‌ὅλην ‌αὐτοῦ ‌τὴν ‌ζωὴν ‌τῷ ‌ναῷ ‌προσελθεῖν ‌ἐκείνῳ, ‌κακῶς ‌ἐν ‌τούτῳ ‌καὶ ἀναξίως ‌ἑαυτοῦ ‌δοκιμάζων·; ‌οὐδὲ ‌γὰρ ‌τῷ ‌ναῷ ‌ἔδει ‌ἀλλὰ ‌τοῖς ‌ὀφθαλμοῖς ‌μᾶλλον ‌τοῖς ‌ἑαυτοῦ ‌ἐγκαλεῖν·; ‌τοιοῦτο ‌γὰρ ‌ἡ ‌περὶ ‌τὰς ‌αὑσθήσεις ‌ὀλιγωρία. ‌πλὴν ‌ἀλλὰ ‌τῆς ‌ἑορτῆς ‌κατὰ ‌περίοδον ‌αὖθις ‌ἐπανελθούσης, ‌λύπη ‌τὴν ‌αὐτοῦ ‌καρδίαν ‌ἔπληττε ‌δριμέως·; ‌ἀθυμίᾳ ‌τε ‌παρεῖτο ‌καὶ ‌λογισμοῖς ‌ἐκυμαίνετο ‌καὶ ‌ἡ ‌τῆς ‌συνήθους ‌ἀφίξεως ‌στέρησις ‌ἔθραττεν ‌αὐτὸν ‌ὑσχυρῶς. ‌τί ‌οὖν ‌ποιεῖ ‌καὶ ‌πῶς ‌θεραπεύει ‌τὴν ‌ἀλγηδόνα; ‌ἵστησιν ‌ἑαυτὸν ‌ἐπάνω ‌πέτρας ‌ὑψηλοτάτης, ‌τοῖς ‌πνεύμασι ‌τῆς ‌πονηρίας ‌παρ' ‌ὅλην ‌τὴν ‌νύκτα ‌διαλοιδορούμενον ‌καὶ ‌χολούμενον ‌καὶ ‌πρὸς ‌τὸν ‌Θεολόγον ‌ὑπὲρ ‌τοῦ ‌μὴ ‌ἀπαντῆσαι ‌δῆθεν ‌ἀπολογούμενον. ‌ἐν ‌ᾧ ‌δὲ ‌ταῦτα ‌ἐποίει, ‌πρὸς ‌ἀνατολὰς ‌βάλλων ‌τὰ ‌ὄμματα, ‌πάταγός ‌τις ‌φρικτὸς ‌γίνεται ‌μεγίστη ‌τε ‌βροντὴ ‌καταρρήγνυται ‌καὶ ‌ἀστραπὴ ‌ἐχόμενα ‌τῶν ‌αὐτοῦ ‌ὄψεων ‌φοβερῶς ‌ἀποπάλλεται, ‌ἀνδρὸς ‌ἀποσώζουσα ‌χαρακτῆρα. ‌φωνή ‌τε ‌τῷ ‌φανέντι ‌ὑπῆν ‌<<τί ‌ἀθυμεῖς>> ‌λέγουσα ‌<<τί ‌δαὶ ‌ἀλύεις; ‌βλέπε ‌ὅπως ‌ἂν ‌ἐθέλοις ‌αὐτός·; ‌πάρειμι ‌γάρ.>> ‌οὐκ ‌ἔφθασε ‌τὸ ‌`ρηθὲν ‌εὑς ‌πέρας ‌ἐλθεῖν ‌καὶ ‌ὁ ‌θεαθεὶς ‌ἦν ‌ἀφανής. ‌πάντως ‌οὐ ‌δέομαι ‌καὶ ‌περὶ ‌αὐτῶν ‌ἀπολογεῖσθαι ‌ὡς ‌οὐκ ‌εὐλόγως ‌τοῖς ‌τοῦ ‌θείου ‌Παύλου ‌παρεμβέβληται ‌
διηγήμασιν·; ‌αὐτόθεν ‌γὰρ ‌αἱ ‌ὑποθέσεις ‌ὡς ‌ὠφέλιμοι, ‌ὡς ‌ἀστεῖαι, ‌προδήλως ‌γνώριμοι.


11. ‌ὁ ‌δὲ ‌λόγος ‌τῶν ‌τοῦ ‌θείου ‌Παύλου ‌πάλιν ‌ἐχέσθω ‌διηγημάτων ‌καὶ ‌πρῶτόν ‌γε ‌τῶν ‌ἀμυθήτων ‌αὐτοῦ ‌πειρασμῶν ‌καὶ ‌τῶν ‌θλίψεων, ‌ἃς ‌ἐν ‌τῇ ‌φιλερήμῳ ‌μόνος ‌ὑπέστη ‌διατελῶν, ‌οὐ ‌τὰς ‌αὐθαιρέτους ‌φημι, ‌καὶ ‌ἃς ‌ἐθελοντὴς ‌ἑαυτῷ ‌ἐπῆγεν, ‌οἷον ‌ἀγρυπνίαν ‌ἀπόρρητον, ‌ἀσιτίαν ‌ὑσόρροπον, ‌γονάτων ‌κλίσεις ‌οὐδ' ‌εὑς ‌ἀριθμὸν ‌`ρᾳδίως ‌ἡκούσας, ‌τὴν ‌ἐπὶ ‌πλευρὰν ‌οὐδ' ‌ὅλως ‌κατάκλισιν, ‌τὴν ‌ἄλλην ‌ἄρρητον ‌κακοπάθειαν, ‌αὐτὴν ‌τὴν ‌μόνωσιν, ‌ἥτις ‌ὅπως ‌λυπηρὰ ‌καὶ ‌ἄστεκτος ‌καὶ ‌πνιγώδης ‌ἴσασιν ‌οἱ ‌πεπειραμένοι, ‌ἀλλὰ ‌καὶ ‌τὰς ‌ἐκ ‌τῆς ‌τῶν ‌δαιμόνων ‌διηνεκοῦς ‌ἐπιθέσεως ‌ἐπιφερομένας ‌καὶ ‌τούτων ‌οὐ ‌τὰς ‌ἐκ ‌φαντασίας ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌τὰς ‌ἐξ ‌ἀληθείας ‌ἀνέδην ‌ἀπαντώσας. ‌ποῖον ‌γὰρ ‌εἶδος ‌ταραχῶν ‌καὶ ‌θορύβων ‌αὐτῷ ‌μὴ ‌ἐπήγαγον·; ‌τοῦτο ‌μὲν ‌εὑς ‌θηρίων ‌ὑδέας ‌διαμορφούμενοι, ‌συριγμοὺς ‌τε ‌καὶ ‌πατάγους ‌καὶ ‌κτύπους ‌ἀποτελοῦντες, ‌τοῦτο ‌δὲ ‌καὶ ‌εὑς ‌ἀνθρώπων ‌μορφὰς ‌μεταβάλλοντες, ‌ὑποτρίζοντες ‌τοὺς ‌ὀδόντας, ‌φωνὰς ‌
[p. ‌112]ἀσήμους ‌ἀφιέντες, ‌χλευάζοντες, ‌ἀπειλοῦντες, ‌κλόνους ‌πετρῶν ‌καὶ ‌γῆς ‌σεισμοὺς ‌σχεδιάζοντες, ‌ξύλα ‌καὶ ‌βύρσας ‌κατὰ ‌γῆς ‌ἕλκοντες ‌καὶ ‌ἄλλα ‌δὴ ‌μυρία ‌δείματα ‌ποιοῦντες. ‌ὅτου ‌χάριν ‌ταῦτα ‌καὶ ‌τί ‌βουλομένοις ‌τοῖς ‌δαίμοσι ‌τὸ ‌ἄγριον ‌τοῦτο ‌καὶ ‌συντεταμένον ‌
τῆς ‌ἐπιθέσεως; ‌οὐδὲν ‌ἕτερον ‌ἢ ‌ἵνα ‌τὸν ‌ἅγιον ‌τοῖς ‌τοιούτοις ‌ἐκδειματώσαντες, ‌ἄποικον ‌θῶσι ‌τῆς ‌ἐρημίας·; ‌πολὺν ‌γὰρ ‌αὐτοῖς ‌ἀνῆπτε ‌τὸν ‌φθόνον ‌τὸ ‌φιλέρημον ‌αὐτοῦ ‌καὶ ‌φιλάρετον ‌καὶ ‌ἡ ‌πολλὴ ‌πρὸς ‌ταύτην ‌ὁρμή. ‌ἀλλ' ‌ἐκείνῳ ‌τῇ ‌χάριτι ‌τοῦ ‌ἀγαθοῦ ‌τεθωρακισμένῳ ‌βέλη ‌νηπίων ‌ταῦτα ‌καὶ ‌καπνοῦ ‌σκιὰ ‌καὶ ‌ψόφος ‌τὸ ‌παράπαν ‌κενός.

12. ‌ὀκτὼ ‌μὲν ‌οὖν ‌οὕτω ‌μῆνες ‌παρῆλθον, ‌τοῦ ‌μὲν ‌θείου ‌Παύλου ‌κατὰ ‌τὴν ‌φιλέρημον ‌διατρίβοντος, ‌τοῦ ‌φίλου ‌δὲ ‌Δημητρίου ‌ὑπὸ ‌τῷ ‌καλῷ ‌Ματθίᾳ ‌διάγοντος ‌ἔπειτα ‌εὑς ‌τὸ ‌αὐτῶν ‌ἀπίασι ‌μοναστήριον, ‌Παύλου ‌τε ‌τοῦ ‌τότε ‌τῆς ‌μονῆς ‌ἀφηγουμένου ‌γράψαντος ‌αὐτοῖς, ‌ἀλλὰ ‌καὶ ‌ἐπιτιμίᾳ ‌τὴν ‌ὑποστροφὴν ‌ἀναγκάσαντος. ‌ἐπεὶ ‌οὖν ‌ἐπανελθεῖν ‌ἔμελλον, ‌πρὸς ‌Ματθίαν ‌πρῶτον ‌τὸν ‌ἱερὸν ‌πρεσβύτην ‌ἀνελθεῖν ‌ἔγνωσαν ‌παρ' ‌αὑτίαν ‌τοῦ ‌μετασχεῖν ‌εὐχῶν ‌αὐτοῦ ‌καὶ ‌τῆς ‌εὐλογίας. ‌οἷς ‌ἐκεῖ ‌γενομένοις ‌μετὰ ‌τὴν ‌ἄλλην ‌ὁμιλίαν ‌καὶ ‌τοὺς ‌πρὸς ‌αὐτοὺς ‌λόγους ‌εἶτα ‌καὶ ‌περὶ ‌τῶν ἑκατέρῳ ‌συμβήσεσθαι ‌μελλόντων ‌ἔνθους ‌ὁ ‌θαυμάσιος ‌γεγονὼς ‌προλέγει. ‌ ‌τὰ ‌δὲ ‌ἦν ‌τῷ ‌μὲν ‌μακαρίῳ ‌Παύλῳ ‌αἱ ‌ἐν ‌τῷ ‌ὄρει ‌θαυματουργίαι ‌καὶ ‌χάριτες, ‌αἱ ‌ἀπόρρητοί ‌τε ‌αὐτοῦ ‌καὶ ‌καιναὶ ‌ἐλλάμψεις ‌καὶ ‌τῷ ‌τοιῷδε ‌βίῳ ‌ἀνάλογοι·; ‌τῷ ‌δὲ ‌καλῷ ‌Δημητρίῳ ‌ἡ ‌κατὰ ‌τὸ ‌αὐτοῦ ‌μοναστήριον ‌αὔξησις ‌καὶ ‌ἐπίδοσις ‌οὐ ‌χρημάτων ‌ἕνεκα ‌καὶ ‌κτημάτων ‌μόνον, ‌ἃ ‌δευτέρου ‌λόγου ‌τὸ ‌παράπαν ‌ἐστίν, ‌ἀλλὰ ‌καὶ ‌ἀρετῆς ‌χάριν ‌καὶ ‌τῶν ‌ἐκείνης ‌κατορθωμάτων. ‌ἐκεῖθεν ‌εὑς ‌τὸ ‌μοναστήριον ‌ἀπίασι ‌τὴν ‌Καρύαν·; ‌πλὴν ‌οὐ ‌πολλαὶ ‌ἡμέραι ‌ἡ ‌ἐν ‌τῇ ‌μονῇ ‌τοῦ ‌Παύλου ‌διαγωγή. ‌ποῦ ‌γὰρ ‌ἀνεκτὸν ‌ἐκείνῳ ‌τῆς ‌φίλης ‌ἐπὶ ‌πλεῖστον ‌ἀφίστασθαι ‌ἡσυχίας; ‌
13. ‌ταύτῃ ‌τοι ‌καὶ ‌ὀλίγα ‌τοῖς ‌ἐκεῖ ‌συγγενόμενος, ‌ἔπειτα ‌γνώμῃ ‌δηλαδὴ ‌τοῦ ‌ἀφηγουμένου, ‌μηδὲ ‌τοῦ ‌χρηστοῦ ‌Δημητρίου ‌ἀπαγορεύοντος ‌τὴν ‌διάστασιν, ‌ἔξεισι ‌μὲν ‌τοῦ ‌μοναστηρίου, ‌πρὸς ‌δὲ ‌τὸ ‌τοῦ ‌Λάτρου ‌ὄρος ‌αὖθις ‌παλινδρομεῖ. ‌ἔνθα ‌γενόμενος, ‌διῄει ‌πάντα ‌τὰ ‌σπήλαια ‌καὶ ‌τὰς ‌ἀκρωρείας, ‌τοὺς ‌δαυϊτικοὺς ‌ὑπᾴδων ‌ψαλμούς. ‌περιτυχὼν ‌δὲ ‌'Αθανασίῳ ‌τινὶ ‌μοναχῷ, ‌ἑνὸς ‌μὲν ‌τῶν ‌πατριαρχικῶν ‌μοναστηρίων ‌τὴν ‌προστασίαν ‌πεπιστευμένῳ, ‌τηνικαῦτα ‌δὲ ‌τῷ ‌ὄρει ‌παρὰ ‌τῇ ‌λαύρᾳ ‌ἣ ‌λέγεται ‌τοῦ ‌Σωτῆρος ‌ἐφησυχάζοντι, ‌ἀξιοῖ ‌τὸν ‌ἄνδρα ‌στύλον ‌αὐτῷ ‌μὴ ‌μακρὰν ‌τῆσδε ‌τῆς ‌λαύρας ‌τοῦ ‌Σωτῆρος ‌ἀφεστηκότα ‌δείμασθαι, ‌ὥσπερ ‌οὐκ ‌ἀρκοῦν ‌ἀυτῷ ‌τὸ ‌τῶν ‌ἀνθρώπων ‌μακρύνεσθαι ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌τῆς ‌κατὰ ‌σῶμα ‌πρὸς ‌οὐρανοὺς ‌ἐπιθυμεῖν ‌ἀναβάσεως. ‌ὁ ‌τοίνυν ‌'Αθανάσιος ‌οὗτος ‌ὁ ‌τὸν ‌στύλον ‌ἀξιωθεὶς ‌δείμασθαι, ‌διερμηνεύει ‌τῷ ‌μεγάλῳ ‌στύλον ‌ἄλλον ‌ἀχειροποίητον, ‌ᾧπερ ‌ὁ ‌πολὺς ‌ἐχρήσατο ‌'Αθανάσιος, ‌οὐκ ‌ἐκεῖνον ‌φημι ‌τὸν ‌συχνοῖς ‌πρότερον ‌χρόνοις ‌τὸν ‌'Αλεξανδρείας ‌κοσμήσαντα ‌θρόνον, ‌ἀλλ' ‌ὁμώνυμον ‌ἄλλον, ‌εὑ ‌δὲ ‌μὴ ‌θρασύτερον ‌εὑπεῖν ‌καὶ ‌ὁμότροπον ‌ἢ ‌ὁμόζηλον, ‌χρόνῳ ‌μόνῳ ‌κατὰ ‌πλεῖστον ‌διεστηκότα·; ‌καὶ ‌γὰρ ‌ἐπὶ ‌Μιχαὴλ ‌οὗτος ‌ἐτύγχανεν ‌ὤν, ‌ὃς ‌καὶ ‌αὐτὸς ‌τῇ ‌τῶν ‌εὑκονομάχων ‌μανίᾳ ‌κάτοχος ‌ἦν. ‌οὗτος ‌οὖν ‌ὁ ‌κλεινὸς ‌'Αθανάσιος, ‌τῆς ‌αἱρέσεως ‌ταύτης ‌ἔτι ‌κρατούσης, ‌ἔξεισι ‌μὲν ‌τῆς ‌βασιλίδος ‌τῶν ‌πόλεων, ‌τὸ ‌τοῦ ‌Λάτρου ‌δὲ ‌ὄρος ‌καταλαβών, ‌τὸν ‌ἀχειροποίητον ‌τοῦτον ‌ἀναβαίνει ‌στύλον. ‌πέτρα ‌δὲ ‌οὗτος ‌ὑπερύψηλος ‌καὶ ‌αὐτῶν ‌ἤδη ‌παραψαύουσα ‌τῶν ‌νεφελῶν, ‌ἧς ‌ἐν ‌τῷ ‌ἄκρῳ ‌σπήλαιόν ‌τι ‌αὐτοφυὲς ‌ἦν, ‌ᾧπερ ‌ἐπὶ ‌δύο ‌καὶ ‌εἴκοσιν ‌ἐγκλείεται ‌χρόνοις. ‌εἶθ' ‌οὕτως ‌ἐξελθόντα ‌ἐκεῖθεν ‌τὸ ‌μοναστήριον ‌αὐτὸν ‌ὑποδέχεται ‌ὃ ‌λέγεται ‌μὲν ‌῎Αφαψις, ‌πρὸς ‌δὲ ‌τῇ ‌Φρυγίᾳ ‌διάκειται, ‌ἔνθα ‌δὴ ‌καὶ ‌τελευτᾷ ‌τὸν ‌βίον ‌θαύμασι ‌μεγίστοις ‌ἐπισημότατα
[p. ‌113]διαλάμψας. ‌τοῦτο ‌γοῦν ‌τὸ ‌περιφανὲς ‌σπήλαιον ‌καὶ ‌ὁ ‌θειότατος ‌οὑκεῖ ‌Παῦλος. ‌τὴν ‌μὲν ‌ἀρχήν, ‌οὔθ' ‌ὑπ' ‌αὐτοῦ ‌τοῦ ‌δηλώσαντος ‌'Αθανασίου, ‌οὔθ' ‌ὑφ' ‌ἑτέρου ‌τινὸς ‌ἐπισκοπῆς ‌ἢ ‌προνοίας ‌δή ‌τινος ‌καὶ ‌μικρᾶς ‌κἂν ‌γοῦν ‌εὑς ‌τροφῆς ‌χορηγίαν ‌ἀξιωθεὶς ‌ὅτι ‌μὴ ‌παρ' ‌αὐτῆς ‌μόνης ‌τῆς ‌τοῦ ‌θεοῦ ‌χρηστότητος·; ‌ὁ ‌δὲ ‌τῆς ‌προνοίας ‌τρόπος. ‌ ‌γεωργός ‌τις, ‌ὄνομα ‌Λέων ‌οὗτος ‌ἄρα ‌καὶ ‌αὑγῶν ‌ὑδίων ‌νομεὺς ‌ἦν·; ‌ὧν ‌δύο ‌τῆς ‌ποίμνης ‌διαιρεθεῖσαι, ‌παρὰ ‌τὴν ‌πέτραν ‌αὐτὴν ‌καὶ ‌τὸ ‌σπήλαιον ‌ὃ ‌τὸν ‌ἅγιον ‌εἶχεν ‌ἀπεπλανῶντο. ‌ταύτας ‌ὑδὼν ‌ὁ ‌νομεύς, ‌εἵπετο ‌διώκων·; ‌αἱ ‌δὲ ‌φθάσασαι ‌κρύπτουσιν ‌ἑαυτὰς ‌τῷ ‌πλησίον ‌ἕλει. ‌εἶθ' ‌ὁ ‌νομεὺς ‌ἐπὶ ‌μιᾶς ‌ἄνεισι ‌τῶν ‌πετρῶν ‌(πολλαὶ ‌δὲ ‌ἐκεῖ ‌καὶ ‌παντάπασιν ‌ὑψηλαί) ‌ποῦ ‌ἂν ‌ἴδοι ‌τὰς ‌αἶγας ‌ἀποσκοπήσων. ‌οὕτω ‌ποιοῦντι ‌δῆλος ‌εὐθὺς ‌ὁ ‌ὅσιος ‌γίνεται ‌παρὼν ‌τῷ ‌σπηλαίῳ. ‌ὑδὼν ‌τοιγαροῦν ‌οὐδαμῶς ‌παρεῖδεν, ‌ἀλλὰ ‌πυνθάνεται ‌σὺν ‌σπουδῇ ‌τίς ‌τε ‌εἴη ‌καὶ ‌πότε ‌καὶ ‌πῶς ‌εὑσέλθοι ‌τὸ ‌σπήλαιον. ‌ὁ ‌δὲ ‌πάντα ‌πρὸς ‌ἀλήθειαν ‌ἐξηγεῖται·; ‌καὶ ‌τὸ ‌ἀπὸ ‌τοῦδε ‌οὐκέτι ‌ἄπορα ‌ἦν ‌Παύλῳ ‌τὰ ‌πρὸς ‌τροφήν, ‌οὐκ ‌αὐτὰ ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌ὅσα ‌δὴ ‌τῶν ‌ἐπίπλων, ‌οὐ ‌πολυτελῆ ‌μέν, ‌χρήσιμα ‌δ' ‌ὅμως. ‌ ‌τίνα ‌ταῦτα; ‌σκεῦος ‌δοχεῖον ‌φωτός, ‌βραχὺ ‌ἔλαιον, ‌καὶ ‌λίθος ‌πυρῖτις ‌[lege: ‌πυρίτης]. ‌ ‌ἆρ' ‌οὖν ‌οὐ ‌φανερὰ ‌ταῦτα ‌καὶ ‌τυφλῷ, ‌φασί, δῆλα, ‌ὅτι ‌τῶν ‌φοβουμένων ‌αὐτὸν ‌καὶ ‌φιλούντων ‌οὐμενοῦν ‌οὐχ ‌ὑπερορᾷ ‌κύριος; ‌τοῦ ‌λεχθέντος ‌ἔτι ‌μαρτύριον ‌καὶ ‌τὸ ‌μετὰ ‌ταῦτα. ‌ὀλίγαι ‌παρῆλθον ‌ἡμέραι·; ‌καὶ ‌ὁ ‌τοῦ ‌θέρους ‌καιρὸς ‌ἐπιστάς, ‌ἐπισπεύδει ‌τὸν ‌Λέοντα ‌πρὸς ‌τὴν ‌τῶν ‌καρπῶν ‌ἤδη ‌τῶν ‌ὑδίων ‌συγκομιδήν. ‌ὁ ‌μὲν ‌οὖν ‌εὐθὺ ‌Μιλήτου ‌(ἐκεῖ ‌γὰρ ‌οἱ ‌καρποί) ‌ἐχώρει. ‌ὁ ‌δὲ ‌Παῦλος ‌ἔρημος ‌αὖθις ‌καὶ ‌ἀτημέλητος, ‌οὐδεμιᾶς ‌προνοίας ‌ὑπ' ‌οὐδενὸς ‌οὐδὲ ‌μνήμης ‌ὅλως ‌ἠξιωμένος. ‌ὅρα ‌τοιγαροῦν ‌τὴν ‌εὐμήχανον ‌τοῦ ‌θεοῦ ‌σοφίαν ‌ἵνα ‌καὶ ‌τὸ ‌τοῦ ‌Παύλου ‌καρτερικὸν ‌καὶ ‌τὸ ‌κηδεμονικὸν ‌ἐκείνου ‌διαφανῇ. ‌συχνῶν ‌ἄσιτος ‌ἡμερῶν ‌διαμείνας ‌καὶ ‌τῷ ‌λιμῷ ‌ἤδη ‌κατεργασθείς, ‌ὕπτιος ‌ἔκειτο ‌ἡμιθνής, ‌ἄφωνος, ‌πνοῇ ‌μόνῃ ‌βραχείᾳ ‌τὸ ‌μὴ ‌νεκρὸς ‌εἶναι ‌πεπιστευμένος, ‌ἀπειρηκότων ‌αὐτῷ ‌τῶν ‌ποδῶν ‌ἤδη ‌καὶ ‌μηδὲ ‌φέρειν ‌ὄρθιον ‌δυναμένων. ‌πλὴν ‌ἀλλὰ ‌καὶ ‌οὕτω ‌κειμένῳ ‌ἡ ‌γλῶττα ‌ἐνεργὸς ‌ἦν ‌καὶ ‌ἠρέμα ‌δὴ ‌κινουμένη, ‌ἀφθόγγως ‌ὑμνεῖ ‌τὸν ‌κύριον. ‌ἔπειτα ‌μόλις ‌ἑαυτὸν ‌διάρας ‌(οὐδὲν ‌γὰρ ‌οὕτως ‌ὑσχυρὸν ‌ὡς ‌ἀνάγκη), ‌καθέλκει ‌μὲν ‌τὸ ‌φωταγωγὸν ‌σκεῦος·; ‌εἶτα ‌τὸ ‌ἔλαιον ‌ὅπως ‌εἶχε ‌μετὰ ‌τοῦ ‌ὕδατος ‌ἐκπιών, ‌ ‌μικρὸν ‌ἑαυτὸν ‌ἀνάγει ‌καὶ ‌μετρίαν ‌λαμβάνει ‌παραψυχήν. ‌οὕτως ‌ἦν ‌ὁ ‌Παῦλος ‌ἄμαχος ‌βιαστής ‌καὶ ‌ἱδρώτων ‌ἐξαισίων ‌βασιλείαν ‌οὐρανῶν ‌ἐξωνούμενος. ‌τοὺς ‌οὖν ‌ὑπερφυεῖς ‌αὐτοῦ ‌πόνους ‌ὁ ‌κηδεμὼν ‌πάντων ‌δυσωπηθείς, ‌πρόνοιαν ‌αὐτοῦ ‌πάλιν ‌ἐποιεῖτο·; ‌καὶ ‌ὅπως, ‌ἄκουε. ‌ ‌'Αθανασίῳ ‌γὰρ ‌εὑς ‌τὴν ‌καρδίαν ‌ἀγαθὰ ‌λαλήσας ‌('Αθανάσιον ‌δὲ ‌τοῦτον ‌φαμὲν ‌ὃν ‌ἡγεῖσθαι ‌τῆς ‌τοῦ ‌Σωτῆρος ‌μονῆς ‌ὁ ‌λόγος ‌ἐδήλωσε ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌ὑποφ<αν>ῆναι ‌τὸν ‌στύλον), ‌τοῦ ‌ἱεροῦ ‌Παύλου ‌μνήμην ‌ἐντίθησι. ‌καὶ ‌αὐτὸς ‌πυθόμενος ‌καὶ ‌μαθὼν ‌ὅπως ‌ἀπρόϊτός ‌τε ‌διατελεῖ ‌καὶ ‌προνοίας ‌ἀκριβῶς ‌ἔρημος, ‌τὰ ‌πρὸς ‌τροφὴν ‌ἐδίδου ‌κατὰ ‌τὸ ‌ἀναγκαῖον·; ‌οὕτω ‌γὰρ ‌τῷ ‌θαυμαστῷ ‌Παύλῳ ‌θέλησις. ‌ἐκεῖνος ‌δὲ ‌ἠμείβετο ‌ταῦτα ‌μεγαλοψύχως, ‌ὠφελείας ‌αἴτιος ‌τῆς ‌κατὰ ‌ψυχὴν ‌οὐκ ‌αὐτῷ ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌ὅσοι ‌τῆς ‌μονῆς ‌ὑπῆρχον ‌γενόμενος, ‌οὐχ ‌οἷς ‌ἐφθέγγετο ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌οἷς ‌μᾶλλον ‌παρῄνει ‌ποιῶν. ‌ἀλλ' ‌οὕτω ‌μὲν ‌ὁ ‌Αθανάσιος·; ‌δῆλον ‌δὲ ‌μετὰ ‌ταῦτα ‌τὸ ‌πρᾶγμα ‌καὶ ‌τῷ ‌χρηστῷ ‌γενόμενον ‌Δημητρίῳ·; ‌φροντὶς ‌ἦν ‌κἀκείνῳ ‌ἡ ‌τῶν ‌ἀναγκαίων ‌τῷ ‌πατρὶ ‌χορηγία.

14. ‌πλὴν ‌ἀλλὰ ‌καὶ ‌τοῦτο ‌δὴ ‌τὸ ‌σπήλαιον ‌εὑσελθόντι ‌τῷ ‌Παύλῳ ‌ἐπήρειαι ‌καὶ ‌πειρασμοὶ ‌δαιμόνων ‌ἐπῆλθον, ‌πειρασμοὶ ‌οὔτ' ‌ἀριθμητοὶ ‌πλῆθος, ‌οὔτε ‌φορητοὶ ‌τὴν ‌πικρότητα·; ‌αὐτὸ ‌γὰρ ‌τὸ ‌σπήλαιον, ‌ποτὲ ‌μὲν ‌ἐπειρῶντο ‌σείειν, ‌ποτὲ ‌δὲ ‌καὶ ‌πυρὶ ‌δεικνύναι ‌διαπιμπράμενον. ‌ἔστι ‌δ' ‌ὅτε ‌καὶ ‌καθεζόμενον ‌τὸν ‌ὅσιον ‌ἢ ‌ἱστάμενον ‌καὶ ‌προσκείμενον ‌προσευχῇ ‌τοξεύειν ‌ἐῴκουν ‌[lege: ‌ἐῴκεσαν?]. ‌ἀλλὰ ‌πρὸς ‌ταῦτα ‌ὁ ‌ὅσιος ‌ἀετὸς ‌ἦν ‌θρῖπας ‌ὁρῶν ‌ἢ ‌λέων ‌πρὸς ‌κυνῶν ‌ὑλακὴν ‌ἀπτόητος. ‌ποτὲ ‌γὰρ ‌καὶ ‌αὐτὸς ‌ἐκεῖνος ‌(ὡς ‌ἐκ ‌τοῦ ‌γεγονότος ‌ὑπολαβεῖν) ‌ὁ ‌διάβολος ‌ὄφεως ‌μεγίστου ‌
[p. ‌114]εἶδος ‌ὑποκριθεὶς ‌καὶ ‌ἔνδον ‌εὑσδὺς ‌τοῦ ‌σπηλαίου, ‌κύκλῳ ‌τε ‌αὐτὸ ‌περιῄει ‌καὶ ‌φρικτὸν ‌ὑπεσύριττε·; ‌καὶ ‌τοῦτο ‌μὲν ‌τὴν ‌ψίαθον ‌ὑπεισιὼν ‌ἀνεκούφιζε, ‌τοῦτο ‌δὲ ‌καὶ ‌ὀπίσθιον ‌τὸν ‌μέγαν ‌ἀνέρπων ‌ὑπᾴδοντα ‌τοὺς ‌ψαλμούς, ‌εἶτα ‌καὶ ‌τὴν ‌δέρην ‌ἑνὶ ‌τῶν ‌ὤμων ‌ἐπιτιθείς, ‌ἐχόμενά ‌τε ‌τοῦ ‌στόματος ‌ὑπάγων ‌αὐτοῦ ‌τά ‌τε ‌ὄμματα ‌καὶ ‌τὴν ‌κεφαλὴν ‌ἐκεῖνος ‌προσεποιεῖτο ‌τὸν ‌ἀκροώμενον·; ‌καὶ ‌τοῦτο ‌οὐχ ‌ἅπαξ ‌οὐδὲ ‌δίς, ‌ἀλλ' ‌ἐπὶ ‌τρισὶ ‌χρόνοις ‌διήρκει ‌γινόμενον ‌ὄχλους ‌ἐπάγον ‌τῷ ‌ἀθλητῇ. ‌ ‌βλάβη ‌μέντοι ‌τὸ ‌παράπαν ‌ἠκολούθησεν ‌οὐδεμία·; ‌πόθεν; ‌ἡ ‌γὰρ ‌ἐπισκιάζουσα ‌χάρις ‌ἀλεξίκακον ‌ἀσφαλὲς ‌ἀπὸ ‌τῆς ‌ἀληθείας ‌μᾶλλον ‌δυνάμενον ‌ὠφελεῖν ‌ἢ ‌τὸ ‌μῶλυ ‌τὸ ‌μυθευόμενον ‌ἐκ ‌τοῦ ‌ψεύδους. ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌ὥστ' ‌ἐπιδειχθῆναι ‌μόνον ‌ἐξ ‌ὀλίγου ‌τὰς ‌τοῦ ‌πολεμοῦντος ‌ἐπιβουλάς, ‌οὐχ ‌ὥστε ‌καὶ ‌περιληφθῆναι ‌πάσας.
15. ‌ἐπιθυμία ‌μέντοι ‌τὸν ‌ὅσιον ‌εἷλε ‌δεινὴ ‌τὴν ‌θείαν ‌εἴσω ‌δὴ ‌τοῦ ‌σπηλαίου ‌ἐπιτελεσθῆναι ‌μυσταγωγίαν·; ‌ἐκώλυε ‌δὲ ‌ἡ ‌ἐκεῖσε ‌ἄνοδος ‌κλίμακος ‌ἀπορίᾳ. ‌δεῖται ‌γοῦν ‌καὶ ‌περὶ ‌αὐτῆς ‌'Αθανασίου, ‌καὶ ‌ὃς ‌ἐν ‌ὀλίγῳ ‌κατασκευάζει ‌καὶ ‌τῷ ‌σπηλαίῳ ‌ἀσφαλῶς ‌αὐτὴν ‌προσερείδει. ‌ ‌ἀνελθόντος ‌οὖν ‌ἱερέως ‌καί ‌τινων ‌ἄλλων, ‌ἐτελεῖτο ‌μέν ‌ἡ ‌μυσταγωγία ‌καὶ ‌ὁ ‌θεῖος ‌ἄρτος ‌ἤδη ‌ἀνύψωτο·; ‌ὡς ‌δὲ ‌καὶ ‌μετασχεῖν ‌ἔμελλον, ‌ἐξίσταντο ‌τῷ ‌ὁσίῳ ‌πάντες ‌καὶ ‌τῶν ‌πρεσβείων ‌τῆς ‌μεταλήψεως ‌παρεχώρουν ‌αὐτῷ. ‌ὁ ‌δὲ ‌πρόσεισι ‌μὲν ‌μεθ' ‌ὅσης ‌ἄν ‌εἴποις ‌τῆς ‌εὐλαβείας ‌καὶ ‌τοῦ ‌αὑδεσίμου ‌σχήματος, ‌ὑψοῦ ‌μὲν ‌τὰς ‌χεῖρας ‌ἔχων, ‌ἠρέμα ‌δὲ ‌τὰ ‌χείλη ‌κινῶν ‌καὶ ‌εὐχὴν ‌ὑπᾴδων ‌ἀνεκλαλήτως. ‌ἧς ‌τελεσθείσης ‌ἤδη, ‌ἀλλὰ ‌φόβος ‌με ‌καὶ ‌λέγοντα ‌ἔχει ‌τοῦ ‌πράγματος ‌ἐπὶ ‌νοῦν ‌λαμβάνοντα ‌τὸ ‌φρικῶδες·; ‌γίνεται ‌γὰρ ‌σεισμὸς ‌οὐχ ‌ἥκιστα ‌φοβερὸς ‌ ‌καὶ ‌τῷ ‌μεγέθει ‌τοὺς ‌προγεγενημένους ‌ἅπαντας ‌ἀποκρύπτων. ‌ἦν ‌γὰρ ‌ὁρᾶν ‌τὰς ‌ἐκεῖ ‌κειμένας ‌πέτρας ‌οὐρανομήκεις ‌οὐ ‌κινουμένας ‌μόνον ‌καὶ ‌σοβαρῶς ‌ἀναπαλλομένας ‌ἀλλὰ ‌καὶ ‌`ροῖζον ‌οἷον ‌ἀποτελούσας ‌ἔκπληκτον, ‌ὥστε ‌καὶ ‌τοὺς ‌παρόντας ‌οὕτως ‌ἡττηθῆναι ‌τοῦ ‌δέους, ‌ὡς ‌καὶ ‌αὐτοὺς ‌τρόμῳ ‌τε ‌κλονεῖσθαι ‌καὶ ‌ὑσχυρῶς ‌πάλλεσθαι ‌τὰς ‌καρδίας, ‌ἀλλήλους ‌τε ‌περιβάλλειν ‌ἐν ‌τῇ ‌τοῦ ‌ζῆν ‌ἀπογνώσει ‌καὶ ‌εὑς ‌οὑμωγὰς ‌τοὺς ‌μέν, ‌τοὺς ‌δὲ ‌καὶ ‌εὑς ‌εὐχὰς ‌τρέπεσθαι. ‌ἀλλὰ ‌τοῦ ‌πράγματος ‌τὸ ‌καινότατον. ‌παρὰ ‌γὰρ ‌μόνοις ‌τοῖς ‌ἄνω ‌οὖσι ‌ταῦτα ‌πέπρακτο, ‌κἀκεῖνοι ‌μόνοι ‌ἐγνώκασί ‌τε ‌αὐτὰ ‌καὶ ‌πεπόνθασι, ‌τοῖς ‌δὲ ‌κάτω ‌τοῦ ‌στύλου ‌μείνασι ‌τοιοῦτον ‌οὐδέν, ‌ἀλλ' ‌ἀκοὴ ‌μόνη ‌μετὰ ‌τὸ ‌κατελθεῖν ‌τοὺς ‌θεασαμένους.

16. ‌βούλεταί ‌τινος ‌καὶ ‌ἑτέρου ‌ἐπιμνησθῆναι ‌θαύματος ‌ὁ ‌λόγος·; ‌τοιγαροῦν ‌προσεκτέον. ‌ἐλύπει ‌τὸν ‌ἅγιον ‌ἡ ‌περὶ ‌τὴν ‌χρῆσιν ‌τοῦ ‌ὕδατος ‌δυσκολία, ‌ἐλύπει ‌δὲ ‌οὐκ ‌αὐτοῦ ‌χάριν, ‌ἀλλὰ ‌τῶν ‌μετακομιζόντων ‌ἕνεκεν. ‌ἔγγυς ‌γὰρ ‌τοῦ ‌σπηλαίου ‌μετασχεῖν ‌ὕδατος ‌ἥκιστα ‌ἦν, ‌ἀλλ' ‌ἀνάγκη ‌μήκοθεν ‌γινομένους ‌μετακομίζειν. ‌τί ‌οὖν ‌ποιεῖ; ‌καὶ ‌γὰρ ‌εἶχε ‌καὶ ‌τὸ ‌λυποῦν ‌ὑσχυρὸν ‌καὶ ‌τὸ ‌πρὸς ‌θεὸν ‌θαρρεῖν ‌ἐρρωμένον. ‌ἔξεισι ‌τοῦ ‌σπηλαίου ‌καὶ ‌διϊών, ‌ἠρεύνα ‌τὰς ‌ἐν ‌ταῖς ‌πέτραις ‌χαράδρας ‌εἴ ‌τις ‌αὐτῶν ‌καὶ ‌μικρᾶς ‌εἴη ‌νοτίδος ‌γόνιμος. ‌μιᾷ ‌τοίνυν ‌παρατυχὼν ‌οὕτως ‌ἐχούσῃ, ‌ἵσταται ‌παρ' ‌αὐτῇ ‌καὶ ‌δεῖται ‌τοῦ ‌πάντα ‌δυναμένου ‌θεοῦ, ‌ὃς ‌καὶ ‌πέτρας ‌ἐξ ‌ἀκροτόμου ‌ὕδατός ‌ποτε ‌παρέσχε ‌περιουσίαν. ‌οὕτως ‌εὐξάμενον ‌τὸ ‌σπήλαιον ‌αὖθις ‌εἶχεν ‌αὐτόν. ‌εὑς ‌μέντοι ‌τὴν ‌ἐπιοῦσαν ‌ἀπελθόντι ‌παρ' ‌αὐτὸν ‌Νικήτᾳ, ‌τῷ ‌τὴν ‌ἐπίκλησιν ‌`Ικανῷ ‌(θρέμματα ‌μὲν ‌ἴδια ‌ἔχοντι, ‌ἐκεῖ ‌δὲ ‌περὶ ‌τὸ ‌σπήλαιον ‌νέμοντι ‌ταῦτα), ‌<<σκαπάνην>> ‌ἔφη ‌<<λαβὼν ‌καὶ ‌πρὸς ‌τῇ ‌πέτρᾳ ‌τῇδε ‌γενόμενος,>> ‌ἐκείνην ‌ἄρα ‌δεικνὺς ‌ἔνθα ‌τὴν ‌εὐχὴν ‌αὐτὸς ‌οὐκ ‌εὑς ‌ἀέρα ‌κενὴν ‌ἀφῆκεν, ‌ἀλλὰ ‌θεῷ ‌ἀκουστὴν ‌ἐποιήσατο, ‌<<διακροῦσαι ‌τῇ ‌σκαπάνῃ ‌ταύτῃ ‌τὴν ‌γῆν ‌οὐδαμῶς ‌μελλήσεις.>> ‌ἐκεῖνος ‌δὲ ‌τοῦ ‌λεγομένου ‌τόπου ‌διάπειραν ‌ἔχων, ‌παντάπασιν ‌ἀπεγίνωσκεν, ‌<<ἐμοί,>> ‌λέγων ‌<<πάτερ, ‌τὸ ‌ἐνταῦθα ‌νέμειν ‌χρόνος ‌ἤδη ‌συχνός, ‌ἀλλ' ‌οὐδέποτε ‌καὶ ‌μικρᾶς ‌νοτίδος ‌ᾐσθόμην.>> ‌καὶ ‌οὕτω ‌μὲν ‌ὁ ‌Νικήτας·; ‌πλὴν ‌ἤκουε ‌παρὰ ‌τοῦ ‌ὁσίου·; ‌<<ἀλλὰ ‌σοὶ ‌τὸ ‌διατεταγμένον ‌ἅπαξ ‌ποιητέον. ‌ ‌καὶ ‌εἴπερ ‌
[p. ‌115]ὅλως ‌οὐκ ‌ἀπορεῖς ‌πίστεως ‌οὐδὲ ‌τοῦ ‌ζητουμένου ‌πάντως ‌ἀπορήσεις.>> ‌πείθεται ‌τούτοις ‌ὁ ‌Νικήτας, ‌καὶ ‌τελεσθέντος ‌τοῦ ‌ἐπιτάγματος, ‌ὕδωρ ‌ἐξάλλεται ‌παραχρῆμα, ‌ὕδωρ ‌πάλιν ‌ἐκ ‌πέτρας ‌διειδὲς ‌καὶ ‌φιλότιμον, ‌οὐ ‌γέννημα ‌πέτρας ‌οὐδὲ ‌γῆς ‌ἄλλως, ‌ἀλλ' ‌εὐχῆς ‌μᾶλλον ‌οὐρανοφοίτου. ‌ἐξέπληττε ‌τὸ ‌πεπραγμένον ‌οὐκ ‌αὐτὸν ‌μόνον ‌ἄντικρυς ‌τὸν ‌Νικήταν, ‌ἀλλὰ ‌καὶ ‌τοὺς ‌τότε ‌θεασαμένους ‌ἅπαντας ‌καὶ ‌τοὺς ‌ἄχρι ‌νῦν ‌θεωμένους, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌τοὺς ‌μετὰ ‌ταῦτα ‌θεασομένους·; ‌ἕπεται ‌γὰρ ‌τῷ ‌θαύματι ‌θαῦμα·; ‌καθὸ ‌μὴ ‌μόνον ‌ἐκ ‌στερεᾶς ‌πέτρας ‌ὕδωρ ‌ἔξεισιν, ‌ἀλλ' ὅτι ‌καὶ ‌μέτρῳ ‌ἔξεισι, ‌κάλλιστα ‌τῇ ‌χρείᾳ ‌καὶ ‌αὐτοῖς ‌δὴ ‌τοῖς ‌χρωμένοις ‌παραμετρούμενον·; ‌οὔτε ‌γὰρ ‌πλειόνων ‌ὄντων ‌ἐνδέει, ‌οὔτε ‌πάλιν ‌ἐλαττουμένων ‌πλεονεκτεῖ. ‌καὶ ‌τούτου ‌δήλωσις ‌ἡ ‌παρ' ‌αὐτῇ ‌τῇ ‌πέτρᾳ ‌δεξαμενή, ‌ἥκιστα ‌μὲν ‌ἐλλείπουσα, ‌ἥκιστα ‌δὲ ‌ὑπερβλύζουσα ‌καί, ‌ὡς ‌ἄν ‌τις ‌εἴποι, ‌τῷ ‌πλεονασμῷ ‌ἐξυβρίζουσα.

17. ‌ἐντεῦθεν ‌τῆς ‌τοῦ ‌ἁγίου ‌φήμης ‌καταφανοῦς ‌ἤδη ‌γενομένης, ‌καὶ ‌ὥσπερ ‌τινὸς ‌εὐώδους ‌ὀσμῆς ‌πανταχόσε ‌διαδοθείσης ‌(κρείττων ‌γὰρ ‌αὐτὸς ‌ἑαυτοῦ ‌γινόμενος, ‌ἀκολούθως ‌καὶ ‌χαρίτων ‌ἠξιοῦτο ‌μειζόνων, ‌ἐπεὶ ‌καὶ ‌ἐλλάμψεσι ‌τρανοτέραις ‌ἐνεφαιδρύνετο ‌καὶ ‌ἐπιστασίαις ‌ἀγγέλων ‌ὡμίλει ‌καὶ ‌ὕμνους ‌αὐτῶν ‌θείους ‌ᾀδόντων ‌ἤκουεν. ‌ ‌ἀλλὰ ‌καὶ ‌δαιμόνων ‌ἀγγέλων ‌ὁμοιώσεσιν ‌ἀπατᾶν ‌πειρωμένων, ‌καὶ ‌φῶς ‌ἑαυτῶν ‌καταψευδομένων ‌οὐ ‌παρεκρούετο, ‌καλῶς ‌πάντα ‌παρὰ ‌θεοῦ ‌διδασκόμενός ‌τε ‌καὶ ‌φωτιζόμενος), ‌οὕτως ‌οὖν ‌ὀνομαστοῦ ‌γενομένου ‌καὶ ‌ἀστέρος ‌οὐδὲν ‌ἧττον ‌ἀνὰ ‌τὸ ‌σπήλαιον ‌διαλάμποντος, ‌πάντες ‌ὅσοι ‌εὔπλαστοι ‌καρδίαι ‌καὶ ‌εὐπειθεῖς, ‌ἀντίτυπόν ‌τε ‌πονηρίας ‌οὐδὲν ‌ἔχουσαι, ‌ἀλλὰ ‌τρωθῆναι ‌μᾶλλον ‌τῷ ‌τοῦ ‌καλοῦ ‌ἔρωτι ‌ἐπιτήδειοι, ‌οὗτοι ‌παρ' ‌αὐτὸν ‌ἐφοίτων·; ‌καὶ ‌τῇ ‌σειρῆνι ‌τῆς ‌αὐτοῦ ‌χρηστότητός ‌τε ‌καὶ ‌ἱλαρότητος ‌ἁλισκόμενοι, ‌μένειν ‌παρ' ‌αὐτῷ ‌ἠγάπων ‌καὶ ‌ὑπ' ‌ἐκείνῳ ‌καθηγητῇ ‌καὶ ‌διδασκάλῳ ‌τὴν ‌ἀρετὴν ‌ἀσκεῖσθαι·; ‌καὶ ‌ὃς ‌ἤκουε ‌καὶ ‌εὐδόκει, ‌καὶ ‌παρ' ‌ἑαυτῶν ‌κτίζειν ‌τὰ ‌πρὸς ‌τὸ ‌μένειν ‌ἐκέλευεν. ‌ ‌ἔκτιζον ‌δέ, ‌οἱ ‌μὲν ‌καλύβας, ‌οἱ ‌δε ‌σπήλαια, ‌οἱ ‌δὲ ‌σκέπην ‌ἄλλως ‌ὑδίαν, ‌ἕκαστος ‌ὅπως ‌εἶχε ‌γνώμης ‌τε ‌καὶ ‌χειρός·; ‌καὶ ‌οὕτω ‌κατὰ ‌μικρὸν ‌αἱ ‌θεοφιλεῖς ‌ψυχαὶ ‌προσετίθεντο. ‌ἔπειτα ‌καὶ ‌μικρὸς ‌εὐκτήριος ‌οἶκος ‌ἐπ' ‌ὀνόματι ‌τοῦ ‌τῶν ‌ἀγγέλων ‌ἄρχοντος ‌Μιχαήλ, ‌οὕτω ‌προσταγὲν ‌παρὰ ‌τοῦ ‌μεγάλου, ‌ἀνῳκοδόμητο. ‌οὐδὲ ‌τῶν ‌πρὸς ‌σωματικὴν ‌χρείαν ‌ἐπιτηδείων ‌ἐρήμους ‌ἀφῆκεν, ‌ἀλλὰ ‌πάντων ‌αὐτοῖς ‌ἀνενδεῆ ‌πρόνοιαν ‌ἐποιήσατο ‌ἵν' ‌οὕτως ‌ἀπροφάσιστοι ‌ἐν ‌τοῖς ‌σωματικοῖς ‌ὄντες, ‌τῶν ‌τῆς ‌ψυχῆς ‌ἔργων ‌προθυμότερον ‌ἅπτωνται. ‌ἔπειτα ‌διαιρεῖ ‌καλῶς ‌καὶ ‌ἐπιστημόνως ‌μεταξὺ ‌τῶν ‌τε ‌ὑδιάζειν ‌καὶ ‌καθ' ‌ἑαυτοὺς ‌ζῆν ‌αἱρουμένων ‌καὶ ‌τῶν ‌τὸ ‌κοινὸν ‌μᾶλλον ‌καὶ ‌συναγελαστικὸν ‌ἀσπαζομένων·; ‌καὶ ‌τῶν ‌μὲν ‌ἄλλων ‌πάντων ‌ὁμοῦ ‌εἷς ‌ἦν ‌ἀμφοτέροις ‌ὁ ‌τρόπος, ‌τὸ ‌μηδὲν ‌ἄδηλον ‌παρὰ ‌τοῦ ‌πατρὸς ‌ἔχειν, ‌μὴ ‌πρᾶξιν, ‌μὴ ‌λογισμὸν ‌δεξιὸν ‌ἢ ‌ἑτέρως ‌ἔχοντα, ‌μηδὲ ‌ποιεῖν ‌τι ‌αὐτῷ ‌ἀνεκλάλητον, ‌ἀλλὰ ‌καὶ ‌πᾶν ‌ὅ ‌τι ‌ἀπόρρητον ‌πρὸς ‌ἐκεῖνον ‌εἶναι ‌`ρητόν, ‌καὶ ‌τοῦτο ‌νυκτός ‌τε ‌καὶ ‌ἡμέρας ‌ἀπαραλείπτως ‌γίνεσθαι, ‌καὶ ‌μηδὲ ‌τῶν ‌εὑς ‌κτῆσιν ‌ἄδηλόν ‌τι ‌αὐτῷ ‌εἶναι ‌μέχρι ‌καὶ ‌`ραφίδος, ‌μηδὲ ‌πρόοδον ‌μηδαμοῦ ‌ἐξεῖναί ‌τινι ‌ποιεῖσθαι ‌τὸ ‌παράπαν, ‌εὑ ‌μὴ ‌πρότερον ‌αὐτὸς ‌γνοὺς ‌ἐπιτρέψῃ·; ‌ἃ ‌καὶ ‌εὑς ‌δεῦρο ‌ἀπαραποίητα ‌σώζεται ‌καλῶς ‌καὶ ‌φυλάττεται·; ‌καὶ ‌ταῦτα ‌μέν, ‌ὥσπερ ‌εἴρηται, ‌ἀμφοτέροις ‌ὁμοίως ‌ἔχει, ‌τὸ ‌δὲ ‌παράλλαττον ‌ἐν ‌τούτοις, ‌ὅτι ‌τῶν ‌μὲν ‌ἐν ‌τῷ ‌κοινῷ ‌ζώντων, ‌τό ‌τε ‌πρὸς ‌ὕπνον ‌οὑκητήριον ‌ἓν ‌καὶ ‌ἡ ‌τράπεζα ‌μία·; ‌καὶ ‌ἡ ‌φροντὶς ‌αὐτῆς ‌τε ‌καὶ ‌τῶν ‌ἀμφίων ‌ἐκ ‌τοῦ ‌προεστῶτος, ‌τῶν ‌δὲ ‌ὑδιαζόντων ‌ἑκάστῳ ‌παρ' ‌ἑαυτοῦ ‌ἡ ‌τῶν ‌ἀναγκαίων ‌πρόνοια·; ‌τὰ ‌δ' ‌ἄλλα, ‌ὥσπερ ‌εἴρηται, ‌ἀμφοτέροις ‌ἴσα ‌καὶ ‌ἀπαραλλάκτως ‌ἔχοντα. ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌οὕτως·; ‌εὑωθότων ‌δέ ‌τινων ‌ἄρτους ‌κομίζειν ‌καὶ ‌ἄλλα ‌δή ‌τινα, ‌ὧν ‌τὸ ‌σῶμα ‌ᾧ ‌συνδεδέμεθα ‌ἀναγκαίως ‌ἐπιδεές, ‌προσήνεγκέ ‌τις ‌καὶ ‌ἄλευρον·; ‌ὅπερ, ‌οὔπω ‌τυχὸν ‌τῆς ‌συνήθους ‌τοῦ ‌μακαρίου ‌εὐχῆς ‌ἅμα ‌καὶ ‌εὐλογίας, ‌οἱ ‌μοναχοὶ ‌ἄρτου ‌λειπόμενοι ‌ζυμοῦσι ‌τοῦτο ‌παραυτίκα, ‌ἔπειτα ‌καὶ ‌τὴν ‌ζύμην ‌ἀναφέρουσι ‌πρὸς ‌τὸν ‌μέγαν. ‌ὁ ‌δὲ ‌πρὸς ‌τοῦτο ‌καὶ ‌λίαν ‌χαλεπῶς ‌
[p. ‌116]ἐνεγκὼν ‌καὶ ‌ἀμέλειαν ‌αὐτῶν ‌πολλὴν ‌τοῦ ‌καθήκοντος ‌καταγνούς, ‌ἀπρόσδεκτόν ‌τε ‌τὴν ‌ζύμην ‌καὶ ‌ἐπάρατον ‌ἔθηκε·; ‌καὶ ‌τῷ ‌ποταμῷ, ‌ἐκείνου ‌προστάξαντος, ‌καθῆκαν ‌αὐτὴν ‌παραχρῆμα. ‌ἐντεῦθεν ‌οἱ ἀδελφοὶ ‌διδάσκονται ‌μηδὲν ‌μὴ ‌μικρόν, ‌μὴ ‌μέγα, ‌μηδ' ‌ὁτιοῦν ‌πράττειν, ‌εὑ ‌μὴ ‌πρότερον ‌ἐκεῖνο ‌τῆς ‌τοῦ ‌πατρὸς ‌εὐχῆς ‌τύχοι ‌καὶ ‌εὐλογίας. ‌ὅτι ‌δὲ ‌κατὰ ‌γνώμην ‌θεῷ ‌ἡ ‌τοῦ ‌ἀλεύρου ‌ζύμη ‌ἀπόβλητος ‌τῷ ‌ὁσίῳ, ‌εὑς ‌τὴν ‌ἐπιοῦσαν ‌πολλοὶ ‌τῷ ‌ἁγίῳ ‌παρέβαλον ‌μετὰ ‌προσαγωγῆς ‌ἀφθονωτάτης ‌καὶ ‌ἄρτων, ‌δηλαδὴ ‌τῶν ‌καθαρωτάτων.

18. ‌ἀλλὰ ‌προσεκτεόν ‌ἑτέρῳ ‌πολὺ ‌τὸ ‌θαυμαστὸν ‌ἔχοντι. ‌αὐχμὸς ‌ἐπέσχε ‌τὴν ‌Μίλητον ‌καὶ ‌ἀπορία ‌ὕδατος ‌ἐπιεικῶς ‌ἐσχάτη. ‌ ‌συμφρονήσαντες ‌οὖν ‌ἄνδρες ‌ἐκ ‌διαφόρων ‌κωμῶν ‌οὐκ ‌ἐλάττους ‌τῶν ‌τεσσαράκοντα ‌συνίασιν ‌ἅμα ‌καὶ ‌λιτανείαν ‌ποιοῦνται ‌καὶ ‌σὺν ‌ἄσμασι ‌φιλοθέοις ‌τοῦ ‌ὄρους ‌ἀνίασι ‌τὴν ‌ἀκρώρειαν. ‌τοῦτο ‌δὲ ‌οὐ ‌μόνον ‌ὑψηλότατον ‌καὶ ‌ὑπερνεφές, ‌ἀλλὰ ‌καὶ ‌ἀναβῆναι ‌κομιδῇ ‌δυσχερέστατον. ‌παρὰ ‌τούτου ‌τὴν ‌ἀκρώρειαν ‌κεῖται ‌λίθος ‌ὑπερμεγέθης, ‌ὃς ‌καὶ ‌ἅγιος ‌ἐκ ‌πολλοῦ ‌ἤδη ‌ὠνόμασται ‌λίθος. ‌ἡ ‌δὲ ‌αὑτία ‌τοῦ ‌οὕτως ‌ὠνομάσθαι ‌παρὰ ‌τοῖς ‌ἐγχωρίοις ‌διττή·; ‌οἱ ‌μὲν ‌γὰρ ‌ὅτι ‌εἷς ‌τῶν ‌δώδεκα ‌λίθων, ‌ὧν ‌ἐκ ‌μέσου ‌τοῦ ‌'Ιορδάνου, ‌θεοῦ ‌ἐπιτρέψαντος, ‌ὁ ‌τοῦ ‌ ‌Ναυὴ ‌'Ιησοῦς ‌εἴληφεν, ‌ἐν ‌τούτῳ ‌δὴ ‌τῷ ‌μεγίστῳ ‌λίθῳ ‌εὕρηται ‌κείμενος·; ‌εὕρηται ‌δέ ‌φασι ‌πῶς; ‌ποιμήν ‌τις ‌ὀφθαλμῶν ‌τὸν ‌ἕνα ‌πεπηρωμένος, ‌ἄνεισιν ‌ἐκεῖσε·; ‌καὶ ‌τοῦτον ‌ἄρας ‌τὸν ‌λίθον, ‌θεοῦ ‌νεύσαντος, ‌ἐπιθεὶς ‌ὀφθαλμῶν ‌τῷ ‌πεπηρωμένῳ, ‌ἔσχεν ‌εὐθὺς ‌καὶ ‌ὄξὺ ‌βλέποντα. ‌οἱ ‌δέ ‌(ὃ ‌καὶ ‌μᾶλλον, ‌οἶμαι, ‌συμβαίνει ‌τῇ ‌ἀληθείᾳ) ‌ὅτι ‌πολλοῖς ‌τῶν ‌πατέρων, ‌ὅσοι ‌παρὰ ‌τῷδε ‌τῷ ‌ὄρει ‌ἐπίσημόν ‌τι ‌καὶ ‌περιφανὲς ‌ἔλαμψαν, ‌παρὰ ‌τῷδε ‌τῷ ‌λίθῳ ‌δῶρα ‌τέλεια ‌τούτοις ‌ἐδόθη, ‌οἷον ‌χαρίσματα ‌ὑαμάτων, ‌ἐλλάμψεις, ‌ἐπιφοιτήσεις ‌τοῦ ‌ἀγαθοῦ ‌πνεύματος. ‌καὶ ‌ἵνα ‌τὰ ‌μὴ ‌πολλῷ ‌πρότερον ‌γεγονότα ‌λέγωμεν, ‌ὃ ‌πρὸ ‌μικροῦ ‌μετὰ ‌τὸν ‌τοῦ ‌πατρὸς ‌θάνατον ‌ἐπράχθη ‌λεγέσθω. ‌Γαβριήλ ‌τις ‌ὄνομα ‌μοναχὸς ‌ἐν ‌τῷδε ‌βιοὺς ‌τῷ ‌ὄρει ‌βίον ‌ἀξιοθαύμαστον·; ‌ἐκεῖνον ‌λέγω ‌τὸν ‌Γαβριὴλ ‌(πολλοὶ ‌γὰρ ‌ἐκεῖ ‌καὶ ‌ἕτεροι ‌οὕτω ‌κεκλημένοι), ‌ὃς ‌ἐκ ‌τῆς ‌μονῆς ‌ὥρμητο ‌τῆς ‌ὑπὸ ‌τὴν ‌ἐπισκοπὴν ‌Μαγνησίας·; ‌οὗτος ‌ὥρᾳ ‌θέρους ‌ἐπὶ ‌τουτονὶ ‌τὸν ‌ἅγιον ‌ἀνελθὼν ‌λίθον ‌(καὶ ‌γὰρ ‌ἔθος ‌τοῖς ‌δοκιμωτέροις ‌τῶν ‌μοναχῶν ‌οὕτω ‌ποιεῖν ‌ἡσυχίας ‌ἔρωτι ‌καὶ ‌φαιδροτέρας ‌εὐχῆς) ‌ἀνελθὼν ‌οὖν ‌καὶ ‌ἕκτην ‌ἡμέραν ‌ἐκεῖ ‌ἄσιτός ‌τε ‌καὶ ‌
ἄποτος ‌διαμείνας, ‌ἐπεὶ ‌ὥρα ‌θέρους ‌ἦν ‌(ὥσπερ ‌ἔφημεν) ‌καὶ ‌ὕδωρ ‌οὐδαμοῦ ‌παρῆν, ‌ἔκαμνε ‌τῷ ‌δίψει ‌καὶ ‌ἐγγὺς ‌ἤδη ‌τοῦ ‌ἐκλιπεῖν ‌ὑπῆρχε. ‌τί ‌οὖν ‌ποιεῖ, ‌μᾶλλον ‌δὲ ‌τί ‌ὁ ‌τῶν ‌ἠγαπηκότων ‌αὐτὸν ‌κηδεμὼν ‌καὶ ‌δεσπότης ‌θαυματουργεῖ; ‌σταυρὸς ‌ἐκ ‌μακρῶν ‌ὢν ‌τῶν ‌χρόνων ‌ἐκεῖ ‌πάρεστι ‌σιδηροῦς. ‌τούτῳ ‌πρόσεισιν ‌ὁ ‌Γαβριὴλ ‌ὥσπερ ‌ἐπιζητῶν ‌παράκλησιν. ‌ὁ ‌δὲ ‌ὕδωρ ‌ἀνῆκεν ‌εὐθύς·; ‌οὗ ‌πιὼν ‌ἀνεκτήσατο·; ‌καὶ ‌μάρτυς ‌δηλαδὴ ‌ἀπαράγραπτος ‌αὐτός ‌τε ‌πρός ‌τινα ‌τοῦτο ‌ἐξενεγκὼν ‌τῶν ‌μάλιστα ‌φιλουμένων ‌ὁμώνυμον ‌αὐτῷ ‌καὶ ‌ὁμότροπον. ‌ἀλλὰ ‌καὶ ‌λείψανα ‌τοῦ ‌ἀφεθέντος ‌ὕδατος ‌ἀνὰ ‌τὸν ‌τόπον, ‌ὑπόμνημα ‌τοῦ ‌θαύματος, ‌τισὶ ‌τῶν ‌ἀδελφῶν ‌ἐθεάθη.

19. ‌ἀλλ' ‌ἐπανιτεόν ‌αὖθις ‌ἔνθα ‌δὴ ‌καὶ ‌τὴν ‌ἔκβασιν ‌ταύτην ‌ἡμεῖς ‌πεποιήμεθα. ‌οἱ ‌τὴν ‌λιτανείαν ‌τοῦ ‌αὐχμοῦ ‌χάριν ‌ἐκεῖνοι ‌ποιούμενοι ‌(ὧν ‌καὶ ‌τὸν ‌ἀριθμὸν ‌ἔφημεν ‌εὑς ‌τεσσαράκοντα ‌συγκεφαλαιοῦσθαι, ‌παίδων ‌ἄνευ ‌καὶ ‌γυναικῶν), ‌ἐπεὶ ‌κατιόντες ‌ἀπὸ ‌τοῦ ‌ἁγίου ‌λίθου ‌ἀπεναντίας ‌τῷ ‌σπηλαίῳ ‌γεγόνασιν, ‌οὗ ‌ὁ ‌θεῖος ‌Παῦλος ‌ἐτύγχανεν ‌ὤν, ‌παρὰ ‌τῷ ‌τόπῳ ‌στάντες, ‌ἐτέλουν ‌εὐχήν·; ‌εἶτα ‌καὶ ‌αὐτὸν ‌ἠξίουν ‌συλλαβέσθαι ‌αὐτοῖς ‌τοῦ ‌αὑτήματος. ‌ὁ ‌δὲ ‌οὑκτείρας ‌αὐτοὺς ‌τοῦ ‌καμάτου, ‌ὃν ‌ἐκ ‌τῆς ‌ἐργώδους ‌εἶχον ‌ὁδοιπορίας, ‌ἑνὶ ‌τῶν ‌εὑς ‌λειτουργίαν ‌ἀφωρισμένων ‌<<ἔστι ‌σοι ‌οἶνος>> ‌ἔφη ‌<<ἵνα ‌κεκμηκότας ‌ἤδη ‌τούτους ‌ἀνακτησώμεθα;>> ‌ὁ ‌δέ ‌<<ἔστι, ‌πάτερ,>> ‌φησίν, ‌<<ἀλλ' ‌οὐ πλείω ‌τοῦ ‌ἑνὸς ‌ἀμφορέως ‌κἀκείνου ‌παντάπασι ‌σμικροτάτου, ‌ὃς ‌τί ‌ποτε ‌ἄρα ‌πρὸς ‌τοσούτους ‌ἀρκέσοι.>> ‌ἐνταῦθα ‌ὁ ‌μέγας ‌χαλεπήνας ‌αὐτῷ ‌τῆς ‌μικροψυχίας, ‌ἐπιτρέπει ‌θᾶττον ‌ἐπιχειρῆσαι ‌τῇ ‌λειτουργίᾳ ‌τῆς ‌πόσεως·; ‌καὶ ‌αὐτὸς ‌κώθωνα ‌μετὰ ‌χεῖρας ‌λαβὼν ‌καὶ ‌αὐτὸν ‌σμικρὸν ‌ἐκεῖνον ‌ἀμφορέα, ‌ὡς ‌αὐτοὺς ‌ἀπῄει. ‌ἐπεὶ ‌δὲ ‌αὐτὸν ‌ἐθεάσαντο ‌οἱ ‌ἄνδρες
[p. ‌117] ‌(καὶ ‌γὰρ ‌οὐχ ‌ἥττους ‌τῶν ‌τεσσαράκοντα ‌ἦσαν ‌ἄνευ ‌γυναικῶν, ‌ὥσπερ ‌ἔφημεν, ‌καὶ ‌παίδων) ‌ἀπέσκωπτον ‌εὑς ‌αὐτόν, ‌<<κοινωνῆσαι ‌ἡμῖν ‌ἐλήλυθας ‌θείου ‌νάματος;>> ‌καὶ ‌τοῦ ‌φερομένου ‌κατεμωκῶντο. ‌ὁ ‌δὲ ‌πᾶσιν ‌εὐθὺς ‌ἐπεδίδου, ‌μὴ ‌μιγνὺς ‌ὕδατι. ‌καὶ ‌ὅρα ‌ὅπως ‌τὸν ‌ὅσιον ‌ὁ ‌Χριστὸς ‌ὁμοίοις ‌ἐτίμα ‌θαύμασιν. ‌ὁ ‌μὲν ‌γὰρ ‌πλείστους ‌ἐν ‌ὀλίγοις ‌ἄρτοις, ‌ὁ ‌δ' ‌ἐν ‌βραχεῖ ‌οἴνῳ ‌πολλοὺς ‌ἐποίει ‌διακορεῖς. ‌πάντων ‌δὲ ‌πιόντων, ‌ἤρετο ‌ἄνωθεν ‌ὁ ‌πατήρ, ‌<<εὑ ‌καὶ ‌ἔτι ‌οἶνον ‌ἔχει ‌ὁ ‌ἀμφορεύς;>> ‌τοῦ ‌δὲ ‌καταθεμένου, ‌<<τοιγαροῦν>> ‌ἔφη ‌<<καὶ ‌δὶς ‌πιέτωσαν>> ‌καὶ ‌αὐτὸς ‌οὕτως ‌ἐποίει. ‌πάντων ‌οὖν ‌αὖθις ‌πεπωκότων, ‌πάλιν ‌ὁ ‌μέγας ‌<<εὑ ‌ὕπεστιν ‌οἶνος ‌τῷ ‌ἀμφορεῖ>> ‌ἤρετο. ‌ ‌καὶ ‌ὃς ‌ὡμολόγει. ‌ὁ ‌δέ ‌<<καὶ ‌τρὶς ‌οὖν ‌πιέτωσαν, ‌ἐπεὶ ‌καὶ ‌πλείστα ‌κεκοπιάκασιν.>> ‌εὑσὶ ‌μὲν ‌οὖν ‌οἳ ‌καὶ ‌τοῦ ‌τρίτου ‌μετέσχον ‌κώθωνος, ‌εὑσὶ ‌δὲ ‌οἳ ‌καὶ ‌παντελῶς ‌οὐ ‌προσήκαντο, ‌εὑς ‌κόρον ‌εὑρηκότες ‌πιεῖν. ‌ ‌εἷς ‌δέ ‌τις ‌αὐτῶν ‌ἀναστὰς ‌ὑπ' ‌ἐκπλήξεως, ‌ἀπεπειρᾶτο ‌τοῦ ‌ἀμφορέως, ‌διασείων ‌αὐτὸν ‌εὑ ‌καὶ ‌ἔτι ‌οἴνου ‌μετέχει ‌καὶ ‌εὗρεν ‌(ὤ ‌τῆς ‌μεγάλης ‌σου, ‌Χριστέ, ‌δυνάμεως) ‌οὐδὲν ‌ἔλαττον ‌τοῦ ‌ἡμίσεος ‌ἐγκρατῆ. ‌ἤρκεσε ‌τὸ ‌θαῦμα ‌τοῖς ‌ἀνδράσιν ‌οὐ ‌τότε ‌μόνον ‌εὑς ‌ἔκπληξιν, ‌ἀλλὰ ‌καὶ ‌οἴκαδε ‌ἀπελθόντες, ‌οὐ ‌διελίμπανον ‌διηγούμενοι ‌καὶ ‌ἡδονὴν ‌γλώττης ‌τὸ ‌πρᾶγμα ‌ποιούμενοι. ‌

20. ‌πλὴν ‌ἀλλὰ ‌τῶν ‌μαθητῶν ‌οὕτω ‌πληθυνομένων ‌καὶ ‌τῶν ‌ἄλλως ‌ὠφελείας ‌χάριν ‌ἀφικνουμένων, ‌δι' ‌ὄχλου ‌γινομένων ‌αὐτῷ, ‌ἐκεῖνος ‌οὐκ ‌ἀνεκτῶς ‌ἔχων, ‌(οὐ ‌γὰρ ‌ἐν ‌σμικροῖς ‌ἡ ‌ζημία), ‌ἀλλ' ‌ὡς ‌τοῦ ‌ἡδίστου ‌καὶ ‌καιριωτάτου ‌τῆς ‌ἡσυχίας ‌ἐξελκόμενος ‌καὶ ‌παιδὶ ‌πάσχειν ‌ὁμοίως ‌ἀποσπωμένῳ ‌θηλῆς, ‌ἐξελθεῖν ‌ἔγνω ‌τοῦ ‌σπηλαίου, ‌οὐκ ‌ἔλαττον ‌ἢ ‌δώδεκα ‌ἔτη ‌ἀπρόιτος ‌ἐκεῖ ‌διαμείνας. ‌λαθὼν ‌τοίνυν ‌καὶ ‌ἐξελθὼν ‌εὑς ‌τὰ ‌ἐρημότερα ‌καὶ ‌ἔτι ‌τοῦ ‌ὄρους ‌ἄπεισι ‌κἀκεῖ ‌παραδύεται, ‌κρύει ‌καὶ ‌θάλπει ‌καὶ ‌παντοδαπαῖς ‌ἄλλαις ‌κακοπαθείαις ‌διαπαλαίων, ‌οὐδένα ‌μὲν ‌τῶν ‌ἀνθρώπων ‌σύνοικον ‌ἔχων, ‌θηρσὶ ‌δὲ ‌ἀγρίοις ‌οἷα ‌γείτοσι ‌καὶ ‌ὁμοσίτοις ‌χρώμενος ‌καὶ ‌τὸ ‌χαλεπώτατον ‌ἐν ‌ἀνθρώποις ‌τὴν ‌μόνωσιν ‌ἡδέως ‌φέρων ‌διὰ ‌Χριστόν. ‌ἔστι ‌δ' ‌ὅτε ‌καὶ ‌πρὸς ‌τὴν ‌λαύραν ‌κατιὼν ‌ἐκεῖνος, ‌ἐπισκοπῆς ‌ἠξίου ‌τοὺς ‌ἀδελφούς·; ‌παρῄνει ‌τε ‌καὶ ‌ἐδίδασκε ‌μὴ ‌μικροψυχεῖν, ‌μηδὲ ‌τῶν ‌ἐπιπόνων ‌τῆς ‌ἀρετῆς ‌καταρραθυμεῖν ‌ἔργων, ‌ἀλλ' ‌ἐν ‌προσεχείᾳ ‌πάσῃ ‌καὶ ‌διακρίσει ‌τῆς ‌κατὰ ‌τὸ ‌εὐαγγέλιον ‌ἔχεσθαι ‌πολιτείας ‌καὶ ‌πρὸς ‌τὰ ‌πνεύματα ‌τῆς ‌πονηρίας ‌εὐψύχως ‌ἀνταγωνίζεσθαι·; ‌προηγουμένως ‌δὲ ‌ὑπετίθει ‌μὴ ‌ἑαυτοῖς ‌ὅλως ‌ἐπιθαρρεῖν, ‌ἀλλὰ ‌τῆς ‌ἄνωθεν ‌ἐκκρέμασθαι ‌βοηθείας·; ‌πρὸς ‌δὲ ‌καὶ ‌μέθοδον ‌αὐτοῖς ‌εὑσηγεῖτο, ‌δι' ‌ἧς ‌δυνατοὶ ‌ἔσονται ‌τάς ‌τε ‌προλήψεις ‌ἀπομανθάνειν ‌τὰς ‌ἐμπαθεῖς ‌καὶ ‌τὰς ‌ἐπισπορὰς ‌ἀποτρέπεσθαι. ‌ταῦτα ‌καὶ ‌ἔτι ‌πλείονα ‌τούτων ‌διδάξας ‌ἅμα ‌καὶ ‌παραινέσας, ‌ὧν ‌τὰ ‌μὲν ‌ἐκ ‌τῶν ‌θείων ‌εἶχε ‌γραφῶν, ‌τὰ ‌δὲ ‌καὶ ‌μᾶλλον ‌ἐκ ‌τῆς ‌οἴκοθεν ‌βίβλου ‌τῶν ‌ἑαυτοῦ ‌πράξεων, ‌ἔπειτα ‌ὑπεχώρει ‌καὶ ‌πρὸς ‌τὸ ‌ὄρος ‌εὐθὺς ‌παρεδύετο·; ‌καὶ ‌πάλιν ‌καιροῦ ‌καλοῦντος ‌ὃν ‌αὐτὸς ‌ἦν ‌ὁ ‌δοκιμάζων, ‌ὡς ‌αὐτοὺς ‌κατῄει ‌καὶ ‌ταῖς ‌αὐταῖς ‌ἐχρῆτο ‌διδασκαλίαις. ‌τὰ ‌μέντοι ‌πρὸς ‌τροφὴν ‌τοῦ ‌σώματος, ‌εἴ ‌γε ‌δεῖ ‌τροφὴν ‌ἐκείνην ‌καλεῖν ‌ὀλίγῳ ‌μέρει ‌τῶν ‌πτηνῶν ‌ἀποδέουσαν, ‌εἷς ‌ἦν ‌ὁ ‌λειτουργῶν ‌αὐτῷ ‌διά ‌τινων ‌ἡμερῶν ‌τεταγμένων.

21. ‌ἀλλὰ ‌μηδὲ ‌τοῦτο ‌παραλειπτέον, ‌ὑπόπλεον ‌ὂν ‌ἡδονῆς ‌ἅμα ‌καὶ ‌θαύματος. ‌θέρους ‌ἦν ‌ὁ ‌καιρὸς ‌καὶ ‌ὁ ‌καύσων ‌οἷος ‌σφοδρότατος. ‌ἔρωτα ‌οὖν ‌ἔσχεν ‌(ὡς ‌αὐτὸς ‌ὕστερον ‌οἷς ‌εὑώθει ‌ἀπορρήτων ‌κοινωνεῖν ‌ἐξηγήσατο) ‌θριδακίνης ‌μεταλαβεῖν·; ‌καίτοιγε ‌οὐδέποτε ‌εἶξεν ‌ἐπιθυμίᾳ ‌οὐδ' ‌οὑτινοσοῦν ‌τῶν ‌βρωσίμων·; ‌ἀλλ' ‌ἢ ‌μετὰ ‌τὸ ‌ἐκζητῆσαι ‌παρατιθέντος ‌ἀπέσχετο ‌καὶ ‌κρείττων ‌ἐφάνη ‌τῆς ‌γεύσεως, ‌ἢ ‌συμφύρας ‌αὐτὸ ‌καὶ ‌συγχέας ‌εὑ ‌γάλα ‌ἦν ‌ἢ ‌ζωμὸς ‌ἤ ‌τι ‌τοιοῦτον ‌ἑτέροις ‌βρώμασι ‌καὶ ‌τὸ ‌ἡδὺ ‌ὅλον ‌ἀμαυρώσας, ‌οὕτως ‌ἐχρῆτο·; ‌οὗτος ‌ἐκεῖνος ‌ἦν ‌ἀντίπαλος ‌σαρκικῆς ‌ἐπιθυμίας ‌καὶ ‌πρὸς ‌τὸ ‌ἡδὺ ‌ἅπαν ‌ἀπομαχόμενος. ‌πλὴν ‌ἀλλὰ ‌τῶν ‌εὑρημένων ‌ἐπιθυμήσαντι ‌μετασχεῖν, ‌καθημένῳ ‌τε ‌καὶ ‌τὰ ‌τοῦ ‌Δαυῒδ ‌ὑπᾴδοντι, ‌ὥσπερ ‌σύνηθες, ‌ἐφίσταταί ‌τις, ‌θριδακίνας ‌τρεῖς ‌ἔχων ‌διὰ ‌χειρός·; ‌ἃς ‌ἐπιδοὺς ‌ἐκείνῳ, ‌φανερὸς ‌οὐκέτι ‌μετὰ ‌τὴν ‌δόσιν ‌ὑπῆρξεν ‌αὐτός. ‌αἱ ‌μέντοι ‌δοθεῖσαι, ‌τὸ ‌μὲν ‌εἶδος ‌θριδακίναις ‌
[p. ‌118]εἶχον ‌ὁμοίως, ‌τὴν ‌δὲ ‌γεῦσιν ‌ἠδίω ‌πολλῷ ‌καὶ ‌ξενίζουσαν. ‌ἕπεται ‌τῷ ‌`ρηθέντι ‌καὶ ‌ἕτερον ‌ὅμοιόν ‌τι ‌καὶ ‌συγγενές. ‌ἡμέραι ‌μὲν ‌οὖν ‌ἦσαν ‌αἱ ‌τοῦ ‌θείου ‌πάσχα·; ‌ἐπιθυμία ‌δὲ ‌τυροῦ ‌νεαροῦ ‌τὸν ‌μέγαν ‌αἱρεῖ ‌πάνυ ‌σφόδρα ‌δεινή. ‌ὁ ‌μὲν ‌οὖν ‌ἐμέμφετο ‌ταύτην ‌ὡς ‌σωματικωτέραν ‌καὶ ‌ἑαυτοῦ ‌κατεγίνωσκεν ‌ὡς ‌σαρκικαῖς ‌ἐπιθυμίαις ‌ἔτι ‌ἁλισκομένου. ‌φαίνεται ‌δέ ‌τις ‌ὄπισθεν ‌αὐτοῦ ‌πάταγον ‌ἐν ‌γῇ ‌τρὶς ‌ποιήσασθαι·; ‌καὶ ‌ὃς ‌ἐπιστραφείς, ‌ὁρᾷ ‌τὸν ‌πατάξαντα ‌τυρὸν ‌μετὰ ‌χεῖρας ‌κομίζοντα ‌τούτῳ ‌νεοπαγῆ·; ‌καὶ ‌τὸ ‌λοιπὸν ‌ἐπίσης ‌ἥ ‌τε ‌τοῦ ‌τυροῦ ‌ἐπίδοσις ‌γίνεται ‌καὶ ‌ἡ ‌τοῦ ‌δεδωκότος ‌ἀφάνεια. ‌ ‌ταῦτα ‌μὲν ‌οὖν ‌ὁ ‌ὅσιος ‌μετὰ ‌συχνὸν ‌ἤδη ‌παραρρεύσαντα ‌χρόνον ‌τῷ ‌φίλῳ ‌ἔκδηλα ‌ποιεῖ ‌Δημητρίῳ·; ‌ποιεῖ ‌δὲ ‌οὐδ' ‌ἐκείνῳ ‌ἁπλῶς, ‌ἀλλὰ ‌παρ' ‌αὑτίαν ‌εὔλογον ‌τοιαύτην. ‌ἐκοινολογοῦντό ‌ποτε ‌πρὸς ‌ἀλλήλους ‌ἀμφότεροι ‌καὶ ‌ὁ ‌χρηστὸς ‌οὗτος ‌Δημήτριος ‌τῶν ‌ἐγγυτέρω ‌τούτων ‌χρόνων ‌κατήγορος ‌ἦν ‌σφοδρότατος, ‌ἅτε ‌δὴ ‌μεγάλων ‌ὡς ‌πρότερον ‌καὶ ‌θεῷ ‌μεμελημένων ‌ἀπορούντων ‌ἀνδρῶν ‌καὶ ‌ὅτι ‌τὰ ‌θεῖα ‌καὶ ‌μέγιστα ‌τῶν ‌πάλαι ‌χαρισμάτων ‌ἀπέσβη ‌νῦν ‌καὶ ‌οὐδαμοῦ ‌δείκνυται, ‌<<ποῦ ‌γὰρ ‌ἄρτι ‌τις ‌οὕτω ‌θεῷ ‌κεχαρισμένος ‌ὡς ‌καὶ ‌τοσαύτης ‌ἠξιῶσθαι ‌τῆς ‌παρ' ‌αὐτοῦ ‌προνοίας ‌ἵν' ‌ἐν ‌καιροῖς ‌ἀπόροις ‌καὶ ‌ἀναγκαίοις ‌διὰ ‌χειρὸς ‌ἀγγέλου ‌τροφὴν ‌δέξηται;>> ‌πρὸς ‌ταῦτα ‌ὁ ‌ὅσιος ‌ὑπανεὶς ‌ἑαυτὸν ‌ἐν ‌σεμνῷ ‌μειδιάματι, ‌<<ὡς ‌ἔοικεν,>> ‌ἔφη ‌<<φίλτατέ ‌μοι ‌Δημήτριε, ‌`ρᾳθυμία ‌σοι ‌πλείστη ‌τοὺς ‌τοιούτους ‌ἀπέτεκε ‌καὶ ‌λόγους ‌καὶ ‌λογισμούς·; ‌οὐδὲ ‌γὰρ ‌ἔμαθες ‌ὁμοίως ‌τῷ ‌θεοπνεύστῳ ‌Δαυΐδ ‌καὶ ‌αὐτὸς ‌λέγειν ‌τό·; ‌"σὺ ‌εἶ ‌αὐτὸς ‌ὁ ‌βασιλεύς ‌μου ‌καὶ ‌ὁ ‌θεός ‌μου, ‌ὃς ‌εὐδόκησας ‌ἐν ‌αὐτοῖς." ‌τίσι ‌δὴ ‌τούτοις; ‌τοῖς ‌προγεγενημένοις ‌πατράσιν ‌ἄντικρυς, ‌ἐπεὶ ‌γὰρ ‌εἷς ‌καὶ ‌αὐτός ‌ἐστιν ‌ὁ ‌καὶ ‌νῦν ‌καὶ ‌τότε ‌θεός. ‌ὡμολόγηται ‌δὲ ‌οὗτος ‌φιλανθρωπότατός ‌τε ‌εἶναι ‌καὶ ‌κηδεμονικώτατος ‌καὶ ‌τοῦ ‌ἀνθρωπείου ‌γένους ‌πολλῷ ‌μᾶλλον ‌ἢ ‌και ‌πατὴρ ‌ἐπιμελόμενος·; ‌οὐδένα ‌οὗτος ‌τῶν ‌καθ' ‌ἑκάστην ‌γενεὰν ‌φοβουμένων ‌αὐτὸν ‌ἀποστέργει·; ‌οὐμενοῦν ‌οὐδ' ‌ἀποκηρύττει, ‌ἀλλὰ ‌καὶ ‌λίαν ‌μεταποιεῖται ‌καὶ ‌κήδεται ‌καὶ ‌θείων ‌ἀξιοῖ ‌χαρισμάτων ‌καί, ‌οἷα ‌πατὴρ ‌φιλόπαις, ‌ὧν ‌ἂν ‌οὗτος ‌ἐν ‌ἐπιθυμίᾳ ‌γένηται, ‌εὑ ‌μὴ ‌κατὰ ‌ψυχὴν ‌βλάπτοιεν, ‌οὐκ ‌ἀποστερεῖ.>> ‌ ‌ταῦτα ‌εὑπών, ‌καὶ ‌τὸ ‌τοῦ ‌λόγου ‌εὐθὺς ‌οἴκοθεν ‌ὁ ‌μάρτυς ‌δείκνυται·; ‌καὶ ‌πίστιν ‌ἐκ ‌τῶν ‌οὑκείων ‌πλείονα ‌ἐντιθείς, ‌τὰ ‌περὶ ‌τῆς ‌θριδακίνης ‌καὶ ‌τοῦ ‌τυροῦ ‌μετὰ ‌πολλοῦ ‌ὅσου ‌τοῦ ‌μετριόφρονος ‌ἐκκαλύπτει.

22. ‌ὅτι ‌μὲν ‌ἄγγελον ‌ἔχει ‌τῶν ‌πιστῶν ‌ἕκαστος ‌φύλακα ‌τῆς ‌ὑδίας ‌ζωῆς, ‌ὁ ‌ἐπιδοιάζων ‌οὐδείς, ‌ἐκ ‌τῆς ‌θείας ‌γραφῆς ‌ἀφθόνους ‌λαμβάνων ‌τὰς ‌μαρτυρίας. ‌ἔστι ‌δὲ ‌καὶ ‌ὁ ‌θεῖος ‌οὗτος ‌πατὴρ ‌ἀξιόχρεως ‌τοῦ ‌προκειμένου ‌μάρτυς, ‌αὐτὸς ‌πείρᾳ ‌μαθὼν ‌καὶ ‌κατὰ ‌καιρὸν ‌πάλιν ‌οἷς ‌ἔδει ‌διηγησάμενος. ‌ἑώρα ‌γάρ, ‌ἔλεγε, ‌τοῦτον ‌ὁτὲ ‌μὲν ‌ἀνδρὶ ‌γέροντι ἐοικότα, ‌ὁτὲ ‌δὲ ‌νεανίσκῳ, ‌ἔστι ‌δ' ‌ὅτε ‌καὶ ‌παιδὶ ‌ὅμοιον·; ‌ᾧ ‌καὶ ‌πεποιθὼς ‌ἐκεῖνος, ‌ἀπτόητος ‌ἦν ‌τὴν ‌καρδίαν, ‌ἀωρὶ ‌τῶν ‌νυκτῶν ‌διϊὼν ‌τὴν ‌ἔρημον ‌καὶ ‌μήτε ‌βροντῶν ‌πατάγους ‌μητ' ‌ἀστραπῶν ‌ἐκτρίψεις ‌μὴ ‌θηρίων ‌μορφὰς ‌ὑποφρίσσων. ‌ἀμέλει ‌καί ‌ποτε ‌ὑετοῦ ‌`ραγδαίου ‌νυκτὸς ‌καταφερομένου, ‌ἓν ‌εὑσδὺς ‌τῶν ‌σπηλαίων ‌τὸ ‌ἀσίγητον ‌αὐτῷ ‌χρῆμα, ‌τοὺς ‌τοῦ ‌Δαυῒδ ‌ψαλμοὺς ‌ὑπηγόρευε·; ‌πάρδαλις ‌δέ ‌τις ‌ὑπὸ ‌τῆς ‌τῶν ‌ὑδάτων ‌ἀμέτρου ‌καταφορᾶς ‌εἴσω ‌συνελαθεῖσα ‌καὶ ‌ἑαυτὴν ‌παραβύσασα ‌τῷ ‌σπηλαίῳ, ‌τοῖς ‌τοῦ ‌μεγάλου ‌ποσὶ ‌κατεκλίθη. ‌καὶ ‌ὃς ‌αὑσθόμενος, ‌παίει ‌τε ‌λάξ, ‌οὐδὲν ‌ὑποπτήξας, ‌καὶ ‌οὕτως ‌αὐτὴν ‌ἀπωθεῖ. ‌ἡμερῶν ‌δέ ‌τινων ‌ὁ ‌κλεινὸς ‌Συμεὼν ‌παρ' ‌αὐτὸν ‌ἀνεληλυθώς, ‌ἄλλα ‌τε ‌διηλέχθη ‌τῶν ‌εὑς ‌ψυχῆς ‌ὠφέλειαν ‌συντεινόντων·; ‌καὶ ‌δὴ ‌καὶ ‌περὶ ‌τοῦ ‌μὴ ‌πτοεῖσθαι ‌ἤρετο·; ‌<<πῶς ‌μόνῳ ‌σοι ‌διιόντι ‌ὄρος, ‌καὶ ‌ὄρος ‌οὕτως ‌ἔρημόν ‌τε ‌καὶ ‌ἀγριώτατον, ‌καὶ ‌μάλιστα ‌ὑπὸ ‌νύκτα, ‌ἄλλως ‌τε ‌δὲ ‌καὶ ‌βροντῶν ‌ἐνίοτε ‌καταρρηγνυμένων ‌καὶ ‌τῶν ‌δένδρων ‌ἀστραπαῖς ‌βαλλομένων, ‌πῶς ‌οὐ ‌δέους ‌ταῦτα ‌ἔμπλεω ‌τὴν ‌σὴν ‌ποιοῦσι ‌ψυχήν;>> ‌ὁ ‌δέ ‌<<εὑ ‌καταλίπῃ ‌με>> ‌φησίν ‌<<ὁ ‌διὰ ‌τὴν ‌πολλὴν ‌ἀσθένειαν ‌περιθάλπων ‌με ‌καὶ ‌φυλάσσων ‌ἄγγελος, ‌οὐκ ‌ἀστραπαῖς ‌μόνον ‌καὶ ‌βρονταῖς ‌καὶ ‌θηρσὶν ‌ἀγρίοις ‌κατάφοβος ‌ἔσομαι ‌ἀλλὰ ‌καὶ ‌φύλλων ‌ὑποπτήξω ‌τὸν ‌ἦχον.>> ‌τοῦτο ‌εὑπών, ‌τὸ ‌τῆς ‌παρδάλεως ‌ἐπιχαρίτως ‌αὐτῷ ‌διηγήσατο.

[p. ‌119]

23. ‌ἄξιον ‌καὶ ‌τοῦτο ‌μνήμης ‌τε ‌ἅμα ‌καὶ ‌γραφῆς ‌τυχεῖν. ‌μετὰ ‌τὸ ‌κατελθεῖν ‌τὸν ‌ὅσιον ‌ἐκ ‌τοῦ ‌στύλου ‌καὶ ‌τοῖς ‌ἐρημοτέροις, ‌ὥσπερ ‌ἔφημεν, ‌ἐπιβῆναι ‌τοῦ ‌ὄρους, ‌μοναχός ‌τις, ‌ὄνομα ‌Παχώμιος, ‌τὸν ‌στύλον ‌ἀναβῆναι ‌τοῦτον ‌ἔρωτα ‌ἔσχε ‌καὶ ‌οὑκῆσαι ‌τὸ ‌σπήλαιον. ‌ἀρετῆς ‌δὲ ‌οὗτος ‌ἐραστὴς ‌ἦν ‌καὶ ‌ἀψευδὴς ‌Χριστοῦ ‌δοῦλος, ‌ὡς ‌τὸ ‌πέρας ‌αὐτοῦ ‌τῆς ‌ζωῆς ‌ἀναμφιλόγως ‌ἔδειξεν. ‌ἓν ‌γὰρ ‌ἔτος ‌ἐκεῖ ‌διαζήσας, ‌ἐν ‌τῷ ‌νόμῳ ‌κυρίου ‌ἡμέρας ‌τε ‌καὶ ‌νυκτὸς ‌διαμελετῶν ‌ἦν. ‌ἐν ‌μιᾷ ‌τοιγαροῦν ‌τῶν ‌νυκτῶν ‌τὰ ‌τοῦ ‌Δαυῒδ ‌ὑπᾴδοντα ‌καὶ ‌τῇ ‌βίβλῳ ‌τούτων ‌τὴν ‌κεφαλὴν ‌προσερείσαντα ‌(καὶ ‌γὰρ ‌εὕρηται ‌τὸ ‌βιβλίον ‌ἐπὶ ‌χεῖρας ‌ἔχων), ‌ἀπέλιπεν ‌αὐτὸν ‌ἡ ‌ψυχή·; ‌ἣν ‌ὁ ‌θεῖος ‌Παῦλος ‌τῇ ‌κορυφῇ ‌τοῦ ‌ὄρους ‌προσεδρεύων, ‌ἐξελθοῦσαν ‌εἶδε ‌τοῦ ‌σπηλαίου ‌λαμπάδι ‌πυρὸς ‌ὁμοίαν ‌καὶ ‌ἀνιπταμένην ‌εὑς ‌οὐρανούς. ‌αὐτῆς ‌οὖν ‌ὥρας ‌ἀπολιπὼν ‌τὸ ‌ὄρος ‌καὶ ‌πρὸς ‌τὴν ‌λαύραν ‌ἀφικόμενος, ‌εἶτα ‌καὶ ‌τῶν ‌ἀδελφῶν ‌τινας ‌συμπαραλαβών, ‌ἄνεισιν ‌εὑς ‌τὸν ‌στύλον·; ‌καὶ ‌παραχρῆμα ‌προστάττει ‌τὸν ‌τοῦ ‌Παχωμίου ‌νεκρὸν ‌εὐσχημόνως ‌θεῖναι, ‌ἐπ' ‌αὐτῷ ‌τε ‌τὰ ‌νενομισμένα ‌ᾆσαι, ‌εἶθ' ‌οὕτως ‌(ἤδη ‌γὰρ ‌καὶ ‌ἡμέρα ‌διηύγασεν) ‌ἐξενεγκεῖν ‌αὐτὸν ‌εὑς ‌ταφήν. ‌τούτου ‌τοιγαροῦν ‌ἐκκομιζομένου, ‌πέτρᾳ ‌τινι ‌προσπταίει ‌τὸ ‌μέτωπον ‌καὶ ‌(ὢ ‌τῶν ‌σῶν ‌θαυμάτων, ‌λόγε, ‌τῶν ‌ἀπορρήτων) ‌αἷμα ‌σαφὲς ‌αὐτίκα ‌τῆς ‌πληγῆς ‌ἀπέρρει·; ‌ὃ ‌τῷ ‌μεγάλῳ ‌θεασαμένῳ ‌ἐπῆλθε ‌πρὸς ‌τοὺς ‌συνόντας ‌εὑπεῖν·; ‌<<δίκαιοι ‌ὄντως ‌εὑς ‌τὸν ‌αὑῶνα ‌ζῶσιν.>>

24. ‌ἀλλὰ ‌πάλιν ‌τῷ ‌Παύλῳ ‌αἱ ‌πολλαὶ ‌καὶ ‌συνεχεῖς ‌προσελεύσεις ‌ἀναγκαίαν ‌ποιοῦσι ‌τὴν ‌μετανάστασιν·; ‌εὑς ‌πλῆθος ‌γὰρ ‌τῶν ‌ἐν ‌τῇ ‌λαύρᾳ ‌μοναχῶν ‌ἐπιδεδωκότων, ‌ἐπιμελὲς ‌τῷ ‌ἁγίῳ ‌γέγονε ‌κατιέναι ‌παρ' ‌αὐτοὺς ‌ἐκ ‌τοῦ ‌ὄρους, ‌διαλέγεσθαί ‌τε ‌τὰ ‌πρὸς ‌ὠφέλειαν ‌καὶ ‌πρὸς ‌τοὺς ‌ἀγῶνας ‌ὑπαλείφειν ‌τῆς ‌ἀρετῆς. ‌οὐ ‌μὴν ‌ἀλλὰ ‌καὶ ‌τῆς ‌Μιλήτου ‌πολλοὶ ‌τῶν ‌φιλαρέτων ‌ἀνῄεσαν ‌παρ' ‌αὐτόν. ‌ταῦτα ‌δὲ ‌τῷ ‌Παύλῳ ‌πολλὴ ‌ἀνία ‌καὶ ‌καρδίας ‌ὑσχυρὸν ‌ἄλγημα ‌σφόδρα ‌ἡσυχίας ‌ἐρωτικῶς ‌ἔχοντι·; ‌ἀμέλει ‌καὶ ‌πᾶσαν ‌διαλαθὼν ‌αἴσθησιν, ‌ἀπίστῳ ‌τάχει ‌πρὸς ‌τὴν ‌Σάμον ‌ἐχώρει·; ‌ἤδη ‌δὲ ‌τῷ ‌αὑγιαλῷ ‌προσβαλών, ‌πλοίου ‌παραχρῆμα ‌τυγχάνει ‌δέκα ‌τῶν ‌πλωΐμων στρατιωτῶν ‌δεσμίους ‌ἄγοντος·; ‌ἦν ‌δὲ ‌οὕτω ‌προσταγὲν ‌παρὰ ‌τοῦ ‌τὴν ‌πρόνοιαν ‌τοῦ ‌θέματος ‌ἐπιτετραμμένου, ‌ἅτε ‌δὴ ‌φυγάδας ‌αὐτοὺς ‌τῆς ‌τοῦ ‌κοινοῦ ‌λειτουργίας ‌γεγενημένους. ‌ἐπεὶ ‌οὖν ‌ἡ ‌φιλανθρωποτάτη ‌ψυχῶν ‌οὕτω ‌δεδεμένους ‌αὐτοὺς ‌καὶ ‌ἀλύοντας ‌ἐθεάσατο, ‌πλήττεται ‌καιρίως ‌καὶ ‌παραχρῆμα ‌γλώττῃ ‌πεπαρρησιασμένῃ ‌τῷ ‌τὴν ‌ἀπαγωγὴν ‌πιστευθέντι ‌ἀφιέναι ‌τοὺς ‌ἄνδρας ‌ἐκέλευεν. ‌ὁ ‌δὲ ‌τὸν ‌ὅσιον, ‌βραχὺν ‌μὲν ‌τὴν ‌ἡλικίαν ‌ὁρῶν, ‌φαῦλον ‌δὲ ‌τοῖς ‌ἐνδύμασιν, ‌ὀλιγωρεῖ, ‌ἕνα ‌τῶν ‌ἀγροίκων ‌οὑόμενος. ‌πάλιν ‌δὲ ‌φρόνημα ‌κατανοῶν ‌ἐμβριθὲς ‌καὶ ‌λόγον ‌καίριον, ‌πρὸς ‌δὲ ‌καὶ ‌ἀρετῆς ‌ἴχνη ‌περὶ ‌τὴν ‌ὅψιν ‌οὐκ ‌ἀσαφῆ, ‌τούτοις ‌τὸ ‌πλέον ‌ἔνειμεν ‌ἢ ‌τῷ ‌φαύλῳ ‌τῆς ‌περιβολῆς ‌καὶ ‌τοῦ ‌σχήματος. ‌ ‌τοιγαροῦν ‌καὶ ‌ὁ ‌ἅγιος ‌συνιέντα ‌βλέπων ‌καὶ ‌νοῦν ‌ἔχοντα, ‌<<λῦσον>> ‌ἔφη ‌<<τοὺς ‌ἄνδρας, ‌καὶ ‌ἄνες ‌οἴχεσθαι·; ‌τῷ ‌δὲ ‌στρατηγῷ ‌λέξον ‌ὥς ‌γε ‌"ὁ ‌μοναχὸς ‌Παῦλος ‌πρὸς ‌βίαν ‌τῶν ‌ἐμῶν ‌αὐτοὺς ‌ἀφεῖλε ‌χειρῶν.">> ‌οὕτως ‌εὑπών, ‌ἔπεισε ‌καὶ ‌οἱ ‌ἄνδρες ‌ἀνείθησαν ‌παραχρῆμα.

25. ‌ὁ ‌μέντοι ‌ἅγιος ‌τῷ ‌πλοίῳ ‌τούτῳ ‌ἐμβάς, ‌πρὸς ‌τὴν ‌νῆσον ‌εὐθὺς ‌περαιοῦται·; ‌εἶτα ‌καὶ ‌πρὸς ‌τῷ ‌ἐκεῖ ‌ὄρει ‌γενόμενος, ‌ὅπερ ‌Κέρκης ‌
καλεῖται, ‌ἔγνω ‌μὲν ‌ἀνελθεῖν ‌τὸ ‌ἐν ‌αὐτῷ ‌σπήλαιον ‌ᾧ ‌Πυθαγόραν ‌ἐκεῖνον ‌ἐμβιῶναί ‌φασι ‌τὸν ‌φιλόσοφον. ‌δυσκόλου ‌δὲ ‌τῆς ‌ἀναβάσεως ‌οὔσης, ‌διῄει ‌οὕτω ‌τὸ ‌ὄρος·; ‌καὶ ‌ἕνα ‌τῶν ‌καλαμώνων ‌ὑποδυόμενος, ‌ἠφανίζετο, ‌τὰς ‌τῶν ‌ἀνθρώπων ‌φεύγων ‌ἐπιμιξίας. ‌ὁ ‌μέντοι ‌πρῶτος ‌τῆς ‌νήσου ‌(Θεοφάνης ‌δὲ ‌οὗτος ‌ὠνόμαστο), ‌ἕωθεν ‌τὰς ‌κύνας ‌παραλαβὼν ‌(ἐπιμελὲς ‌γὰρ ‌τῷ ‌ἀνδρὶ ‌θήρα) ‌πρὸς ‌τὰ ‌ἐκεῖσε ‌φέροντα ‌θηρεύσων ‌ἀπῄει·; ‌αἱ ‌δέ ‌γε ‌κύνες ‌προπορευόμεναι ‌ἐπὶ ‌τὸν ‌καλαμῶνα, ‌εὑσῄεσαν·; ‌καὶ ‌ὡς ‌τοῦ ‌ἁγίου ‌ᾔσθοντο ‌παρόντος, ‌ὑλακτεῖν ‌ἤρξαντο ‌καὶ ‌ἐπεμβαίνειν ‌αὐτῷ. ‌ ‌πρὸ ‌δὲ ‌τοῦ ‌καλαμῶνος ‌ὁ ‌Θεοφάνης ‌ἑστὼς ‌καὶ ‌ἕνα ‌τῶν ‌θηρίων ‌εἶναι, ‌ὃς ‌τὰς ‌κύνας ‌διεγείρει ‌πρὸς ‌ὑλακήν, ‌οὑόμενος, ‌ἐπεμβοᾶν ‌αὐταῖς ‌ἤρξατο ‌καὶ ‌ὁρμῆς ‌ἐπλήρου ‌καὶ ‌τοῦ ‌θηρίου ‌
[p. ‌120]κατατολμᾶν ‌εὐψύχως ‌ἐνεκελεύετο. ‌ ‌ἠβούλετο ‌μὲν ‌καὶ ‌αὐτὸς ‌ἐγγυτέρω ‌γενέσθαι, ‌ὑπὸ ‌δὲ ‌τοῦ ‌καλαμῶνος ‌εἴργετο. ‌τί ‌οὖν ‌ποιεῖ; ‌ἐντεινάμενος ‌τὸ ‌τόξον, ‌εὐτρεπὴς ‌ἦν ‌ἀφιέναι ‌κατὰ ‌τοῦ ‌δοκοῦντος ‌θηρὸς ‌πρὸς ‌τὴν ‌τῶν ‌κυνῶν ‌ὑλακήν ‌τὴν ‌δεξιὰν ‌[lege: ‌τῇ ‌δεξιᾷ?] ‌ἀπευθύνων ‌τὸ ‌βέλος. ‌ἀλλ' ‌ἡ ‌τοῦ ‌Παύλου ‌κηδομένη ‌χάρις ‌καὶ ‌μᾶλλον ‌ἢ ‌κόρην ‌ὀφθαλμοῦ ‌θάλπουσα, ‌τὰς ‌αὐτοῦ ‌χεῖρας ‌ἔσφαλλε ‌θαυμασίως ‌καὶ ‌ἀκρατεῖς ‌ἐποίει ‌τοῦ ‌τόξου. ‌ὡς ‌οὖν ‌οὐχ ‌ἅπαξ ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌δὶς ‌ἢ ‌καὶ ‌τρὶς ‌τοῦτο ‌ποιῶν ‌ἄπρακτος ‌ἦν ‌καὶ ‌ἡ ‌πεῖρα ‌δηλαδὴ ‌ματαία ‌καὶ ‌τὸ ‌τόξον ‌ἐκπίπτον ‌αὐτοῦ ‌τῆς ‌χειρὸς ‌εὑς ‌γῆν ‌ἐβάλλετο, ‌συνῆκε ‌μὴ ‌εἶναι ‌θείας ‌ἐνεργείας ‌ψιλὸν ‌τὸ ‌γινόμενον. ‌ἀποβὰς ‌οὖν ‌τοῦ ‌ἵππου, ‌τὰ ‌ὅπλα ‌ἔτι ‌ἐνδεδυμένος, ‌εὑσῄει ‌τὸν ‌καλαμῶνα·; ‌ἔπειτα ‌τὸν ‌ἅγιον ‌ἀτρεμῆ ‌μέσον ‌τῶν ‌κυνῶν ‌ἱστάμενον ‌θεασάμενος ‌καὶ ‌τὸ ‌μεῖζον ‌εὐχῇ ‌προσκείμενον, ‌ἀποβαλὼν ‌τὰ ‌ὅπλα ‌καὶ ‌προσπεσών, ‌τῶν ‌ποδῶν ‌αὐτοῦ ‌θερμῶς ‌εἴχετο·; ‌καὶ ‌δάκρυα ‌καταλείβων, ‌αὐτῶν ‌ἀφίστατο ‌οὐδαμῶς, ‌<<ὢ ‌τί ‌καὶ ‌ἔμελλον ‌δρᾶν ‌ὁ ‌μάταιος,>> ‌λέγων, ‌<<σὺ ‌δὲ ‌δῆλον ‌σεαυτὸν ‌οὐκ ‌ἐποίεις, ‌οὐδὲ ‌φωνῆς ‌γνωρίσματι ‌τὴν ‌ὁρμὴν ‌ἐπεῖχες.>> ‌ὁ ‌μέντοι ‌ἅγιος ‌ἐφαψάμενος ‌αὐτοῦ ‌τῆς ‌χειρὸς ‌καὶ ‌διαναστήσας, ‌ἀσπασάμενός ‌τε ‌καὶ ‌φιλανθρώπως ‌διαλεχθείς, ‌εἶτα ‌καὶ ‌περὶ ‌τῆς ‌ἀνόδου ‌τοῦ ‌σπηλαίου ‌ἐμμελῶς ‌ἄγαν ‌διεπυνθάνετο. ‌καὶ ‌ὃς ‌οὐ ‌μέλλων ‌ἦν, ‌ἀλλ' ‌αὐτίκα ‌οἴκαδε ‌φοιτήσας, ‌κλίμακά ‌τε ‌κατασκευάζει, ‌οὐδὲν ‌ἐλλείπων ‌ἀσφαλείας ‌ἢ ‌τάχους. ‌καὶ ‌μετακομίσας ‌καὶ ‌τῷ ‌σπηλαίῳ ‌προσερείσας ‌αὐτήν, ‌ἀνάγει ‌τὸν ‌ἅγιον·; ‌καὶ ‌τὸ ‌ἀπὸ ‌τοῦδε ‌ἀμελεῖν ‌ἐκεῖνον ‌ἐποίει ‌τροφῆς·; ‌καὶ ‌τῶν ‌ἄλλων ‌ἃ ‌δὴ ‌ἀνθρώπῳ ‌ἀναγκαῖα ‌ἔρημον ‌οὑκοῦντι ‌αὐτὸς ‌πρὸς ‌πάντα ‌διακονῶν ‌ἀσμενέστατα. ‌τῆς ‌φήμης ‌δὲ ‌τοῦ ‌ὁσίου ‌κἀν ‌τῇ ‌νήσῳ ‌ταύτῃ ‌πλατυνομένης, ‌μᾶλλον ‌δὲ ‌καὶ πανταχόσε ‌γῆς ‌ὀξέως ‌διαθευούσης, ‌πολλοὶ ‌πρὸς ‌αὐτὸν ‌κατὰ ‌πρόφασιν ‌ὠφελείας ‌ψυχῆς ‌ἀφικνοῦντο·; ‌τῶν ‌τε ‌ἄλλων ‌καὶ ‌ὅσοι ‌βίου ‌ἱκανῶς ‌ἔχοντες ‌οὐχὶ ‌τὰ ‌ὄντα ‌ἑαυτοῖς ‌ἀπεκλήρουν ‌μόνοις ‌ἀλλὰ ‌καὶ ‌ἑτέροις ‌θεοφιλῶς ‌ἐκοινώνουν·; ‌οἷς ‌καὶ ‌τὰς ‌ποτὲ ‌μὲν ‌οὔσας ‌ἐκεῖ ‌τρεῖς ‌λαύρας, ‌ὑπὸ ‌δὲ ‌τῶν ‌υἱῶν ‌τῆς ‌῎Αγαρ ‌ἤδη ‌καταβληθείσας, ‌παρῄνεσέ ‌τε ‌καὶ ‌ἔπεισεν ‌αὖθις ‌ἀναστῆσαι. ‌πλὴν ‌ἀλλὰ ‌κἀν ‌τῷδε ‌τῷ ‌σπηλαίῳ ‌τοῦ ‌μεγάλου ‌ἐφησυχάζοντος ‌οὐ ‌διελίμπανεν ‌ὁ ‌πολέμιος ‌τὰ ‌συνήθη ‌ποιῶν ‌καὶ ‌τοὺς ‌μυρίους ‌αὐτῷ ‌πειρασμοὺς ‌ἐπάγων·; ‌ ‌ὃς ‌καὶ ‌βουλομένῳ ‌πολλάκις ‌διὰ ‌τῆς ‌κλίμακος ‌κατελθεῖν ‌(κατῄει ‌γὰρ ‌συνήθως ‌ἐπὶ ‌παραινέσει ‌τῶν ‌ὑπ' ‌αὐτῷ ‌ἀσκουμένων) ‌ὄφεων ‌ἐποίει ‌τὴν ‌κλίμακα ‌μεστὴν ‌φαίνεσθαι ‌ἀπὸ ‌πρώτης ‌αὐτῆς ‌βαθμίδος ‌καὶ ‌μέχρι ‌δηλαδὴ ‌τῆς ‌ἐσχάτης. ‌καὶ ‌τοῦτο ‌οὐχ ‌ἅπαξ ‌ἀλλὰ ‌καὶ ‌πολλάκις ‌ὑδὼν ‌γινόμενον, ‌συνῆκε ‌φαντασίαν ‌εἶναι ‌τοῦτο ‌δαιμονίας ‌ἐπιβουλῆς·; ‌οἳ ‌τῶν ‌μοναχῶν ‌τῇ ‌ὠφελείᾳ ‌διαφθονούμενοι, ‌ἀπεῖργον ‌αὐτῷ ‌τὴν ‌κατάβασιν ‌τοιαῖσδε ‌κακοτεχνίαις·; ‌ταύτῃ ‌τοι ‌καὶ ‌τὸ ‌ἄμαχον ‌ἀληθῶς ‌ὅπλον, ‌τὸν ‌τοῦ ‌θείου ‌φημὶ ‌σταυροῦ ‌τύπον ‌τῇ ‌κλίμακι ‌ἐπιβεβληκώς, ‌ἔπειτα ‌καὶ ‌τὸ ‌"ἐπὶ ‌ἀσπίδα ‌καὶ ‌βασιλίσκον" ‌καὶ ‌τὰ ‌ἑξῆς ‌ἐπιλέγων, ‌ἅπτεται ‌θαρρῶν ‌τῆς ‌καθόδου. ‌καὶ ‌παραχρῆμα ‌τὸ ‌σμῆνος ‌ἐκεῖνο ‌τῶν ‌ὄφεων ‌ἀφανὲς ‌ἦν·; ‌καὶ ‌οὐδὲ ‌τὸ ‌μετὰ ‌ταῦτα ‌οὐδέποτε ‌φαντασίας ‌τοιαύτης ‌ὁ ‌ἀντικείμενος ‌ἐπήνεγκεν ‌αὐτῷ ‌πεῖραν. ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌οὕτως. ‌πλὴν ‌οὐδὲ ‌τοῦτο ‌παριδεῖν ‌ἄξιον·; ‌δήλην ‌γὰρ ‌ἐν ‌ταὐτῷ ‌ποιεῖ ‌τήν ‌τε ‌τοῦ ‌ἐχθροῦ ‌δειλίαν, ‌καὶ ‌ἣν ‌εἶχε ‌διηνεκῆ ‌πρὸς ‌τὸν ‌μέγαν ‌ἀπέχθειαν, ‌τήν ‌τε ‌ἐκείνου ‌ἀνδρείαν ‌καὶ ‌σταθερὰν ‌κατ' ‌αὐτοῦ ‌γενναιότητα·; ‌σύνηθες ‌τῷ ‌θεοφόρῳ ‌πατρὶ ‌τοῦ ‌ἔτους ‌πολλάκις ‌ἀνὰ ‌τὸ ‌σπήλαιον ‌(ὃ ‌τοῦ ‌Θεολόγου ‌λέγεται) ‌ἀπιέναι·; ‌σύνηθες ‌καὶ ‌τῷ ‌πονηρῷ ‌κατὰ ‌τὸν ‌αὐτὸν ‌καιρὸν ‌ἀπιόντι ‌ἀπαντᾶν ‌αὐτῷ ‌ὁπλοφόρῳ·; ‌ὁ ‌μὲν ‌οὖν ‌οὕτως ‌ἀπαντῶν, ‌ἐπειρᾶτο ‌διαπείρειν ‌τῷ ‌δόρατι, ‌ὁ ‌δ' ‌ἀφόβως ‌ἐπῄει·; ‌καὶ ‌αὐτὸς ‌δέει ‌ἐβάλλετο ‌καὶ ‌ἠρέμα ‌ὑπαπιὼν ‌ἐν ‌ὀλίγῳ ‌ἀφανὴς ‌ἐγίνετο. ‌ ‌καὶ ‌τοῦτο ‌οὐκ ‌ἦν ‌ἀλλ' ‌ἡνίκα ‌ἡ ‌τοῦ ‌ἁγίου ‌ἄφιξις ‌ἐτελεῖτο ‌καὶ ‌ἡ ‌τοῦ ‌ἐχθροῦ ‌ἀπάντησις ‌εὐθὺς ‌ἠκολούθει.

26. ‌οἱ ‌μέντοι ‌περὶ ‌τὸ ‌Λάτρον ‌ἀσκούμενοι ‌μοναχοὶ ‌μὴ ‌ἀνεκτὴν ‌ἡγησάμενοι ‌τὴν ‌ἐκ ‌τοῦδε ‌τοῦ ‌ὄρους ‌τοῦ ‌μεγάλου ‌φυγήν, ‌τί ‌τῶν ‌πάντων ‌οὐκ ‌ἐποίουν ‌διερευνῶντες ‌αὐτόν, ‌ποῖον ‌χῶρον ‌ἢ ‌σπήλαιον ‌ἢ ‌σχισμὰς ‌πετρῶν ‌ἢ ‌ἕτερόν ‌τι ‌τῶν ‌ὀφθαλμοὺς ‌ἀνθρώπων ‌λαθεῖν ‌δυναμένων ‌ἀνῆκαν ‌ἀνεξερεύνητον, ‌εἶτ' ‌ὀψὲ ‌καὶ ‌μόλις ‌τῆς ‌εὑς ‌τὴν ‌νῆσον ‌αὐτοῦ ‌διατριβῆς ‌ὀσφρησάμενοι, ‌γράμματα ‌ἔγνωσαν ‌ὡς ‌αὐτὸν ‌ἐκπέμψαι ‌πρεσβεύοντα ‌τὴν ‌ἐπάνοδον, ‌τῆς ‌
[p. ‌121]αὐτοῦ ‌καὶ ‌ἔτι ‌παρουσίας ‌ἐρωτικῶς ‌ἔχοντες·; ‌τὰ ‌δὲ ‌γράμματα ‌ἑνὶ ‌τῶν ‌τῆς ‌λαύρας ‌ἐγχειρίζουσιν, ‌ὃς ‌'Ιωάννης ‌μὲν ‌ἐκαλεῖτο, ‌τῷ ‌τοῦ ‌πρεσβυτέρου ‌δὲ ‌τετίμητο ‌ἀξιώματι·; ‌ταῦτα ‌λαβὼν ‌ἐκεῖνος, ‌ὁδοῦ ‌ἥπτετο, ‌πλεῖστα ‌πρὸς ‌τὴν ‌ἀποστολὴν ‌ταύτην, ‌καὶ ‌τοῦ ‌χρηστοῦ ‌Δημητρίου ‌συναραμένου, ‌οὗ ‌καὶ ‌μνήμην ‌ἤδη ‌πολλαχῶς ‌πεποιήμεθα. ‌ὁ ‌τοίνυν ‌'Ιωάννης ‌οὗτος ‌τὴν ‌νῆσον ‌περαιωθείς, ‌ἐπὶ ‌μιᾶς ‌οὕτω ‌τῶν ‌πετρῶν ‌ἐκάθητο, ‌<ἕκ>της ‌ὥρας ‌οὔσης, ‌καὶ ‌αὐτὸς ‌πολλῷ ‌μόχθῳ ‌καματηρὸς ‌γενόμενος·; ‌ἔχις ‌δὲ ‌τῆς ‌πέτρας ‌ἀφανῶς ‌ἐξερπύσας, ‌τύμματι ‌τὸν ‌αὐτοῦ ‌πόδα ‌πικροτάτῳ ‌βάλλει·; ‌καὶ ‌παραυτίκα ‌ἡμιθνὴς ‌ἔκειτο ‌καὶ ‌ἀλγηδόσι ‌δειναῖς ‌ἐσπαράσσετο ‌καὶ ‌τῷ ‌ἐδάφει ‌ἐνεκυλίετο ‌καὶ ‌τῆς ‌ὀδύνης ‌οὐκ ‌ἀνεκτῶς ‌εἶχε. ‌πλεῖστοι ‌μὲν ‌οὖν ‌τῶν ‌ἐγχωρίων ‌ὡς ‌αὐτὸν ‌συνέρρεον, ‌τῆς ‌οὑμωγῆς ‌μὲν ‌οὑκτείροντες, ‌ἀγνοοῦντες ‌δὲ ‌ὅστις ‌εἴη ‌καὶ ‌πόθεν ‌ὀδυνᾶται ‌πάσχων. ‌ὀψὲ ‌γοῦν ‌ποτε ‌συνεχῶς ‌ἀσθμαίνων ‌καὶ ‌τὸ ‌πνεῦμα ‌τῇ ‌περιωδυνίᾳ ‌διακοπτόμενος, ‌ἐκλαλεῖ ‌ἅπαν, ‌ὅθεν ‌τε ‌εἴη ‌καὶ ‌ποῦ ‌ἄπεισι ‌ ‌καὶ ‌τὴν ‌αὑτίαν ‌αὐτῆς ‌τε ‌τῆς ‌ὁδοῦ ‌καὶ ‌τῆς ‌οὑμωγῆς. ‌εἷς ‌οὖν ‌τῶν ἀκουόντων ‌ἔλεον ‌ἐκείνου ‌λαβών, ‌καὶ ‌ὁδοῦ ‌μόχθον ‌παρ' ‌οὐδὲν ‌θέμενος, ‌ἐν ‌πολλῷ ‌τάχει ‌ἄπεισι ‌πρὸς ‌τὸν ‌μέγαν ‌καὶ ‌ὅπως ‌εἶχε ‌τὸ ‌συμβὰν ‌ἀπαγγέλλει. ‌ὁ ‌δὲ ‌τί ‌ποιεῖ ‌καὶ ‌ποταπῷ ‌δὴ ‌φαρμάκῳ ‌βοηθήσαι ‌τῷ ‌μαθητῇ ‌σκέπτεται; ‌ὕδωρ ‌εἴς ‌τι ‌τῶν ‌ἀγγείων ‌εὐθὺς ‌ἐμβαλὼν ‌καὶ ‌σφραγῖδα ‌τούτῳ ‌τοῦ ‌δεσποτικοῦ ‌σταυροῦ ‌ἐπιθέμενος, ‌αὐτῷ ‌δίδωσιν, ‌ἐπισκήψας ‌τοῦ ‌ὕδατος ‌ἐκείνου ‌δοῦναι ‌τῷ ‌'Ιωάννῃ ‌πιεῖν. ‌ἐπεὶ ‌δὲ ‌οὗτος ‌ἐπανελθὼν ‌ἐδίδου ‌καὶ ‌ὁ ‌πάσχων ‌ἐξέπιεν ‌(ὢ ‌πράγματος ‌ἐξαισίου), ‌ἥ ‌τε ‌ὀδύνη ‌εὐθὺς ‌λέλυτο ‌καὶ ‌αὐτὸς ‌ἀνίστατο ‌καὶ ‌ὑγιὴς ‌ἐδείκνυτο ‌πᾶσιν. ‌ὡς ‌οὖν ‌καὶ ‌ὁδοῦ ‌εἴχετο ‌καὶ ‌πρὸς ‌τὸν ‌ὅσιον ‌ἔφθασεν ‌ἤδη, ‌τὴν ‌ἐπιστολὴν ‌αὐτῷ ‌ἐγχειρίζει ‌καὶ ‌τὴν ‌φυγὴν ‌ἔτι ‌καὶ ‌διὰ ‌στόματος ‌ἐγκαλεῖ ‌καὶ ‌τὴν ‌κατὰ ‌τὸ ‌λεληθὸς ‌ἀναχώρησιν. ‌εἶτα ‌καὶ ‌δεῖται ‌θερμῶς ‌καὶ ‌πείθει, ‌τοῦτο ‌μὲν ‌τοῖς ‌γράμμασι, ‌τοῦτο ‌δὲ ‌καὶ ‌οἷς ‌αὐτὸς ‌`ρήμασι ‌προσετίθει. ‌παραχρῆμα ‌γοῦν ‌κατῄει ‌καὶ ‌ὁδοῦ ‌εἴχετο. ‌τί ‌γὰρ ‌ἐκείνῳ ‌τὸ ‌εὑς ‌μετάβασιν ‌ἐμποδίζον, ‌ἀπράγμονι ‌τὸ ‌παράπαν ‌ὄντι ‌καὶ ‌οὐδὲν ‌πλέον ‌τοῦ ‌σώματος ‌φέροντι;

27. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἔφθασε ‌καὶ ‌τὰ ‌ἐξ ‌ἀρχῆς ‌κατέλαβεν ‌ἤθη, ‌τῆς ‌αὐτῆς ‌εἴχετο ‌ἀγωγῆς, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌πολλῷ ‌κρείττονος ‌καὶ ‌ὑψηλοτέρας. ‌διὰ ‌τοῦτο ‌καὶ ‌μειζόνων ‌ἠξιώθη ‌θεωριῶν, ‌ὥστε ‌πρὸς ‌ταῖς ‌ἄλλαις ‌καὶ ‌τὰς ‌ἀπαραιτήτους ‌(οἴμοι) ‌καὶ ‌φοβερὰς ‌τῶν ‌ἁμαρτωλῶν ‌κολάσεις ‌ὁρᾶν ‌καὶ ‌περὶ ‌αὐτῶν, ‌ὅπως ‌εἶδε, ‌τοῖς ‌μοναχοῖς ‌ἀπαγγέλλειν ‌δαψιλὲς ‌ἐπιχέων ‌καὶ ‌ἀστακτὶ ‌τὸ ‌δάκρυον, ‌παραινεῖν ‌τε ‌αὐτοῖς ‌παντὶ ‌τρόπῳ ‌σπεύδειν ‌τοῦ ‌μὴ ‌ταῖς ‌αὐταῖς ‌γενέσθαι ‌κολάσεσιν ‌ὑπευθύνους, ‌ὧν ‌μετὰ ‌τὸ ‌παθεῖν ‌ἀπαλλαγὴ ‌οὐδεμία, ‌οὐδὲ ‌χρόνος ‌οὐδεὶς ‌ὅλως ‌ὁ ‌διδοὺς ‌ἄνεσιν. ‌ἔστι ‌δ' ‌ὅτε ‌καὶ ‌τῆς ‌θεωρίας ‌ταύτης ‌τὸν ‌ὅσιον ‌ἡρπαγμένον ‌οἱ ‌ἀδελφοὶ ‌κατελάμβανον, ‌καθ' ‌ὃν ‌ἄρα ‌καιρὸν ‌οὐ ‌κραυγῆς, ‌οὐ ‌πατάγου ‌τινός, ‌οὐ ‌χειρὸς ‌νυττούσης, ‌οὐδενὸς ‌ἑτέρου ‌τῶν ‌παρακαλεῖν ‌αἴσθησιν ‌δυναμένων ‌ὅλως ‌ἠσθάνετο·; ‌ἀλλ' ‌ὥσπερ ‌ἐξεστηκώς ‌τις ‌ἦν ‌καὶ ‌ἔνθους ‌καὶ ‌οὐκ ‌ἀνδρὶ ‌μᾶλλον, ‌ἀλλ' ‌ἀνδριάντι ‌ἐοικὼς ‌ἀψύχῳ. ‌ἔπειτα ‌μετὰ ‌τὴν ‌τῆς ‌θεωρίας ‌παρέλευσιν, ‌δάκρυα ‌καὶ ‌οὑμωγαὶ ‌καὶ ‌πένθος ‌εἶχεν ‌αὐτὸν ‌τῇ ‌μνήμῃ ‌τῶν ‌θεαθέντων ‌χαλεπῶς ‌ὀδυνώμενον. ‌ἐρωτώμενος ‌οὖν ‌εὑπεῖν ‌τί ‌ποτέ ‌εὑσι ‌καὶ ‌ὁποῖα ‌τὰ ‌παρ' ‌αὐτοῦ ‌βλεπόμενα, ‌μὴ ‌δύνασθαι ‌ἔλεγεν ‌ἀνθρωπίνῃ ‌γλώττῃ ‌διασαφῆσαι ‌ἅπερ ‌οὐκ ‌ἀνθρώπινοι ‌ὀφθαλμοὶ ‌νοεροὶ ‌δὲ ‌βλέπουσιν, ‌εἴτε ‌τὰ ‌ἀγαθὰ ‌λέγοις ‌ἃ ‌τῆς ‌σωζομένης ‌ἐστὶ ‌μοίρας, ‌εἴτε ‌τὰ ‌τοὺς ‌ἁμαρτωλοὺς ‌ἐκδεξόμενα·; ‌<<τὰς ‌μέντοι ‌κολάσεις ‌οἶδα ‌πολλῷ ‌τῶν ‌ἐξ ‌ἀνθρώπων ‌δριμυτέρας ‌εἶναι ‌καὶ ‌τὸ ‌πῦρ ‌οὐκ ‌ἄσβεστον ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌τὴν ‌πεῖραν ‌παντελῶς ‌ἄστεκτον ‌καὶ ‌τὸ ‌σκότος ‌ὑπὲρ ‌τὸ ‌αὑσθητὸν ‌τοῦτο ‌βαθύτερόν ‌τε ‌καὶ ‌βιαιότερον. ‌ὥσπερ ‌γὰρ ‌εὐεργετῶν ‌ὁ ‌θεὸς ‌ἄρρητός ‌ἐστι ‌τὰς ‌εὐεργεσίας, ‌οὕτω ‌δὴ ‌καὶ ‌κολάζων ‌ἥκιστα ‌φορητός.>> ‌τοιαῦτα ‌ὁ ‌μέγας ‌καὶ ‌λόγοις ‌παραινῶν, ‌καὶ ‌τρόποις ‌τοῖς ‌αὐτοῦ ‌μᾶλλον ‌πολλοῖς ‌γέγονεν ‌αἴτιος ‌βίου ‌τοῦ ‌κατὰ ‌Χριστὸν ‌ἐπιμεληθῆναι ‌καὶ ‌μὴ ‌μόνον ‌τῶν ‌ἐκεῖ ‌κολάσεων ‌ἀνωτέρους ‌γενέσθαι, ‌ἀλλὰ ‌καὶ ‌πρὸς ‌ἐκεῖνα ‌δήπου ‌τὰ ‌περιμένοντα ‌τοὺς ‌δικαίους ‌εὐέλπιδας, ‌ὡς ‌ἐντεῦθεν ‌ὀλίγου ‌δεῖν ‌εὑς ‌πᾶσαν ‌τὴν ‌γῆν ‌ἐξελθεῖν ‌τὸν ‌τῆς ‌ἀρετῆς ‌αὐτοῦ ‌φθόγγον ‌εἴτουν ‌τὴν ‌
[p. ‌122]φήμην. ‌καὶ ‌παρὰ ‌τοῦτο ‌καὶ ‌Κρῆτες ‌καὶ ‌Σκύθαι ‌καὶ ‌οἱ ‌τὴν ‌παλαιὰν ‌`Ρώμην ‌οὑκοῦντες ‌τὸν ‌ἄνδρα ‌ἔγνωσαν, ‌καὶ ‌ὄνομα·; ‌αὐτοῖς ‌ἦν ‌ἐκεῖνος ‌περιᾳδόμενόν ‌τε ‌καὶ ‌θαυμαζόμενον. ‌ἀμέλει ‌καὶ ‌Πέτρος ‌ὁ ‌τῆς ‌Βουλγαρίας ‌ἄρξας ‌ἐπιστολαῖς ‌αὐτὸν ‌εὐπροσηγόροις, ‌μᾶλλον ‌δὲ ‌μετριόφροσι, ‌πυκνῶς ‌ἠσπάζετο, ‌καὶ ‌τῆς ‌αὐτοῦ ‌ὑπερεύχεσθαι ‌σωτηρίας ‌ἠξίου. ‌πρὸς ‌δὲ ‌καὶ ‌ὁ ‌πάπας ‌`Ρώμης ‌(οὕτω ‌γὰρ ‌σύνηθες ‌ἐκεῖνον ‌καλεῖν) ‌τῇ ‌περὶ ‌αὐτοῦ ‌φήμῃ ‌τὰς ‌ἀκοὰς ‌πληρωθείς, ‌μοναχόν ‌τινα ‌γηραιὸν ‌ὡς ‌αὐτὸν ‌ἐκπέμπει, ‌οὐδὲν ‌ἕτερον ‌πρόφασιν ‌ἔχοντα ‌τῆς ‌ἀποστολῆς ‌ὅτι ‌μὴ προσειπεῖν ‌μόνον ‌καὶ ‌βίον ‌αὐτοῦ ‌καὶ ‌ὑδέαν ‌ὅπως ‌ἔχει ‌καταμαθεῖν, ‌εἶθ' ‌οὕτως ‌ἐπανελθόντα, ‌γνώριμα ‌αὐτῷ ‌πάντα ‌θέσθαι.

28. ‌ἀλλὰ ‌τί ‌τῶν ‌ἄλλων ‌μνησθέντες, ‌τὰ ‌τοῦ ‌μακαρίου ‌φημὶ ‌Κωνσταντίνου, ‌ὃς ‌μέγα ‌ἐν ‌βασιλεῦσι ‌καὶ ‌περιφανέστατον ‌ἔλαμψεν, ‌ἀμνημόνευτα ‌δὴ ‌παρήκαμεν; ‌τούτου ‌γὰρ ‌καὶ ‌ἐξ ‌ἄλλων ‌μὲν ‌οὐκ ‌ὀλίγων ‌τὸ ‌πρὸς ‌τὸν ‌μέγαν ‌δηλοῦται ‌πιστόν ‌τε ‌καὶ ‌εὔγνωμον, ‌ἐκ ‌δὲ ‌τῶν ‌ἐπιστολῶν ‌οὐχ ‌ἥκιστα·; ‌καὶ ‌ὁ ‌βουλόμενος ‌αὐτὰς ‌μετιέναι ‌παρὰ ‌τῇ ‌λαύρᾳ ‌ἔτι ‌σωζομένας ‌εἴσεται. ‌καὶ ‌τοῦτο ‌δέ, ‌ὅπερ ‌πολλοῖς ‌ἐστι ‌γινωσκόμενόν ‌τε ‌καὶ ‌θαυμαζόμενον, ‌οὐ ‌παρήσω. ‌χάρις ‌ἐπεσκίαζεν ‌αὐτοῦ ‌τὴν ‌ὄψιν ‌ἀκριβῶς ‌θεσπεσία·; ‌ἀπέλαμπέ ‌τε ‌αὐτῆς ‌λαμπηδὼν ‌φρικώδης, ‌ὡς ‌τοὺς ‌βουλομένους ‌πρὸς ‌αὐτὸν ‌ἀτενῶς ‌ὑδεῖν ‌ἀδυνάτως ‌ἔχειν ‌καὶ ‌καταμύειν ‌αὐτίκα ‌τοὺς ‌ὀφθαλμούς, ‌ὥσπερ ‌τοὺς ‌πρὸς ‌ἀκτῖνας ‌ἡλίου ‌βλέψαι ‌βουληθέντας. ‌καὶ ‌τοῦτο ‌οὐ ‌πρὸς ‌πάντας ‌ἄρα ‌γινόμενον ‌ἦν, ‌ἀλλὰ ‌πρὸς ‌οὓς ‌ἂν ‌εὐδοκήσειν ‌ὁ ‌θεός, ‌οἷος ‌εἴη ‌ὁ ‌ἑαυτοῦ ‌θεράπων ‌τὴν ‌ἀρετὴν ‌γνωρίσαι. ‌ὅτι ‌δὲ ‌καὶ ‌προεώρα ‌τὰ ‌μέλλοντα ‌καὶ ‌τοῦ ‌τοιοῦδε ‌χαρίσματος ‌πλήρης ‌ἦν, ‌δηλοῦσι ‌μὲν ‌καὶ ‌ἕτερα ‌πλεῖστα·; ‌δηλοῖ ‌δὲ ‌καὶ ‌τὰ ‌πρὸς ‌τὸν ‌εὐσεβῆ ‌Κωνσταντῖνον ‌(οὗ ‌ἔναγχος ‌διεμνημονεύσαμεν) ‌γράμματα. ‌τούτῳ ‌γὰρ ‌ἐπῆλθέ ‌ποτε ‌στόλον ‌κομιδῇ ‌πολυανθρωπότατον ‌κατὰ ‌Κρήτης ‌ἐκπέμψαι·; ‌ἐπῆλθε ‌δὲ ‌καὶ ‌τῷ ‌μεγάλῳ ‌τούτῳ ‌πατρὶ ‌περὶ ‌αὐτοῦ ‌γράψαι·; ‌καὶ ‌ὃς ‌ἀντέγραφεν ‌ὡς ‌οὐδαμῶς ‌εἴη ‌κατὰ ‌νοῦν ‌θεῷ ‌ἐκεῖσε ‌αὕτη ‌ἀποστολή. ‌ἀλλ' ‌οὕτω ‌μὲν ‌ὁ ‌μακάριος·; ‌ὁ ‌δὲ ‌βασιλεὺς ‌πρόφασιν ‌ἔχων ‌τὸ ‌πολυάριθμον ‌τῶν ‌ἐν ‌τῷδε ‌τῷ ‌στόλῳ ‌καταβληθέντων ‌ἀναλωμάτων, ‌ἀνηκόως ‌ἔσχε·; ‌καὶ ‌οἵους ‌ἐκ ‌τοῦ ‌μὴ ‌ἀκοῦσαι ‌τοὺς ‌καρποὺς ‌ἐδρέψατο ‌καὶ ‌οἷα ‌τῷ ‌πεμφθέντι ‌στόλῳ ‌παρὰ ‌τῶν ‌μιαρῶν ‌ἐπῆλθε ‌Κρητῶν ‌ἴσασι ‌πάντες, ‌ἀλλὰ ‌καὶ ‌αὐτῷ ‌σφόδρα ‌μετεμέλησε ‌τῷ ‌κρατοῦντι·; ‌οὐκ ‌ἐνταῦθα ‌δὲ ‌μόνον ‌ἡ ‌μεταμέλεια, ‌ἀλλὰ ‌καὶ ‌ἡνίκα ‌γοῦν ‌πρὸς ‌τὸν ‌ἐν ‌Σαρακηνοῖς ‌περιώνυμον ‌(δῆλος ‌δὲ ‌οὗτος ‌ἅπασι ‌καὶ ‌ἐξ ‌ὀνόματος ‌ὁ ‌Χαμβδᾶς) ‌τὸν ‌ἐκ ‌τῆς ‌`Ρόδου ‌Βασίλειον ‌ἀποστέλλων ‌ἦν ‌ἀνταλλαγῆς ‌χάριν ‌αὑχμαλώτων ‌χριστιανῶν·; ‌καὶ ‌τότε ‌γὰρ ‌γνωρισθὲν ‌αὐτῷ ‌παρὰ ‌τοῦ ‌ὁσίου ‌μὴ ‌ἀποστεῖλαι, ‌ἅτε ‌δὴ ‌ἀλυσίτελες ‌ὂν ‌καὶ ‌ἀσύμφορον, ‌ἐξ ‌ὧν ‌τῷ ‌πεμφθέντι ‌συμβέβηκεν ‌ἐναντίων, ‌ᾔσθετο ‌ἐκεῖνος ‌οὐ ‌καλῶς ‌δρᾶσαι, ‌μὴ ‌ὑπακούσας. ‌

29. ‌ἔθος ‌τῷ ‌μακαρίῳ ‌τὴν ‌μετὰ ‌τὸ ‌ἅγιον ‌πάσχα ‌κυριακήν ‌(νέαν ‌αὐτὴν ‌καλεῖν ‌εὑώθαμεν) ‌λαμπρότατα ‌ἑορτάζειν, ‌ἐπεὶ ‌καὶ ‌ἡ ‌τράπεζα ‌δαψιλὴς ‌καὶ ‌οἱ ‌κεκλημένοι ‌πλεῖστοι. ‌ὁ ‌τοίνυν ‌μοναχὸς ‌Λουκᾶς ‌(ἐκεῖνος ‌γὰρ ‌ἦν ‌ὁ ‌τὴν ‌οὑκονομίαν ‌τῆς ‌λαύρας ‌πεπιστευμένος) ‌ἐπετρέπετο ‌τὴν ‌παρασκευήν·; ‌τῶν ‌εὑς ‌βρῶσιν ‌δὲ ‌μὴ ‌ὑπόντων, ‌οὔτε ‌γὰρ ‌ἄλευρον ‌ἦν, ‌οὔτ' ‌οἶνος, ‌οὔτ' ‌ἔλαιον, ‌οὔτ' ‌εἶδος ‌τῶν ‌ὀσπρίων ‌οὐδέν, ‌οὐδὲ ‌ἄλλο ‌τι ‌τῶν ‌ἐπιτηδείων, ‌ἀλλὰ ‌πάντων ‌ἀκριβὴς ‌ἔνδεια, ‌ἐδυσφόρει ‌μὲν ‌καὶ ‌ἤσχαλλεν, ‌οὐκ ‌ἐθάρρει ‌δὲ ‌τὴν ‌ὑπὲρ ‌τούτου ‌πρὸς ‌τὸν ‌μέγαν ‌ὑπόμνησιν. ‌διὰ ‌ταῦτα ‌καὶ ‌τῷ ‌μετ' ‌ἐκεῖνον ‌πατρί, ‌τῷ ‌κλεινῷ ‌φημι ‌Συμεών, ‌ἀπαγγέλλει ‌τὴν ‌ἔνδειαν·; ‌ἀξιοῖ ‌τε ‌θερμῶς ‌εὑς ‌τὸ ‌ὄρος ‌εὐθὺς ‌ἀνελθόντα ‌τῷ ‌μεγάλῳ ‌περὶ ‌τούτων ‌διασαφῆσαι. ‌καὶ ‌ὃς ‌ἀνῆλθε ‌μὲν ‌καὶ ‌ἐγνώρισε ‌καὶ ‌ὡς ‌ἡ ‌τῶν ‌τροφῶν ‌σπάνις ‌πλειόνων ‌κλῆσιν ‌καὶ ‌τράπεζαν ‌φαιδροτέραν ‌ἀπαγορεύει ‌ἐνστατικῶς ‌εἴρηκε ‌χαλεπήναντα ‌δὲ ‌τὸν ‌ἅγιον ‌πρὸς ‌ταῦτα ‌ὑδὼν ‌καὶ ‌μικροψυχίαν ‌αὐτοῖς ‌ὀνειδίσαντα ‌καὶ ‌ἀπιστίαν, ‌οὐδαμῶς ‌ἐπέσχεν, ‌ἀλλ' ‌εὑς ‌τὴν ‌λαύραν ‌ὀξύτατα ‌κατελθών, ‌ἀπαγγέλλει ‌τῷ ‌Λουκᾷ ‌ἅπαντα, ‌ἐπειπών·; ‌<<σοὶ ‌ἐπιμελὲς ‌γενέσθω ‌τὰ ‌νενομισμένα ‌πρᾶξαι ‌τῆς ‌ἐκκλησίας·; ‌ἕωθεν ‌δὲ ‌ὁ ‌ὅσιος ‌κατελθών, ‌ὃ ‌δοκεῖ ‌αὐτῷ, ‌πάντως ‌ποιήσει.>> ‌οὔπω ‌ἡμέρα ‌σαφὴς ‌ἦν ‌καὶ ‌τὰ ‌τοῦ ‌θεοῦ ‌θαυμάσια ‌ἐτελεῖτο·; δύο ‌γὰρ ‌εὐθὺς ‌ἐκ ‌Μιλήτου ‌ἡμίονοι ‌κατελάμβανον, ‌οἷς ‌ἀγώγιμα ‌ἦν ‌οἶνός ‌τε ‌καὶ ‌
[p. ‌123]τυρὸς ‌καὶ ‌ᾠὰ ‌καὶ ‌ψωμοὶ ‌καθαρώτατοι, ‌δωρήματα ‌ταῦτα ‌φιλοθέων ‌ἀνδρῶν ‌ἐκ ‌γειτόνων ‌οὑκούντων. ‌ὥρας ‌παρῆλθε ‌τὸ ‌ἥμισυ, ‌καὶ ‌πάλιν ‌ἕτεραι ‌δωρεαὶ ‌παρῆσαν ‌ταῖς ‌προλαβούσαις ‌ὁμοίως ‌ἔχουσαι ‌καὶ ‌τοῖς ‌αὐτοῖς ‌εἴδεσι ‌δεξιούμεναι. ‌ὁ ‌δὲ ‌τὰ ‌τοιαῦτα ‌παρεσχηκὼς ‌ὁ ‌τῆς ‌'Αμαζόνος ‌ἐπίσκοπος ‌ἦν·; ‌οὐκ ‌ἐκεῖνος ‌δὲ ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌οἱ ‌τοῦδε ‌κληρικοὶ ‌ἐδωροῦντο ‌πάλιν ‌καὶ ‌αὐτοὶ ‌τοῖς ‌αὐτοῖς ‌ὁμοίως·; ‌πρὸς ‌τούτοις ‌καὶ ‌οἱ ‌τῶν ‌πέριξ ‌χωρίων ‌οὑκήτορες ‌προσῆγον ‌τὰ ‌παραπλήσια ‌καὶ ‌ἅπαντα ‌ταῦτα ‌τῆς ‌αὐτῆς ‌ἡμέρας·; ‌μικροῦ ‌δὲ ‌καὶ ‌ὥρας ‌συνεφορεῖτο, ‌καθάπερ ‌ἐξ ‌ἐπιτάγματος ‌ἑνὸς ‌καὶ ‌συνθήματος, ‌ἄσπαρτα ‌καὶ ‌ἀνήροτα ‌(τὸ ‌ᾀδόμενον) ‌κεχορηγημένα, ‌ὥστε ‌τοῖς ‌προσενεχθεῖσι ‌τούτοις ‌οἴκημα ‌ἕν, ‌οὐμενοῦν ‌μετρίαν ‌τὴν ‌χώρησιν ‌ἔχον, ‌πλῆρες ‌γενέσθαι. ‌ἐπεὶ ‌οὖν ‌καὶ ‌ἡ ‌τράπεζα ‌εὐτρεπὴς ‌ἦν ‌καὶ ‌τοῖς ‌βρώμασι ‌βρύουσα, ‌καὶ ‌ὁ ‌μέγας ‌τοῖς ‌μοναχοῖς ‌ἤδη ‌καὶ ‌τοῖς ‌ἄλλοις ‌συνειστιᾶτο, ‌περὶ ‌τὰ ‌μέσα ‌που ‌τῆς ‌εὐωχίας ‌τὸν ‌κλεινὸν ‌Συμεὼν ‌μετακαλεσάμενος, ‌<<τῆς ‌ὑμετέρας ‌ἀπιστίας>> ‌ἔφη ‌<<ἔλεγχοι ‌ταῦτα ‌παρὰ ‌θεοῦ ‌καὶ ‌σκώμματα, ‌ἀνθ' ‌ὧν ‌μικροψυχοῦντες ‌ὤφθητε, ‌καὶ ‌τῇ ‌αὐτοῦ ‌πλουσίᾳ ‌διαπιστοῦντες ‌χειρί. ‌εὑ ‌οὖν, ‌ὑμῶν ‌οὕτω ‌μικρολόγως ‌ἐχόντων, ‌αὐτὸς ‌ἄφθονός ‌ἐστι ‌καὶ ‌δαψιλὴς ‌τὴν ‌εὐεργεσίαν, ‌πιστευόντων ‌ἄρα ‌θερμῶς, ‌τί ‌οὐκ ‌ἂν ‌ἐκεῖνος ‌ἐποίει;>> ‌πρὸς ‌ταῦτα ‌ὁ ‌κλεινὸς ‌Συμεὼν ‌ἀντειπὼν ‌οὐδὲν ‌ἢ ‌προφασισάμενος, ‌προσπίπτει ‌μᾶλλον ‌καὶ ‌συγγνώμην ‌αὑτεῖται ‌τῆς ‌πρὸς ‌τὸν ‌ὅσιον ‌αὐθαδείας. ‌ὁ ‌δὲ ‌ἡσθεὶς ‌αὐτοῦ ‌τῷ ‌περιόντι ‌τῆς ‌ταπεινώσεως, ‌λύει ‌τε ‌τὸ ‌πρὸς ‌αὐτὸν ‌σκυθρωπὸν ‌σεμνῷ ‌μειδιάματι ‌καὶ ‌κελεύει ‌καθεσθέντα ‌πάλιν ‌ἐσθίειν.

30. ‌ἀλλὰ ‌προσθετέον ‌καὶ ‌ἕτερα ‌σύμβολα ‌οὐκ ‌ἀμαυρὰ ‌ὄντα ‌τῆς ‌αὐτοῦ ‌πρὸς ‌θεὸν ‌παρρησίας ‌ἅμα ‌καὶ ‌προφητείας. ‌ὁ ‌πρωτοσπαθάριος ‌Μιχαὴλ ‌ἐκεῖνος, ‌ᾧ ‌ἡ ‌τῶν ‌βασιλικῶν ‌κτημάτων ‌ἐγκεχείριστο ‌πρόνοια, ‌
γνωστὸς ‌δὲ ‌ὁ ‌ἀνὴρ ‌τῷ ‌μεγάλῳ, ‌οὗτος ‌γείτονας ‌λαχὼν ‌ἀδίκους ‌καὶ ‌λῃστρικούς·; ‌Μαῦροι ‌αὐτοῖς ‌ἡ ‌ἐπωνυμία·; ‌οἳ ‌οὐ ‌διελίμπανον ‌τοῖς ‌περὶ ‌τὰ ‌ὅρια ‌τῶν ‌βασιλικῶν ‌κτημάτων ‌πένησιν ‌ἐπηρεάζοντές ‌τε ‌καὶ ‌ληϊζόμενοι·; ‌ἐπεὶ ‌παραγγείλας ‌πολλάκις ‌καὶ ‌διαμαρτυράμενος ‌ἀποσχέσθαι ‌τῶν ‌γινομένων, ‌οὐκ ‌ἔπειθεν, ‌ἀλλὰ ‌καὶ ‌οὕτω ‌τῶν ‌συνήθων ‌εἴχοντο. ‌τί ‌ποιεῖ; ‌πλήθει ‌λαοῦ ‌καὶ ‌ἐπιθέσει ‌βαρυτέρᾳ ‌τὰς ‌ἀδίκους ‌αὐτῶν ‌ὁρμὰς ‌ἐπισχεῖν ‌ἔγνω ‌(κακῷ ‌φασι ‌τὸ ‌κακὸν ‌ὑώμενος)·; ‌πλὴν ‌ἀλλὰ ‌καὶ ‌τούτου ‌γενομένου ‌καὶ ‌συχνῶν ‌ἤδη ‌κατ' ‌αὐτῶν ‌ἐπιστρατευσάντων, ‌ἐκεῖνοι ‌τοῦ ‌συντρόφου ‌θράσους ‌καὶ ‌τῆς ‌ἀπονοίας ‌οὐδαμῶς ‌ἀπέστησαν, ‌οὐδὲ ‌τῶν ‌προλαβόντων ‌ᾐτοῦντο ‌συγγνώμην, ‌ἀλλὰ ‌θρασέως ‌μάλα ‌καὶ ‌φιλοκινδύνως ‌αὐτοῖς ‌ἀντέπιπτον. ‌συμβαίνει ‌τοιγαροῦν, ‌ὥσπερ ‌εὑκὸς ‌ἐν ‌τοῖς ‌τοιούτοις, ‌ἐνίους ‌τῶν ‌Μαύρων ‌ἀναιρεθῆναι·; ‌οἱ ‌δ' ‌ἄλλοι ‌τῷ ‌βασιλεῖ ‌προσελθόντες ‌(ὁ ‌ἀοίδιμος ‌οὗτος ‌ἦν ‌Κωνσταντῖνος), ‌ἐνεκάλουν ‌τε ‌τὴν ‌ἐπίθεσιν ‌καὶ ‌ἐκδικίας ‌ᾐτοῦντο ‌τυχεῖν. ‌μετακαλεῖται ‌τοιγαροῦν ‌ὁ ‌Μιχαὴλ ‌ὅτι ‌τάχιστα ‌καὶ ‌βασιλικῷ ‌σὺν ‌τοῖς ‌Μαύροις ‌παρίσταται ‌κριτηρίῳ·; ‌εἶτα ‌βασάνῳ ‌πολλῇ ‌καὶ ‌δοκιμασίᾳ ‌τῶν ‌πραχθέντων ‌ὑποβληθέντων, ‌ὁ ‌Μιχαὴλ ‌τὸν ‌διὰ ‌ξίφους ‌καταψηφίζεται ‌θάνατον, ‌προτραπεὶς ‌τό ‌γε ‌νῦν ‌ἔχον ‌τὸν ‌ὑπὲρ ‌τῶν ‌βασιλικῶν ‌κτημάτων ‌ὑποσχεῖν ‌λόγον, ‌ἔπειτα ‌καὶ ‌τὰ ‌τοῦ ‌οἴκου ‌διαθέσθαι ‌καὶ ‌οὕτως ‌ὑπαχθῆναι ‌τῇ ‌ψήφῳ·; ‌ὁ ‌δὲ ‌ταῦτα ‌μὲν ‌δευτέρας ‌ἠξίου ‌φροντίδος, ‌τὸν ‌γὰρ ‌ὑπὲρ ‌ψυχῆς ‌ἔθει·; ‌γράφει ‌δὲ ‌ὡς ‌τάχιστα ‌πρὸς ‌τὸν ‌μέγαν ‌ἐπιστολὴν ‌καὶ ‌βοήθειαν ‌αὑτεῖται ‌τὴν ‌ἀναγκαίαν·; ‌<<κατακέκριμαι ‌γάρ>> ‌φησίν ‌<<ὁ ‌δυστυχὴς ‌θάνατον.>> ‌ὡς ‌οὖν ‌παρ' ‌αὐτὸν ‌ἔφθασεν ‌ἡ ‌ἐπιστολὴ ‌καὶ ‌ἐπῆλθε ‌ταύτην, ‌κελεύει ‌τὴν ‌θείαν ‌ἐν ‌τῇ ‌λαύρᾳ ‌γενέσθαι ‌μυσταγωγίαν·; ‌εἶθ' ‌οὕτως ‌τὸν κλεινὸν ‌ἐπέταττεν ‌ὡς ‌αὐτὸν ‌ἀνελθεῖν ‌Συμεών. ‌ἐπεὶ ‌οὖν, ‌τῆς ‌θείας ‌μυσταγωγίας ‌ἤδη ‌τελεσθείσης, ‌ὁ ‌Συμεὼν ‌ἀνῆλθεν, ‌εὐθὺς ‌ἐγκελεύεται ‌γράψαι ‌πρὸς ‌τὸν ‌τοῦ ‌Μιχαὴλ ‌οἶκον ‌ὡς·; ‌<<χθὲς ‌περὶ ‌τρίτην ‌ὥραν ‌τοῦ ‌πραιτωρίου ‌τε ‌ἐξεβλήθη ‌καὶ ‌ἀπελύθη ‌τῆς ‌κατακρίσεως.>> ‌τούτων ‌ἀκούσας ‌ὁ ‌Μιχαὴλ ‌(εἶχε ‌γὰρ ‌οὕτως), ‌πάντων ‌ἀλογήσας ‌τῶν ‌ἄλλων, ‌τῆς ‌πόλεως ‌ἔξεισι·; ‌καὶ ‌πτηνῷ ‌τάχει ‌παρὰ ‌τὸν ‌ὅσιον ‌ἀφικόμενος, ‌τοῖς ‌ποσί ‌τε ‌αὐτοῦ ‌προσέπιπτε ‌καὶ ‌δάκρυσι ‌κατέβρεχε ‌τούτους ‌καὶ ‌μεγάλας ‌ἀνωμολόγει ‌τὰς ‌χάριτας. ‌καὶ ‌τὸ ‌ἀπ' ‌ἐκείνου ‌διαμνημονεύων ‌αὐτῷ ‌τῆς ‌εὐεργεσίας ‌(τί ‌γὰρ ‌τοιοῦτον ‌ὡς ‌θανάτου ‌ἀπαλλαγὴ ‌καὶ ‌ζωῆς ‌δώρημα;), ‌τὰ ‌πρὸς ‌τὴν ‌τοῦ ‌σώματος ‌χρείαν ‌ὑπῆρχε ‌τῇ ‌λαύρᾳ ‌διακονούμενος.

[p. ‌124] ‌ 

31. ‌ἡ ‌τοῦ ‌τιμίου ‌σταυροῦ ‌ὕψωσις ‌ἐν ‌γειτόνων ‌ἦν, ‌καὶ ‌ὁ ‌μέγας ‌τὸν ‌Συμεὼν ‌μετακαλεσάμενος, ‌κατῄει ‌ἀπὸ ‌τοῦ ‌ὄρους ‌καὶ ‌σὺν ‌αὐτῷ ‌
πρὸς ‌τὸ ‌μοναστήριον ‌τῆς ‌Καρύας ‌ἐφοίτα, ‌τὸ ‌σωτήριον ‌προσκυνήσων ‌ξύλον. ‌πεφύλακτο ‌δὲ ‌τῷ ‌ὁσίῳ ‌τὴν ‌ὁδὸν ‌παριόντι ‌μηδένα ‌τῶν ‌συνόντων ‌ἐγγίζειν ‌ἀλλὰ ‌μακρόθεν ‌ἔσεσθαι. ‌αὑτίαι ‌δὲ ‌τοῦ ‌πράγματος ‌οὐ ‌μικραί·; ‌ὅτι ‌τε ‌ηὐλόγει ‌τὸν ‌κύριον, ‌κατὰ ‌τὸν ‌θεῖον ‌Δαυΐδ, ‌ἐν ‌παντὶ ‌καιρῷ ‌καὶ ‌τὴν ‌αἴνεσιν ‌αὐτοῦ ‌εἶχε ‌διὰ ‌παντὸς ‌ἐν ‌τῷ ‌στόματι, ‌καὶ ‌ὅτι ‌μηδόλως ‌ἀφίστασθαι ‌τῆς ‌τοῦ ‌θεοῦ ‌ἔσπευδεν ‌ἐννοίας, ‌καὶ ‌ὅτι ‌μὴ ‌νοεροῖς ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌ὀφθαλμοῖς ‌αὑσθητοῖς ‌τὸν ‌ἑπόμενον ‌αὐτῷ ‌ἄγγελον ‌κατὰ ‌ἀνθρωπίνην ‌ἑώρα ‌μορφήν, ‌ὥσπερ ‌ἤδη ‌καὶ ‌φθάσας ‌ὁ ‌λόγος ‌δεδήλωκεν. ‌ἐπεὶ ‌οὖν ‌καὶ ‌προσκυνήσαντες ‌τὸν ‌σταυρόν, ‌τῆς ‌πρὸς ‌τὸ ‌ὄρος ‌φερούσης ‌εἴχοντο, ‌ὁρᾷ ‌κατά ‌τινα ‌τόπον ‌ὁ ‌μέγας ‌φυτὸν ‌ἄγνον, ‌εὔχρηστον ‌εὑς ‌`ράβδου ‌κατασκευήν·; ‌καὶ ‌φωνήσας ‌τὸν ‌Συμεών, ‌αὐτῷ ‌μὲν ‌τὴν ‌ἐκκοπὴν ‌ἐπέτρεψεν, ‌ἐκεῖνος ‌δὲ ‌ὑπομείνας ‌οὐδὲν ‌τῆς ‌ὁδοῦ ‌εἶχετο. ‌ ‌ὁ ‌μέντοι ‌Συμεών ‌(καὶ ‌γὰρ ‌καὶ ‌πελέκεως ‌ἀπορία ‌ἦν ‌καὶ ‌ξίφους ‌ἑτέρου ‌ᾧ ‌`ρᾴδιον ‌τὸ ‌φυτὸν ‌ἐκκοπῆναι) ‌ἄπρακτός ‌τε ‌ἵστατο ‌καὶ ‌κατεγόγγυζεν ‌τοῦ ‌ἁγίου·; ‌εἶτα ‌ᾔσθετο ‌κτύπου ‌τινὸς ‌καὶ ‌περιστραφεὶς ‌ὁρᾷ ‌παιδίον ‌ἔγγιστα ‌ἑστηκὸς ‌οὐ ‌πλεῖον ‌ἢ ‌δώδεκα ‌χρόνων ‌τὴν ‌ἡλικίαν·; ‌τοῦτο ‌λινοῦν ‌μὲν ‌ἠμπίσχετο, ‌χιόνι ‌τὴν ‌λευκότητα ‌ἐοικός, ‌πέλεκυν ‌δὲ ‌ἐπήγετο ‌κατὰ ‌σπιθαμὴν ‌τὸ ‌μῆκος ‌καὶ ‌πρὸς ‌τὸν ‌Συμεών ‌<<ἀλλὰ ‌σύ>> ‌ἔφη ‌<<τοῦτο ‌λαβὼν ‌ὃ ‌προσετάγης ‌φυτὸν ‌ἔκκοψον.>> ‌δέχεται ‌τοίνυν ‌καὶ ‌ἐκτεμὼν ‌ἐπικεκυφὼς ‌ἔτι, ‌ὀπίσθιον ‌ἐδίδου ‌τὸν ‌πέλεκυν·; ‌ἔπειτα ‌τὸ ‌τμηθὲν ‌ἐξελὼν ‌ἤδη ‌ἀπὸ ‌τῆς ‌βάτου ‌(ἐν ‌μέσῳ ‌γὰρ ‌αὐτῆς ‌ἦν), ‌ἐπεστράφη ‌μὲν ‌ὥστε ‌καὶ ‌αὖθις ‌ἀναλαβεῖν ‌τὸ ‌ξίφος ‌(διακαθάραι ‌γὰρ ‌τὸ ‌φυτὸν ‌ἐβούλετο ‌καὶ ‌λεῖον ‌αὐτὸ ‌θέσθαι ‌καὶ ‌τῇ ‌χειρὶ ‌εὔληπτον), ‌οὔτε ‌δὲ ‌αὐτὸ ‌εὗρεν ‌οὔτε ‌τὸ ‌παιδίον ‌εὑσέτι ‌οὐδαμῶς ‌ἐθεάσατο. ‌ἔγνωστο ‌τοίνυν ‌τῷ ‌Συμεὼν ‌ἄγγελον ‌εἶναι ‌τὸν ‌ὀφθέντα ‌ἡλικίαν ‌προσποιηθέντα ‌παιδός. ‌εἶτα ‌καὶ ‌μαχαίρᾳ ‌ᾗ ‌ἐπεφέρετο ‌τὸ ‌φυτὸν ‌ἐκεῖνο ‌καθαίρει·; ‌καὶ ‌τὸ ‌βῆμα ‌εὐθὺς ‌ἐπιτείνας, ‌φθάνει ‌τὸν ‌ἅγιον. ‌ὃς ‌ἐπεὶ ‌αὐτὸν ‌ἐθεάσατο ‌<<σοὶ ‌δὲ ‌τῷ ‌γογγυστῇ>> ‌ἔφη ‌<<λελόγιστο ‌μὴ ‌δύνασθαι ‌τὸ ‌φυτὸν ‌ἐκκόψαι ‌καὶ ‌ὑδοὺ ‌κέκοπται.>>

32. ‌πῶς ‌ἂν ‌τὰ ‌ἄμετρα ‌μετρῆσαι ‌δυνατὸν ‌γένοιτο; ‌ ‌μετὰ ‌γὰρ ‌τῶν ‌ἄλλων, ‌ὧν ‌ἔμπλεως ‌ὑπῆρχε ‌χαρισμάτων ‌ὁ ‌μέγας, ‌οὐδὲ ‌ἀποστολικῶν ‌ἐτέλει ‌χαρίτων ‌καὶ ‌τοῦ ‌δεσμεῖν ‌τε ‌καὶ ‌λύειν ‌ἄμοιρος. ‌καὶ ‌τούτου ‌παρὰ ‌πόδας ‌ἡ ‌μαρτυρία. ‌γεωργῷ ‌τινι, ‌τοὔνομα ‌Δομετίῳ, ‌ὑπνοῦντι ‌νυκτὸς ‌φωνή ‌τις ‌θεία ‌τρὶς ‌λεχθεῖσα ‌καθαρῶς ‌ἐξακούεται, ‌<<πῶς ‌δὲ ‌ἄφροντις>> ‌λέγουσα ‌<<σὺ ‌καθεύδεις, ‌καὶ ‌περὶ ‌τῶν ‌ἡμαρτημένων ‌σοι ‌μέλον ‌οὐδέν;>> ‌τοῦ ‌δὲ ‌καὶ ‌<<ποίων>> ‌διερωτήσαντος, ‌ἡ ‌θεία ‌φωνὴ ‌τὰ ‌εἴδη ‌τῶν ‌ἁμαρτηθέντων ‌εὐκρινῶς ‌ἐδήλου. ‌τούτων ‌ὡς ‌ἤκουσεν ‌ἐκεῖνος, ‌οὑμωγαῖς ‌τε ‌ἐκέχρητο καί ‌<<τί ‌με ‌δεῖ ‌ποιεῖν ‌καὶ ‌πῶς ‌ἄν>> ‌ὑπεφθέγγετο ‌<<τοῦ ‌δεσμοῦ ‌τούτων ‌ἀπολυθείην;>> ‌καὶ ‌ἡ ‌φωνὴ ‌αὖθις ‌ἐπέταττεν·; ‌<<ἄνελθε ‌πρὸς ‌τὸ ‌ὄρος, ‌καὶ ‌τῷ ‌κυρῷ ‌Παύλῳ ‌περιτυχών, ‌ὃ ‌ἂν ‌αὐτὸς ‌ἐπιτρέψειε, ‌πάσῃ ‌φυλακῇ ‌τηρεῖν ‌μελέτω ‌σοι·; ‌οὕτω ‌γὰρ ‌ποιοῦντι ‌ἕψεται ‌πάντως ‌καὶ ‌ἡ ‌τῶν ‌ἡμαρτημένων ‌ἄνεσις.>> ‌μετὰ ‌τὴν ‌φωνὴν ‌ταύτην ‌ἀναβολαὶ ‌οὐδ' ‌ὅλως ‌τῷ ‌Δομετίῳ, ‌ἀλλ' ‌αὐτίκα ‌ὁδοῦ ‌τε ‌εἴχετο ‌καὶ ‌πρὸς ‌τὸν ‌ἅγιον ‌ἀφικνεῖτο. ‌ ‌ὃν ‌ἔτι ‌μήκοθεν ‌ὄντα ‌ὁ ‌μέγας ‌ὑδών, ‌πρὸς ‌τὸν ‌παρόντα ‌ἐκεῖ ‌μοναχόν ‌(καὶ ‌γὰρ ‌ἐτύγχανέ ‌τις ‌τῶν ‌τῆς ‌λαύρας ‌ἀναβὰς ‌ἐκεῖσε) ‌<<ὁ ‌ἐρχόμενος ‌οὗτος>> ‌ἔφη ‌<<πρὸς ‌ἐξαγόρευσιν ‌ἄνεισι.>> ‌δεξάμενος ‌οὖν ‌αὐτόν ‌τε ‌καὶ ‌τοὺς ‌αὐτοῦ ‌λογισμούς, ‌εἴργει ‌μὲν ‌τῶν ‌ἁγιασμάτων ‌ἐπὶ ‌τρισὶ ‌χρόνοις, ‌εἶθ' ‌οὕτως ‌αὐτῶν ‌μὲν ‌μετέχειν ‌ἐκέλευε, ‌τῶν ‌δὲ ‌προλαβόντων ‌ἔργων ‌ἀπέχεσθαι ‌ὑσχυρῶς.

33. ‌ἀλλὰ ‌πῶς ‌ἄν ‌τις ‌ἀνάσχοιτο ‌τὸ ‌τοῦ ‌καλοῦ ‌Λέοντος, ‌ἐκείνου ‌δέ ‌φημι ‌τοῦ ‌καὶ ‌Λουκᾶ ‌μετονομασθέντος, ‌σιωπῇ ‌δοῦναι ‌καὶ ‌ζημίᾳ ‌τοιαύτῃ ‌ζημιῶσαι ‌τοὺς ‌φιλοκάλους; ‌οὗτος ‌ἐν ‌Θήβαις ‌μὲν ‌ᾤκει, ‌Θήβαις ‌ταῖς ‌ἐν ‌Μιλήτῳ, ‌ἀτόπῳ ‌δέ ‌τινι ‌καὶ ‌ἀλλοκότῳ ‌νοσήματι ‌περιπίπτει ‌καὶ ‌ὑατροῖς ‌ἅπασιν ‌οὐ ‌θεραπεῦσαι ‌μόνον, ‌ἀλλὰ ‌καὶ ‌ὑάσασθαι ‌χαλεπῷ·; ‌ὁτὲ ‌μὲν ‌γὰρ ‌πυρὶ ‌ἔνδον ‌ᾤετο ‌τὰ ‌σπλάγχνα ‌πεφλέχθαι, ‌κἄν ‌ἐπὶ ‌χιόνος ‌ἔθηκας, ‌αἴσθησις ‌αὐτῷ ‌ψυχρότητος ‌οὐδεμία, ‌ὁτὲ ‌δὲ ‌ἔμπαλιν ‌ψῦχος ‌αὐτοῦ ‌ἄμαχον ‌κατεκράτει, ‌κἂν ‌ἐπὶ ‌πυρὸς ‌ἔρριψας, ‌οὐδὲ ‌μικρὸν
[p. ‌125]ἠσθάνετο ‌θέρμης. ‌καὶ ‌τὸ ‌πάθος ‌οὐκ ‌ἐπ' ‌ὀλίγον, ‌ἀλλ' ‌ἐπὶ ‌πολλαῖς ‌αὐτὸν ‌ἐπίεζε ‌ταῖς ‌ἡμέραις. ‌ἀπορηθεὶς ‌οὖν ‌τοῖς ‌ὅλοις ‌καὶ ‌πᾶσαν ‌ἄλλην ‌ἀπογνοὺς ‌θεραπείαν ‌(καὶ ‌γὰρ ‌ἔκαμον ‌καὶ ‌φίλοι ‌καὶ ‌συγγενεῖς ‌ἐκ ‌τοῦδε ‌τοῦ ‌ναοῦ ‌πάλιν ‌εὑς ‌ἄλλον ‌μετακομίζοντες), ‌ὀψὲ ‌καὶ ‌μόλις ‌τὰ ‌τοῦ ‌μεγάλου ‌πατρὸς ‌ἀκούσας, ‌ὡς ‌αὐτὸν ‌πρὸς ‌τάχος ‌ὑπὸ ‌τῶν ‌συγγενῶν ‌φέρεται·; ‌καὶ ‌(ὢ ‌θείας ‌οὑκονομίας) ‌ἀπαλλάττεται ‌μὲν ‌γὰρ ‌ὑπ' ‌αὐτοῦ ‌τοῦ ‌κακοήθους ‌τοῦδε ‌νοσήματος ‌τέχνῃ ‌οὐδεμιᾷ, ‌ἀλλὰ ‌προσευχῆς ‌φαρμάκῳ ‌δραστικωτάτῳ·; ‌ἀφίσταται ‌δὲ ‌τὸ ‌λοιπὸν ‌οὐκέτι, ‌οὔτε ‌μὴν ‌ὄμμασιν ‌ὑδίοις ‌τὸν ‌ἑαυτοῦ ‌οἶκον ‌ὑδεῖν ‌πείθεται·; ‌ἔκρινε ‌γὰρ ‌ἐκεῖνος ‌οὐ ‌τῆς ‌νόσου ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌τῆς ‌τῶν ‌ἁμαρτιῶν ‌μᾶλλον ‌ἀπαλλαγῆς ‌δεῖσθαι, ‌αἵ ‌γε ‌ἴσως ‌ὑπῆρχον ‌καὶ ‌τοῦ ‌νοσήματος ‌ἀφορμαί. ‌ ‌τοιγαροῦν ‌ἀποκείρεται·; ‌καὶ ‌Λουκᾶς ‌μὲν ‌μετονομάζεται·; ‌τὸ ‌δὲ ‌ἀπ' ‌ἐκείνου ‌ἀδιάσπαστος ‌γίνεται ‌τοῦ ‌μακαρίου ‌πατρός, ‌ἄχρι ‌δὴ ‌καὶ ‌πέρας ‌ἔσχεν ‌αὐτῷ ‌ἡ ‌ζωή. ‌ὃς ‌οὕτω ‌δεξιῶς ‌τὰ ‌πρὸς ‌ὑπουργίαν ‌αὐτῷ ‌κατέστη, ‌ὡς ‌ἕτερος ‌τῶν ‌πάντων ‌οὐδείς, ‌καὶ ‌οὐ ‌τοῦτο ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌μετὰ ‌τὴν ‌τοῦ ‌πατρὸς ‌ἐκδημίαν ‌οὐ ‌διέλιπε ‌τοῖς ‌ἀδελφοῖς ‌πᾶσι ‌διακονούμενος ‌διακονίαν ‌μικρόψυχον, ‌ἢ ‌ἀγεννὲς ‌ἢ ‌ὀλίγωρον ‌οὐδὲν ‌ἔχουσαν ‌ἀλλὰ ‌θερμὴν ‌παντάπασι ‌καὶ ‌σπουδαίαν ‌καὶ ‌οὐκ ‌ἐν ‌βραχεῖ ‌ταύτην ‌ἀλλὰ ‌παρ' ‌ὅλοις ‌πέντε ‌καὶ ‌τριάκοντα ‌χρόνοις ‌ἀρκέσασαν. ‌περὶ ‌τούτου ‌καὶ ‌ὁ ‌τἆλλα ‌μοι ‌πάντα ‌κατεξαίρετον ‌παραδοὺς ‌ὁ ‌τὴν ‌ἀρετὴν ‌θαυμάσιος ‌Γαβριὴλ ‌διεσάφησεν, ‌(οὗ ‌καὶ ‌ἤδη ‌φθάσαντες ‌διεμνημονεύσαμεν) ‌ὡς ‌λίαν ‌αὐτῷ ‌κεχαρισμένος ‌ὁ ‌Λουκᾶς ‌οὗτος ‌κατέστη, ‌τοῦτο ‌μὲν ‌εὑπὼν ‌διὰ ‌τὴν ‌ἁγνείαν, ‌τοῦτο ‌δὲ ‌καὶ ‌διὰ ‌τὸ ‌λίαν ‌ἀκέραιον ‌καὶ ‌τὴν ‌ἀληθεστάτην ‌μετριοπάθειαν ‌καὶ ‌τὸ ‌πρᾶον, ‌τὴν ‌πάννυχον ‌ἀγρυπνίαν, ‌τὸ ‌ἴσα ‌καὶ ‌πηγῇ ‌`ρέον ‌δάκρυον, ‌ὃ ‌καὶ ‌ἐκούσιος ‌ἂν ‌βροχὴ ‌λέγοιτο, ‌κατὰ ‌τὸν ‌θεῖον ‌Δαυΐδ, ‌τὴν ‌ἀνάγραπτον ‌τοῦ ‌θανάτου ‌μνήμην, ‌τὴν ‌ἄπταιστον ‌τῶν ‌λογισμῶν ‌διάκρισιν. ‌ὃς ‌καὶ ‌μόνῳ ‌τῷ ‌εὐγαλήνῳ ‌τῆς ‌ὄψεως ‌τὸν ‌ὁρῶντα ‌ἐπήγετο ‌πρὸς ‌φιλίαν. ‌ταῦτα ‌δὲ ‌ἔφη ‌ὁ ‌πάγκαλος ‌Γαβριὴλ ‌καὶ ‌ὅτι·; ‌<<πρὸς ‌ταῖς ‌ἐμαῖς ‌ἐκπνεύσας ‌χερσί, ‌τῷ ‌κοινῷ ‌ἐγκατετέθη ‌κοιμητηρίῳ·; ‌ἑπτὰ ‌δὲ ‌πρὸς ‌τοῖς ‌δέκα ‌διαγενομένων ‌ἐνιαυτῶν, ‌ἀλλαχόσε>> ‌φησί ‌<<τοὺς ‌ἤδη ‌κοιμηθέντας ‌ἀδελφοὺς ‌μεταθεῖναι ‌ἔγνων, ‌καί ‌μοι ‌θέαμα θαυμαστὸν ‌ὡράθη ‌καὶ ‌ἀκοῆς ‌ἄξιον. ‌ ‌πολλοῖς ‌γὰρ ‌ἑτέροις ‌τὸ ‌ἐκείνου ‌σῶμα ‌τὸ ‌πάντιμον ‌ὐποκείμενον ‌ὄν, ‌εἶτα ‌καὶ ‌τῆς ‌ὕλης ‌πάντων, ‌ὡς ‌ἡ ‌φθορὰ ‌πάσχειν ‌οἶδεν, ‌ἐπ' ‌ἐκείνῳ ‌καταρρεούσης, ‌εὑρέθη ‌καθαρόν, ‌ἀηδὲς ‌οὐδὲν ‌ἔχον, ‌ὅλως ‌ἀκέραιον, ‌ὥσπερ ‌ἄρτι ‌τῆς ‌ψυχῆς ‌ἀπολιπούσης ‌αὐτό.>> ‌καὶ ‌τὰ ‌μὲν ‌τοῦ ‌ἀξιεπαίνου ‌τὴν ‌ἀρετὴν ‌Λουκᾶ ‌ταῦτα.

34. ‌δόξαν ‌δὲ ‌τῷ ‌μεγάλῳ ‌ποτὲ ‌κατά ‌τινας ‌ἀφορμὰς ‌εὐλόγους ‌εὑς ‌τὴν ‌βασιλεύουσαν ‌ἀποστεῖλαι, ‌δύο ‌τῶν ‌ἀδελφῶν ‌πέμπονται, ‌αὐτός ‌τε ‌ὁ ‌πολλάκις ‌`ρηθεὶς ‌κλεινὸς ‌Συμεών ‌καὶ ‌ὁ ‌πρεσβύτερος ‌'Ιωάννης, ‌πέμπονται ‌δὲ ‌θαλάττιοι. ‌ἐπεὶ ‌οὖν ‌ἀντικρὺ ‌τῆς ‌νήσου ‌γεγόνασιν, ‌ἣ ‌Καλώνυμος ‌καλεῖται ‌βίαιος ‌αὐτοῖς ‌ἄνεμος ‌ἐμπεσὼν ‌καὶ ‌κλύδωνα ‌φρικώδη ‌ποιήσας, ‌ὑστία ‌μὲν ‌καὶ ‌λοιπὰ ‌πάντα ‌νηὸς ‌ὅπλα ‌συντρίβει ‌καὶ ‌διαρρήγνυσι, ‌θείοις ‌νεύμασι ‌τῆς ‌νηὸς ‌ἀτρήτου ‌συντηρηθείσης, ‌πάντων ‌δὲ ‌τὸ ‌ζῆν ‌ἀπογνόντων·; ‌ὤφθη ‌γὰρ ‌ἔμπροσθεν ‌αὐτῶν ‌ὁ ‌συνήθως ‌καλούμενος ‌σίφων, ‌φοβερῶς ‌τὴν ‌θάλασσαν ‌ὑπελίσσων ‌καὶ ‌ψάμμον ‌ἐξ ‌αὐτῶν ‌(ἂν ‌εἶπες) ‌τῶν ‌μυχῶν ‌ἀνέλκων ‌τῆς ‌γῆς ‌καὶ ‌τὸ ‌πλοῖον ‌αὔτανδρον ‌πρὸς ‌ἑαυτὸν ‌ἐπισπώμενος. ‌ὁ ‌κλεινὸς ‌Συμεὼν ‌γεγωνοτέρᾳ ‌φωνῇ ‌χρώμενος, ‌τὰς ‌τοῦ ‌μεγάλου ‌θείας ‌εὐχὰς ‌βοηθοὺς ‌ἐκάλει. ‌οὕτω ‌τοιγαροῦν ‌εὐχομένῳ, ‌θεία ‌δύναμις ‌ἀφανῶς ‌διωθεῖται ‌τὴν ‌ναῦν ‌καὶ ‌παραχρῆμα ‌ὄπισθεν, ‌ὅσον ‌ἄρα ‌καὶ ‌βέλους ‌βολή, ‌τοῦ ‌σίφωνος ‌γίνεται ‌καὶ ‌τῷ ‌τῆς ‌νήσου ‌αὑγιαλῷ ‌παραπίπτει. ‌οἱ ‌δ' ‌ἀποβάντες, ‌ἐκάθηντο ‌ἐπ' ‌ἐδάφους ‌τρόμου ‌τε ‌καὶ ‌σκότους ‌ὑπόπλεῳ ‌καὶ ‌τὴν ‌ψυχὴν ‌ἄχους ‌πεπληρωμένοι. ‌ὁ ‌μέντοι ‌Συμεὼν ‌καὶ ‌παραφθέγγεταί ‌πως ‌καθ' ‌ἑαυτόν, ‌<<εὑ ‌παρὰ ‌σοὶ ‌ἦν ‌εὐχή, ‌πάτερ,>> ‌εὑπών ‌<<οὐκ ‌ἂν ‌ἡμεῖς ‌ἀνάγκῃ ‌τοιᾴδε ‌ἁλώσιμοι ‌ἦμεν.>> ‌οὕτως ‌ἔφη ‌καὶ ‌παραχρῆμα ‌ὕπνῳ ‌κάτοχος ‌γίνεται, ‌καὶ ‌ὁ ‌θεῖος ‌Παῦλος ‌αὐτῷ ‌ἐφίσταται, ‌<<ἀνάστηθι>> ‌λέγων ‌<<καί, ‌φόβου ‌μηδ' ‌ὁτιοῦν ‌ἔχοντες, ‌ὁδοῦ ‌ἅπτεσθε.>> ‌τὰ ‌ὅμοια ‌δὲ ‌καὶ ‌τῷ ‌πρεσβυτέρῳ ‌(καὶ ‌γὰρ ‌καὶ ‌αὐτὸν ‌ὕπνος ‌εἷλε) ‌παρέστη. ‌καὶ ‌ἀναστάντες, ‌ἀλλήλοις ‌τε ‌καὶ ‌τοῖς ‌ναύταις ‌τὰ ‌θεαθέντα ‌διαγορεύουσιν. ‌εἶθ' ‌οὕτως ‌ἀπὸ ‌τῶν ‌τῆς ‌νήσου ‌οὑκητόρων ‌τὴν ‌ναῦν ‌ἐξαρτύσαντες, ‌εὐθὺ ‌τῆς ‌βασιλίδος ‌πόλεως ‌ἀσμένως ‌ἀπέπλεον ‌καὶ ‌εὑς ‌αὐτὴν ‌ἥκουσιν ‌ἐν ‌ὀλίγῳ, ‌ἄχαρί ‌τε ‌καὶ ‌ἄγριον ‌οὐδὲν ‌τῆς ‌θαλάσσης ‌αὐτοῖς ‌ἐπιδειξαμένης. ‌τὰ ‌αὐτὰ ‌δὲ ‌συμβέβηκε ‌καὶ ‌Βαάνῃ, ‌ἑνὶ ‌μὲν ‌τοῦ ‌τῶν ‌λεγομένων ‌ἀσηκρῆτις ‌ὄντι ‌χοροῦ, ‌πρὸς ‌τὴν ‌'Οξεῖαν ‌δὲ ‌καλουμένην ‌νῆσον ‌ἐκπλέοντι, ‌καὶ ‌ὁμοίῳ ‌μὲν ‌ἐμπεσόντι ‌κλύδωνι, ‌ὁμοίας ‌δὲ ‌καὶ ‌αὐτῷ ‌τυχόντι ‌τῆς ‌παρὰ ‌τοῦ ‌μάκαρος ‌βοηθείας. ‌καὶ ‌γὰρ ‌ἦν ‌αὐτῷ ‌συνήθης·; ‌καὶ ‌ἐν ‌πᾶσιν ‌ὧν ‌κατὰ ‌ἄνθρωπον ‌πεπείραται ‌λυπηροῖς ‌βοηθοῦ ‌τετύχηκε ‌τοῦ ‌μεγάλου·; ‌καὶ ‌τὸ ‌τοῦ ‌Παύλου ‌αὐτῷ ‌ὄνομα ‌γλώττης ‌ἥδυσμα ‌ἦν ‌καὶ ‌διηνεκῶς ‌ᾀδόμενον. ‌

35. ‌πλὴν ‌ἀλλὰ ‌καὶ ‌αὖθις ‌ὁ ‌ὅσιος ‌δι' ‌ὄχλησιν ‌ἀδιάπαυστον ‌τοῦ ‌πλήθους ‌τῶν ‌προσιόντων, ‌ἐπιθυμίαν ‌ἔσχε ‌μετρίας ‌τινὸς ‌μεταβάσεως ‌καὶ ‌τόπων ‌ἐρημοτέρων ‌τὸ ‌ἥσυχον ‌ἐμποιούντων ‌αὐτῷ·; ‌ἡσυχία ‌γὰρ ‌Παύλῳ ‌τὸ ‌ἥδιστον ‌καὶ ‌μέλιτος, ‌ὅ ‌φασιν, ‌μυελός. ‌κοινοῦται ‌τοιγαροῦν ‌τῷ ‌Συμεὼν ‌τὴν ‌διάνοιαν, ‌<<ἐπιθυμία ‌μοι>> ‌λέγων ‌<<εὑς ‌τὸ ‌τῆς ‌Σάμου ‌σπήλαιον ‌οἴχεσθαι ‌καὶ ‌μυσταγωγίας ‌ἐκεῖ ‌τῆς ‌θείας ‌ἀξιωθῆναι.>> ‌οὕτως ‌εὑπών, ‌αὐτόν ‌τε ‌τὸν ‌Συμεών, ‌πρὸς ‌δὲ ‌καὶ ‌πρεσβύτερον ‌καὶ ‌ἕνα ‌τῶν ‌ἀδελφῶν ‌λαμβάνει ‌καὶ ‌τοῦ ‌ὄρους ‌εὐθὺς ‌κατίασι·; ‌πλοίῳ ‌τε ‌νυκτὸς ‌ἐμβάντες ‌εὐθὺ ‌τῆς ‌Σάμου ‌ἀπέπλεον. ‌ἤδη ‌δὲ ‌ἡμέρας ‌ὑπαυγαζούσης, ‌ὁρῶσι ‌τὸ ‌πλοῖον ‌οἱ ‌ἐκεῖ ‌συνόντες ‌πρὸς ‌τὰ ‌ἄοικα ‌τῆς ‌νήσου ‌εὐθυδρομοῦν. ‌καὶ ‌τοῦτο ‌δὴ ‌θεασάμενοι, ‌καταγογγύζειν ‌ἤρξαντο ‌τοῦ ‌ἁγίου, ‌τὴν ‌ἐρημίαν ‌αὐτῷ ‌προτείνοντες ‌καὶ ‌τὴν ‌τῶν ‌χρειῶν ‌ἀπορίαν, ‌ἐπεὶ ‌μηδὲ ‌ἓν ‌τῶν ‌χωρίων ‌ὅλως ‌τῷ ‌τόπῳ ‌πάρεστιν. ‌ὁ ‌δ' ‌ἐπετίμα ‌πράως, ‌<<ἡνίκα ‌μοι συνδιάγετε,>> ‌λέγων ‌<<τῶν ‌γογγυσμῶν ‌ὅλως ‌καὶ ‌τῆς ‌μικροψυχίας ‌ἀφεκτέον ‌ὑμῖν·; ‌εὑ ‌δ' ‌οὖν, ‌ἐπιτιμίοις ‌ὑποκείσεσθε ‌βαρυτέροις.>> ‌ἤδη ‌δὲ ‌τοῦ ‌αὑγιαλοῦ ‌μὴ ‌μακρὰν ‌ὄντων, ‌ὁ ‌κλεινὸς ‌Συμεών, ‌<<εὑ ‌μὴ ‌πλάνη ‌τις ‌ἔχει ‌με,>> ‌φησίν ‌<<ἄνδρα ‌πρὸς ‌ἀνίσχοντα ‌ἥλιον ‌ἱστάμενον ‌βλέπω ‌καὶ ‌προσευχόμενον.>> ‌οὕτως ‌εὑπών, ‌εὐθέως ‌καὶ ‌τῷ ‌δακτύλῳ ‌αὐτὸν ‌γοῦν ‌τὸν ‌φαινόμενον ‌ὑπεδείκνυ. ‌ ‌ὃς ‌καὶ ‌τοῦ ‌πλοίου ‌ἤδη ‌τῇ ‌γῇ ‌προσέχοντος, ‌ὀξέως ‌παρ' ‌αὐτοῖς ‌φοιτήσας, ‌<<καλῶς ‌ἤλθετε>> ‌τρὶς ‌μεγίστῃ ‌προσηγόρευε ‌τῇ ‌φωνῇ·; ‌τοῖς ‌δὲ ‌ἐπῄει ‌πυνθάνεσθαι ‌τίς ‌τε ‌εἴη ‌καὶ ‌πόθεν ‌ὁ ‌οὕτω ‌φιλοφρόνως ‌αὐτοῦς ‌ἀσπαζόμενος. ‌καὶ ‌ὅς ‌<<ἐκ ‌τῆσδε ‌μέν>> ‌ἔφη ‌<<τῆς ‌κώμης ‌εὑμί·; ‌ταύτης ‌δὲ ‌τῆς ‌νυκτὸς ‌φωνή ‌τις ‌ἀφανῶς ‌διηκούσθη, ‌"σπεύσατε" ‌λέγουσα ‌"καὶ ‌ὡς ‌τάχος ‌πρὸς ‌τῷ ‌αὑγιαλῷ ‌γένεσθε·; ‌ὁ ‌γὰρ ‌κῦρις ‌Παῦλος ‌πάρεστιν ‌ἤδη·; ‌ᾧ ‌ἀπελθόντες, ‌συνάρασθε ‌πρὸς ‌τὴν ‌ἔξοδον." ‌διὰ ‌ταῦτα ‌γοῦν ‌καὶ ‌πάρειμι>> ‌ἔφη ‌<<πάρειμι ‌δὲ ‌οὐχ ‌ἁπλῶς, ‌ἀλλὰ ‌καὶ ‌δύο ‌τῶν ‌ἀχθοφόρων ‌ζῴων ‌ἐπαγόμενος.>> ‌ἐξέστησε ‌ταῦτα ‌τοὺς ‌ἐν ‌τῷ ‌πλοίῳ ‌ὑδόντας ‌τε ‌καὶ ‌ἀκούσαντας ‌καὶ ‌τὴν ‌περὶ ‌τὸν ‌μέγαν ‌τοῦ ‌ἀγαθοῦ ‌θεοῦ ‌κατενόουν ‌κηδεμονίαν. ‌ἐπιθέντες ‌τοιγαροῦν ‌τοῖς ‌ζῴοις ‌οὓς ‌ἐπήγοντο ‌βαρυτέρους ‌μανδύας, ‌εὐπετῶς ‌οὕτω ‌διήνυον ‌τὴν ‌ὁδόν. ‌οὐ ‌πολὺ ‌τὸ ‌μέσον, ‌καὶ ‌ὑπαντῶσιν ‌αὐτοῖς ‌ἀσμένως ‌τῶν ‌τὴν ‌Σάμον ‌οὑκούντων ‌μοναχῶν ‌οἱ ‌ὀνομαστότατοι, ‌Νικόδημος ‌αὐτοῖς ‌ὄνομα ‌καὶ ‌Κοσμᾶς, ‌τὰ ‌αὐτὰ ‌καὶ ‌οὗτοι ‌λέγοντες, ‌ὥσπερ ‌οὖν ‌καὶ ‌ἀκούσαντες ‌ὡς ‌φωνὴ ‌διηχήθη ‌τρανέστατα ‌ἐκλαλοῦσα·; ‌<<ὁ ‌κῦρις ‌Παῦλος ‌ἐνταῦθα ‌γίνεται. ‌ὐπαντῆσαι ‌οὖν ‌ὑμεῖς ‌ἐκείνῳ ‌ταχὺ ‌σπεύσατε.>> ‌

36. ‌οὕτως ‌εὑπόντες, ‌συνανέρχονται ‌πρὸς ‌τὸ ‌σπήλαιον ‌τῷ ‌πατρί. ‌καὶ ‌τῆς ‌θείας ‌ἤδη ‌τελεσθείσης ‌μυσταγωγίας, ‌ὁ ‌ὅσιος ‌τοῦ ‌Λάτρου ‌πάλιν ‌ἐμέμνητο, ‌καὶ ‌πρὸς ‌τὸ ‌ὄρος ‌εὐθὺς ‌ἐπανῄει·; ‌καὶ ‌ἦν ‌ἐκεῖ ‌τῶν ‌συνήθων ‌ἐχόμενος ‌ἐμμελῶς. ‌τὰ ‌δὲ ‌ἦν ‌διηνεκὴς ‌πρὸς ‌θεὸν ‌νεῦσις, ‌θεωρία ‌διαφανής, ‌ἀποκαλύψεις ‌ἄπταιστοι, ‌εὐχὴ ‌ἀπαράλειπτος ‌καὶ ‌τὰ ‌τοῦ ‌Δαυΐδ ‌'ᾴσματα. ‌ἐπισκέψεως ‌οὖν ‌ποτε ‌χάριν ‌ὁ ‌κλεινὸς ‌Συμεὼν ‌ὡς ‌αὐτὸν ‌ἀφιγμένος, ‌ὁρᾷ ‌πέτρας ‌ὑψηλῆς ‌ἐπιβεβηκότα ‌ὄρθιόν ‌τε ‌ἱστάμενον ‌καὶ ‌ὑψοῦ ‌τὰς ‌χεῖρας ‌ἀνέχοντα·; ‌διεβεβαίου ‌δὲ ‌φιλαλήθης ‌ὤν, ‌ὁτὲ ‌μὲν ‌ἕνα ‌πῆχυν, ‌ὁτὲ ‌δὲ ‌καὶ ‌δύο ‌εὑς ‌ἀέρα ‌ὥσπερ ‌ἀνιπτάμενον, ‌εἶτ' ‌αὖθις ‌ἐπὶ ‌τῆς ‌πέτρας ‌ἱστάμενον, ‌ἀτενῶς ‌τε ‌εὑς ‌οὐρανὸν ‌ὁρῶντα ‌καὶ ‌ἀερίους ‌ἀσπασμοὺς ‌ποιούμενον·; ‌ἄδηλον ‌δὲ ‌πρὸς ‌τίνας ‌οἱ ‌ἀσπασμοί·; ‌πλὴν ‌εὑκάζειν ‌εἶχεν, ‌ὡς ‌τῷ ‌τῆς ‌θείας ‌ἀγάπης ‌πυρὶ ‌διαθερμαινόμενος ‌καὶ ‌οἱονεὶ ‌παροῦσαν ‌τὴν ‌τοῦ ‌Χριστοῦ ‌μορφὴν ‌θεώμενος, ‌τοῖς ‌ἀερίοις ‌τούτοις ‌φιλήμασι ‌τὸ ‌διακαῖον ‌τοῦ ‌πόθου ‌παρεμυθεῖτο.

[p. ‌127]

37. ‌Φώτιον ‌ἐκεῖνον ‌(ὃς ‌τιμῆς ‌μὲν ‌τῆς ‌τῶν ‌πατρικίων ‌ἠξίωτο, ‌ἐπιφανέστερος ‌δὲ ‌ὁ ‌ἀνὴρ ‌μᾶλλον ‌ἀπὸ ‌τοῦ ‌τρόπου ‌καὶ ‌παρὰ ‌τοῦτο ‌καὶ ‌Κωνσταντίνῳ ‌τῷ ‌βασιλεῖ ‌θεράπων ‌εὔχρηστος ‌καὶ ‌ἀπόλεκτος) ‌τοῦτον ‌οὖν ‌ποτε ‌μετὰ ‌καὶ ‌γραμμάτων ‌παρὰ ‌τὸν ‌μέγαν ‌ἐκπέμπει·; ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἐντυχὼν ‌αὐτῷ, ‌τὰ ‌γράμματα ‌δεδωκώς, ‌ἀλλὰ ‌καὶ ‌εὑληφὼς ‌ἀντίγραφα, ‌ἤδη ‌περὶ ‌τὴν ‌ἐπάνοδον ‌ἦν, ‌αἴτησιν ‌αὑτεῖται ‌τοῦτον ‌ὁ ‌μέγας, ‌ὥστε ‌τῇ ‌ἀχειροποιήτῳ ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνι ‌(ἣν ‌σύνηθες ‌μανδήλιον ‌ὀνομάζειν ‌ἅγιον) ‌ἐπιτεθῆναι ‌ταύτῃ ‌μέρος ‌ὀθόνης ‌ὑσόμηκες ‌ἀκριβῶς, ‌εἶτα ‌καὶ ‌παρ' ‌αὐτὸν ‌ἐκπεμφθῆναι ‌τοῦτο. ‌γίνεται ‌οὖν ‌τὸ ‌αὑτηθὲν ‌κατὰ ‌γνώμην ‌αὐτῷ, ‌κἀκεῖσε ‌πέμπεται·; ‌ὅπερ ‌ὑφαπλωθέν, ‌τῷ ‌μὲν ‌ἁγίῳ ‌ἐβλέπετο ‌καθαρῶς ‌τὴν ‌τοῦ ‌Χριστοῦ ‌εὑκόνα ‌ἐπ' ‌ἀκριβείας ‌ἀναμαξάμενον ‌καὶ ‌τοῦ ‌τύπου ‌τύπος ‌ἐπ' ‌ἄκρον ‌γενόμενον, ‌τοῖς ‌δὲ ‌ἄλλοις ‌οὐδὲν ‌τοιοῦτον οὐδαμῶς ‌ὡρᾶτο. ‌οὐδὲ ‌τοῦτο ‌παραλιπεῖν ‌ἄξιον, ‌ἱκανὸν ‌ὂν ‌γνωρίσαι, ‌τῆς ‌Παύλου ‌ἀρετῆς ‌τὸ ‌ἀκρότατον ‌καὶ ‌ὅπως ‌τὸ ‌ἐκείνου ‌πρόσωπον, ‌ᾗ ‌προέφημεν, ‌μωσαϊκῶν ‌οὐκ ‌ἠμοίρει ‌χαρίτων. ‌τῷ ‌πατρικίῳ ‌τούτῳ ‌Φωτίῳ ‌παρὰ ‌τῷ ‌θείῳ ‌πατρὶ ‌γενομένῳ ‌ἐπιμελὲς ‌ἦν ‌καὶ ‌τὰ ‌ἔξω ‌ταῦτα ‌καταμαθεῖν, ‌ὅπως ‌ἔχει ‌προσώπου ‌καὶ ‌ὀφθαλμῶν, ‌φθέγματός ‌τε ‌καὶ ‌βαδίσματος ‌καὶ ‌τῶν ‌ἄλλων ‌καὶ ‌προηγουμένως ‌τῆς ‌ὄψεως·; ‌καὶ ‌τοῦτο ‌γὰρ ‌ἐκ ‌τοῦ ‌χρηστοῦ ‌Κωνσταντίνου ‌προστεταγμένον ‌αὐτῷ. ‌ἠβουλήθη ‌μὲν ‌ἐκεῖνος ‌τὸ ‌προσταγὲν ‌ἀγαγεῖν ‌εὑς ‌πέρας, ‌ἠδυνήθη ‌δὲ ‌οὐδαμῶς. ‌ἐπανιὼν ‌γὰρ ‌ἤδη ‌καὶ ‌πρὸς ‌τοῦ ‌κλεινοῦ ‌παραπεμπόμενος ‌Συμεών, ‌ἐκκαλύπτων ‌αὐτῷ ‌τὸ ‌ἀπόρρητον, ‌<<ὡρμημένῳ ‌μοι>> ‌ἔφη ‌<<ἀτενίζειν ‌πολλάκις ‌τῷ ‌αὐτοῦ ‌προσώπῳ ‌ἀμήχανον ‌ἦν·; ‌οἷα ‌γάρ ‌τις ‌ἀκτὶς ‌ἡλιώδης ‌ἐκεῖθεν ‌ἐκπεμπομένη ‌τοὺς ‌ἐμοὺς ‌ἔβαλλεν ‌ὀφθαλμοὺς ‌καὶ ‌μύειν ‌ἐποίει.>>

38. ‌καὶ ‌τοῦτο ‌προσθετέον ‌τοῖς ‌ἄλλοις·; ‌ὅτι ‌γὰρ ‌οὐ ‌σιωπῆς ‌ἄξιον ‌αὐτὸ ‌τοῦτο ‌μετὰ ‌τὸ ‌`ρηθῆναι ‌δηλώσει. ‌ὁρῶν ‌ὁ ‌κλεινὸς ‌οὗτος ‌Συμεὼν ‌τὸν ‌μακάριον ‌ποτὲ ‌μὲν ‌χαρίεντα ‌τὴν ‌ὄψιν ‌καὶ ‌ἤπιον, ‌ὥσπερ ‌ἄρα ‌καὶ ‌ἦν, ‌ποτὲ ‌δὲ ‌σκυθρωπὸν ‌καὶ ‌τοῦ ‌συνήθους ‌ἐξηλλαγμένον, ‌καιροῦ ‌τυχὼν ‌ἐκεῖνος ‌ἐπιτηδείου, ‌ἐζήτησε ‌τὴν ‌αὑτίαν. ‌καὶ ‌αὐτὸς ‌ὅπως ‌εἶχεν ‌ἐξήγγειλεν·; ‌ἐφίλει ‌γὰρ ‌κἀκεῖνον ‌καὶ ‌τὴν ‌ἀλήθειαν. ‌<<ἡνίκα ‌μηδείς>> ‌ἔφη ‌<<παρελθὼν ‌ἐμποδίσει ‌μοι ‌καὶ ‌τὸ ‌τῆς ‌ἡσυχίας ‌ἐπιταράξει ‌καλὸν ‌(ὁρῶ ‌γὰρ ‌κύκλῳ ‌περὶ ‌ἐμὲ ‌φῶς ‌ἥδιστόν ‌τε ‌καὶ ‌χαριέστατον, ‌καὶ ‌τούτου ‌κατατρυφῶν ‌ἐγὼ ‌καὶ ‌τούτῳ ‌καθαρῶς ‌ἐνηδόμενος, ‌εὑς ‌λήθην ‌ἔρχομαι ‌οὐ ‌τροφῆς ‌καὶ ‌ποτοῦ ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌τοῦ ‌κόσμου ‌παντός, ‌ἱλαρὸς ‌ὅλος ‌καὶ ‌εὔθυμος ‌γίνομαι ‌καὶ ‌τοῖς ‌κατὰ ‌καιρὸν ‌ἐρχομένοις ‌ὁρῶμαι ‌περιχαρής. ‌ ‌ὁπόταν ‌δέ ‌τις ‌προσβαλών, ‌τὴν ‌ἡδίστην ‌διατριβὴν ‌περικόψῃ ‌ταύτην ‌καὶ ‌πρός ‌τινας ‌ἑλκύσῃ ‌με ‌λόγους, ‌εὐθὺς ‌ἀπολείπει ‌με ‌τὸ ‌γλυκὺ ‌τοῦτο ‌καὶ ‌πάγκαλον ‌φῶς, ‌καὶ ‌παρὰ ‌τοῦτο ‌σκυθρωπὸς ‌γίνομαι ‌καὶ ‌τῶν ‌συνήθως ‌μοι ‌προσιόντων ‌τὴν ‌ὁμιλίαν ‌ἀπέστραμμαι.>> ‌πρὸς ‌ταῦτα ‌ὁ ‌Συμεών ‌<<ἀλλ' ‌ὅρα, ‌πάτερ,>> ‌φησί ‌<<καὶ ‌μὴ ‌θράσους ‌τὸ ‌ἐρώτημα ‌οὑηθῇς, ‌ψυχῆς ‌δὲ ‌μᾶλλον ‌τῆς ‌σῆς ‌μεγαλειότητος ‌περικαιομένης, ‌μή ‌ποτέ ‌σοι ‌τὸ ‌φῶς ‌τοῦτο ‌οὐ ‌φῶς ‌ἐστι ‌θεῖον ‌ἀλλ' ‌ἀντικειμένης ‌δυνάμεως.>> ‌καὶ ‌ὁ ‌ὅσιος ‌<<μηδὲν ‌ἐν ‌τούτῳ ‌δείσῃς>> ‌φησί·; ‌<<πεπείραμαι ‌γὰρ ‌ἀμφοτέρων, ‌τοῦ ‌θείου ‌λόγου ‌καὶ ‌τοῦ ‌δαιμονιώδους·; ‌καὶ ‌εὑ ‌βούλει, ‌ἐρῶ ‌σοι ‌παράσημα ‌τούτων·; ‌ἐπεὶ ‌τὸ ‌μὲν ‌τοῦ ‌ἀντικειμένου ‌πυροειδές ‌ἐστι ‌καὶ ‌καπνῶδες ‌καὶ ‌τῷ ‌αὑσθητῷ ‌τούτῳ ‌πυρὶ ‌ὅμοιον·; ‌καὶ ‌ἐπειδὰν ‌αὐτὸ ‌μετριοπαθὴς ‌<ἴδῃ> ‌ψυχὴ ‌καὶ ‌κεκαθαρμένη, ‌ἀηδῶς ‌ἔχει ‌πρὸς ‌αὐτὸ ‌καὶ ‌βδελύττεται·; ‌τὸ ‌δ' ‌ἐκ ‌τοῦ ‌ἀγαθοῦ, ‌ἀγαθὸν ‌χαριέστατόν ‌ἐστι ‌καὶ ‌ἀκραιφνὲς ‌καὶ ‌προσβάλλον ‌ἁγιάζει, ‌φωτός ‌τε ‌καὶ ‌χαρᾶς ‌καὶ ‌ἱλαρότητος ‌πληροῖ ‌τὴν ‌ψυχὴν ‌καὶ ‌ἠπίαν ‌αὐτὴν ‌καὶ ‌φιλάνθρωπον ‌ἀπεργάζεται. ‌τοῦτο, ‌φεῦ, ‌ἀπελαύνουσι ‌λογισμῶν ‌φαύλων ‌συγκαταθέσεις, ‌αὑχμαλωσία ‌νοός, ‌καὶ ‌κοσμικαὶ ‌μάλιστα ‌ὁμιλίαι.>>

39. ‌καὶ ‌τῶν ‌ἄλλων ‌μὲν ‌ἁγίων ‌αἱ ‌μνῆμαι ‌εὐφροσύνης ‌ἀφορμαὶ ‌τῷ ‌Παύλῳ. ‌ ‌ἡ ‌δὲ ‌τῆς ‌μάρτυρος ‌Αὑκατερίνης ‌οὐχ ‌ἡδονῆς ‌μόνον ‌ἐπλήρου ‌τὸν ‌ὅσιον ‌ἀλλὰ ‌μικροῦ ‌καὶ ‌σκιρτήματος, ‌ἐπεὶ ‌καὶ ‌ἑώρταζε ‌ταύτην ‌οὐ ‌σωματικῶς ‌ἁπλῶς, ‌ἀλλὰ ‌παρακιρνῶν ‌αὐτῇ ‌καὶ ‌πνευματικὴν ‌ἀγαλλίασιν, ‌
μᾶλλον ‌δὲ ‌τὸ ‌πλεῖον ‌διδοὺς ‌τῷ ‌πνεύματι. ‌ἑορτάζοντι ‌τοιγαροῦν ‌καὶ ‌ἐν ‌ὑπαίθρῳ ‌τοῖς ‌ἀδελφοῖς ‌συνεστιωμένῳ, ‌ὑετοῦ ‌λάβρου ‌καταφοραὶ ‌παρέβαλλον·; ‌καὶ ‌τοὺς ‌μοναχοὺς ‌ἀνίστασθαι ‌ὡρμημένους ‌ἀπεῖργεν ‌αὐτός. ‌καὶ ‌ὁ ‌ὑετὸς ‌ἔστη, ‌καθάπερ ‌ἐξ ‌ἐπιτάγματος, ‌οὐδὲ ‌ψεκάδος ‌λεπτῆς
[p. ‌128]κατιούσης, ‌ἕως ‌καὶ ‌τέλος ‌εἶχεν ‌ἡ ‌τράπεζα. ‌ταύτης ‌δὲ ‌τὸ ‌πέρας ‌καὶ ‌ἡ ‌τῶν ‌συνεστιωμένων ‌ἔγερσις, ‌ἀρχὴ ‌πάλιν ‌τῷ ‌ὑετῷ ‌γίνεται·; καὶ ‌λάβρως ‌ἤρξατο ‌καταφέρεσθαι, ‌τοῦ ‌δήσαντος ‌ὥσπερ ‌ἐν ‌συνθήματι ‌καὶ ‌ἀνέντος.
 
40. ‌μοναχός ‌τις ‌τῶν ‌μὴ ‌μοναχῶν ‌καὶ ‌ὑδιαζόντων ‌ἀλλ' ‌ἀγοραίων ‌καὶ ‌περιπατητικῶν ‌καὶ ‌πρὸς ‌ἅπαντα ‌ἀνειμένων, ‌ἐν ‌τῷ ‌ὄρει ‌γενόμενος ‌καὶ ‌τῷ ‌ὁσίῳ ‌περιτυχών, ‌ἀργύριον ‌ᾔτει ‌παρασχεῖν ‌αὐτῷ ‌ἢ ‌ἱμάτιον. ‌ᾔτει ‌δὲ ‌οὐχ ‌ἁπλῶς ‌ἀλλ' ‌ὡς ‌ἀπαιτῶν ‌μᾶλλον ‌ἤπερ ‌αὑτῶν, ‌τῆς ‌ἀναιδείας ‌ἢ ‌τῆς ‌ἐνδείας ‌ὑποθηγούσης ‌αὐτόν. ‌ὁ ‌δὲ ‌μηδὲν ‌ἔχων ‌(τί ‌γὰρ ‌παρ' ‌αὐτῷ ‌πλέον ‌τοῦ ‌ἑνὸς ‌χιτῶνος ‌καὶ ‌τῶν ‌σαρκῶν), ‌ἠφίει ‌μὲν ‌οὕτως, ‌ἤλγει ‌δὲ ‌τῷ ‌μὴ ‌θεραπεῦσαι ‌τὸν ‌ἀδελφόν. ‌ἐκεῖνος ‌δὲ ‌πένης ‌ὤν, ‌ὡς ‌μάλιστα ‌καὶ ‌κατὰ ‌ψυχήν, ‌ἑνὶ ‌τῶν ‌πανδοχείων ‌παραβαλών, ‌ἔνθα ‌μοναχὸς ‌ἦν ‌Βασίλειος ‌ὄνομα ‌(εἷς ‌καὶ ‌αὐτὸς ‌τῆς ‌τοῦ ‌ὁσίου ‌ποίμνης ‌γνωριζόμενος) ‌ἐκακηγόρει ‌τὸν ‌ἅγιον ‌καὶ ‌περιττῇ ‌γλώττῃ ‌καὶ ‌ἀνέτῳ ‌ταῖς ‌κατ' ‌αὐτοῦ ‌διαβολαῖς ‌ἐχρῆτο, ‌τὸ ‌μὴ ‌λαβεῖν ‌ἁπλῶς ‌αὑτιώμενος·; ‌(ὅτι ‌δ' ‌αὐτὸς ‌ᾔτει ‌λαβεῖν ‌παρὰ ‌τοῦ ‌δοῦναι ‌μὴ ‌δυναμένου, ‌τοῦτ' ‌οὐδαμῶς ‌ἑώρα.) ‌ὁ ‌μέντοι ‌Βασίλειος ‌τὴν ‌ἀκρασίαν ‌αὐτῷ ‌προέτεινε ‌καὶ ‌τὴν ‌γλωσσαλγίαν ‌ἐμέμφετο ‌εὑκῇ ‌κατὰ ‌τοιοῦδε ‌θρασυνομένην ‌ἀνδρός. ‌τοῦ ‌δὲ ‌μὴ ‌σιωπῶντος, ‌ἀλλ' ‌ὅ ‌φασι, ‌νικῶντος ‌τὸν ‌ὀνηλάτην ‌καὶ ‌τῷ ‌κακῶς ‌λέγειν ‌ὥσπερ ‌ἐγκαυχωμένου, ‌ὁ ‌Βασίλειος, ‌<<ἴσθι>> ‌φησίν ‌<<ὅτι ‌μὴ ‌ἀτιμώρητά ‌σοι ‌τὰ ‌τῆς ‌ὕβρεως ‌ἔσται.>> ‌οὔπω ‌πέρας ‌εἶχεν ‌αὐτῷ ‌τὸ ‌`ρηθὲν ‌καί, ‌πεσὼν ‌ἐκεῖνος ‌εὑς ‌γῆν ‌ὕπτιος, ‌διωγκοῦτο ‌καὶ ‌ὑπεπίμπρατο ‌καὶ ‌ἀσκῷ ‌πεφυσημένῳ ‌εἶχεν ‌οὐκ ‌ἀνομοίως. ‌ὁ ‌μέντοι ‌ὄγκος ‌εὑς ‌τοσοῦτον ‌οὑδήματος ‌ᾔρετο, ‌ὡς ‌μικροῦ ‌καὶ ‌διαρραγῆναι ‌μὴ ‌ἀπηλπίσθαι ‌τὸν ‌ἄθλιον. ‌ἀλλὰ ‌γὰρ ‌τοῦ ‌κακοῦ ‌τὸ ‌κεφάλαιον, ‌ὅτι ‌μὴ ‌ἐλεύθερον ‌τὸ ‌φύσημα ‌ὀδυνῶν, ‌ἀλλὰ ‌δριμεῖαι ‌καὶ ‌συνεχεῖς ‌ἔβαλλον·; ‌ταύτῃ ‌τοι ‌καὶ ‌κραυγῇ ‌ἐχρῆτο ‌μεγίστῃ, ‌<<ἐλεήσατε,>> ‌βοῶν ‌<<ἐλεήσατε·; ‌καὶ ‌εἴ ‌τις ‌δύναμις, ‌σπεύσατε ‌`ρηγνυμένῳ ‌μοι ‌βοηθεῖν.>> ‌ἐπικύψας ‌οὖν ‌ὁ ‌Βασίλειος ‌εὑς ‌τὸ ‌οὖς ‌ἐκείνου, ‌<<ἀλλ' ‌οὐκ ‌ἔσται ‌σοι>> ‌φησίν ‌<<οὐδαμῶς ‌ἴασις, ‌εὑ ‌μὴ ‌αὐτοῦ ‌μόνου ‌εὑς ‌ὃν ‌ἄρα ‌καὶ ‌ἐξύβρισας ‌δεηθῇς.>> ‌ὁ ‌δὲ ‌μόλις ‌(καὶ ‌γὰρ ‌ἤπειγον ‌αἱ ‌ὀδύναι) ‌δεῖσθαι ‌τοῦ ‌ἁγίου ‌ἤρξατο·; ‌καὶ ‌κατ' ‌ὀλίγον ‌οὕτω ‌μεταλαμβάνων ‌ὑγιείας, ‌ἄπεισι ‌πρὸς ‌τὸν ‌μέγαν, ‌'ᾴδων ‌παλινῳδίαν ‌καὶ ‌γλώττῃ ‌εὖ ‌λέγειν ‌διδασκομένῃ ‌τοὺς ‌προτέρους ‌ἀποκλύζων ‌ὕθλους. ‌τί ‌οὖν ‌ἡ ‌πραεῖα ‌καὶ ‌φιλανθρωποτάτη ‌ψυχή; ‌μειδιῶσαν ‌αὐτῷ ‌καὶ ‌εὐπροσήγορον ‌ἐμπαρέσχεν ‌ὄψιν, ‌ἀλλὰ ‌καὶ ‌προσελθὼν ‌ἠσπάσατο ‌καὶ ‌συγγνώμην ‌αὑτοῦντι ‌προθύμως ‌ἔδωκε. ‌τοιαύταις ‌γνώμη ‌θεοφιλὴς ‌ἀπαιδεύτου ‌ληρήματα ‌γλώττης ‌ἀμείβεται ‌φιλοφροσύναις.

41. ‌πάνυ ‌σφόδρα ‌εὐκαταφρόνητον ‌τῷ ‌ἁγίῳ, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌ἀξιομίσητον ‌ἀνθρωπίνη ‌δόξα·; ‌διὰ ‌τοῦτο ‌βασιλέων ‌αὐλαὶ ‌καὶ ‌ἀρχόντων ‌τιμαὶ ‌ἀσπούδαστον ‌αὐτῷ ‌καὶ ‌ἀπόστροφον, ‌τοῖς ‌ταπεινοτέροις ‌εὐδοκιμοῦντι ‌μᾶλλον ‌καὶ ‌πλέον ‌γε ‌τοῖς ‌θεῷ ‌εὐνουστέροις. ‌οὐ ‌μὴν ‌οὐδὲ ‌πρὸς ‌τοῖς ‌ἄλλοις ‌καλοῖς ‌οὐδὲ ‌τοῦ ‌ζήλου ‌τῶν ‌ἁγίων ‌ἀπελιμπάνετο, ‌ἀλλὰ ‌καὶ ‌Φινεὲς ‌ἐν ‌τούτῳ ‌παρήλαυνε ‌καὶ ‌'Ηλιοῦ ‌παρ' ‌οὐδὲν ‌ἠλαττοῦτο. ‌ ‌ἀπόδειξις ‌τῶν ‌εὑρημένων ‌αἱ ‌κατὰ ‌τῶν ‌Μανιχαίων ‌αὐτοῦ ‌σπουδαί·; ‌ὧν ‌τοὺς ‌ἐπισημοτέρους ‌καὶ ‌τῷ ‌βλάπτειν ‌πιθανωτέρους ‌τῶν ‌ὁρίων, ‌Κιβυρραιώτου ‌τέ ‌φημι ‌καὶ ‌Μιλήτου, ‌μακρὰν ‌ἐκτετόπικε, ‌τοῖς ‌πρὸς ‌βασιλέα ‌χρησάμενος ‌γράμμασιν, ‌ἃ ‌ἐκείνου ‌γλυκέα ‌δηλαδὴ ‌τῷ ‌λάρυγγι ‌καὶ ‌ὑπὲρ ‌μέλι ‌τῷ ‌στόματι. ‌καὶ ‌τοῦτο ‌τῶν ‌θαυμαστῶν ‌Παύλου ‌προοράσεων ‌καὶ ‌διανοίας ‌τῆς ‌ἐλλαμπομένης ‌ὑπὸ ‌θεοῦ ‌εἴσω ‌τοῦ ‌ἱεροῦ ‌ναοῦ ‌τοῦ ‌κατ' ‌῎Εφεσον, ‌'Ιωάννου ‌τοῦ ‌θεολόγου ‌φημί, ‌γενόμενον, ‌τῶν ‌διακόνων ‌τις ‌τούς ‌τε ‌ἄλλους ‌ἔπειτα ‌δὲ ‌καὶ ‌αὐτὸν ‌προσελθὼν ‌ἐθυμία. ‌ ‌πρὸς ‌ὃν ‌ὁ ‌μέγας ‌<<ἀλλ' ‌οὐ ‌πολὺς ‌ὁ ‌μεταξὺ ‌χρόνος, ‌καὶ ‌ἐπίσκοπος ‌ἡμᾶς>> ‌ἔφη <<θυμιάσεις.>> ‌ὁ ‌δὲ ‌τοῦ ‌μετρίου ‌γενόμενος, ‌<<ἐμοὶ ‌δὲ ‌πόθεν ‌τὸ ‌τοιαύτης ‌ἀξιωθῆναι ‌χάριτος ‌ἁμαρτωλῷ>> ‌φησίν ‌<<ὄντι;>> ‌καὶ ‌ὁ ‌μακάριος ‌<<μὴ ‌ἀμφίβαλλε>> ‌ἔφη ‌<<οὕτω ‌γὰρ ‌ἕξει ‌τὸ ‌εὑρημένον. ‌ ‌ταῦτα ‌οὐ ‌τῶν ‌ἐκ ‌τρίποδος ‌καὶ ‌τῶν ‌ἄλλων ‌ἃ ‌μῦθοι ‌καὶ ‌δαιμόνων ‌ἀπατηλῶν ‌φάσματα, ‌ἀλλὰ ‌τῶν ‌ἐξ ‌ἀληθείας ‌μᾶλλον ‌καὶ ‌θείας ‌κομιδῇ ‌χάριτος.>> ‌καὶ ‌παρὰ ‌τοῦτο ‌καὶ ‌πέρας ‌ἔσχε ‌μετ' ‌ὀλίγον ‌ἡ ‌πρόρρησις, ‌καὶ ‌μητροπολίτης ‌ἐκεῖνος, ‌ὃν ‌ἔφημεν ‌τὸν ‌τῶν ‌διακόνων ‌ἔχειν ‌βαθμόν, ‌χειροτονεῖται ‌Πατρῶν ‌(Νέας ‌ταύτας ‌καλεῖν ‌εὑθισμένον). ‌
[p. ‌129]τὴν ‌περὶ ‌τοὺς ‌δεομένους ‌τοῦ ‌μεμακαρισμένου ‌συμπάθειαν ‌πῶν ‌ἄν ‌τις ‌παραστήσειε ‌λόγος; ‌οὐ ‌γὰρ ‌τῶν ‌ἐν ‌τῇ ‌λαύρᾳ ‌περιττῶν ‌μόνον ‌(εἴ ‌γέ ‌τι ‌καὶ ‌περιττὸν ‌ἦν) ‌ἀλλὰ ‌καὶ ‌τῶν ‌ἀναγκαίων ‌οὐδαμῶς ‌ἐφείδετο ‌οὐδὲ ‌αὐτῆς ‌δήπου ‌τῆς ‌ἐφημέρου ‌τροφῆς, ‌ἀλλ' ‌ἀφειδῶς ‌ἐσκόρπιζε ‌καὶ ‌ἀμφοτέραις ‌ἐδίδου ‌πένησι, ‌πολλάκις ‌δὲ ‌μηδὲ ‌τοῦ ‌ἑνὸς ‌ὃν ‌ἠμφίεστο ‌χιτῶνος ‌μεταποιούμενος, ‌ἀλλὰ ‌καὶ ‌τούτου ‌`ρᾳδίως ‌αὑτοῦσι ‌παραχωρῶν. ‌τί ‌μὴ ‌λέγω ‌τὸ ‌καινότατον ‌καὶ ‌ἀκοὴν ‌ἱκανὸν ‌ἐκπλῆξαι; ‌ὀργῶν ‌ἐκεῖνος ‌σφόδρα ‌περὶ ‌τὸν ‌ἔλεον, ‌πάντα ‌δὲ ‌ἐκφορήσας ‌καὶ ‌δοὺς ‌πένησι ‌καὶ ‌τὰς ‌χεῖρας ‌ἔχων ‌κενάς ‌(τί ‌ποιεῖ;), ‌ἀγνῶτα ‌δή ‌τινα ‌μετακαλεσάμενος, ‌ἐδεῖτο ‌θερμῶς ‌εὑς ‌τόπον ‌αὐτὸν ‌ἄγνωστον ‌ἀγαγόντα ‌χρυσίου ‌πωλῆσαι ‌καὶ ‌τὴν ‌καταβληθεῖσαν ‌τιμὴν ‌δοῦναι ‌πένησι. ‌καὶ ‌εἴ ‌γε ‌τῆς ‌δεήσεως ‌ἤκουσεν ‌ἐκεῖνος, ‌γέγονεν ‌ἄν. ‌πλὴν ‌ἀλλ' ‌ἐλεημοσύνης ‌μὲν ‌καὶ ‌χρηστότητος ‌οὕτως ‌εἶχε.

42. ‌περὶ ‌δὲ ‌τὴν ‌ἐπιμέλειαν ‌τῶν ‌ὑπ' ‌αὐτῷ ‌μοναχῶν ‌καὶ ‌οἵαν ‌ἐπ' ‌αὐτοὺς ‌ἔτρεφε ‌τὴν ‌κηδεμονίαν ‌προσήκει ‌μαθεῖν. ‌ἕνα ‌τοῦτον ‌ἀνθοῦντα ‌τὴν ‌ἡλικίαν ‌ἔτι ‌καὶ ‌ἀκμῆς ‌ἁψάμενον ‌κατά ‌τινα ‌χρείαν ‌ἀλλαχόσε ‌πέμπει. ‌ ‌ὃς ‌ἀπιών, ‌νυκτὸς ‌ἤδη ‌καταλαβούσης, ‌τῶν ‌χωρίων ‌ἑνὶ ‌καταλύει·; ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ὕπνου ‌καιρὸς ‌ἦν, ‌ὁ ‌τῆς ‌κακίας ‌σπορεὺς ‌διάβολος ‌κόρην ‌τινὰ ‌τὴν ‌ὄψιν ‌ὡραῖαν ‌καὶ ‌πιθανὴν ‌πρὸς ‌ἐπιθυμίαν ‌ἐπισπάσασθαι ‌ἀγαγών, ‌οἷς ‌οἶδεν ‌αὐτὸς ‌νεύμασιν, ‌ὑπνοῦντι ‌ἤδη ‌συνανακλίνει. ‌ἐπεὶ ‌δ' ‌ἔξυπνος ‌ὁ ‌μοναχὸς ‌ἦν, ‌ὑδὼν ‌αὐτήν, ‌οὐχ ‌ἁπλῶς ‌θορυβεῖται ‌τῷ ‌παραδόξῳ ‌ἀλλὰ ‌καὶ ‌λογισμοῖς ‌(φεῦ) ‌ἀκολάστοις ‌κλονεῖται ‌καὶ ‌πρὸς ‌κατάθεσιν ‌ἐλεεινῶς ‌συναρπάζεται. ‌ἐν ‌τούτοις ‌ἐκεῖνος ‌ὤν, ‌ἀκούει ‌φωνῆς ‌τοῦ ‌πατρὸς ‌ἄνωθεν ‌ὡς ‌δι' ‌ἀέρος ‌ὑπᾳδομένης, ‌ἐξ ‌ὀνόματός ‌τε ‌αὐτὸν ‌καλούσης ‌καί ‌<<τί ‌δαὶ ‌ταῦτα>> ‌λεγούσης ‌<<ἅπερ ‌ἐν ‌νῷ ‌στρέφεις ‌αὐτός; ‌ὧδε ‌πάντως ‌ἐλεύσῃ.>> ‌τούτων ‌ὁ ‌μοναχὸς ‌ἀκούσας, ‌πλήττεται ‌τὴν ‌καρδίαν ‌πληγῇ ‌ὄντως ‌ἀλεξικάκῳ·; ‌καὶ ‌παραχρῆμα ‌τὸ ‌γύναιον ‌διωσάμενος, ‌ἐξάλλεται ‌τοῦ ‌κλινιδίου ‌θερμῷ ‌πνεύματι·; ‌εἶτα ‌καὶ ‌τὰ ‌ἐπιτεταγμένα ‌διατελέσας, ‌ἐπάνεισι ‌πρὸς ‌τὸν ‌μέγαν ‌καὶ ‌τὸ ‌γεγενημένον ‌ἐξαγορεύει. ‌ὁ ‌δέ ‌<<νὴ ‌τὸν ‌Παῦλον,>> ‌ἔφη ‌<<παρ' ‌ὀλίγον ‌ἂν ‌ἐξεχύθη ‌τὰ ‌διαβήματά ‌σου, ‌εὑ ‌μὴ ‌τὸ ‌πάνυ ‌εὐπειθές ‌σου ‌καὶ ‌ἀπροφάσιστον ‌τῆς ‌ὑπακοῆς ‌βεβοήθηκέ ‌σοι.>> ‌οὕτως ‌οὐ ‌παρόντων ‌αὐτῶν ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌ἀπόντων, ‌ὡς ‌πατὴρ ‌ἐκήδετο ‌τέκνων, ‌ἢ ‌δι' ‌αὐτοῦ ‌μᾶλλον ‌ἐφρόντιζεν ‌ὁ ‌θεός.

43. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌τῆς ‌αὐτοῦ ‌τελευτῆς ‌οὐ ‌μακρὰν ‌οὔσης ‌ὁ ‌σοφὸς ‌ᾔσθετο, ‌τὸν ‌κλεινὸν ‌Συμεὼν ‌μετακαλεῖται ‌καὶ ‌νόμους ‌δὴ ‌καὶ ‌κανόνας ‌ἐγγράφους ‌ὑπαγορεύει. ‌οἵ ‌γε ‌ὅπως ‌ἔχουσιν ‌ὠφελείας ‌καὶ ‌τοῦ ‌κατὰ ‌Χριστὸν ‌ἔχονται ‌βίου, ‌`ρᾴδιον ‌τῷ ‌βουλομένῳ ‌μαθεῖν ‌αὐτοῖς ‌ἐντυχόντι·; ‌οἷα ‌γάρ ‌τινες ‌πλάκες ‌εὑσὶ ‌θεόγραφοι ‌ἃς ‌ὁ ‌δεύτερος ‌οὗτος ‌ἐπὶ ‌τοῦ ‌ὄρους ‌Μωσῆς ‌ἐδέξατο ‌ὁ ‌τῷ ‌ὄντι, ‌ποιητικῶς ‌εὑπεῖν, ‌ὀρεσίτροφος. ‌εἶτα ‌ὑπαναγνῶναι ‌τούτους ‌κελεύσας ‌τοῖς ‌μοναχοῖς, ‌εὐθὺς ‌πάλιν ‌ἄνεισιν ‌εὑς ‌τὸ ‌ὄρος, ‌τῶν ‌αὐτῶν ‌ἐχόμενος ‌ἔργων, ‌οὕτως ‌ἐμμελῶς ‌καὶ ‌σπουδαίως ‌ὥσπερ ‌ἄρτι ‌τῆς ‌πρὸς ‌ἀρετὴν ‌ἁψάμενος ‌πολιτείας. ‌δεκάτῃ ‌δὲ ‌πρὸ ‌τῆς ‌τελευτῆς ἡμέρᾳ, ‌ἑορτὴ ‌μὲν ‌ἤγετο ‌τοῦ ‌τὰ ‌πάντα ‌θαυμαστοῦ ‌Νικολάου, ‌αὐτὸς ‌δ' ‌ἕωθεν ‌κάτεισι ‌παρὰ ‌τὴν ‌λαύραν ‌δρομαῖος, ‌προστάττει ‌δὲ ‌πρὸ ‌τῆς ‌ὥρας ‌τὸ ‌τῶν ‌μοναχῶν ‌ἀθροίσιμον ‌κρουσθῆναι ‌ξύλον ‌καὶ ‌τὴν ‌ἱερὰν ‌γενέσθαι ‌μυσταγωγίαν, ‌ὅπερ ‌ἅπαντας ‌ὑπονοιῶν ‌ἐπλήρου ‌τὴν ‌τοῦ ‌καιροῦ ‌πρόληψιν ‌θεωμένους. ‌αὐτῆς ‌δὲ ‌ἤδη ‌τελεσθείσης, ‌προτρέπει ‌δύο ‌τῶν ‌ἀδελφῶν ‌<<εὑς ‌τόδε ‌τὸ ‌σπήλαιον ‌ἀφικόμενοι,>> ‌λέγων ‌<<διακομίσαι ‌σπεύσατέ ‌μοι ‌τὸ ‌εὐαγγέλιον·; ‌ἐκεῖσε ‌γὰρ ‌οὐκέτι ‌αὐτὸς ‌ἀναβήσομαι.>> ‌εἶπε ‌καὶ ‌ἀνακλιθεὶς ‌ἐπὶ ‌κλίνης ‌(ὃ ‌μηδέποτε ‌πρότερον ‌ὡράθη ‌ποιῶν), ‌πυρέττειν ‌ἄρχεται. ‌πλὴν ‌ἀλλὰ ‌καὶ ‌οὕτως ‌ἔχων, ‌εὐχῆς ‌καὶ ‌τοῦ ‌τοὺς ‌θείους ‌ὑπᾴδειν ‌ψαλμοὺς ‌οὐκ ‌ἀνῆκε ‌τὴν ‌γλῶτταν·; ‌παρῄνει ‌δὲ ‌καὶ ‌τοῖς ‌μοναχοῖς ‌τὰ ‌προσήκοντα ‌καὶ ‌πρὸς ‌τοὺς ‌πόνους ‌τῆς ‌ἀρετῆς ‌ὑπέθηγε ‌τοὺς ‌ἡδίστους. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌τὴν ‌κυρίαν ‌ἔγνω ‌παροῦσαν, ‌ἐπιτρέπει ‌τῷ ‌Συμεὼν ‌γράψαι ‌τῷ ‌τε ‌χρηστῷ ‌Δημητρίῳ ‌καὶ ‌'Ιωακεὶμ ‌ἐκείνῳ ‌
[p. ‌130]καὶ ‌τοῖς ‌ἄλλοις ‌τοῖς ‌κατὰ ‌φιλίαν ‌αὐτῷ ‌ἡρμοσμένοις ‌ἀνελθεῖν ‌ὡς ‌αὐτόν, ‌εὑς ‌ἐπιθυμίαν ‌τούτων ‌ἐλθεῖν ‌εὑρηκώς. ‌πρὸς ‌ταῦτα ‌ὁ ‌Συμεών ‌<<ἀλλ' ‌ὁ ‌'Ιωακείμ,>> ‌ἔφη ‌<<πάτερ, ‌ἔτι ‌γοῦν ‌ἐν ‌τῇ ‌πόλει ‌μένων ‌ἐστίν.>> ‌<<οὔ,>> ‌φησὶν ‌ὁ ‌μέγας ‌<<ἀλλ' ‌ἐξελήλυθε. ‌καὶ ‌μετακλητέον ‌ὡς ‌τάχος ‌αὐτόν.>> ‌ἐκπέμπεται ‌τοίνυν ‌εἷς ‌τῶν ‌μοναχῶν, ‌ὃς ‌καὶ ‌ὑπαντᾷ ‌τοῖς ‌κληθεῖσι ‌πρὸς ‌τὸν ‌μέγαν ‌ἀνερχομένοις. ‌ὡς ‌δὲ ‌καὶ ‌κατέλαβον, ‌ἀσπασάμενος ‌καὶ ‌εὑς ‌λόγους ‌αὐτοῖς ‌ἔρχεται, ‌λόγους ‌οὓς ‌ἐκεῖνόν ‌τε ‌ἔδει ‌λέγειν ‌καὶ ‌αὐτοὺς ‌ἀκούειν ‌γέμοντας ‌ὠφελείας. ‌οἵ ‌γε ‌καὶ ‌οὕτως ‌ἔχοντα ‌θεασάμενοι, ‌ἤροντο ‌περὶ ‌τοῦ ‌ποιμνίου, ‌<<τίνι ‌μέλλεις>> ‌εὑπόντες ‌<<ἐπιτρέπειν ‌αὐτούς;>> ‌<<ἐκείνῳ>> ‌ἔφη ‌<<τῷ ‌κατὰ ‌γνώμην ‌ὄντι ‌τοῖς ‌ἀδελφοῖς.>> ‌ἀθροίσας ‌τοιγαροῦν ‌ἅπαντας ‌ἐπυνθάνετο·; ‌οἱ ‌δὲ ‌τὴν ‌ἐκλογὴν ‌αὐτῷ ‌μᾶλλον ‌ἐγχειρίζουσι, ‌<<σόν, ‌πάτερ,>> ‌εὑπόντες ‌<<τὸ ‌ἔργον ‌καὶ ‌τῆς ‌ἐκ ‌θεοῦ ‌φωτιζομένης ‌σου ‌διανοίας.>> ‌πρὸς ‌ταῦτα ‌ἐκεῖνος ‌ἐγκάρδιόν ‌τι ‌καὶ ‌πεπονημένον ‌ἄκρως ‌στενάξας, ‌<<οὐδενὶ ‌ἑτέρῳ>> ‌ἔφη ‌<<ὅτι ‌μὴ ‌χερσὶν ‌ὑμᾶς ‌τοῦ ‌ἐμοῦ ‌Χριστοῦ ‌καὶ ‌θεοῦ ‌καταλείπω. ‌ἔσται ‌δὲ ‌καὶ ‌τὸ ‌`ρυπαρὸν ‌τοῦτό ‌μου ‌σῶμα ‌ὑμῶν ‌ἀδιάσπαστον, ‌ἀλλὰ ‌καὶ ‌πνεύματι ‌συνέσομαι ‌πάντως, ‌εἴ ‌γε ‌μὴ ‌πρὸς ‌ἀτόπους ‌ὑμεῖς ‌ὁδοὺς ‌ἐκκλίνητε ‌τὰς ‌φερούσας ‌φανερῶς ‌εὑς ‌ἀπώλειαν. ‌ ‌καὶ ‌τοῦτο ‌δὲ ‌ταῖς ‌ὑμῶν ‌ἔστω ‌διανοίαις ‌ἀνάγραπτόν ‌τε ‌καὶ ‌οὐδαμῶς ‌ἐπιδοιαζόμενον, ‌ὡς ‌εἴ ‌τις ‌τῷ ‌τραχεῖ ‌τούτῳ ‌ὄρει ‌ἐγκαρτερήσειεν ‌ἄχρι ‌τέλους ‌καὶ ‌αὐτῷ ‌δήπου ‌ἐναποθάνοι, ‌κἂν ‌πολλαῖς ‌εἴη ‌ἔνοχος ‌ἁμαρτίαις, ‌ἐγὼ ‌τὸν ‌ὑπὲρ ‌αὐτοῦ ‌λόγον ‌ὑφέξω.>> ‌καὶ ‌ὁ ‌μὲν ‌οὕτως ‌εἶπεν. ‌ὅτι ‌δὲ ‌ἀληθὴς ‌ἡ ‌ἐπαγγελία ‌τὸ ‌ἐπὶ ‌Λαζάρῳ ‌γενόμενον ‌(εἷς ‌δὲ ‌οὗτος ‌τῶν ‌μοναχῶν) ‌μετὰ ‌τὴν ‌εὑς ‌θεὸν ‌τοῦ ‌πατρὸς ‌ἐκδημίαν ‌ἀκριβῶς ‌δηλώσει, ‌ὥσπερ ‌ἄρα ‌περὶ ‌αὐτοῦ ‌καὶ ‌τῷ ‌τῆς ‌λαύρας ‌ἐγγέγραπται ‌βιβλίῳ. ‌πολλὰ ‌δὲ ‌καὶ ‌ἕτερα ‌τοὺς ‌ἀδελφοὺς ‌νουθετήσας ‌τε ‌πατρικῶς ‌καὶ ‌διδάξας, ‌ἔπειτα ‌καὶ ‌πρὸς ‌τὴν ‌αὐτοῦ ‌κέλλαν ‌ἕκαστον, ‌ἑσπέρα ‌γὰρ ‌ἦν, ‌ἀναπαυσομένους ‌ἀφῆκεν. ‌ἑνὶ ‌δὲ ‌τούτων ‌ὑπολειφθέντι ‌πρὸς ‌τὸ ‌τὸ ‌φέγγον ‌ἐκεῖ ‌φῶς ‌ἤδη ‌ἀμυδρῶς ‌ἔχον ‌ἀναζωπυρῆσαι ‌<<τὸ ‌προσκεφάλαιον>> ‌φησίν ‌<<ὕψωσον.>> ‌καὶ ‌ὃς ‌οὕτως ‌ἐποίει. ‌ὁ ‌δὲ ‌τὰς ‌ἑαυτοῦ ‌χεῖρας ‌εὑς ‌ὕψος ‌ἐπάρας, ‌ἠρέμα ‌τε ‌τὸ ‌<<"εὑς ‌χεῖρας ‌σου,">> ‌κατὰ ‌τὸν ‌Δαυῒδ ‌ἐπειπών·; ‌εὐθὺς ‌ὃ ‌εἴρηκε ‌καὶ ‌εὑς ‌χεῖρας ‌θεοῦ ‌τὴν ‌ἁγίαν ‌αὐτοῦ ‌ψυχὴν ‌παρετίθει.

44. ‌ὥραν ‌δὲ ‌τὴν ‌αὐτὴν ‌ἅπασι ‌τοῖς ‌παροῦσιν ‌οὑμωγαὶ ‌καὶ ‌θρῆνοι ‌ἀέριοι ‌πονηρῶν ‌πνευμάτων ‌ἠκούσθησαν ‌πληττομένων ‌τῇ ‌ἀνόδῳ ‌τῆς ‌μακαρίας ‌τοῦ ‌Παύλου ‌ψυχῆς·; ‌καὶ ‌ἕτερον ‌γάρ ‌τι ‌τοιοῦτον ‌οὐκ ‌εὑς ‌μακρὰν ‌ὁ ‌λόγος ‌δηλώσει. ‌μοναχὸς ‌δέ ‌τις, ‌ὄνομα ‌μὲν ‌Φωτεινός, ‌τὴν ‌δ' ‌ἀρετὴν ‌οὐκ ‌ἀθαύμαστος, ‌τὴν ‌βασιλίδα ‌πόλιν ‌οὑκῶν, ‌ἤκουε ‌τῆς ‌αὐτῆς ‌ὥρας ‌ἀγγέλων ‌ἐν ‌ἀέρι ‌καινῶς ‌ὑπᾳδόντων. ‌καὶ ‌παραχρῆμα ‌Παύλῳ ‌τῷ ‌ἐπισκόπῳ Μονομβασίας ‌(ἐκεῖ ‌γὰρ ‌ἐτύγχανε ‌παρών) ‌πρόσεισι ‌πνευστιῶν, ‌καὶ ‌τῇ ‌τῆς ‌φωνῆς ‌ἐγκοπῇ ‌τοῦ ‌δρόμου ‌δηλῶν ‌τὸ ‌σύντονον·; ‌φωνῇ ‌τοιγαροῦν ‌μείζονι ‌<<τὸ ‌πυρεῖον>> ‌ἔφη ‌<<λαβὼν ‌ὡς ‌τάχος ‌θυμία.>> ‌καὶ ‌τουτὶ ‌μὲν ‌οὕτω ‌πρὸς ‌τὸν ‌ἐπίσκοπον, ‌αὐτὸς ‌δὲ ‌ὄμματά ‌τε ‌καὶ ‌φωνὴν ‌εὑς ‌οὐρανὸν ‌ἐπάρας, ‌<<μνήσθητί ‌μου, ‌πάτερ,>> ‌ἐβόα ‌<<ἐν ‌τῇ ‌πρὸς ‌θεὸν ‌ἀπαντήσει ‌σου·;>> ‌τοῦτο ‌τρὶς ‌εὑπών, ‌ἔληγεν. ‌ὡς ‌δὲ ‌ὁ ‌ἐπίσκοπος ‌ἠρώτα ‌τίς ‌ἡ ‌ἐκφώνησις, ‌<<τὸν ‌ἅγιον>> ‌ἔφη ‌<<τεθέαμαι ‌Παῦλον ‌τὸν ‌ἐν ‌τῷ ‌Λάτρῳ ‌πρὸς ‌οὐρανοὺς ‌ἄρτι ‌δι' ‌ἀγγέλων ‌ἀναφερόμενον.>> ‌οὐκ ‌αὐτὸς ‌μόνος ‌ὁ ‌Φωτεινός, ‌ἀλλὰ ‌καὶ ‌μοναχὸς ‌ἕτερος ‌τῶν ‌ἐπαινουμένων, ‌ὃς ‌Κοσμᾶς ‌μὲν ‌ὠνόμαστο, ‌τοῦ ‌δὲ ‌τῷ ‌ἄστει ‌πλησιάζοντος ‌ἦρχε ‌μοναστηρίου ‌ὃ ‌σύνηθες ‌τῆς ‌'Αρμαμενταρίας ‌καλεῖν, ‌φωνήσας ‌τότε ‌καὶ ‌αὐτὸς ‌τὸν ‌ὑπηρετοῦντα, ‌ἄνθρακας ‌ἡμμένους ‌ἐκέλευε ‌φέρειν, ‌οἷς ‌ἐνεχθεῖσι ‌θυμίαμα ‌ἐπιθεὶς ‌καὶ ‌σπουδῇ ‌θυμιῶν ‌οὐκ ‌ἄδακρυς, ‌<<ἄπιθι,>> ‌ἐφώνει ‌<<ἄπιθι, ‌ἄνθρωπε ‌τοῦ ‌θεοῦ.>> ‌ὃς ‌καὶ ‌αὐτὸς ‌ἐρωθητεὶς ‌τὰ ‌ὅμοια ‌τῷ ‌Φωτεινῷ ‌ἔφη ‌καὶ ‌τὴν ‌αὑτίαν ‌τῆς ‌ἐκφωνήσεως ‌τῆς ‌τοῦ ‌θείου ‌Παύλου ‌ψυχῆς ‌εὑς ‌οὐρανοὺς ‌εἶναι ‌τὴν ‌διάβασιν. ‌καὶ ‌οὗτοι ‌μὲν ‌οὕτως. ‌πάντως ‌δὲ ‌τοῦ ‌θαύματος ‌αὔξησις ‌τὸ ‌τοῖς ‌μὴ ‌πλησιάζουσιν ‌ἀλλὰ ‌τοῖς ‌πόρρω ‌λίαν ‌ἀφεστηκόσι ‌τῆς ‌ἀναβάσεως ‌γενέσθαι ‌τὴν ‌ἀποκάλυψιν.

45. ‌ἡ ‌δὲ ‌κοίμησις ‌τοῦ ‌θείου ‌πατρός, ‌ἡ ‌πρὸς ‌θεὸν ‌δὲ ‌μᾶλλον ‌μετάβασις, ‌ἡμέρα ‌μὲν ‌πεντεκαιδεκάτη ‌τοῦ ‌Δεκεμβρίου ‌μηνός, ‌ὑνδικτιῶνος ‌δὲ ‌τεσσαρεσκαιδεκάτης, ‌ἔτος ‌τὸ ‌ἐκ ‌τῆς ‌τοῦ ‌κόσμου ‌κτίσεως ‌τέταρτον ‌
[p. ‌131]ἑξηκοστόν ‌τε ‌καὶ ‌τετρακοσιοστὸν ‌πρὸς ‌ταῖς ‌ἓξ ‌δηλαδὴ ‌χιλιάσιν. ‌ἦν ‌δὲ ‌ὁ ‌θεσπέσιος ‌οὑτοσὶ ‌Παῦλος ‌τὴν ‌ἡλικίαν ‌βραχύς, ‌τὴν ‌κεφαλὴν ‌φαλακρός, ‌τὴν ‌ὑπήνην ‌οὐκ ‌εὑς ‌μῆκος ‌πολὺ ‌καθειμένην ‌ἔχων, ‌ἀλλὰ ‌μᾶλλον ‌πλατεῖαν, ‌τὴν ‌ὄψιν ‌ὠχρὸς ‌μέν, ‌ἀλλὰ ‌θαυμαστὴν ‌ἐπιλάμπουσαν ‌αὐτῇ ‌τὴν ‌χάριν ‌ἔχων, ‌ὡς ‌ὁ ‌λόγος ‌ἤδη ‌φθάσας ‌ἐδήλωσεν. ‌ἐθάπτετο ‌μὲν ‌οὖν ‌τὸ ‌πολύαθλον ‌ἐκεῖνο ‌σῶμα ‌καὶ ‌νικηφόρον ‌ἐν ‌χρῷ ‌τοῦ ‌ναοῦ ‌(νάρθηκα ‌τὸν ‌τόπον ‌καλεῖν ‌εὑώθαμεν.) ‌τῆς ‌ἕκτης ‌δὲ ‌ὥρας ‌τῶν ‌ψαλμῶν ‌πρὸς ‌τῶν ‌ἀδελφῶν ‌τότε ‌ὑπᾳδομένης, ‌μοναχός ‌τις, ‌'Εφραὶμ ‌ὄνομα, ‌πνεύματι ‌κατάσχετος ‌πονηρῷ ‌(οὗτος ‌μήπω ‌δῆλος ‌τὴν ‌κατάληψιν ‌γεγονώς), ‌ὡς ‌ἤδη ‌τῷ ‌τάφῳ ‌προσήγγισε, ‌φανερὸς ‌γίνεται, ‌ἐλεεινῶς ‌μὲν ‌σπαρασσόμενος ‌καὶ ‌ἀναπαλλόμενος, ‌φωναῖς ‌δὲ ‌χρώμενος ‌ἀσήμοις ‌καὶ ‌τοὺς ‌ᾀδομένους ‌ἐπισκώπτων ‌ψαλμούς, ‌τοῖς ‌ἀδελφοῖς ‌τε ‌ἐμβαλὼν ‌ἀηδίαν ‌καὶ ‌ὄχλησιν. ‌ ‌ταύτῃ ‌τοι ‌καὶ ‌ὁ ‌κλεινὸς ‌Συμεὼν ‌ἀπωσθῆναι ‌τοῦτον ‌προστάττει ‌τῆς ‌ἐκκλησίας. ‌πλὴν ‌καὶ ‌οὕτω ‌γενόμενον, ‌ὁ ‌πεπονθὼς ‌ἀβοήθητος ‌οὐκ ‌ἐᾶται ‌(ποῦ ‌γὰρ ‌τοῦτο ‌τῆς ‌φιλανθρώπου ‌ψυχῆς;) ‌ἀλλὰ ‌ταχείας ‌ἀπολαύει ‌τῆς ‌ἐπισκέψεως ‌καὶ ‌τοῦ ‌πονηροῦ ‌πνεύματος ‌ἀπαλλάττεται. ‌καὶ ‌ταῦτα ‌μὲν ‌οὕτως. ‌ὁ ‌δὲ ‌κλεινὸς ‌Συμεὼν ‌οὐ ‌πράως ‌ἐπὶ ‌τῷ ‌γενομένῳ ‌διενεγκών ‌(τὸ ‌γὰρ ‌θορυβῶδες ‌αὐτοῦ ‌καὶ ‌ταρακτικὸν ‌ἐδυσχέρανεν), ‌ἐπιστὰς ‌τῷ ‌τάφῳ ‌τοῦ ‌ἁγίου ‌καὶ ‌οἱονεὶ ‌πρὸς ‌ζῶντα ‌διομιλούμενος, ‌καταγογγύζειν ‌αὐτοῦ ‌ἤρξατο ‌καὶ ‌μικροῦ ‌λοιδορεῖσθαι ‌καὶ ‌βάλλειν ‌ὀνείδεσι, ‌<<τοῦτό ‌ἐστι>> ‌λέγων ‌<<τὸ ‌πρὸς ‌τὴν ‌ἀνθρωπίνην ‌δόξαν ‌ἀξιομίσητον, ‌ὅπερ ‌ἐν ‌ἀνθρώποις ‌ἔτι ‌ὤν ‌(εὑ ‌καί ‌τις ‌ἕτερος) ‌συνετήρεις; ‌τὸ ‌φιλήσυχον ‌τοῦτο ‌τὸ ‌ἀκριβῶς ‌ἤρεμον ‌καὶ ‌εὐγάληνον, ‌ἵνα ‌νῦν ‌ἐμβάλῃς ‌ἡμᾶς ‌ὀχλήσει ‌μυρίᾳ; ‌εὑ ‌γὰρ ‌ἀκουστὸν ‌γένηται ‌τοῦτο ‌τοῖς ‌πλησιοχώροις, ‌οὐ ‌πλησθήσεται ‌τὰ ‌ἐνταῦθα ‌παίδων, ‌ἀνδρῶν, ‌γυναίων; ‌ποία ‌τὸ ‌μετὰ ‌ταῦτα ‌ἐλευθερία; ‌τίς ‌βίος ‌ἡσύχιος ‌ἡμῖν ‌καὶ ‌θορύβων ‌ἐλεύθερος; ‌εὑ ‌μὲν ‌οὖν ‌κήδῃ ‌τῶν ‌τέκνων ‌τῶν ‌σῶν, ‌ἔσο ‌δὴ ‌κατὰ ‌τὸ ‌λανθάνον ‌ὧν ‌βούλει ‌μεταποιούμενος·; ‌καὶ ‌μὴ ‌οὕτω ‌τοῖς ‌θαύμασιν ‌ἔκδηλος ‌ὤν, ‌ταραχῶν ‌ἡμῖν ‌αἴτιος ‌καθίστασο ‌καὶ ‌θορύβων·; ‌εὑ ‌δ' ‌οὖν, ἀλλὰ ‌γνώρισον ‌ὡς ‌τάχος. ‌καὶ ‌σέ, ‌τοῦ ‌ὄρους ‌καταβιβάσαντες, ‌τὸ ‌μετὰ ‌ταῦτα ‌ἐάσομεν ‌τὰ ‌κατὰ ‌νοῦν ‌σοι ‌ποιεῖν.>> ‌καὶ ‌ὁ ‌μὲν ‌κλεινὸς ‌Συμεών ‌οὕτως. ‌ὅρα ‌δὲ ‌τῆς ‌φιλοστόργου ‌ψυχῆς ‌τὴν ‌εὐπείθειαν ‌καὶ ‌ὅπως ‌καὶ ‌μετὰ ‌τὴν ‌ἐκδημίαν ‌σῴζει ‌τοῖς ‌τέκνοις ‌τὸ ‌εὐπαράκλητον·; ‌οὐδένα ‌γὰρ ‌ἐξ ‌ἐκείνου ‌τῶν ‌δαιμονώντων, ‌χρόνων ‌ἤδη ‌παρελθόντων ‌συχνῶν, ‌κατὰ ‌τὸ ‌ἐμφανὲς ‌ὑάσατο, ‌τοῖς ‌τέκνοις ‌πάντως ‌τὰ ‌φίλα ‌ποιῶν ‌καὶ ‌τὸ ‌ὀχληρὸν ‌αὐτοῖς ‌εὑσάπαν ‌ἀποποιούμενος·; ‌ἐν ‌δὲ ‌νόσοις ‌ἄλλαις, ‌πάθεσί ‌τε ‌καὶ ‌περιστάσεσι, ‌καὶ ‌ἁπλῶς ‌πᾶσι ‌τοῖς ‌ἀναγκαίοις ‌ἔστιν ‌ὃς ‌ἐκθύμως ‌αὐτὸν ‌ᾐτήσατο ‌παραστάς, ‌καὶ ‌οὐχ ‌εὗρεν ‌εὐθὺς ‌τὸ ‌λυποῦν ‌ἀπωθούμενον;
 
46. ‌πλὴν ‌ἀλλ' ‌ὀλίγα ‌καὶ ‌τῶν ‌μετὰ ‌τὴν ‌ἐκδημίαν ‌αὐτοῦ ‌θαυμάτων ‌οὐ ‌χεῖρον ‌εὑπεῖν ‌καὶ ‌δεῖξαι ‌ὅπως ‌καὶ ‌θανὼν ‌ἐκεῖνος ‌ἐν ‌Χριστῷ ‌ζῇ, ‌καὶ ‌ποιητὴς ‌ἔργων ‌γίνεται ‌θαυμασίων. ‌ὁ ‌πολλάκις ‌ἡμῖν ‌διὰ ‌μνήμης ‌γενόμενος, ‌ὁ ‌κλεινός ‌φημι ‌Συμεών, ‌εὐκτήριον ‌μὲν ‌οἶκον ‌ἔν ‌τινι ‌χώρῳ ‌δείμασθαι ‌ἔγνω, ‌ὥστε ‌τὸν ‌αὐτὸν ‌εἶναι ‌καὶ ‌οἶκον ‌τοῦ ‌ἱεροῦ ‌σώματος·; ‌ἀλλὰ ‌δύο ‌τῶν ‌πετρῶν ‌ἐν ‌αὐτῷ ‌κείμεναι, ‌θαυμασταὶ ‌τὸ ‌μέγεθος ‌οὖσαι, ‌διεῖργον ‌τοῦ ‌ἐγχειρήματος. ‌εἶχε ‌τοίνυν ‌τὸν ‌Συμεὼν ‌ἀθυμία ‌τῷ ‌μὴ ‌ἕτερον ‌εἶναι ‌τόπον ‌ἐπιτηδείως ‌ἔχοντα. ‌τί ‌δαὶ ‌ὁ ‌ἀγαθὸς ‌τῷ ‌ὄντι ‌θεὸς ‌καὶ ‌τοῦ ‌ἀγαθοῦ ‌παντὶ ‌συναιρόμενος; ‌ὄναρ ‌ὁ ‌ὅσιος ‌ἑνὶ ‌τῶν ‌μοναχῶν ‌ἐπιφαίνεται ‌ἀξίως ‌ἔχοντι ‌πάντως ‌τοιαύτης ‌ὁράσεως, ‌ἐπιφαίνεται ‌δὲ ‌κατὰ ‌τὰς ‌ὑπερμεγέθεις ‌ἐκείνας ‌ἐπιστὰς ‌τῶν ‌πετρῶν, ‌κάλαμόν ‌τε ‌διὰ ‌χειρὸς ‌ἔχων ‌καὶ ‌τούτῳ ‌δὴ ‌τὸν ‌τοῦ ‌σταυροῦ ‌τύπον ‌ἐπιγράφων ‌αὐταῖς. ‌ ‌ὃς ‌αὐτίκα ‌τοῦ ‌ὕπνου ‌λυθείς, ‌τῷ ‌Συμεὼν ‌πρόσεισι ‌τῆς ‌λαύρας ‌ἤδη ‌προϊσταμένῳ ‌καὶ ‌τὸ ‌ὁραθὲν ‌ἀπαγγέλλει. ‌τῷ ‌δὲ ‌μέλλειν ‌οὐκ ‌ἦν, ‌ἀλλὰ ‌παραχρῆμα ‌μετακαλεῖται ‌μὲν ‌τοὺς ‌οὑκοδομήσοντας, ‌σφύραις ‌δὲ ‌τῶν ‌πετρῶν ‌ὡς ‌τάχος ‌ἀπεπειρᾶτο. ‌αἱ ‌δὲ ‌λίαν ‌εὐπειθεῖς ‌ἦσαν ‌καὶ ‌ἐπίσης ‌τυρῷ ‌εἴκουσαι ‌καὶ ‌`ρᾳδίως ‌λυόμεναι, ‌ὡς ‌ἐκ ‌τούτων ‌δὴ ‌τῶν ‌θραυσμάτων ‌ἐξ ‌ἡμισείας ‌γενέσθαι ‌τὸ ‌οὑκοδόμημα. ‌μετὰ ‌δὲ ‌ταῦτα ‌καὶ ‌ἀπηρτίζετο·; ‌καὶ ‌τὸ ‌δὴ ‌χαριέστατον, ‌ἡ ‌γὰρ ‌ἡμέρα ‌ἥπερ ‌εἶχε ‌τῆς ‌οὑκοδομῆς ‌τὸ ‌πέρας, ‌αὕτη ‌γοῦν ‌καὶ ‌ἡμέρα ‌ἦν ‌τῆς ‌πρὸς ‌θεὸν ‌τοῦ ‌μάκαρος ‌ἐκδημίας·; ‌τοιγαροῦν ‌καὶ ‌ἡμέραν ‌αὐτὴν ‌τῆς ‌
[p. ‌132]εὑς ‌τὸ ‌εὐκτήριον ‌μεταθέσεως ‌τοῦ ‌ἱεροῦ ‌σώματος ‌ἔκριναν ‌γενέσθαι. ‌ὡς ‌δὲ ‌καὶ ‌ὁ ‌λόγος ‌τῆς ‌μεταθέσεως ‌πανταχοῦ ‌διεφοίτα, ‌ἀνῆλθε ‌μὲν ‌ἀνδρῶν ‌πλῆθος, ‌ἀνῆλθε ‌δὲ ‌σὺν ‌τούτοις ‌καὶ ‌ὁ ‌χρηστὸς ‌Δημήτριος, ‌οὐ ‌χερσὶ ‌κεναῖς ‌ἀλλὰ ‌χρῆμα ‌κηρῶν ‌πάμπολυ ‌μετακομιζόμενος ‌καὶ ‌θυμιαμάτων, ‌ὀφθείς ‌(τοῦτο ‌δὴ ‌τὸ ‌σπανιώτατον ‌ἐν ‌ἀνθρώποις) ‌φίλος ‌καὶ ‌μετὰ ‌θάνατον. ‌πλὴν ‌ἀλλ' ‌ὁ ‌χρηστὸς ‌οὗτος ‌Δημήτριος ‌(οὐκ ‌οἶδ' ‌ὅ ‌τι ‌παθών, ‌εὑ ‌καὶ ‌φιλευσεβὲς ‌τὸ ‌ἐννόημα) ‌συνεβούλευε ‌τῷ ‌κλεινῷ ‌Συμεὼν ‌μὴ ‌πολλοῖς ‌ὄμμασι ‌δεῖξαι ‌σῶμα ‌τὸ ‌καὶ ‌ἡλίου ‌φανότερον, ‌ἀλλὰ ‌κρύφα ‌τοῦ ‌τάφου ‌ἐξαγαγεῖν. ‌<<μὴ ‌καὶ ‌πέπονθέ ‌τι ‌τῶν ‌ἀνθρωπίνων ‌φησὶ ‌καὶ ‌διέφθορεν·; ‌ὃ ‌τοῖς ‌ἀφελεστέροις ‌θεασαμένοις ‌οὐκ ‌ἀφορμὴ ‌σκανδάλου ‌ἔσται, ‌ἀλλὰ ‌καὶ ‌ὀλιγωρίας ‌ὑπόθεσις, ‌τῶν ‌μεγάλων ‌περὶ ‌τὸν ‌μέγαν ‌ὑπολήψεων ‌σμικρυνομένων ‌οὕτω ‌καὶ ‌ἀτιμαζομένων.>> ‌καὶ ‌ταῦτα ‌μὲν ‌ὁ ‌Δημήτριος, ‌ὁ ‌δὲ ‌κλεινὸς ‌Συμεών ‌<<οὔ,>> ‌φησίν ‌<<οὐδὲ ‌γὰρ ‌ἀρεστὸν ‌ἂν ‌τοῦτο ‌τῷ ‌ἁγίῳ ‌δόξειεν·; ‌ᾧ ‌φίλον ‌μὲν ‌ἡ ‌ἀλήθεια, ‌ἀξιομίσητον ‌δὲ ‌πᾶν ‌ἐπίπλαστον ‌καὶ ‌πεποιημένον.>> ‌ὁ ‌μέντοι ‌χρηστὸς ‌Δημήτριος ‌οὐκ ‌ἀνίει, ‌ἀλλ' ‌ἠνάγκαζε ‌λεληθότως ‌τὴν ‌ἐξαγωγὴν ‌γενέσθαι. ‌ὅπερ ‌ἀβούλητον ‌ὂν ‌τῷ ‌ἁγίῳ ‌φανερῶς ‌δέδεικται·; ‌καὶ ‌ὅπως, ‌ὁ ‌λόγος ‌ἔρχεται ‌δηλώσων. ‌τῶν ‌μοναχῶν ‌ἕκαστος ‌διὰ ‌μιᾶς ‌ἀδήλου ‌φωνῆς ‌τῆς ‌αὐτῆς ‌ὥρας ‌ἐκ ‌τῆς ‌οὑκείας ‌κέλλης ‌ὀνομαστὶ ‌πάντες ‌ἐκαλοῦντο, ‌ἡ ‌δὲ ‌τῆς ‌φωνῆς ‌δήλωσις·;<<ὁ ‌δεῖνα, ‌ἐπείχθητι ‌πρὸς ‌τὴν ‌ἐκκλησίαν·; ‌καὶ ‌γὰρ ‌μετατιθοῦσι ‌τὸν ‌ἅγιον.>> ‌εἶτα ‌καὶ ‌θαῦμα ‌συντρέχει ‌τῷ ‌θαύματι·; ‌συγκαλεῖται ‌γὰρ ‌τοῖς ‌ἄλλοις ‌καὶ μοναχός ‌τις, ‌'Ιγνάτιος ‌ὄνομα·; ‌ὅς, ‌φύματος ‌αὐτῷ ‌πονηροῦ ‌τῷ ‌γόνατι ‌ἐπισκήψαντος, ‌κατακλινὴς ‌ἦν, ‌τριῶν ‌ἤδη ‌μηνῶν ‌ἥκιστα ‌τῆς ‌γῆς ‌ἐπιβάς·; ‌τότε ‌γοῦν ‌καὶ ‌αὐτὸς ‌ἀκωλύτοις ‌ἐφοίτα ‌ποσίν, ‌οὐ ‌φθέγματι, ‌ἀλλὰ ‌νεύματι ‌ὄναρ ‌τῆς ‌τοῦ ‌ἁγίου ‌κεκλημένος ‌χειρός, ‌λυθέντος ‌ἐξαίφνης ‌ἀνεπαισθήτως ‌τοῦ ‌ἐμποδίζοντος ‌καὶ ‌θαυμαζόντων ‌πάντων ‌τὸ ‌ἀθρόον ‌τῆς ‌ἀναρρώσεως. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἦλθον ‌ἐκκαλύψαι ‌τὸν ‌τάφον ‌ἐν ‌'ᾴσμασι ‌καὶ ‌λαμπάσι, ‌(καὶ ‌γὰρ ‌ἔδει ‌φωτὶ ‌τιμᾶσθαι ‌τὸν ‌τοῦ ‌φωτὸς ‌ἄξιον), ‌μικρᾶς ‌ἤδη ‌τῷ ‌τάφῳ ‌ἐντμηθείσης ‌ὀπῆς, ‌ἀρρητός ‌τις ‌ἐξερρύη ‌καὶ ‌
ἀπόρρητος ‌εὐωδία·; ‌ὅρος ‌δὲ ‌ταύτης ‌οὐχ ‌ὁ ‌ναὸς ‌μόνος ‌ἀλλὰ ‌καὶ ‌αἱ ‌τῶν ‌μοναχῶν ‌ἐπληροῦντο ‌κέλλαι, ‌ὡς ‌καί ‌τινας ‌αὐτῶν, ‌τῆς ‌κοινῆς ‌κλήσεως ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌ἀπολειφθέντας, ‌ἐκ ‌μονῆς ‌ἐπιδραμεῖν ‌τῆς ‌ὀσφρήσεως. ‌ὡς ‌δὲ ‌καὶ ‌εὑσάπαν ‌ὁ ‌τάφος ‌ἀνεκαλύφθη, ‌θέαμα ‌ἦν ‌ὑδεῖν ‌εὑς ‌θαῦμα ‌τοὺς ‌ὁρῶντας ‌ὑσχυρῶς ‌ἐφελκόμενον·; ‌τὸ ‌γὰρ ‌σῶμα ‌ὅλον ‌διάβροχον ‌ἦν, ‌ὑπόπλεων ‌νοτίδος ‌ἀκριβῶς ‌ἡδίστης. ‌ἡ ‌δὲ ‌νοτὶς ‌τὸ ‌μέν ‌εἶδος ‌εἶχεν ‌ἐοικὸς ‌μέλιτι, ‌νάρδῳ ‌δὲ ‌τὴν ‌ὀσμὴν ‌παραπλήσιον. ‌ὥστε ‌καὶ ‌ὅσαι ‌τῶν ‌χειρῶν ‌ἥψαντο, ‌ἐπὶ ‌πλεῖστον ‌αὐτὰς ‌ἀποπνεῖν ‌ὑπῆρχε ‌τοῦ ‌εὐώδους ‌καὶ ‌μηδενὶ ‌νιπτομένας ‌μηδ' ‌ὅλως ‌ἀποβάλλειν ‌τὴν ‌εὔπνοιαν. ‌ταῦτα ‌δὲ ‌ὁρῶντα ‌τὸν ‌πονηρὸν ‌πῶς ‌ποτε ‌ἄρα ‌ἦν ‌ἠρεμεῖν; ‌πῶς ‌δὲ ‌οὐκ ‌ἔμελλεν ‌αὐτοῦ ‌πλήττειν ‌νεκρός, ‌οὐ ‌μόνον ‌οὐδὲν ‌ἀηδὲς ‌ἀπόζων ‌ἀλλὰ ‌καὶ ‌μύρου ‌κατάπλεως ‌ὤν, ‌καὶ ‌ὀστᾶ ‌ἤδη ‌κατάξηρα ‌ὑγρόν ‌τι ‌μελιχρὸν ‌ἀποστάζοντα, ‌θεός ‌τε ‌διὰ ‌τούτων ‌ὑπὸ ‌πολλῶν ‌δοξαζόμενος; ‌ταῦτα ‌ἔθραττε ‌τὸν ‌πονηρὸν ‌καὶ ‌ἀπορίας ‌ἐπλήρου. ‌τί ‌γοῦν ‌ποιεῖ ‌καὶ ‌ὅπως ‌λύσαι ‌τὰ ‌λυποῦντα ‌τοῦτον ‌καὶ ‌δάκνοντα ‌μηχανᾶται; ‌μοναχὸν ‌ἄνδρα ‌ὑποκριθείς, ‌μίαν ‌τῶν ‌ὑψηλῶν ‌πετρῶν ‌ἄνεισι ‌καὶ ‌πᾶσιν ‌οὕτω ‌καταφανὴς ‌γίνεται·; ‌ἔπειτα ‌δύο ‌τινὰς ‌λίθους ‌μετὰ ‌χεῖρας ‌ἔχων, ‌συνέκρουε ‌τούτους ‌καὶ ‌συνεψόφει ‌στερρῶς. ‌ἐντεῦθεν ‌οὐ ‌μικρὸς ‌ἦχος ‌οὐδ' ‌ὁ ‌τυχὼν ‌πάταγος ‌ἐξηκούετο, ‌ἀλλ' ‌οἷος ‌ἂν ‌ἐκ ‌βύρσης ‌γένοιτο ‌σφοδρῶς ‌ἑλκομένης. ‌τῶν ‌οὖν ‌ἵππων ‌οὕτω ‌διαταραχθέντων, ‌μικροῦ ‌καὶ ‌παρεκινδύνευον ‌οἱ ‌πλείους ‌ὑπ' ‌αὐτῶν ‌καταπατηθῆναι ‌- ‌τοῦτο ‌γὰρ ‌τοῦ ‌πονηροῦ ‌τὸ ‌σκαιώρημα, ‌τὴν ‌εὑς ‌θεοῦ ‌δόξαν ‌τῶν ‌εὐσεβῶν ‌ἄθροισιν ‌εὑς ‌συμφορὰν ‌μετατρέψαι ‌- ‌εὑ ‌μὴ ‌ὁ ‌μέγας ‌ἄνωθεν ‌κακὸν ‌κακῶς ‌ἀπελαύνων ‌αὐτόν, ‌ἐπιφανὴς ‌γέγονε. ‌καὶ ‌γὰρ ‌ἠκούετο ‌ἄχρι ‌πολλοῦ ‌φεύγων ‌καὶ ‌οὑμωγαῖς ‌χρώμενος. ‌καὶ ‌τὸ ‌πάντων ‌δὴ ‌χαριέστατον·; ‌πυνθανόμενων ‌γάρ ‌τινων ‌(οἳ ‌τῶν ‌ὑπ' ‌αὐτῷ ‌δαιμόνων ‌ὑπῆρχον) ‌τίς ‌αὐτὸν ‌τέτυφεν, ‌<<ὁ ‌στρατιώτης ‌ὁ ‌ἐνταῦθα ‌κείμενος>> ‌ἕτεροι ‌ἀπεκρίναντο, ‌τὸν ‌τοῦ ‌Χριστοῦ ‌ἄνθρωπον ‌ἐκ ‌τούτου ‌δηλοῦντες. ‌ἀλλὰ ‌ταῦτα ‌μὲν ‌οὕτως. ‌καὶ ‌μαρτυροῦσιν ‌οἱ ‌τῶν ‌φωνῶν ‌τούτων ‌καὶ ‌οὑμωγῶν ‌ἀκουσταὶ ‌γενόμενοι. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἡ ‌κατάθεσις ‌τοῦ ‌τιμίου ‌γέγονε ‌σώματος ‌ἐν ‌αὐτῇ ‌δήπου ‌τῇ ‌νεωστὶ ‌κατασκευασθείσῃ ‌θήκῃ, ‌ὁ ‌χρηστὸς ‌Δημήτριος, ‌τὸ ‌συνήθως ‌
[p. ‌133]οὕτω ‌κεκλημένον ‌ἐπιρριπτάριον ‌ἔχων ‌καινόν, ‌δῶρον ‌ἑνὸς ‌τῶν ‌ἐπιφανεστέρων ‌γενόμενον, ‌ὑφαπλοῖ ‌τοῦτο ‌τῆς ‌τιμίας ‌ἄνωθεν ‌ὄψεως, ‌ἄχρι ‌γοῦν ‌καὶ ‌τῶν ‌ποδῶν ‌καθικνούμενον, ‌εἶθ' ‌οὕτως ‌ἄπεισι ‌καὶ ‌αὐτὸς ‌ὕπνου ‌μεταλαχεῖν ‌μετρίως·; ‌βραχὺ ‌τὸ ‌μεταξύ, ‌καὶ ‌εὑσελθόντι ‌τῷ ‌κλεινῷ ‌Συμεὼν ‌οὐχ ‌οὕτως ‌αὐτὸ ‌δὴ ‌τὸ ‌παρατεθέν ‌ὤφθη ‌πρὸς ‌τῇ ‌ὄψει ‌κείμενον ‌ἀλλ' ‌ὑπὸ ‌τοῖς ‌ποσὶν ‌ἐντετυλιγμένον·; ‌καὶ ‌ὃς ‌ὑφαπλοῖ ‌πάλιν ‌αὐτό, ‌καθὼς ‌εἶχε ‌πρότερον, ‌καὶ ‌πάλιν ‌εὑσελθὼν ‌ὑπὸ ‌τοῖς ‌ποσίν, ‌εὑρίσκει ‌κατὰ ‌τὸ ‌προλαβόν. ‌τοῦτο ‌τρὶς ‌γεγονὸς ‌ἐκ ‌προνοίας ‌ἔδειξε ‌μᾶλλον, ‌οὐ ‌μὴν ‌κατὰ ‌συντυχίαν ‌εὑκῇ ‌γίνεσθαι, ‌φανερῶς ‌τοῦ ‌πατρὸς ‌δηλοῦντος ‌ὅτι ‌μηδὲν ‌αὐτῷ, ‌μήτε ‌πρότερον ‌μήτε ‌νῦν, ‌ἔντιμον ‌τοῦ ‌παρόντος ‌βίου ‌ἀρεστὸν ‌ὅλως ‌καὶ ‌σπουδῆς ‌ἄξιον.

47. ‌προστιθέτω ‌καὶ ‌τοῦτο ‌τοῖς ‌μετὰ ‌θάνατον ‌θαύμασι ‌τοῦ ‌μεγάλου. ‌ ‌
 θραῦσις ‌βοῶν ‌ἐπῆλθεν ‌οὔτε ‌λόγῳ ‌`ρητὴ ‌οὔτε ‌φορητὴ ‌ὅλως ‌τοῖς ‌κεκτημένοις·; ‌γεωργὸς ‌δέ ‌τις, ‌ὄνομα ‌Κωνσταντῖνος, ‌ἐκ ‌τῆς ‌φωταγωγοῦ ‌τῆς ‌ἐν ‌τῷ ‌τάφῳ ‌τοῦ ‌μάκαρος ‌λαβὼν ‌ἔλαιον, ‌ἐπιχρίει ‌τὰς ‌βοῦς·; ‌ἃς ‌ἕτεραι ‌πάλιν ‌τῶν ‌ἐγχωρίων ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌ἐπελθοῦσαι, ‌αὐταῖς ‌ ‌καταψῶσι ‌ταῖς ‌γλώτταις. ‌καὶ ‌τὸ ‌θαυμαστότατόν ‌τε ‌καὶ ‌χαριέστατον·; ‌οὔτε ‌γὰρ ‌ταῖς ‌προτέραις, ‌οὔτε ‌δὲ ‌ταῖς ‌βουσὶ ‌ταύταις, ‌οὐδεμιᾷ ‌τούτων ‌πονηρὸν ‌συνέβη, ‌καίτοι ‌τῶν ‌ἄλλων ‌πάντων ‌βοῶν, ‌ὅσοι ‌τῶν ‌ὁρίων ‌ἦσαν ‌ἐκείνων, ‌εὑσάπαν ‌διαφθαρέντων. ‌

οὐδὲ ‌ταῦτα ‌παραλιπεῖν ‌ἀζήμιον ‌ταῖς ‌φιλοθέοις ‌ψυχαῖς, ‌τεθήσεται ‌δὲ ‌ἀπλοϊκῶς ‌καὶ ‌ἐλευθερίως, ‌οὐδὲν ‌ἐξειργασμένον ‌ἔχοντα. ‌

 εἶδός ‌τις ‌λέπρας ‌ἐπέσκηψέ ‌τινι ‌τῶν ‌ἀπὸ ‌τῆς ‌κώμης, ‌ἣ ‌τὰ ‌Καινούργια ‌λέγεται·; ‌καὶ ‌εἶχεν ‌οὕτω ‌πονήρως ‌ἀπό ‌γε ‌τῶν ‌ὤμων ‌καὶ ‌ἕως ‌ἄκρων ‌αὐτῶν ‌τῶν ‌ἐν ‌ποσὶ ‌δακτύλων. ‌τούτῳ ‌ἀπέχρησεν ‌εὑς ‌θεραπείαν ‌οὐδὲν ‌πολυτελὲς ‌καὶ ‌ποικίλον, ‌ἀλλ' ‌ἐκ ‌τῆς ‌φωταγωγοῦ ‌ἔλαιον ‌τῆς ‌ἐν ‌τῷ ‌τάφῳ ‌φαινούσης, ‌τούτῳ ‌ἐπιχρισάμενος, ‌ὑγιείας ‌ἀπέλαυσε ‌καθαρωτάτης. ‌

 γυναίου ‌τινὸς ‌τὸ ‌χωρίον ‌οὑκοῦντος, ‌ὃ ‌Βάρη ‌καλεῖται, ‌χαλεπῷ ‌πάθει ‌τὸ ‌ἐπίπροσθεν ‌ἤδη ‌τῆς ‌κεφαλῆς ‌βέβρωτο ‌μέρος ‌οὕτω ‌δεινῶς, ‌ὡς ‌ὀλίγου ‌δεῖν ‌καὶ ‌τὸν ‌ἐγκέφαλον ‌αὐτῆς ‌ἐμφανῆ ‌γίνεσθαι. ‌αὕτη ‌τῷ ‌ἴσῳ ‌χρησαμένη ‌φαρμάκῳ ‌τοῦ ‌προλαβόντος, ‌τῷ ‌ἐλαίῳ ‌φημί, ‌ἴσης ‌ἀπολαύει ‌καὶ ‌τῆς ‌ὑάσεως. ‌

 `Ιλαρίῳ ‌τινὶ ‌μοναχῷ ‌καὶ ‌πρεσβυτέρῳ ‌φῦμά ‌τι ‌περὶ ‌τὰ ‌αὑδοῖα ‌ἐξέφυ, ‌αὐτό ‌τε ‌τὸ ‌μέγεθος ‌φοβερὸν ‌καὶ ‌τὴν ‌ὀδύνην ‌ὡς ‌χαλεπὸν ‌καὶ ‌τὴν ‌θεραπείαν ‌ἀνέλπιστον. ‌λίαν ‌τοίνυν ‌ὀδυνηρῶς ‌ἔχων, ‌μετακαλεῖται ‌μὲν ‌τὸν ‌ἐν ‌τῷ ‌τάφῳ ‌τοῦ ‌ὁσίου ‌διακονούμενον ‌(Γαβριὴλ ‌οὗτος ‌ἦν·; ‌οὗ ‌καὶ ‌πολλάκις ‌ἐμνήσθημεν) ‌καὶ ‌μετὰ ‌πλείστης ‌αὐτῷ ‌τῆς ‌περιωδυνίας, ‌<<οἴκτειρόν ‌με ‌τοῦ ‌πάθους>> ‌φησί ‌<<καὶ ‌φωταγωγὸν ‌ἀνάψας, ‌ἐπ' ‌ὀνόματι ‌δὴ ‌τῷ ‌ἑμῷ ‌περὶ ‌τὸν ‌τάφον ‌τοῦ ‌πατρὸς ‌ἐξάρτησον. ‌οὐδὲν ‌δὲ ‌ἕτερον ‌ἡ ‌ἐμὴ ‌αἴτησις ‌ἢ ‌λυθῆναι ‌τῆς ‌ἐνταῦθα ‌ζωῆς·; ‌οὐδὲ ‌γὰρ ‌φέρειν ‌μοι ‌δυνατὸν ‌τὰς ‌ὀδύνας ‌τοῦ ‌χαλεποῦ ‌τούτου ‌πάθους ‌καὶ ‌μισητὴν ‌αὐτήν ‌μοι ‌τιθέντος ‌καὶ ‌τὴν ‌ζωήν.>> ‌οὕτως ‌εὑπών, ‌πολλὰ ‌τοῦ ‌λόγου ‌κατέσπεισε ‌δάκρυα ‌καὶ ‌τῷ ‌Γαβριὴλ ‌δεινὸν ‌οἷον ‌ἐνέθηκεν ‌οἶκτον. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌τὸ ‌ἐνταλθὲν ‌ἐκεῖνος ‌πεποίηκε, ‌τοῦ ‌αὐτοῦ ‌καιροῦ ‌καὶ ‌τῆς ‌ὥρας ‌καὶ ‌ἡ ‌τοῦ ‌πάθους ‌ἴασις ‌ἠκολούθει·; ‌ἅμα ‌γὰρ ‌ἡ ‌φωταγωγὸς ‌ἀνήφθη ‌καὶ ‌αὐτὸς ‌ἐλύετο ‌τοῦ ‌λυποῦντος ‌καὶ ‌καθαρᾶς ‌ἀπέλαυεν ‌ὑγιείας, ‌τῆς ‌ἔνδον ‌σηπεδόνος ‌ἀθρόον ‌ἀπορρυείσης. ‌

 νεανίσκῳ ‌τινὶ ‌χαλεπὸν ‌οὐκ ‌οἶδ' ‌ὅπως ‌ἐπισκῆψαν ‌πάθος, ‌αἵ ‌τε ‌χεῖρες ‌αὐτῷ ‌καὶ ‌οἱ ‌πόδες ‌πρὸς ‌τούτοις ‌καὶ ‌οἱ ‌μηροὶ ‌διάστροφοι ‌παραχρῆμα ‌καὶ ‌οὑκτρὸν ‌γεγόνασι ‌θέαμα. ‌καὶ ‌διῄει ‌οὕτω ‌συγκεκυφὼς ‌καὶ ‌οὐδὲ ‌πόνων ‌ἐλεύθερος, ‌ἀλλὰ ‌δριμείαις ‌ἄγαν ‌βαλλόμενος ‌ταῖς ‌ὀδύναις ‌καὶ ‌οὑμωγαῖς ‌χρώμενος. ‌τούτῳ ‌ἐγγὺς ‌τοῦ ‌ἱεροῦ ‌τάφου ‌κατατεθέντι ‌ἤδη ‌καὶ ‌ἀφυπνώσαντι ‌ὄναρ ‌ἐπιφανεὶς ‌ὁ ‌μέγας ‌<<τί ‌ποτε ‌ἔχεις;>> ‌ἠρώτα·; ‌<<τί ‌δέ ‌σοι ‌καὶ ‌συμβεβηκός ‌οὑμώζειν ‌ποιεῖ;>> ‌τοῦ ‌δὲ ‌τὴν ‌αὑτίαν ‌εὐθὺς ‌εὑπόντος, ‌ἠρέμα ‌τῇ ‌βακτηρίᾳ, ‌ἣν ‌ἔφερε, ‌θατέρου ‌τῶν ‌ποδῶν ‌παραψαύει. ‌καὶ ‌ὃς ‌ἀνέκραξε, ‌<<μή, ‌πάτερ>> ‌εὑπών ‌<<ἡ ‌γὰρ ‌ἀλγηδὼν ‌εὑσάπαν ‌οὐ ‌φορητή.>> ‌καὶ ‌ὁ ‌μέγας ‌<<ἢν ‌ἐπιθυμεῖς>> ‌εἶπεν ‌<<ὑγιείας, ‌ἀλλὰ ‌παῦσαι ‌κρεωφαγῶν.>> ‌οὕτως ‌εὑπών, ὁ ‌μὲν ‌ἀπέστη, ‌ὁ ‌δέ, ‌περὶ ‌τὴν ‌ἕω ‌τοῦ ‌ὕπνου ‌αὐτὸν ‌ὑπανέντος, ‌ἑνὶ ‌τῶν ‌μοναχῶν ‌ἐξηγεῖται ‌τὴν ‌ὄψιν. ‌καὶ ‌ὅς ‌<<οὐ ‌κρεωφαγίας ‌σοι ‌ὁ ‌μέγας ‌ἀπέχεσθαι ‌ἔφη, ‌ἀλλὰ ‌πορνείας.>> ‌οὐκ ‌οἶδ' ‌ὅθεν ‌ἐμπνευσθεὶς ‌τὴν ‌ἀλήθειαν ‌ἢ ‌(προσήκει ‌μᾶλλον ‌εὑπεῖν) ‌ἐκ ‌τῆς ‌τοῦ ‌μεγάλου ‌χάριτος ‌αὐτὴν ‌διδαχθείς. ‌καὶ ‌ὃς ‌θᾶττον ‌μὲν ‌τὴν ‌ἀποχὴν ‌
[p. ‌134]ἐπαγγέλλεται, ‌θᾶττον ‌δὲ ‌τυγχάνει ‌καὶ ‌τῆς ‌ὑάσεως ‌παρ' ‌οὐδενὸς ‌ἄλλου ‌ἢ ‌καὶ ‌αὐτὸς ‌ἐλαίῳ ‌τῆς ‌ἐν ‌τῷ ‌τάφῳ ‌φωταγωγοῦ ‌καθάπαξ ‌ἐπιχρισάμενος.

48. ‌τὸ ‌τοῦ ‌μοναχοῦ ‌Γερμανοῦ ‌πάθος ‌καὶ ‌ὑδεῖν ‌ἥκιστα ‌φορητὸν ‌μήτι ‌γε ‌καὶ ‌παθεῖν. ‌ἀπὸ ‌γὰρ ‌τοῦ ‌γόνατος ‌καὶ ‌εὑς ‌ἀστράγαλον ‌μία ‌ἦν ‌πληγὴ ‌βαρυτάτη. ‌τέτρητο ‌δὲ ‌καὶ ‌ὁ ‌ποὺς ‌ὅλος, ‌κοσκίνῳ ‌παραπλησίως. ‌ὃν ‌ὁ ‌τῆς ‌λαύρας ‌ἀφηγούμενος ‌χρόνον ‌οὕτω ‌συχνὸν ‌πάσχοντα ‌θεασάμενος, ‌ὀδυνηρῶς ‌τε ‌φέροντα ‌καὶ ‌αὐτὴν ‌ἀπαγορεύοντα ‌τὴν ‌ζωήν, ‌<<διὰ ‌τί ‌μὴ ‌καὶ ‌αὐτὸς ‌αὑτῇ ‌τὸν ‌ἅγιον;>> ‌ἔφη. ‌καὶ ‌ὁ ‌Γερμανός ‌<<κέκμηκα>> ‌φησίν ‌<<αὑτούμενος ‌ἀλλὰ ‌τὸ ‌ἁμαρτωλὸν ‌εἶναί ‌με ‌ἀπείργει ‌τοῦ ‌ἀκουσθῆναι.>> ‌ὁ ‌δέ ‌<<οὔ>> ‌φησίν ‌ἀλλ' ‌ἐπιδοιάζων ‌καὶ ‌ἀμφιβάλλων ‌αὑτεῖς ‌καὶ ‌παρὰ ‌τοῦτο ‌τὸ ‌μὴ ‌ἀκούεσθαι.>> ‌τοιγαροῦν ‌ἐκθύμως ‌ὁ ‌Γερμανὸς ‌ἤρξατο ‌καὶ ‌σὺν ‌κραυγῇ ‌αὑτεῖσθαι ‌τὸν ‌ἅγιον. ‌καὶ ‌οὕτως ‌ὕπνος ‌αὐτῷ ‌ἔπεισιν, ‌ὄναρ ‌τὸν ‌μέγαν ‌παραδεικνὺς ‌ἑστῶτα ‌πλησίον ‌καὶ ‌πυνθανόμενον·; ‌<<τί ‌ποτέ ‌ἐστιν ‌ὃ ‌ἀλγεῖς;>> ‌καὶ ‌αὐτὸς ‌ἐπεδείκνυ ‌τὸ ‌σκέλος. ‌εἶτα ‌τοῦ ‌μεγάλου ‌τὴν ‌βακτηρίαν ‌ἣν ‌ἐπήγετο ‌ἀραμένου ‌πρὸς ‌τὸ ‌τοῦ ‌ποδὸς ‌ἅψασθαι, ‌ἐκεῖνον ‌ὁ ‌φόβος ‌ἀνακράξαι ‌ποιεῖ. ‌τῆς ‌οὖν ‌κραυγῆς ‌ὁ ‌ὑπουργῶν ‌ἀκούσας ‌καὶ ‌προσελθών, ‌ὀστοῦν ‌εἶδε ‌τοῦ ‌σκέλους ‌ἀνεσπασμένον ‌τοῖς ‌τῶν ‌μεγάλων ‌ἐοικός ‌ὑχθύων. ‌ὃ ‌καὶ ‌πᾶσιν ‌ἄρας ‌ὑπεδείκνυ ‌τοῖς ‌μοναχοῖς. ‌καὶ ‌τὸ ‌μετὰ ‌ταῦτα ‌ὑγιείας ‌ἠξιοῦτο ‌κατὰ ‌μικρόν, ‌ἄχρι ‌καὶ ‌ἀπήλαυσεν ‌αὐτῆς ‌ἀκεραιοτάτης.

49. ‌φιλάνθρωπος ‌ἄγαν ‌καὶ ‌εὐμενὴς ‌ὁ ‌ὅσιος ‌λυπουμένοις ‌πᾶσι ‌καὶ ‌δεομένοις, ‌οὐ ‌περιὼν ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌μεταθέμενος. ‌ὥσπερ ‌δὲ ‌τούτοις ‌ἵλεως, ‌οὕτως ‌ἀπεναντίας ‌ἀδικοῦσι ‌καὶ ‌πονηρευομένοις ‌φοβερός ‌τε ‌καὶ ‌τὴν ‌παιδείαν ‌ἀπαραίτητος. ‌μαρτύριον ‌τοῦ ‌εὑρημένου ‌σαφές, ‌ὁ ‌τοῦ ‌μοναχοῦ ‌'Ιγνατίου, ‌ᾧ ‌Χαρζανᾶς ‌ἡ ‌ἐπωνυμία, ‌χαλεπὸς ‌καὶ ‌οἴκτιστος ‌θάνατος·; ‌οὗτος ‌γὰρ ‌εἷς ‌τῶν ‌μοναχῶν ‌ὤν, ‌μετὰ ‌τὴν ‌τοῦ ‌πατρὸς ‌ἐκδημίαν ‌ἀποστὰς ‌τῆς ‌λαύρας, ‌κατὰ ‌τῆς ‌λαύρας ‌ὡπλίσατο, ‌ὡς ‌μὲν ‌ἐκείνῳ ‌δοκοῦν ‌ἐπὶ ‌προφάσει ‌δικαίᾳ, ‌ὡς ‌δὲ ‌τῇ ‌ἀληθείᾳ ‌πάλιν ‌κακοήθως ‌ὅλως ‌καὶ ‌φιλαρχίας ‌μανικῷ ‌ἔρωτι. ‌ὁ ‌γοῦν ‌τῆς ‌λαύρας ‌τότε ‌προεστηκὼς ‌ἀπαγορεύσας ‌πρὸς ‌τὰ ‌ἐκείνου ‌κακὰ ‌καὶ ‌τὴν ‌βασκανίαν, ‌τὰ ‌τε ‌ἄλλα ‌ἐποίει ‌τῶν ‌ἀπορίᾳ ‌καὶ ‌λύπῃ ‌κατειργασμένων·; ‌καὶ ‌δὴ ‌καὶ ‌πρὸς ‌τὸν ‌τῆς ‌βασιλείας ‌οὐ ‌πολλοῖς ‌μετὰ ‌ταῦτα ‌χρόνοις ‌ἐπιλαβόμενον ‌Νικηφόρον ‌κατὰ ‌τῆς ‌Κρήτης ‌ἤδη ‌ἐπιόντα ‌ἀπῄει, ‌ἐντυχεῖν ‌ἐκείνῳ ‌βουλόμενος ‌καὶ ‌τὰ ‌
τοῦ ‌'Ιγνατίου ‌χαλεπὰ ‌ὅσα ‌ἀναδιδάξαι, ‌εἶτα ‌καὶ ‌ἐκδικίαν ‌αὑτήσασθαι ‌παρ' ‌αὐτοῦ ‌καὶ ‌τὴν ‌τοῦ ‌κακοῦ ‌λύσιν. ‌τούτῳ ‌καθεύδοντι ‌ἐπιστὰς ‌ὁ ‌μέγας, ‌ἠπείλησέ ‌τε ‌ἐμβριθῶς ‌καὶ ‌τῆς ‌ὁρμῆς ‌ἔστησε ‌καὶ ‌εὑς ‌τὴν ‌λαύραν ‌ἐκέλευσεν ‌τὸ ‌παραχρῆμα ‌ἐπανελθεῖν, ‌<<ἐγώ>> ‌προσθείς ‌<<τὰ ‌τοῦ ‌'Ιγνατίου ‌ᾗ ‌προσήκει ‌διῴκησα.>> ‌οὐκ ‌αὐτῷ ‌δὲ ‌μόνῳ ‌ἀλλὰ ‌καὶ ‌τῷ ‌συνοδεύοντι ‌μοναχῷ ‌ἴσοις ‌ἐπιφαίνεται ‌τοῖς ‌ὀνείροις. ‌ἀλλ' ‌ὅπερ ‌ὁ ‌ἅγιος ‌διοικηθῆναι ‌ὡς ‌προσῆκον ‌ἔφη, ‌ἄγριός ‌τις ‌καὶ ‌ὑταμὸς ‌ἄνθρωπος ‌πορευομένῳ ‌συναντήσας ‌τῷ ‌'Ιγνατίῳ, ‌εὑς ‌μέρη ‌τε ‌καὶ ‌μέλη ‌κατατέμνει ‌τὸν ‌ἄθλιον, ‌ἔπειτα ‌καὶ ‌τὴν ‌κεφαλὴν ‌ἐπιθεὶς ‌λίθῳ ‌καὶ ‌ἑτέρῳ ‌βαρεῖ ‌συντρίψας ‌τε ‌καὶ ‌συνθλάσας ‌καὶ ‌ὅλην ‌ὅλως ‌καταλεάνας, ‌ἀπιὼν ‌ᾤχετο ‌καὶ ‌ἀχείρωτος ‌εὑς ‌δεῦρο ‌κατέστη. ‌πλὴν ‌ἀλλὰ ‌τὸ ‌τοῦ ‌'Ιγνατίου ‌σῶμα οὕτω ‌κολάσας ‌ὁ ‌ὅσιος, ‌τῆς ‌ψυχῆς ‌ὅμως ‌ἐφρόντισε ‌πατρικῶς. ‌διὰ ‌ ‌ ‌ταύτην ‌γὰρ ‌καὶ ‌ἡ ‌τοῦ ‌σώματος ‌κόλασις, ‌κατὰ ‌τὸν ‌ὁμώνυμον ‌φάναι ‌Παῦλον, ‌ἵνα ‌τὸ ‌πνεῦμα ‌σωθῇ. ‌ὅπως ‌δὲ ‌καὶ ‌ἐφρόντισε ‌τῆς ‌ψυχῆς; ‌μαθητὴς ‌ἦν ‌αὐτῷ, ‌φημὶ ‌τῷ ‌'Ιγνατίῳ, ‌ἐπιεικής ‌τε ‌καὶ ‌μέτριος, ‌Θωμᾶς ‌ὄνομα. ‌τούτῳ ‌χρηστοὺς ‌ὑπὲρ ‌'Ιγνατίου ‌καὶ ‌φιλοπάτορας ‌ἐντίθησι ‌λογισμούς ‌(εἴ ‌γε ‌καὶ ‌οἱ ‌διδάσκαλοι ‌ἐν ‌μοίρᾳ ‌πατέρων ‌ἡμῖν, ‌μᾶλλον ‌δὲ ‌καὶ ‌πλέον ‌ἐκείνων ‌ἔχοντες). ‌καὶ ‌ἠνιᾶτο ‌ὑπὲρ ‌αὐτοῦ ‌καὶ ‌ἤσχαλλε ‌καὶ ‌τὴν ‌καρδίαν ‌ὑσχυρῶς ‌ἤλγει, ‌τῷ ‌μὴ ‌μόνον ‌ἐλεεινῶς ‌οὕτω ‌τὸν ‌βίον ‌ἀπολιπεῖν ‌ἀλλὰ ‌καὶ ‌τῷ ‌πρὸς ‌τοὺς ‌ἀδελφοὺς ‌ἁμαρτήσαντα ‌καὶ ‌τὸν ‌προεστῶτα ‌οἴχεσθαι, ‌μὴ ‌μεταμελῆσαν ‌αὐτῷ ‌τοῦ ‌σφάλματος, ‌μηδὲ ‌συγγνώμης ‌ὑπ' ‌αὐτῶν ‌τυχόντα ‌μηδεμιᾶς. ‌ ‌ἠξίου ‌τοίνυν ‌ὁ ‌θαυμάσιος ‌οὗτος ‌Θωμᾶς, ‌καὶ ‌τῆς ‌πρὸς ‌τὸν ‌παιδευτὴν ‌κηδεμονίας ‌ἀξιοζήλωτος, ‌αὐτόν ‌τε ‌τὸν ‌προεστῶτα ‌καὶ ‌τοὺς ‌μοναχοὺς ‌ἄφεσιν ‌αὐτῷ ‌αὑτήσασθαι ‌τοῦ ‌πρὸς ‌αὐτοὺς ‌ἁμαρτήματος. ‌οἱ ‌δέ ‌(καὶ ‌γὰρ ‌ἐδιδάχθησαν ‌συμπαθεῖς ‌τε ‌εἶναι ‌καὶ ‌μνησικακίας ‌ἐλεύθεροι) ‌ἑτοίμως ‌εἶξαν ‌καὶ ‌δέονται ‌τοῦ ‌ὁσίου ‌πάνυ ‌θερμῶς ‌
[p. ‌135]καὶ ‌πεπονημένως. ‌καὶ ‌ἡ ‌δέησις ‌ἀκουστὴ ‌γέγονε ‌καὶ ‌τὸ ‌πλημμεληθὲν ‌ἀφείθη ‌τῷ ‌'Ιγνατίῳ. ‌καὶ ‌ἡ ‌ἀπόδειξις ‌ἐναργής·; ‌εἷς ‌γὰρ ‌τῶν ‌ἀδελφῶν ‌τῆς ‌ἐπιούσης ‌νυκτὸς ‌ὄναρ ‌ὁρᾷ ‌τὸν ‌'Ιγνάτιον ‌χαρίεντα ‌καὶ ‌φαιδρὸν ‌τὸ ‌πρόσωπον ‌ὄντα. ‌καὶ ‌ὑδὼν ‌ἥρετο·; ‌<<ποῦ ‌δὲ ‌ἦσθα ‌τὸ ‌μέχρι ‌τῆς ‌δεῦρο, ‌ἀδελφὲ ‌'Ιγνάτιε; ‌οὐκ ‌ἀληθὲς ‌ἄρα ‌ὅτι ‌πεφόνευσαι ‌καὶ ‌βιαίῳ ‌ἀπόλωλας ‌τῷ ‌θανάτῳ;>> ‌ὁ ‌δέ ‌<<ναί,>> ‌ἔφη ‌<<καὶ ‌τὸ ‌ἐξ ‌ἐκείνου ‌μέχρι ‌καὶ ‌νῦν ‌ἐν ‌θλίψει ‌καὶ ‌στενώσει ‌καὶ ‌φυλακῇ ‌ἐτύγχανον ‌ὤν. ‌ἄρτι ‌δὲ ‌ἀνείθην ‌τῶν ‌λυπηρῶν ‌καὶ ‌συνεῖναι ‌τοῖς ‌ἀδελφοῖς ‌ἐπιτέταγμαι ‌καὶ ‌εἷς ‌τῶν ‌πάντων ‌εἶναι ‌τε ‌καὶ ‌γνωρίζεσθαι.>>

50. ‌ἀλλὰ ‌τὸ ‌τὰ ‌ἐκείνου ‌πάντα ‌πειρᾶσθαι ‌διαλαβεῖν, ‌εἴτε ‌τὰ ‌πρὸ ‌τῆς ‌ἐκδημίας ‌τῆς ‌πρὸς ‌θεόν, ‌εἴτε ‌γοῦν ‌καὶ ‌τὰ ‌μετ' ‌ἐκείνην, ‌ὅσα ‌δηλαδὴ ‌θαυμασίως ‌ἐπράχθη, ‌ταὐτόν ‌ἐστι ‌τῷ ‌ἀδυνάτοις ‌ἐπιχειρεῖν, ‌οἷον ‌θαλάσσης ‌χοὰς ‌ἢ ‌ψάμμον ‌μετρεῖν ‌ἢ ‌οὐρανοῦ ‌ἀστέρας ‌ἢ ‌ποταμῶν ‌`ροὰς ‌ἢ ‌ἕτερόν ‌τι ‌τῶν ‌ἀμηχάνων. ‌ταύτῃ ‌τοι ‌καὶ ‌ἓν ‌ἐπειπών, ‌ὅπερ ‌ἔναγχος ‌καὶ ‌ὀλίγῳ ‌πρότερον ‌ἐτελέσθη, ‌πέρας ‌ἐπιθήσω ‌τῷ ‌λόγῳ. ‌τῷ ‌δικάζοντι ‌ἐν ‌τούτῳ ‌φημὶ ‌τῷ ‌θέματι ‌(ὅπερ ‌συνειθισμένον ‌ὀνομάζειν ‌τῶν ‌Θρᾳκησίων) ‌χωρῖταί ‌τινες ‌ὡς ‌ἀπειθεῖς, ‌ὡς ‌θρασύτατοι, ‌ὡς ‌ἐπιθετικοὶ ‌διεβλήθησαν. ‌παραχρῆμα ‌γοῦν ‌ἐκπέμπονταί ‌τινες ‌οἱ ‌χειρωσόμενοι ‌καὶ ‌ἄκοντας ‌αὐτοὺς ‌πρὸς ‌τὸν ‌δικαστὴν ‌δεσμίους ‌ἄξοντες. ‌ὑφ' ‌ὧν ‌τρεῖς ‌συλλαμβάνονται ‌μόνοι, ‌τῶν ‌ἄλλων ‌φυγῇ ‌χρησαμένων·; ‌οἳ ‌καὶ ‌δεσμοῖς ‌τώ ‌τε ‌χεῖρε ‌καὶ ‌τοὺς ‌τραχήλους ‌περιληφθέντες, ‌οὕτως ‌ἤγοντο. ‌νυκτὸς ‌οὖν ‌ἐπικαταλαβούσης, ‌ἐν ‌κώμῃ ‌τινὶ ‌καταλύουσιν, ‌ὥστε ‌δὴ ‌καὶ ‌ἀναπαύσασθαι·; ‌ἀλλὰ ‌τοῖς ‌χωρίταις ‌ὕπνου ‌μὲν ‌οὐδὲν ‌ἔμελεν·; ‌ἡ ‌γὰρ ‌τῶν ‌προσδοκίμων ‌κακῶν ‌ἐλπὶς ‌αὐτὸν ‌ἀπωθεῖτο. ‌εἷς ‌δὲ ‌τῶν ‌τριῶν ‌(ᾧ ‌καὶ ‌ὄνομα ‌'Ιωάννης) ‌οὐκ ‌ἀνήκοος ‌οὐδ' ‌ἀμαθὴς ‌ὢν ‌τῆς ‌τοῦ ‌ἁγίου ‌χρηστότητος ‌καὶ ‌ὑσχύος, ‌τοῖς ‌συνδεσμώταις ‌<<εὐθὺς ‌Παύλου ‌τοῦ ‌θαυματουργοῦ>> ‌ἔφη ‌<<ἐκτενέστατα ‌δεηθῶμεν·; ‌τοῦτο ‌γὰρ ‌ἡμῖν ‌μόνον ‌σωτηρίας ‌ἐλπίς. ‌ὃς ‌καὶ ‌τῶν ‌ἐν ‌ποσὶ ‌κακῶν ‌δυνατὸς ‌ἡμᾶς ‌`ρύσασθαι.>> ‌οὕτως ‌ἔφη. ‌καὶ ‌παρ' ‌ὅλην ‌τὴν ‌νύκτα ‌οὐ ‌διέλιπον ‌διὰ ‌γλώττης ‌τὸ ‌τοῦ ‌ἁγίου ‌ἔχοντες ‌ὄνομα, ‌καὶ ‌θερμῶς ‌αὐτοῦ ‌καὶ ‌ἐγκαρδίως ‌δεόμενοι. ‌ἐπεὶ ‌δὲ ‌καὶ ‌ἡμέρα ‌ἦν ‌πάλιν, ‌αὐτοὺς ‌οἱ ‌χειρωσάμενοι ‌λαβόντες, ‌δεσμίους ‌τε ‌εἷλκον ‌καὶ ‌ὁδοῦ ‌εἴχοντο. ‌ἡμέρας ‌δὲ ‌ἤδη ‌μεσούσης, ‌ὁδεύουσιν ‌αὐτοῖς ‌ἀοράτως ‌τὰ ‌δεσμὰ ‌ἀνείθη·; ‌καὶ ‌τοῦ ‌σχοινίου ‌θάτερον ‌μὲν ‌τῶν ‌ἄκρων ‌ἐν ‌ταῖς ‌χερσὶ ‌τῶν ‌ἀγόντων ‌ἦν, ‌θάτερον ‌δὲ ‌ὃ ‌καὶ ‌αὐτοὺς ‌ἐδέσμει ‌παντελῶς ‌λέλυτο. ‌τοῦτο ‌τοίνυν ‌ὁ ‌'Ιωάννης ‌(ἦν ‌γὰρ ‌ὡς ‌ἔοικε ‌τῶν ‌ἄλλων ὀξύτερος) ‌γνούς, ‌εὑς ‌τὸ ‌τοῦ ‌πλησίον ‌οὖς ‌ἐπικύψας, ‌<<λελύμεθα>> ‌ἔφη, ‌<<καὶ ‌μηδὲν ‌μελλήσαντες, ‌ἐμοὶ ‌ἕπεσθε.>> ‌ταῦτ' ‌εὑπὼν ‌καὶ ‌ἅμα ‌τῆς ‌ὁδοῦ ‌ἐκκλίναντες, ‌ὄρους ‌ἁψάμενοι, ‌ἐχώρουν·; ‌αἴσθησις ‌δὲ ‌τοῖς ‌ἄγουσι ‌γέγονεν ‌οὐδεμία, ‌ἀλλὰ ‌τῆς ‌σχοίνου ‌τὸ ‌ἄκρον ‌ἐν ‌χερσὶν ‌ἔχοντες, ‌ὥδευον, ‌καὶ ‌τοὺς ‌χωρίτας ‌οὑόμενοι ‌δεσμίους ‌ἀκολουθεῖν. ‌οὗτοι ‌μὲν ‌οὖν ‌ἐν ‌ὀλίγῳ ‌γνόντες, ‌δέει ‌καὶ ‌ἀπορίᾳ ‌κάτοχοι ‌ἦσαν, ‌δρᾶσαι ‌μηδ' ‌ὁτιοῦν ‌ὅλως ‌δυνάμενοι. ‌οἱ ‌δέσμιοι ‌δὲ ‌καὶ ‌διαφυγόντες ‌τοὺς ‌θηρατάς, ‌καὶ ‌ἔξω ‌ἤδη ‌φόβου ‌γενόμενοι, ‌οἴκαδε ‌ἐπανῆλθον ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌μεγάλας ‌διωμολόγουν ‌τὰς ‌χάριτας, ‌μεγαλόφωνοι ‌τοῦ ‌θαύματος ‌κήρυκες ‌ἄχρι ‌βίου ‌γενόμενοι ‌καὶ ‌ἀξιόπιστοι ‌μάρτυρες ‌ἀπὸ ‌τοῦ ‌παθεῖν ‌ὑπάρχοντες. ‌ ‌

 ταῦτά ‌σοι ‌δῶρον ‌ἡμετέρας ‌γλώττης, ‌θαυμασιώτατε ‌πατέρων ‌καὶ ‌ἱλαρώτατε, ‌οὐχ ‌ἁπλῶς ‌σχεδιασθέντα ‌καὶ ‌τοὺς ‌παρατυχόντας ‌ἐξηγητὰς ‌ἔχοντα, ‌ἀλλὰ ‌κἀκείνους ‌φιλαλήθεις ‌ὄντας ‌καὶ ‌ἀρετῆς ‌ἐπιμελητὰς ‌ἀκροτάτους, ‌ὡς ‌καὶ ‌ἤδη ‌φθάσαντες ‌ἐδηλώσαμεν·; ‌καὶ ‌αὐτὰ ‌δὲ ‌φιλοπόνως ‌ἡμῖν ‌καὶ ‌κατὰ ‌σπουδὴν ‌ἐνταῦθα ‌συνειλεγμένα. ‌σὺ ‌δὲ ‌ἀντιδοίης ‌(ἃ ‌καί ‌σε ‌διδόναι ‌προσῆκον ‌καὶ ‌ἡμᾶς ‌λαβεῖν ‌εὐκταιότατον) ‌βίου ‌φυλακὴν ‌καὶ ‌διώρθωσιν ‌τοῦ ‌κακῶς ‌ἡμῖν ‌ἄρτι ‌καὶ ‌διαστρόφως ‌ἔχοντος, ‌ἁμαρτιῶν ‌λύσιν ‌ἀμέτρων·; ‌ἔσται ‌γάρ, ‌εὑ ‌σὺ ‌πρὸς ‌θεὸν ‌τοιαῦτα ‌διαπρεσβεύων ‌εἴης, ‌ὁ ‌πολλὰ ‌τοῖς ‌ἔργοις ‌εὐαρεστήσας. ‌Χριστῷ ‌δὲ ‌τῷ ‌ἀληθεῖ ‌θεῷ ‌ἡμῶν ‌δόξα, ‌τιμὴ ‌καὶ ‌προσκύνησις, ‌νῦν ‌καὶ ‌ἀεὶ ‌καὶ ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν. ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌ ‌

**********************************************************