SAINT: ‌THEODORE ‌OF ‌KYTHERA
EDITION: ‌N. ‌Oikonomides, ‌"`Ο ‌βίος ‌τοῦ ‌ἁγίου ‌Θεοδώρου ‌Κυθήρων ‌(10ος ‌αὑ.)," ‌Πρακτικὰ ‌Τρίτου ‌Πανιονίου ‌Συνεδρίου ‌1 ‌(Athens, ‌1967), ‌264291.


[p. ‌281]

βίος ‌καὶ ‌πολιτεία ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌Θεοδώρου ‌τοῦ ‌ἐν ‌τῇ ‌νήσῳ ‌Κυθηρίᾳ ‌ἀσκήσαντος. ‌ποίημα ‌Λέοντος.

εὐλόγησον ‌<πάτερ>. ‌

1. τὰς ‌τῶν ‌μεγάλων ‌ἀνδρῶν ‌ἀριστείας ‌καὶ ‌τοὺς ‌γενναίους ‌ἀγῶνας ‌καὶ ‌τὰ ‌παλαίσματα, ‌εὑ ‌καὶ ‌δι' ‌ὀλίγου ‌τῶν ‌ὧδε ‌μετατεθῶσιν, ‌οὐκ ‌ἐν ‌μήκει ‌χρόνου, ‌ἀλλὰ ‌προθυμίᾳ ‌ψυχῆς ‌καὶ ‌ζέσει ‌πίστεως ‌ἐτάζειν ‌οἶδεν ‌ὁ ‌δικαίως ‌πάντα ‌τὰ ‌ἡμέτερα ‌ἐτάζων ‌Χριστὸς ‌ὁ ‌θεὸς ‌ἡμῶν. ‌εὑ ‌γὰρ ‌κατὰ ‌τὸν ‌θεολόγον ‌Γρηγόριον ‌τὸ ‌ὕστερον ‌εὑσελθεῖν ‌εὑς ‌τὸν ‌ἀμπελῶνα ‌καὶ ‌τὸ ‌ὕστερον ‌κληθῆναι ‌πρὸς ‌τὴν ‌ἀμπελουργίαν ‌αἴτιον ‌πάντως ‌καὶ ‌τοῦ ‌μὴ ‌ἐπὶ ‌πολὺ ‌ἐμμεῖναι ‌τῇ ‌ἐργασίᾳ, ‌οὐχ ‌ἡμέτερον ‌ἔγκλημα ‌ἀλλὰ ‌τοῦ ‌δικαίως ‌καὶ ‌φιλανθρώπως ‌πάντα ‌τὰ ‌ἡμέτερα ‌οὑκονομοῦντος ‌κρίμα ‌Χριστοῦ ‌τοῦ ‌θεοῦ ‌ἡμῶν. ‌διὸ ‌πολλάκις ‌δι' ‌ὀλίγου ‌προθύμῳ ‌σπουδῇ ‌καμών ‌τις ‌τῶν ‌ἴσων ‌τοῖς ‌ἐκ ‌πολλοῦ ‌κοπιάσασιν ‌ἢ ‌καὶ ‌μειζόνων ‌ἠξιώθη ‌δωρεῶν·; ‌καὶ ‌μάρτυς ‌τῶν ‌λεγομένων ‌αὐτὸς ‌ὁ ‌μισθαποδότης ‌Χριστὸς ‌τὴν ‌τοῦ ‌ἀμπελῶνος ‌περὶ ‌τούτου ‌εὑσάγων ‌παραβολὴν ‌καὶ ‌τοῖς ‌ὀψέ ‌ποτε ‌δι' ‌ὀλίγου ‌κοπιάσασι ‌τοῦ ‌ἴσου ‌τοῖς ‌δι' ‌ὅλης ‌ἡμέρας ‌διὰ ‌τὸ ‌πρόθυμον ‌τῆς ‌σπουδῆς ‌ἀξιώσας ‌μισθοῦ·; ‌εὑ ‌δὲ ‌καὶ ‌ἔτι ‌σαφέστερον ‌εὑς ‌ἐναργῆ ‌πραγμάτων ‌ἔκβασιν ‌τὴν ‌τοῦ ‌λόγου ‌βούλει ‌μαθεῖν ‌ἀλήθειαν, ‌εὑσὶ ‌καὶ ‌ἐν ‌μάρτυσι ‌καὶ ‌ἐν ‌ἀσκηταῖς ‌πλεῖστοι·; ‌εἷς ‌δὲ ‌ἐκ ‌πολλῶν, ‌ἡ ‌κορωνὶς ‌τῶν ‌μαρτύρων, ‌ὁ ‌μέγας ‌Δημήτριος, ‌ὃς ‌εὑς ‌μέσον ‌παρελθὼν ‌σαφέστερον ‌δείξει ‌τὸν ‌λόγον. ‌ ‌δι' ‌ὀλίγου ‌γὰρ ‌λόγχαις ‌μόνον ‌τρωθείς, ‌τῶν ‌ἄλλων ‌τῶν ‌διὰ ‌πολλῶν ‌χρόνων ‌ποικίλως ‌βασανισθέντων ‌καὶ ‌κατακοπέντων ‌καὶ ‌καέντων, ‌μειζόνως ‌τοῖς ‌θαύμασιν ‌ὑπερέλαμψεν, ‌ἐκ ‌προθέσεως ‌δῆλον ‌ὅτι ‌τὸ ‌σπουδαῖον ‌τοῦ ‌ἀγῶνος ‌ἐπιδειξάμενος. ‌ὃ ‌καὶ ‌εὑδὼς ‌ὁ ‌ἐτάζων ‌καρδίας ‌καὶ ‌νεφροὺς ‌Χριστὸς ‌ὁ ‌θεὸς ‌ἡμῶν, ‌τὸ ‌ζέον ‌καὶ ‌τὸ ‌διάπυρον ‌τοῦ ‌πρὸς ‌αὑτὸν ‌πόθου ‌μᾶλλον ‌ἐστεφάνωσεν ‌ἢ ‌τὰς ‌ποινὰς ‌καὶ ‌πλέον ‌τῶν ‌ἄλλων ‌χαρίσμασι ‌κατεκόσμησε.

2. ‌τοιοῦτός ‌ἐστι ‌καὶ ‌ὁ ‌παρ' ‌ἡμῶν ‌εὑς ‌διήγησιν ‌νῦν ‌προτεθείς, ‌ὁ ‌μέγας ‌ἐν ‌ἀσκηταῖς ‌Θεόδωρος, ‌προθύμῳ ‌σπουδῇ ‌καὶ ‌ζέσει ‌πίστεως ‌δι' ‌ὀλίγου ‌ἀσκήσας ‌τῇ ‌τῶν ‌μεγίστων ‌δωρεῶν ‌κατεπλουτίσθη ‌χάριτι, ‌οὗ ‌τὸ ‌σεπτὸν ‌τοῦ ‌
[p. ‌282]βίου ‌καὶ ‌πρὸ ‌τῆς ‌ἀσκήσεως ‌καὶ ‌τοὺς ‌ἀποκρύφους ‌πόνους ‌μετὰ ‌τὴν ‌ἄσκησιν ‌ἡ ‌τῶν ‌θαυμάτων ‌ἔδειξε ‌πηγή·; ‌ἀμυδρῶς ‌γὰρ ‌ἡμῖν ‌τῶν ‌κατορθωμάτων ‌δείξας ‌τοὺς ‌πόνους ‌καὶ ‌τούτους ‌ὅσους ‌οὐκ ‌ἦν ‌δυνατὸν ‌λαθεῖν ‌τοῖς ‌συνήθως ‌πρὸς ‌αὐτὸν ‌ἔχουσιν ‌ἢ ‌καὶ ‌συναναστρεφομένοις, ‌τοὺς ‌μείζονας ‌τῶν ‌ἔργων ‌ἱδρῶτας ‌ὁ ‌Χριστὸς ‌διὰ ‌τῶν ‌ὑάσεων ‌ἐκήρυξε. ‌ ‌καὶ ‌οὐ ‌θαυμαστόν·; ‌ὥσπερ ‌γὰρ ‌ὁ ‌τῆς ‌οὑκουμένης ‌φωστὴρ ‌καὶ ‌διδάσκαλος, ‌ὁ ‌μέγας ‌ἀπόστολος ‌Παῦλος, ‌ἀριθμῶν ‌τὰ ‌οὑκεῖά ‌ποτε ‌κατορθώματα, ‌εὑς ζῆλον ‌ἡμῖν ‌ἐπήγαγεν, ‌ὅτι ‌χωρὶς ‌τῶν ‌παρεκτὸς ‌ἐδείκνυ ‌διὰ ‌τοῦ ‌λόγου ‌πλείονα ‌ἢ ‌καὶ ‌μείζονα ‌εἶναι ‌τὰ ‌παρασιωπηθέντα, ‌πάντως ‌καὶ ‌οὗτος ‌τὸ ‌κενὸν ‌τῶν ‌ἀνθρώπων ‌φεύγων ‌δοξάριον ‌ὅσους ‌λαθεῖν ‌ἀγῶνας ‌οὐκ ‌ἠδυνήθη ‌ἢ ‌καὶ ‌ἀμυδρῶς, ‌ὡς ‌ἔφημεν, ‌ἐξηγήσατο, ‌ταῦτα ‌ὁ ‌λόγος ‌προτέθεικεν ‌εὑς ‌διήγησιν. ‌τὰ ‌μείζονα ‌δὲ ‌τῶν ‌ἀγώνων, ‌ἃ ‌θεῷ ‌μόνῳ ‌νυκτὸς ‌καὶ ‌ἡμέρας ‌δεικνύων ‌ἦν, ‌αὐτὸς ‌ἐκεῖνος ‌ὁ ‌στεφοδότης ‌Χριστὸς ‌ἀνακηρύττει ‌σήμερον ‌διὰ ‌τῆς ‌τῶν ‌δωρεῶν ‌παροχῆς·; ‌τὴν ‌γὰρ ‌ἑκάστου ‌τῶν ‌ἁγίων ‌πρὸς ‌θεὸν ‌παρρησίαν ‌οὐδὲν ‌ἡμῖν ‌ἄλλο ‌ἐμφαίνειν ‌εἴωθεν ‌ἀλλ' ‌ἡ ‌τῶν ‌αὑτήσεων ‌ἄφθονος ‌παροχὴ ‌καὶ ‌τὸ ‌ἐν ‌ἀνάγκαις ‌ἑτοίμως ‌προΐστασθαι·; ‌εὑς ‌ἃ ‌καὶ ‌μᾶλλον ‌οὗτος ‌δεύτερος ‌ἢ ‌καὶ ‌ἴσος ‌ἀνεδείχθη ‌Νικόλαος.

3. πατρίδα ‌τε ‌αὐτοῦ ‌καὶ ‌γένος ‌οὐκ ‌ἐβουλόμην ‌διαγράψαι, ‌(τί ‌γὰρ ‌ὄφελος ‌ἐκ ‌τῆς ‌κάτω ‌πόλεως ‌περιγράφεσθαι ‌τοὺς ‌τῆς ‌ἄνω ‌Σιὼν ‌πολίτας, ‌ἐξ ‌ὧν ‌οὐκ ‌ἔστι ‌τινὰ ‌σπουδαῖον ‌φανῆναι ‌ἢ ‌φαῦλον ‌ἢ ‌ἄσημον ‌ἢ ‌λαμπρόν) ‌ἀλλ' ‌ἵνα ‌δειχθείη ‌καὶ ‌ἐν ‌τούτῳ ‌τὸ ‌περιφανὲς ‌τοῦ ‌ἀνδρὸς ‌καὶ ‌ὁ ‌πρὸς ‌θεὸν ‌αὐτοῦ ‌πόθος, ‌οὐδὲν ‌αὐτὸ ‌παρασιωπήσω. ‌ἦν ‌δὲ ‌αὐτοῦ ‌πατρὶς ‌ἡ ‌περιφανὴς ‌τῶν ‌πολέων ‌Κορώνη, ‌ἡ ‌ἐν ‌τῷ ‌θέματι ‌Πελοποννήσου ‌διακειμένη, ‌γονεῖς ‌δὲ ‌οὐκ ‌ἄσημοι ‌ἀλλὰ ‌τῶν ‌ἐπ' ‌εὐλαβείᾳ ‌μᾶλλον ‌λαμπρυνομένων ‌ἢ ‌πλούτῳ·; ‌οἳ ‌καὶ ‌τεκόντες ‌τοῦτον, ‌πενταετῆ ‌ὄντα ‌τοῖς ‌μαθήμασιν ‌ἐκδίδωσι·; ‌καὶ ‌ἄλλοις ‌δύο ‌ἔτεσι ‌τοῖς ‌μαθήμασιν ‌ἐνδιατρίψαντα, ‌ὡς ‌εἶναι ‌αὐτὸν ‌ἑπταετῆ, ‌τῷ ‌ἐπισκόπῳ ‌τῆς ‌πόλεως ‌προσάξαντες ‌τῷ ‌κλήρῳ ‌ἐγκαταλέγουσιν·; ‌ἔδει ‌γὰρ ‌τὸν ‌τοιοῦτον ‌καὶ ‌ἐν ‌τῷ ‌βίῳ ‌ἔτι ‌ὄντα ‌ἱερὸν ‌ἀνάθημα ‌εἶναι ‌τὴν ‌ψυχὴν ‌καὶ ‌τὸ ‌σῶμα ‌θεῷ ‌καθιερώσαντα ‌καὶ ‌φωτὸς ‌οὑκητήριον ‌γεγονότα.

4. ‌δι' ‌ὀλίγου ‌δὲ ‌τῶν ‌γονέων ‌αὐτοῦ ‌τὸν ‌βίον ‌ἀπολιπόντων, ‌ἔτι ‌αὐτοῦ ‌ὀρφανοῦ ‌καὶ ‌ἀνηλίκου ‌τυγχάνοντος ‌ὁ ‌πρωτοπαπᾶς ‌τοῦ ‌'Εναυπλίου, ‌συνήθης ‌ὢν
[p. ‌283]τῶν ‌αὐτοῦ ‌γονέων ‌καὶ ‌φίλος ‌εἴτε ‌καὶ ‌συγγενής, ‌ἀκριβῶς ‌οὐδεὶς ‌ἐδίδαξε, ‌(ταῦτα ‌γὰρ ‌ἡμεῖς ‌οὐκ ‌εὑδότες ‌οἱ ‌ὄντες ‌ἐν ‌ταῖς ‌ἡμέραις ‌ταύταις ‌συνεγράψαμεν, ‌ἀλλ' ‌ὡς ‌ὁ ‌μακάριος ‌οὗτος ‌Θεόδωρος ‌μετὰ ‌τὸ ‌καταλεῖψαι ‌τὸν ‌βίον ‌καὶ ‌ἀποκαρῆναι ‌ἐπανιὼν ‌ἀπὸ ‌`Ρώμης ‌εὑς ‌Μονεμβασίαν, ‌διηγήσατό ‌τινι·; ‌ταῦτα ‌μόνα ‌συνετάξαμεν ‌καὶ ‌ταῦτα ‌μετὰ ‌τὸ ‌δοξασθῆναι ‌αὐτὸν ‌παρὰ ‌θεοῦ ‌καὶ ‌δεῖξαι ‌τὸ ‌θεάρεστον ‌τοῦ ‌βίου ‌αὐτοῦ ‌διὰ ‌τῶν ‌γενομένων ‌ὑάσεων·; ‌ὅθεν ‌τὰ ‌πλεῖστα ‌αὐτοῦ, ‌λέγω ‌δὴ ‌ἀνατροφὴν ‌βίου ‌καὶ ‌γένους ‌περιφάνειαν ‌καὶ ‌ἀσκητικοὺς ‌ἀγῶνας ‌τοὺς ‌πλείους ‌οὐκ ‌ἴσμεν) ‌ἐλθὼν ‌δέ, ‌ὡς ‌ἔφημεν, ‌ὁ ‌πρωτοπαπᾶς ‌τοῦ ‌'Εναυπλίου ‌καὶ ‌λαβὼν ‌αὐτὸν ‌ἐν ‌τῇ ‌ὑδίᾳ ‌πατρίδι, ‌ἐν ‌τῷ ‌Ναυπλίῳ, ‌ἀπήγαγεν·; ‌καὶ ‌ἐκεῖσε ‌τοῦτον ‌ἀναθρέψας ‌καὶ ‌γράμμασιν ‌ἐκπαιδεύσας, ‌μετὰ ‌τὴν ‌ἐνηλικίωσιν ‌καὶ ‌γυναικὶ ‌συζεῦξαι ‌ἠθέλησεν. ‌ὁ ‌δέ, ‌ὡς ‌ἡ ‌ἀλήθεια ‌ἔδειξεν, ‌οὐκ ‌ἐβούλετο·; ‌πῶς ‌γὰρ ‌καὶ ‌θελῆσαι ‌τοῦτο ‌εἶχεν ‌ὁ ‌καὶ ‌μετὰ ‌τὴν ‌συνάφειαν ‌ὅλως ‌τῷ ‌λογισμῷ ‌μὴ ‌πεδηθείς, ‌μὴ ‌γυναικὸς ‌πόθῳ, ‌μὴ ‌τέκνων ‌στοργῇ, ‌οἷς ‌εἴωθε ‌καὶ ‌αὐτὰ ‌τὰ ‌θηρία ‌στέργειν, ‌ἀλλὰ ‌τῇ ‌τοῦ ‌θανάτου ‌ἐννοίᾳ ‌τὸν ‌νοῦν ‌ἐνασχολῶν ‌πάντα ‌ἡγεῖτο ‌ὡς ‌σκύβαλα; ‌ὅμως ‌ἐκράτησεν ‌ἡ ‌τοῦ ‌ἀναθρεψαμένου ‌βουλὴ ‌καὶ ‌γυναικὶ ‌συζευχθεὶς ‌δύο ‌ἐξ ‌αὐτῆς ‌ἀπογεννᾷ ‌παῖδας. ‌ἡ ‌δὲ ‌τοῦ ‌θανάτου ‌μνήμη ‌ἔνδον ‌σμύχουσα ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌αὐτοῦ ‌οὐκ ‌ἠρέμει ‌ἀλλὰ ‌μᾶλλον ‌ηὔξανεν.

5. ‌ὁ ‌δὲ ‌ἐν ‌τῷ ‌τότε ‌ἐπισκοπεύων ‌τῆς ‌'Αργείων ‌ἐκκλησίας, ‌ὁ ‌ ‌ ‌θεοφιλέστατος ‌ἐπίσκοπος ‌Θεόδωρος, ‌μαθὼν ‌τὰ ‌κατ' ‌αὐτὸν ‌καὶ ‌κατανοήσας ‌τὸ ‌τοῦ ‌ἀνδρὸς ‌εὐλαβὲς ‌καὶ ‌ἀπ' ‌αὐτοῦ ‌τοῦ ‌σχήματος, ‌(διαδείκνυται ‌γὰρ ‌ὡς ‌ἐπὶ ‌τὸ ‌πολὺ ‌τὸ ‌κάλλος ‌τῆς ‌ψυχῆς ‌καὶ ‌ἐν ‌τῇ ἐπιφανείᾳ ‌τοῦ ‌προσώπου ‌καὶ ‌μαρτυρεῖ ‌τῷ ‌λόγῳ ‌ὁ ‌πρωτομάρτυς ‌Στέφανος ‌ ‌τὴν ‌μορφὴν ‌ὡς ‌ἀγγέλου ‌δεικνὺς ‌ἐν ‌τῷ ‌συνεδρίῳ ‌τῶν ‌θεοκτόνων ‌'Ιουδαίων·; ‌οὕτω ‌γὰρ ‌καὶ ‌οὗτος ‌χαριεστάτην ‌εἶχε ‌τὴν ‌ὅρασιν ‌καὶ ‌ἀγγελικήν) ‌χειροτονεῖ ‌τοῦτον ‌διάκονον. ‌ἀλλ' ‌οὐκ ‌ἦν ‌ἠρεμεῖν ‌πάντως ‌τοῦ ‌θείου ‌πόθου ‌τὸ ‌κέντρον, ‌ἀλλ' ‌ἐν ‌τῇ ‌καρδίᾳ ‌αὐτοῦ ‌νῦττον ‌καὶ ‌ὡς ‌πῦρ ‌κηρὸν ‌κατεσθίον, ‌καὶ ‌τὸ ‌πρόσωπον ‌αὐτοῦ ‌σκυθρωπὸν ‌καὶ ‌τὸ ‌σῶμα ‌κατάξηρον ‌τοῖς ‌ὁρῶσιν ‌ἐδείκνυ, ‌ὡς ‌πληροῦσθαι ‌ἐπ' ‌αὐτὸν ‌τὸ ‌παροιμιακὸν ‌λόγιον, ‌τὸ ‌φάσκον ‌ὅτι ‌"καρδίας ‌εὐφραινομένης ‌θάλλει ‌πρόσωπον, ‌ἐν ‌δὲ ‌λύπαις ‌οὔσης, ‌σκυθρωπάζει ‌μᾶλλον." ‌ἐν ‌τοιαύτῃ ‌οὖν ‌ἀδολεσχίᾳ ‌ὁρῶντες ‌αὐτόν ‌τινες ‌τῶν ‌συνήθων ‌καὶ ‌φίλων ‌ἐπύθοντο ‌τὴν ‌αὑτίαν, ‌ὁ ‌δὲ ‌ἀπεπέμπετο ‌αὐτοὺς ‌λόγοις ‌χρηστοῖς ‌μηδὲν ‌ἀνιαρὸν ‌λέγων ‌ἔχειν.

[p. ‌284]

6. ‌ἀλλ' ‌οὐκ ‌ἦν ‌εὑς ‌τέλος ‌λαθεῖν·; ‌ἡ ‌γὰρ ‌ἐπιφάνεια ‌τοῦ ‌προσώπου ‌καὶ ‌τὸ ‌κατηφὲς ‌ἦθος ‌καὶ ‌οἱ ‌ἐκ ‌βάθους ‌στεναγμοὶ ‌ἄγγελοι ‌τοῦ ‌λογισμοῦ ‌τοῖς ‌παρατυχοῦσιν ‌ἐγίνοντο. ‌διὸ ‌καί ‌τινες ‌τῶν ‌οὑκειοτέρων, ‌ὡς ‌ἐξ ‌ἀγάπης ‌τυχὸν ‌πλέον ‌τῶν ‌ἄλλων ‌θαρρεῖν ‌ἔχοντες, ‌διὰ ‌σπουδῆς ‌ἐποιοῦντο ‌μαθεῖν ‌τὰ ‌κατ' ‌αὐτὸν ‌καὶ ‌ὑδίᾳ ‌λαβόντες ‌αὐτὸν ‌ἐν ‌ὅρκοις ‌τὰ ‌τῆς ‌λύπης ‌καὶ ‌κατηφείας ‌εὑπεῖν ‌ἠνάγκαζον, ‌<<εὑπὲ ‌ἡμῖν, ‌ὦ ‌φίλε,>> ‌λέγοντες ‌<<τίς ‌ἡ ‌συνέχουσά ‌σε ‌τοσαύτη ‌ἀθυμία ‌καὶ ‌λύπη; ‌οἶδας ‌γὰρ ‌καὶ ‌αὐτὸς ‌συνετὸς ‌ὤν, ‌ὅτι ‌ὥσπερ ‌νέφος ‌ἀποτίθεται ‌ζάλην ‌ζόφου ‌τῇ ‌κενώσει ‌τῶν ‌ὀμβρίων ‌ναμάτων, ‌οὕτω ‌καὶ ‌ψυχὴ ‌ἐξειποῦσα ‌τὴν ‌ἐγκάρδιον ‌λύπην ‌βάρους ‌καὶ ‌ἀθυμίας ‌κουφίζεται·; ‌οὕτω ‌γὰρ ‌ὁ ‌θεὸς ‌ᾠκονόμησε ‌τὰ ‌ἀνιαρὰ ‌τοῦ ‌βίου ‌ἀναψύχεσθαι, ‌διὰ ‌διδασκάλων ‌καὶ ‌γραφῶν ‌παραινέσεως, ‌διὰ ‌φίλων ‌καὶ ‌συγγενῶν ‌παρακλήσεως, ‌δι' ‌ὑπομονῆς ‌καὶ ‌εὐχαριστίας. ‌τίς ‌δέ ‌σοι ‌ταῦτα ‌παραμυθήσεται ‌μὴ ‌εὑδώς, ‌ὃ ‌ἔχεις; ‌τίς ‌δὲ ‌καὶ ‌οὐ ‌καταμέμψεται ‌ἐπὶ ‌πολὺ ‌οὕτω ‌τηκομένου ‌σου ‌καὶ ‌μηδενὶ ‌θαρροῦντος ‌τὰ ‌κατὰ ‌σέ; ‌εὑπὲ ‌οὖν ‌ἀνενδοιάστως·; ‌καὶ ‌εὑ ‌μέν ‌δυνάμεως ‌ἔχομεν ‌δι' ‌ἔργων ‌παραμυθήσεσθαί ‌σοι, ‌γνώσῃ ‌ἐξ ‌ἔργων ‌τὸ ‌τῆς ‌ἀγάπης ‌γνήσιον·; ‌εὑ ‌δ' ‌ἀδυνατοῦμεν ‌πρὸς ‌τοῦτο, ‌κἂν ‌διὰ ‌λόγου, ‌διὰ ‌συμβουλῆς, ‌δι' ‌εὐχῆς·; ‌καὶ ‌ὁ ‌θεὸς ‌μεταβαλεῖ ‌τὰ ‌λυπηρὰ ‌καὶ ‌δωριεῖται ‌παράκλησιν. ‌εὑπὲ ‌οὖν ‌ ‌ἡμῖν, ‌παρακαλοῦμεν, ‌καὶ ‌μὴ ‌ἀποκρύψῃς.>>

7. ‌ὁ ‌δὲ ‌πρότερον ‌κατασφαλισάμενος ‌αὐτοὺς ‌μηδενὶ ‌ἐξειπεῖν, ‌εἶτα ‌ἐκ ‌βάθους ‌στενάξας ‌καὶ ‌τοὺς ‌ὀφθαλμοὺς ‌δακρύων ‌πλήσας, ‌ἀπεκρίνατο·; ‌<<ὦ ‌ἀδελφοὶ ‌καὶ ‌φίλοι, ‌ἐμὲ ‌οὐδὲν ‌τῶν ‌ἀνιαρῶν ‌τοῦ ‌βίου ‌τούτου ‌λυπεῖ, ‌ἀλλ' ‌οὐδὲ ‌λυπῆσαι ‌δύναται·; ‌πῶς ‌γὰρ ‌καὶ ‌λυπήσει ‌τὸν ‌ἐν ‌μηδενὶ ‌θελγόμενον ‌ἢ ‌ὅλως ‌προσκείμενον ‌τοῖς ‌τοῦ ‌βίου ‌πράγμασιν; ‌ἀλλ' ‌ἓν ‌μόνον ‌ἐστίν, ‌ὃ ‌λυποῦμαι, ‌ἡ ‌τοῦ ‌θανάτου ‌μελέτη. ‌ἐννοῶ ‌γὰρ ‌πῶς ‌ἐκ ‌τῶν ‌τοῦ ‌βίου ‌πάντων ‌γυμνὸς ‌εὑς ‌ᾅδου ‌πορεύσομαι ‌καὶ ‌ἐκ ‌τοῦ ‌φόβου ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌καὶ ‌γυνὴ ‌καὶ ‌τέκνα ‌καὶ ‌φίλοι ‌ἕως ‌τοῦ ‌τάφου ‌τὸν ‌πόθον ‌ἔχουσιν ‌ὑποστρέφοντες ‌δὲ ‌τῶν ‌ποθουμένων ‌ἀμνημονοῦσι ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌πάντων ‌ἡ ‌ἀγάπη ‌καὶ ‌πάντα ‌τὰ ‌ἡδέα ‌τοῦ ‌βίου ‌ἕως ‌ἐπικαλύψεως ‌λίθου ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌πᾶσα ‌δόξα ‌καὶ ‌πλοῦτος ‌καὶ ‌ἡδονὴ ‌σώματος ‌ὡς ‌σκιὰ ‌καὶ ‌ὄναρ ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌πάντες ‌ἐν ‌πᾶσι ‌κοινῇ ‌συνερχόμεθα ‌μόνοι ‌δὲ ‌καὶ ‌γυμνοὶ ‌τῷ ‌τάφῳ ‌παραδιδόμεθα ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌πᾶσαν ‌φύσιν ‌βροτείαν ‌καὶ ‌πᾶσαν ‌ἡλικίαν ‌λαβὼν ‌ὁ ‌θάνατος ‌βορὰν ‌σκωλήκων ‌τίθησι ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌ἐν ‌τῷ ‌τάφῳ ‌οὐκ ‌ἔνι ‌
[p. ‌285]γνωσθῆναι ‌κάλλος ‌μορφῆς ‌ἢ ‌δόξα ‌βίου ‌ἀλλὰ ‌πάντες ‌σῆψις ‌καὶ ‌φθορὰ ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία·; ‌ἐννοῶ ‌πῶς ‌πᾶσα ‌φύσις ‌βροτεία ‌ὡς ‌φύλλα ‌δένδρου, ‌οἱ ‌μὲν ‌πίπτουσι ‌καὶ ‌εὑς ‌ἀφανισμὸν ‌χωροῦσιν, ‌ἕτεροι ‌δὲ ‌φύονται ‌καὶ ‌τήκεταί ‌μου ‌ἡ ‌καρδία. ‌ταῦτα ‌ἐννοῶν ‌καὶ ‌τὸ ‌προφητικὸν ‌λόγιον ‌εὑς ‌νοῦν ‌ἔχων, ‌τὸ ‌φάσκον ‌ὅτι·; ‌"ὡς ‌οἱ ‌ὑχθύες ‌οἱ ‌θηρευόμενοι ‌ἐν ‌ἀμφιβλήστρῳ ‌κακῷ ‌καὶ ‌ὡς ‌ὄρνεα ‌τὰ ‌θηρευόμενα ‌ἐν ‌παγίδι, ‌ὡς ‌ταῦτα ‌παγιδεύονται ‌οἱ ‌υἱοὶ ‌τῶν ‌ἀνθρώπων ‌εὑς ‌καιρὸν ‌πονηρόν, ‌ὅταν ‌ἐπιπέσῃ ‌ἐπ' ‌αὐτοὺς ‌ἄφνω" ‌καὶ ‌λέγω ‌τῇ ‌ψυχῇ ‌μου·;

8. <<"ἀθλία ‌ψυχή, ‌εὑ ‌ἄφνω ‌παρ' ‌ἐλπίδα ‌παγιδευθῇς ‌καὶ ‌σὺ ‌τῷ ‌θανάτῳ, ‌τί ‌ἀπολογήσει; ‌ἤ, ‌ποῖον ‌ἄλλον ‌καιρὸν ‌εὑς ‌μετάνοιαν ‌εὑρήσεις; ‌τίς ‌δέ ‌σου ‌καὶ ‌μνείαν ‌ποιήσει ‌ποτὲ ‌τοῦ ‌χρόνου ‌τῇ ‌λήθῃ ‌τὰ ‌σὰ ‌ἐπικαλύψαντος; ‌τίς ‌δέ ‌σοι ‌καὶ ‌τῶν ‌φίλων ‌ἢ ‌συγγενῶν ‌ἢ ‌οὑκείων ‌παραστήσεται ‌τότε ‌ἐν ‌῞Αιδῃ ‌κολαζομένῃ; ‌ποῦ ‌δὲ ‌τότε ‌παραμυθία ‌φίλων ‌ἢ ‌προστασία ‌ἀρχόντων ‌ἢ ‌παρατροπὴ ‌λόγων ‌τὴν ‌ἀλήθειαν ‌ὑποκλέπτουσα; ‌ποῦ ‌δὲ ‌οἱ ‌ἀνωφελεῖς ‌καὶ ‌καθημερινοὶ ‌τοῦ ‌βίου ‌κόποι; ‌τί ‌δὲ ‌τῶν ‌βιωτικῶν ‌ἐξελεῖταί ‌σε ‌τότε ‌τῆς ‌κολάσεως; ‌τί ‌δὲ ‌τῶν ‌ἁπάντων ‌ἐλευθερῶσαι ‌δυνήσεται;">>

9. ‌<<ταῦτά ‌εὑσιν, ‌ἀδελφοί, ‌τὰ ‌κατεσθίοντά ‌μου ‌τὴν ‌καρδίαν, ‌ἐν ‌τούτοις ‌νυκτὸς ‌καὶ ‌ἡμέρας ‌μελετῶντί ‌μοι, ‌προφητικῶς ‌εὑπεῖν, ‌"ἐξηράνθη ‌ὡς ‌ὄστρακον ‌ἡ ‌ὑσχύς ‌μου ‌καὶ ‌τὸ ‌ὀστοῦν ‌μου ‌ἐκολλήθη ‌τῇ ‌σαρκί ‌μου." ‌ἐννοήσας ‌δὲ ‌ὡς ‌μηδὲν ‌ἄλλο ‌εἶναι ‌ταύτης ‌τῆς ‌λύπης ‌ἴαμα ‌καὶ ‌ψυχῆς ‌σωτηρία, ‌εὑ ‌μὴ ‌ἡ ‌τοῦ ‌βίου ‌ἀναχώρησις ‌καὶ ‌τὸ ‌κατὰ ‌μόνας ‌κυρίῳ ‌δουλεύειν, ‌βούλομαι ‌ὑποχωρῆσαι ‌τοῦ ‌βίου ‌καὶ ‌τοῦ ‌ποθουμένου ‌τυχεῖν.>>

10. ταῦτα ‌ἀκούσαντες ‌οἱ ‌ἄνδρες ‌καὶ ‌ὥσπερ ‌κατανυγέντες, ‌ὑπέσχοντο ‌καὶ ‌αὐτοὶ ‌ἀκολουθῆσαι ‌αὐτῷ. ‌ἀλλ' ‌ἐκείνους ‌μὲν ‌ὁ ‌τοῦ ‌βίου ‌δεσμὸς ‌ὑπερθέσεσι ‌ματαίαις ‌εἶργε ‌τοῦ ‌ἀγαθοῦ·; ‌αὐτὸς ‌δὲ ‌πλοῖον ‌εὑρών, ‌λάθρα ‌τῶν ‌οὑκείων ‌ἀποδράς, ‌ἐπὶ ‌`Ρώμην ‌ἔπλευσε. ‌καλῶς ‌δὲ ‌τὸν ‌πλοῦν ‌διανύσας ‌καὶ ‌καταλαβὼν ‌τὰ ‌ἐκεῖσε, ‌ἦν ‌νηστείαις ‌καὶ ‌εὐχαῖς ‌σχολάζων ‌ἐν ‌τοῖς ‌πανσέπτοις ‌ναοῖς ‌τῶν ‌ἁγίων ‌καὶ ‌κορυφαίων ‌ἀποστόλων. ‌καὶ ‌ποιήσας ‌ἐκεῖ ‌χρόνους ‌τέσσαρας ‌καὶ ‌διελθὼν ‌πάσας ‌τὰς ‌ἐκκλησίας ‌καὶ ‌τὰ ‌μοναστήρια, ‌συντυχὼν ‌τότε ‌καὶ ‌ἁγίοις ‌ἀνδράσι ‌καὶ ‌ὥσπερ ‌ἐφόδιον ‌τὰς ‌τιμίας ‌αὐτῶν ‌εὐχὰς ‌κομισάμενος, ‌διὰ ‌τὸ ‌μὴ ‌εὑρεῖν ‌
[p. ‌286]ἐκεῖσε ‌τόπον ‌ἥσυχον ‌τοῦ ‌κατὰ ‌μόνας ‌ἀσκῆσαι, ‌ὑπέστρεψεν ‌ἐν ‌Μονεμβασίᾳ, ‌ποθῶν ‌τοῦ ‌ἀπελθεῖν ‌εὑς ‌Κυθηρίαν ‌τὴν ‌νῆσον, ‌ἔρημον ‌καὶ ‌ἀοίκητον ‌τότε ‌οὖσαν ‌διὰ ‌τὰς ‌ἐπιδρομὰς ‌τῶν ‌τότε ‌'Αγαρηνῶν·; ‌ἐκεῖσε ‌γάρ, ‌ὥσπερ ‌ἐν ‌φωλεῷ, ‌οἱ ‌τῇ ‌Κρήτῃ ‌τότε ‌οὑκοῦντες ‌ἐγκρυπτόμενοι ‌τοῖς ‌διερχομένοις ‌ἐπετίθεντο, ‌ἀλλὰ ‌καὶ ‌ἐν ‌ἄλλοις, ‌ἐν ‌οἷς ‌ἂν ‌ἀπήρχοντο ‌ληίζεσθαι, ‌τὰς ‌διόδους ‌ἐκεῖθεν ‌ἐποιοῦντο. ‌καὶ ‌διὰ ‌τοῦτο ‌οὐδεὶς ‌ἐτόλμα ‌οὑκῆσαι ‌ἐκεῖ. ‌ ‌

11. ἐλθὼν ‌δὲ ‌ἐν ‌τῇ ‌Μονεμβασίᾳ, ‌ἔμεινεν ‌ἐν ‌τῷ ‌ναῷ ‌τῆς ‌ὑπεραγίας ‌δεσποίνης ‌ἡμῶν ‌θεοτόκου ‌τῆς ‌λεγομένης ‌Διακονίας, ‌ἐν ‌κελλίῳ ‌ἡσυχάζων ‌καὶ ‌ἀεὶ ‌τὸ ‌ψαλτήριον ‌στιχολογῶν ‌νύκτα ‌καὶ ‌ἡμέραν·; ‌τὸ ‌δὲ ‌ἔνδυμα ‌αὐτοῦ ‌ἦν ‌`ράκος ‌τρίχινον·; ‌ἐν ‌νηστείᾳ ‌δὲ ‌καὶ ‌κατανύξει ‌τῇ ‌ἐκκλησίᾳ ‌σχολάζων ‌σύννους, ‌ἵστατο ‌κάτω ‌νεύων. ‌χρονίζοντος ‌δὲ ‌αὐτοῦ ‌ἐν ‌τῇ ‌Μονεμβασίᾳ ‌ἐν ‌τῷ ‌`ρηθέντι ‌ναῷ ‌διὰ ‌τὸ ‌μὴ ‌εὑρίσκειν ‌ἐξ ‌ἑτοίμου ‌πλοῖον, ‌ἡ ‌γυνὴ ‌αὐτοῦ ‌μαθοῦσα ‌παρά ‌τινος ‌τὰ ‌κατ' ‌αὐτόν, ‌ἀπέστειλε ‌διὰ ‌γραφῆς ‌παράκλησιν, ‌αὑτοῦσα ‌τῷ ‌ἐπισκόπῳ ‌Μονεμβασίας ‌ὅπως ἀποστείλῃ ‌αὐτὸν ‌καὶ ‌μὴ ‌βουλόμενον ‌ἐκεῖσε, ‌τοῦτο ‌λέγουσα, ‌ὅτι·; ‌<<δι' ‌οὐδὲν ‌ἕτερον, ‌ἀλλ' ‌ὅπως ‌ἀποκείρῃ ‌κἀμέ·; ‌οὐδεὶς ‌γάρ ‌με ‌ἄνευ ‌προτροπῆς ‌ἐκείνου ‌ἀποκεῖραι ‌τολμᾷ.>> ‌ὁ ‌δὲ ‌ἐπίσκοπος ‌δεξάμενος ‌καὶ ‌ἀναγνοὺς ‌τὰ ‌γράμματα, ‌ἀπέστειλεν ‌αὐτὰ ‌πρὸς ‌τὸν ‌μακάριον ‌Θεόδωρον, ‌δηλώσας ‌αὐτῷ ‌καὶ ‌τοῦτο, ‌ὅτι·; ‌<<ἴδε ‌τὰ ‌γράμματα ‌καὶ ‌ὃ ‌νοεῖς ‌εἶναι ‌κάλλιον ‌τοῦτο ‌καὶ ‌ποίησον.>> ‌δεξάμενος ‌δὲ ‌ταῦτα ‌ὁ ‌μακάριος ‌Θεόδωρος ‌καὶ ‌ἀναγνούς, ‌πρὸς ‌τὸν ‌ἀποκομίσαντα ‌ἔφη·; ‌<<ταῦτα ‌τὰ ‌γράμματα ‌οὔκ ‌εὑσι ‌τῆς ‌γυναικός·; ‌γνωρίζω ‌γὰρ ‌τὸν ‌γράψαντα. ‌καὶ ‌ὁ ‌κύριος ‌νὰ ‌τὸν ‌σώσῃ, ‌ἀλλ' ‌οὐκ ‌ἐμποδίσει ‌ὁ ‌διάβολος ‌τὴν ‌ὁδόν ‌μου.>>

12. τούτοις ‌τοῖς ‌λόγοις ‌ἀποπέμψας ‌τὸν ‌ἀποσταλέντα ‌παρὰ ‌τοῦ ‌ἐπισκόπου, ‌τῆς ‌συνήθους ‌ἀσκήσεως ‌εἴχετο, ‌μηδὲν ‌ὅλως ‌περὶ ‌τροφῆς ‌ἢ ‌ἐνδύματος ‌φροντίζων ‌ἢ ‌αὑτῶν ‌παρά ‌τινός ‌τι ‌καίπερ, ‌χειμῶνος ‌σφοδροτάτου ‌ὄντος, ‌αἱ ‌σάρκες ‌αὐτοῦ ‌ἐκ ‌τοῦ ‌κρύους ‌πηγνύμεναι ‌ἀπελιθοῦντο, ‌οἱ ‌ὀφθαλμοὶ ‌πελιδνοὶ ‌καὶ ‌ὕφαιμοι ‌καθορῶντο. ‌ἀλλ' ‌οὐκ ‌ἐδεήθη ‌ὅλως ‌τινὸς ‌ἀλλὰ ‌μᾶλλον ‌ἀποστειλάντων ‌αὐτῷ ‌τινῶν ‌φιλοχρίστων ‌σαγίον ‌καὶ ‌ἱμάτιον ‌καὶ ‌ὑποδήματα ‌διὰ ‌τὴν ‌τῆς ‌ψύξεως ‌ἀνάγκην, ‌τοὺς ‌μὲν ‌ἀποστείλαντας ‌ἀποδεξάμενος ‌τῆς ‌προαιρέσεως ‌ὑπερηύξατο, ‌τὰ ‌δὲ ‌ἀποσταλέντα ‌οὐκ ‌ἔλαβεν, ‌ἀλλ' ‌ἦν ‌ἀρκούμενος ‌τῷ ‌τριχίνῳ ‌`ρακίῳ, ‌ὃ ‌περιεβέβλητο, ‌τοῦτο ‌ποιούμενος ‌καὶ ‌νυκτὸς ‌ἐγκοίτιον ‌καὶ ‌ἡμερινὸν ‌περιβόλαιον. ‌ἄρτον ‌δὲ ‌ἢ ‌καί ‌τι ‌ἄλλο ‌ἀπέστειλεν ‌αὐτῷ ‌τις, ‌μετρίως ‌ἐξ ‌αὐτοῦ ‌ἀπογευσάμενος ‌τὰ ‌λοιπὰ ‌τοῖς ‌δεομένοις ‌ἐδίδου.

[p. ‌287]

13. ‌ἐν ‌δὲ ‌τῷ ‌ναῷ ‌τῆς ‌ὑπεραγίας ‌δεσποίνης ‌ἡμῶν ‌θεοτόκου, ‌τῷ ‌ὄντι ‌ἐν ‌τῷ ‌χωρίῳ ‌Ταίρεα, ‌ἦν ‌προσμονάριος ‌μοναχός ‌τις ‌λεγόμενος ‌'Αντώνιος·; ‌οὗτος ‌συχνοτέρως ‌ἤρχετο ‌πρὸς ‌τὸν ‌μακάριον ‌Θεόδωρον ‌ὠφελείας ‌χάριν ‌(ἦν ‌γὰρ ‌οὐ ‌μόνον ‌διὰ ‌λόγου ‌ὁ ‌ἀοίδιμος ‌ὠφελῶν ‌τοὺς ‌παρατυχόντας ‌ἀλλὰ ‌καὶ ‌ἐκ ‌τῆς ‌διαίτης ‌καὶ ‌ἐκ ‌τῆς ‌ταπεινώσεως ‌καὶ ‌καταστάσεως). ‌οὗτος ‌μαθὼν ‌ὅτι ‌βούλεται ‌ἐν ‌τῇ ‌Κυθηρίᾳ ‌περᾶσαι ‌ὁ ‌ὅσιος, ‌παρεκάλει ‌ἀπιέναι ‌σὺν ‌αὐτῷ. ‌ὁ ‌δὲ ‌συνέθετο.

14. ‌ποιήσαντος ‌δὲ ‌αὐτοῦ ‌ἐν ‌τῇ ‌Μονεμβασίᾳ ‌ἐνιαυτὸν ‌ἕνα, ‌ἧκεν ‌ὁ ‌τουρμάρχης ‌Μελίτων ‌μετὰ ‌τεσσάρων ‌χελανδίων, ‌ἀποσταλεὶς ‌παρὰ ‌τοῦ ‌διέποντος ‌τότε ‌τὴν ‌βασίλειον ‌ἀρχὴν ‌`Ρωμανοῦ ‌τοῦ ‌γέροντος, ‌ἀπιὼν ‌κατὰ ‌τῶν ‌τὴν ‌Κρήτην ‌τότε ‌οὑκούντων ‌'Αγαρηνῶν. ‌καὶ ‌μαθὼν ‌τοῦτο ‌ὁ ‌μακάριος ‌Θεόδωρος, ‌ἀπελθὼν ‌προσέπεσεν ‌αὐτῷ ‌τοῦ ‌ἀναλαβεῖν ‌αὐτὸν ‌καὶ ‌ἀπαγαγεῖν ‌ἐν ‌τῇ ‌νήσῳ. ‌συνθεμένου ‌δὲ ‌τοῦ ‌τουρμάρχη, ‌σπουδαίως ‌αὐτὸς ‌ἀπελθὼν ‌εὑς ‌τὸ ‌χωρίον, ‌ἀνελάβετο ‌τὸν ‌δηλωθέντα ‌μοναχόν. ‌καὶ ‌ταχέως ‌ὑποστρέψαντες, ‌ἐνέβησαν ‌εὑς ‌ἓν ‌τῶν ‌διήρων, ‌ἔχοντες ‌καὶ ‌βιβλία ‌τὰ ‌ἀναγκαῖα, ‌ψαλτήριον, ‌ὀκτώηχον, ‌ἀπόστολον ‌καὶ ‌εὐαγγέλιον. ‌ὡς ‌δέ, ‌καιροῦ ‌γενομένου, ‌ἀπῄεσαν ‌ἐν ‌τῇ ‌νήσῳ, ‌καὶ ‌οἱ ‌μοναχοὶ ‌ἀπέβησαν ‌εὑς ‌τὴν ‌γῆν.

15. ‌μικρὸν ‌δὲ ‌ἀναστάντες ‌ἀπ' ‌αὐτῶν ‌οἱ ‌πλευστικοί, ‌πρὸς ‌τὸ ‌ἕτερον ‌μέρος ‌τῆς ‌νήσου ‌εὗρον ‌πλοῖον ‌'Αγαρηνῶν ‌ἔχον ‌ἐνενήκοντα ‌ἄνδρας, ‌οἳ ‌καὶ ‌ἀντέστησαν ‌τῇ ‌`Ρωμαϊκῇ ‌πλευσίᾳ ‌γενναίως, ‌ἀλλὰ ‌τῇ ‌ὁρμῇ ‌τοῦ ‌πυρὸς ‌ἡττήθησαν·; ‌ἅμα ‌γὰρ ‌τῷ ‌`ρῖψαι ‌κατ' ‌αὐτῶν ‌πῦρ ‌καί ‌τινας ‌ἐξ ‌αὐτῶν ‌καταφλεχθῆναι, ‌οἱ ‌λοιποὶ ‌βαλόντες ‌ἑαυτοὺς ‌εὑς ‌τὴν ‌θάλασσαν, ‌τῇ ‌νήσῳ ‌προσερρύησαν. ‌οὓς ‌καὶ ‌καταδραμόντες ‌οἱ ‌πλευστικοὶ ‌μετὰ ‌ὅπλων, ‌τοὺς ‌μὲν ‌ἀπέκτειναν, ‌ἄλλους ‌συλλαβόμενοι, ‌τῷ ‌τουρμάρχῃ ‌αὐτῶν ‌ἀπήγαγον. ‌ εἴκοσι ‌δὲ ‌ἐξ ‌αὐτῶν ‌ἄνδρες ‌τοῖς ‌ἄλσεσι ‌τῆς ‌νήσου ‌ἐγκρυβέντες, ‌εὑς ‌τέλος ‌διέλαθον·; ‌οὓς ‌καὶ ‌πλειστάκις ‌καὶ ‌ἐμπόνως ‌ψηλαφήσαντες, ‌οὐδὲν ‌πλέον ‌ἤνυσαν ‌ἢ ‌κόπους. ‌ὡς ‌δὲ ‌ἀπέκαμον ‌ψηλαφῶντες, ‌ὑπέστρεψαν ‌ἐν ‌τῇ ‌Μονεμβασίᾳ ‌μετὰ ‌χαρᾶς ‌καὶ ‌νίκης, ‌ἓν ‌λυπούμενοι ‌πάντες ‌περὶ ‌τῶν ‌μοναχῶν, ‌ὡς ‌ἀδύνατον ‌εἶναι ‌λέγοντες ‌τὸ ‌μὴ ‌ἐμπεσεῖν ‌αὐτοὺς ‌εὑς ‌χεῖρας ‌τῶν ‌καταλειφθέντων ‌τῇ ‌νήσῳ ‌'Αγαρηνῶν ‌καὶ ‌μάλιστα ‌μὴ ‌μαθόντων ‌τῶν ‌μοναχῶν ‌περὶ ‌τούτων ‌ὅλως. ‌ἀλλὰ ‌τὰ ‌παρὰ ‌ἀνθρώποις ‌ἀδύνατα ‌παρὰ ‌τῷ ‌θεῷ ‌δυνατά·; ‌ὁ ‌γὰρ ‌φυλάξας ‌τὸν ‌Δανιὴλ ‌ἐν ‌τῷ ‌λάκκῳ ‌τῶν ‌λεόντων ‌ ‌[p. ‌288]καὶ ‌τοὺς ‌ὁσίους ‌αὐτοῦ ‌διεφύλαξεν·; ‌οἶδε ‌γὰρ ‌κύριος ‌εὐσεβεῖς ‌ἐκ ‌πειρασμοῦ ‌`ρύεσθαι. ‌διὰ ‌τοῦτο ‌καὶ ‌χρονισάντων ‌αὐτῶν ‌ἐν ‌τῇ ‌νήσῳ ‌καὶ ‌πᾶσαν ‌αὐτὴν ‌διὰ ‌τὴν ‌τῶν ‌ἀναγκαίων ‌συλλογὴν ‌πολλάκις ‌διελθόντων, ‌οὐ ‌συνεχωρήθησαν ‌εὑρεῖν ‌τοὺς ‌ἀοιδίμους ‌τούτους.

16. ‌ὁ ‌δὲ ‌μοναχὸς ‌'Αντώνιος, ‌ποιήσας ‌ἐκεῖσε ‌ἀπὸ ‌τῆς ‌ἑπτὰ ‌καὶ ‌δεκάτης ‌τοῦ ‌ὑουλίου ‌μηνός, ‌(τότε ‌γὰρ ‌ἐνέβησαν ‌εὑς ‌τὸ ‌διήριν ‌οἱ ‌μακάριοι) ‌διὰ ‌τὸ ‌ἀπαραμύθητον ‌τοῦ ‌τόπου ‌καὶ ‌διὰ ‌τὸ ‌μὴ ‌δύνασθαι ‌αὐτὸν ‌ὑπομένειν ‌τὴν ‌ἐκ ‌πείνης ‌καὶ ‌κακουχίας ‌ἔτι ‌δὲ ‌καὶ ‌κρύους ‌ἀνάγκην, ‌(ἤδη ‌γὰρ ‌καὶ ‌προβεβηκὼς ‌ἦν ‌ὁ ‌ὀκτώβριος ‌μήν) ‌εὑρὼν ‌πλοῖον, ‌ἐνέβη ‌εὑς ‌αὐτὸ ‌καὶ ‌ὑπεχώρησε, ‌καθὼς ‌αὐτὸς ‌ἐξηγήσατο. ‌πυνθανομένων ‌δέ ‌τινων ‌πῶς ‌κατέλιπε ‌τὸν ‌κῦριν ‌Θεόδωρον ‌καὶ ‌ὑπεχώρησεν, ‌ἔφη ‌ὅτι·; ‌<<κεράτια ‌συνήξαμεν ‌τοῦ ‌ἔχειν ‌εὑς ‌διατροφὴν ‌ἡμῶν·; ‌καὶ ‌δι' ‌ὅλης ‌τῆς ‌ἡμέρας ‌τῇ ‌εὐχῇ ‌σχολάζοντες, ‌τῇ ‌ἑσπέρᾳ ‌μόνον ‌ἐξ ‌αὐτῶν ‌τὸ ‌σῶμα ‌παρεμυθούμεθα. ‌ ‌καὶ ‌ὁ ‌μὲν ‌κῦρις ‌Θεόδωρος ‌ὀλίγα ‌ἐξ ‌αὐτῶν ‌ἤσθιεν, ‌ἐγὼ ‌δέ, ‌γέρων ‌ὢν ‌καὶ ‌μὴ ‌δυνάμενος ‌ἐγκρατεύεσθαι, ‌ἤθελον ‌ἔτι ‌φαγεῖν·; ‌αὐτοῦ ‌δὲ ‌μὴ ‌ἐσθίοντος, ‌ἐπεῖχον ‌ἐμαυτὸν ‌καὶ ‌μὴ ‌βουλόμενος. ‌ὡς ‌δὲ ‌καὶ ‌χειμὼν ‌ἤγγιζε, ‌δεδιὼς ‌τὴν ‌ἐκ ‌τοῦ ‌κρύους ‌ἀνάγκην, ‌ὡς ‌εὗρον ‌ἐπ' ‌εὐθείας ‌τὸ ‌πλοῖον, ‌ὑπεχώρησα.>> ‌καὶ ‌αὐτὸς ‌μὲν ‌ἀπελθὼν ‌καὶ ‌ἐπικλείσας ‌ἑαυτὸν ‌ἐν ‌κελλίῳ, ‌ἐκαρτέρησεν ‌ἐκεῖσε ‌χρόνους ‌εἴκοσι ‌τρεῖς·; ‌καὶ ‌εὑς ‌βαθὺ ‌γῆρας ‌ἐλάσας, ‌διὰ ‌τὸ ‌τὴν ‌ἐγκλείστραν ‌ἀπειλεῖν ‌πτῶσιν ‌ἐξῆλθε·; ‌καὶ ‌ἐν ‌τῷ ‌ναῷ ‌αὖ ‌τοῦ ‌Προδρόμου ‌μικρὸν ‌διακαρτερήσας, ‌πρὸς ‌κύριον ‌ἐξεδήμησεν.

17. ‌ὁ ‌δὲ ‌ὅσιος ‌Θεόδωρος ‌ποιήσας ‌ἐν ‌τῇ ‌νήσῳ ‌ἐν ‌τῷ ‌ναῷ ‌τῶν ‌ἁγίων ‌καὶ ‌ἐνδόξων ‌τοῦ ‌Χριστοῦ ‌μεγάλων ‌μαρτύρων ‌Σεργίου ‌καὶ ‌Βάκχου ‌μῆνας ‌ἕνδεκα, ‌τῷ ‌κρύει ‌πηγνύμενος ‌καὶ ‌ἐν ‌πείνῃ ‌καὶ ‌κακουχίᾳ ‌καὶ ‌μονώσει ‌νύκτα ‌καὶ ‌ἡμέρα<ν> ‌μετὰ ‌δακρύων ‌τὸν ‌θεὸν ‌ἐξιλεούμενος, ‌τῷ ‌ἑνδεκάτῳ ‌μηνὶ ‌πρὸς ‌κύριον ‌καὶ ‌αὐτὸς ‌ἐξεδήμησε. ‌σεπτεμβρίου ‌δὲ ‌μηνὸς ‌χελανδίου ‌κατὰ ‌πάροδον ‌σταθέντος ‌ἐν ‌τῇ ‌νήσῳ, ‌ἀπῆλθον ‌οἱ ‌πλευστικοὶ ‌προσκυνῆσαι ‌τῷ ‌ναῷ ‌τῶν ‌ἁγίων ‌μαρτύρων ‌καὶ ‌εὗρον ‌τοῦτον ‌ἔξω ‌τῆς ‌ἐκκλησίας ‌κείμενον ‌ἀδιάφθορον·; ‌πρὸς ‌κεφαλῆς ‌δὲ ‌αὐτοῦ ‌εὗρον ‌ὄστρακον ‌γεγραμμένον ‌οὕτως·; ‌<<ἐγὼ ‌Θεόδωρος, ‌ἐλάχιστος ‌διάκονος, ‌κατεκλίθην ‌ἐν ‌τῇ ‌ἀρρωστείᾳ ‌μηνὶ ‌ἀπριλίῳ ‌ἑβδόμῃ ‌καὶ ‌ὑδοὺ ‌ἀποθνήσκω ‌μηνὶ ‌μαΐῳ ‌δωδεκάτῃ ‌ἐν ‌ἡμέρᾳ ‌τοῦ ‌ἁγίου ‌'Επιφανίου.>> ‌ταῦτα ‌οὖν ‌ἀναγνόντες ‌καὶ ‌προσκυνήσαντες ‌τοῦ ‌ἁγίου ‌τὸ ‌λείψανον, ‌ὑπέστρεψαν ‌
[p. ‌289]καὶ ‌τῆς ‌νήσου ‌ὑπεχώρησαν, ‌καταλείψαντες ‌αὐτὸν ‌ἐν ‌ᾧ ‌εὗρον ‌τόπῳ.

18. τοῦ ‌δὲ ‌βασιλέως ‌ἀποστείλαντος ‌εὑς ‌Κρήτην ‌καὶ ‌ἀλλάγιον ‌ποιήσαντος ‌μετὰ ‌ἔτη ‌τρία, ‌Μονεμβασιῶταί ‌τινες ‌ἀπελθόντες ‌εὑς ‌Κυθηρίαν ‌τοῦ ‌θηρεῦσαι ‌ὀνάγρους ‌καὶ ‌αὑγάγρους, ‌ὡς ‌πρὸς ‌τὸν ‌ναὸν ‌τῶν ‌ἁγίων ‌μαρτύρων ‌ἐγένοντο, ‌ὁρῶσι ‌τὸν ‌ὅσιον ‌ἔμπροσθεν ‌τοῦ ‌ναοῦ ‌κείμενον ‌σῶον ‌ὅλως ‌καὶ ‌ἀσινῆ·; ‌προσκυνήσαντες ‌δὲ ‌αὐτὸν ‌μετὰ ‌δακρύων ‌καὶ ‌ἐν ‌τῷ ‌ναῷ ‌προσενέγκαντες, ‌ἔθαψαν.
19. ‌οὗτος ‌ὁ ‌βίος ‌τοῦ ‌μακαρίου ‌Θεοδώρου. ‌αὕτη ‌ἡ ‌πολιτεία ‌τοῦ ‌κατὰ ‌θεὸν ‌ζήσαντος ‌καὶ ‌τὸν ‌κόσμον ‌μισήσαντος. ‌ταῦτά ‌τις, ‌τὰ ‌μὲν ‌παρ' ‌ἐκείνου ‌τοῦ ‌ἀοιδίμου ‌ἀκούσας, ‌τὰ ‌δὲ ‌καὶ ‌παρὰ ‌τῶν ‌εὑδότων ‌αὐτὸν ‌μαθών, ‌ὑδιωτικῶς ‌ἀπεγράψατο. ‌ἡμεῖς ‌δέ, ‌μετὰ ‌τὸ ‌δοξασθῆναι ‌αὐτὸν ‌παρὰ ‌θεοῦ ‌διὰ ‌τῆς ‌τῶν ‌θαυμάτων ‌ἀφθόνου ‌δωρεᾶς, ‌χάριν ‌ἀφοσιώσαθαι ‌τῷ ‌ἁγίῳ ‌βουλόμενοι ‌καὶ ‌μηδὲν ‌ἄλλο ‌ὑσχύοντες, ‌μικρόν, ‌ὅσον ‌καὶ ‌ἡμεῖς ‌κατὰ ‌ἀγροικίαν ‌καλλωπίσαντες ‌τὰ ‌γεγραμμένα, ‌μηδὲν ‌τῆς ‌ἀληθείας ‌καταλείψαντες ‌ἢ ‌οἴκοθεν ‌προστιθέντες, ‌τοῖς ‌βουλομένοις ‌εὑς ‌σωτηρίαν ‌ψυχῆς ‌μιμήσασθαι ‌τὸν ‌ἐκείνου ‌ἐκτεθείκαμεν ‌βίον.

20. καὶ ‌τὰ ‌μὲν ‌τῆς ‌ἀσκήσεως ‌καὶ ‌πολιτείας ‌τοῦ ‌ἀοιδίμου ‌Θεοδώρου ‌τοῦτον ‌ἔχει ‌τὸν ‌τρόπον. ‌ἡμεῖς ‌δὲ ‌πρὸς ‌αὐτὸν ‌ἐκεῖνον ‌τὸν ‌λόγον ‌τρέψωμεν.

21. ποίοις ‌σε ‌λόγοις ‌ἐγκωμιάσω, ‌παμμάκαρ ‌Θεόδωρε; ‌πῶς ‌δὲ ‌καὶ ‌τὴν ‌σὴν ‌ἐπαινέσω ‌νουνεχίαν, ‌ὅτι ‌πόνοις ‌βραχέσι ‌τὴν ‌μακαρίαν ‌ἠλλάξω ‌ζωήν; ‌τί ‌δὲ ‌καὶ ‌ὀνομάσω ‌σε; ‌'Αβραάμ ‌ὡς ‌μετανάστην ‌τῶν ‌οὑκείων ‌γενόμενον; ‌ἢ ‌'Ελισσαῖον ‌τῇ ‌φωνῇ ‌τοῦ ‌διδασκάλου ‌εὐθὺς ‌ἐπακούσαντα; ‌'Αντώνιον ‌ἐρημοπολίτην ‌καὶ ‌σημειοφόρον; ‌ἢ ‌ἄλλον ‌θρηνητὴν ‌`Ιερεμίαν, ‌στεναγμοῖς ‌καὶ ‌δάκρυσι ‌τοῦ ‌λαοῦ ‌τὴν ‌σωτηρίαν ‌ἐξαιτούμενον; ‌μάρτυρα, ‌ὡς ‌τῇ ‌προαιρέσει ‌μαρτυρήσαντα ‌καὶ ‌μέσης ‌ὁδοῦ ‌τῶν ‌μιαιφόνων ‌διὰ ‌πόθον ‌θεῖον ‌οὑκήσαντα; ‌ἢ ‌ἀπόστολον, ‌ὡς ‌ὀλιγοχρονίῳ ‌ἀσκήσει ‌καὶ ‌προθύμῳ ‌σπουδῇ ‌τὴν ‌σωτηρίαν ‌εὑράμενον ‌καὶ ‌`ραθύμους ‌διεγείραντα ‌πρὸς ‌μετάνοιαν; ‌ὄντως ‌τῶν ‌ἀμφοτέρων ‌τοὺς ‌τρόπους ‌ἐζήλωσας. ‌ὡς ‌μὲν ‌'Αβραάμ, ‌οὐ ‌πατρίδος ‌μόνον ‌ἀλλὰ ‌καὶ ‌τῶν ‌οὑκείων ‌μελῶν ‌ἀπαρνησάμενος, ‌τῷ ‌Χριστῷ ‌ἠκολούθησας ‌καὶ ‌οὐκ ‌ἐμαλακίσθης ‌τῇ ‌τῶν ‌οὑκείων ‌στοργῇ, ‌οἷς ‌εἴωθαν ‌καὶ ‌αὐτὰ ‌τὰ ‌θηρία ‌στέργειν·; ‌ὡς ‌'Ελισσαῖος, ‌ἀνεπιστρόφως ‌πάντα ‌καταλιπών, ‌ἠκολούθησας ‌τῷ ‌καλέσαντι·; ‌καὶ ‌τῷ ‌ἀρότρῳ ‌τοῦ ‌σταυροῦ ‌τὸν ‌αὐχένα ‌συνδήσας ‌ἀποστολικῶς, ‌ἐνεκρώθης ‌τῷ ‌κόσμῷ·; ‌καὶ ‌κόσμος ‌σύ, ‌ὡς ‌ὁ ‌μέγας ‌'Αντώνιος, ‌ἔρημον ‌κατὰ ‌μόνας ‌οὑκήσας ‌καὶ ‌δαίμονας ‌ἡττήσας, ‌ὑδοὺ ‌διώκτην ‌οὐ ‌μόνον ‌δαιμόνων ‌ἀλλὰ ‌καὶ ‌παθῶν ‌ἀνιάτων ‌ὁ ‌Χριστός ‌σε ‌
[p. ‌290]ἀνέδειξεν·; ‌ὡς ‌`Ιερεμίας ‌ἄλλος ‌τοῦ ‌'Ισραήλ, ‌λέγω ‌δὴ ‌τοῦ ‌χριστιανικοῦ ‌λαοῦ ‌τοῦ ‌ἐν ‌γνώσει ‌θεὸν ‌εὑδότος, ‌νυκτὸς ‌καὶ ‌ἡμέρας ‌οὐ ‌μόνον ‌μετὰ ‌δακρύων ‌ἀλλὰ ‌καὶ ‌τῷ ‌κρύει ‌πηγνύμενος ‌καὶ ‌πείνῃ ‌καὶ ‌δίψῃ ‌καὶ ‌κακουχίᾳ ‌πιεζόμενος, ‌ὁλονύκτοις ‌στάσεσι ‌τὴν ‌σωτηρίαν ‌ἐζήτεις·; ‌ὡς ‌μάρτυς, ‌κέρδος ‌τὸ ‌διὰ ‌Χριστὸν ‌θανεῖν ‌ἡγούμενος, ‌καὶ ‌νῆσον, ‌ἣν ‌πάντες ‌ὡς ‌φωλεὸν ‌τῶν ‌ἀθέων ‌'Αγαρηνῶν ‌οὐδὲ ‌πλησιάσαι ‌ἐτόλμων, ‌σὺ ‌διὰ ‌θεὸν ‌καὶ ‌οὑκήσας, ‌μέχρι ‌τέλους ‌διεκαρτέρησας, ‌πληρῶν ‌καὶ ‌ἐν ‌τούτῳ ‌τὸ ‌ἀποστολικὸν ‌λόγιον, ‌τὸ ‌λέγον·; ‌"τίς ‌ἡμᾶς ‌χωρίσει ‌ἀπὸ ‌τῆς ‌ἀγάπης ‌τοῦ ‌Χριστοῦ" ‌καὶ ‌τὰ ‌ἑξῆς·; ‌ἀπόστολον ‌δέ, ‌ὅτι ‌ὀλιγοχρονίως ‌ἀσκήσας ‌προθύμως ‌διὰ ‌τῆς ‌πρὸς ‌θεὸν ‌παρρησίας ‌καὶ ‌τῆς ‌τῶν ‌αὑτήσεων ‌παροχῆς, ‌πάντας ‌ἐγείρεις ‌πρὸς ‌ζῆλον·; ‌ἡ ‌γὰρ ‌πολυήμερος ‌κάκωσις ‌τοῖς ‌`ραθύμοις ‌ὄκνον ‌ἐμποιεῖ, ‌καὶ ‌δειλίᾳ ‌πολλῇ ‌συσχεθέντες, ‌τοῦ ‌ἀγαθοῦ ‌βίου ‌ἀμελοῦσι. ‌σὺ ‌δὲ ‌δι' ‌ὀλίγου ‌τὸ ‌πρόθυμον ‌ἐνδειξάμενος ‌καὶ ‌θεὸν ‌θεραπεύσας, ‌διὰ ‌τῆς ‌τῶν ‌ὑάσεων ‌παροχῆς ‌πᾶσι ‌κηρύττεις ‌τὴν ‌τοῦ ‌θεοῦ ‌φιλανθρωπίαν·; ‌καὶ ‌ὁδὸν ‌σύντομον ‌τῆς ‌σωτηρίας ‌ὑποδεικνύς, ‌`ραθύμους ‌διεγείρεις ‌εὑς ‌μετάνοιαν.

22. ‌σὲ ‌ἄλλον ‌Θεόδωρον ‌καθηγητὴν ‌καὶ ‌ποιητὴν ‌εὑπεῖν ‌οὐκ ‌ὀκνήσω·; ‌εὑ ‌γὰρ ‌ἐκεῖνος ‌ὑπερορίας ‌καὶ ‌ὕβρεις ‌ὑπέστη ‌διὰ ‌Χριστὸν ‌καὶ ‌λαοῦ ‌καθηγήσατο ‌καὶ ‌συγγράμματα ‌κατέλιπεν, ‌ἀλλὰ ‌σὺ ‌ἑκουσίως ‌οὐ ‌μόνον ‌ἐκ τόπου ‌τινὸς ‌ἀλλὰ ‌καὶ ‌τοῦ ‌κόσμου ‌παντὸς ‌μέχρι ‌τέλους ‌ἔξω ‌γενόμενος, ‌ὡς ‌ἄλλα ‌συγγράμματα ‌τὸν ‌σὸν ‌κατέλιπες ‌βίον·; ‌καὶ ‌καθηγεῖται ‌λάμπων ‌ἡλίου ‌φαιδρότερον ‌τοῖς ‌διὰ ‌μετανοίας ‌ὁδεύειν ‌προαιρουμένοις.

23. ‌ταῦτά ‌σοι ‌τὰ ‌ἐγκώμια ‌παρ' ‌ἡμῶν, ‌εὑ ‌καὶ ‌ἀνάξια ‌τῶν ‌πόνων ‌σου, ‌παμμάκαρ ‌Θεόδωρε. ‌σὲ ‌θεῖον ‌δώρημα ‌καλέσαι ‌ἄξιον·; ‌ἐκ ‌θεοῦ ‌γὰρ ‌τῇ ‌ἐλαχίστῳ ‌ταύτῃ ‌νήσῳ ‌πεμφθείς, ‌διὰ ‌τῆς ‌τῶν ‌θαυμάτων ‌πηγῆς ‌λαμπρὰν ‌ταύτην ‌καὶ ‌καταφανῆ ‌τοῖς ‌πᾶσι ‌πεποίηκας·; ‌σὺ ‌γὰρ ‌ταύτης ‌οὐ ‌μόνον ‌οὑκιστὴς ‌ἀλλὰ ‌καὶ ‌κόσμος ‌τῇ ‌τῶν ‌ὑάσεων ‌ἀνεδείχθης ‌ἀφθόνῳ ‌παροχῇ·; ‌οὐχ ‌οὕτως ‌γὰρ ‌ἐγκαλλωπίζεται ‌βασιλεὺς ‌διαδήματι, ‌ὡς ‌αὕτη ‌τοῖς ‌σοῖς ‌ὡραΐζεται ‌θαύμασι. ‌σὺ ‌ταύτην ‌ἀκαταγώνιστον ‌ἐκ ‌τῶν ‌ἀθέων ‌βαρβάρων ‌διατηρεῖς·; ‌τὸ ‌γὰρ ‌σὸν ‌καρτερικώτατον ‌σῶμα ‌καὶ ‌τὴν ‌σὴν ‌πρεσβείαν ‌ὡς ‌τεῖχος ‌καὶ ‌φύλακα ‌ἔχουσα, ‌τὰς ‌αὐτῶν ‌καταδρομὰς ‌οὐ ‌πτοεῖται·; ‌σὲ ‌ὅπλον ‌κατ' ‌ἐχθρῶν ‌προβαλλομένη, ‌τὰς ‌παρατάξεις ‌αὐτῶν ‌φοβερὰς ‌οὔσας ‌καὶ ‌τὰ ‌στρατόπεδα ‌αὕτη ‌καταγελᾷ ‌ὡς ‌
[p. ‌291]μειρακίων ‌ἀθύρματα·; ‌τὸ ‌γὰρ ‌σὸν ‌ὄνομα ‌ὡς ‌`ρομφαίαν ‌δίστομον ‌κατ' ‌ἐχθρῶν ‌ἔχοντες ‌οἱ ‌δοῦλοί ‌σου, ‌ὁρμῇ ‌καὶ ‌μόνῃ ‌καταγωνίζονται ‌τούτους ‌καὶ ‌πλήθη ‌μαχίμων ‌ἐνόπλων, ‌ὡς ‌θηρίων ‌ἀγρίων ‌λίθοις ‌καὶ ‌ξύλοις ‌καταδραμόντες, ‌διώκουσι. ‌σέ, ‌ἅγιε, ‌ὡς ‌ἄγκυραν ‌ἀσφαλῆ ‌ἔχουσα, ‌τὴν ‌τοῦ ‌βίου ‌ζάλην ‌καὶ ‌τὰς ‌τρικυμίας ‌ἀκαταποντίστως ‌περᾷ. ‌σοὶ ‌πᾶς ‌πιστὸς ‌ὁλοψύχως ‌προστρέχων, ‌τὴν ‌τῶν ‌αὑτήσεων ‌χάριν ‌λαμβάνει ‌καὶ ‌λιμένα ‌καὶ ‌καταφύγιον ‌πάσης ‌βιωτικῆς ‌περιστάσεως ‌καλεῖ ‌σε ‌ἄξιον.

24. ‌τίς ‌γάρ ‌σου ‌τὸ ‌ὄνομα ‌ἐν ‌θαλάσσῃ ‌πλέων ‌καὶ ‌ἐν ‌ζάλῃ ‌καταποντούμενος, ‌ἐκ ‌ψυχῆς ‌ἐπικαλεσάμενός ‌σε, ‌σωτηρίαν ‌οὐχ ‌εὕρατο; ‌τίς ‌δὲ ‌νόσοις ‌καὶ ‌ὀδύναις ‌βαλλόμενος ‌καὶ ‌τῷ ‌ναῷ ‌σου ‌προστρέχων ‌ἐκ ‌ψυχῆς ‌οὐ ‌λαμβάνει ‌τὴν ‌ἴασιν; ‌τίς ‌δέ ‌σε ‌καὶ ‌θεασάμενος ‌καὶ ‌τῷ ‌τιμίῳ ‌σου ‌προσψαύσας ‌λειψάνῳ, ‌οὐκ ‌ἔχει ‌σε ‌ἀρωγὸν ‌καὶ ‌φύλακα ‌ἐν ‌παντὶ ‌καιρῷ ‌καὶ ‌τόπῳ; ‌σὺ ‌νοσούντων ‌ἴασις, ‌λυπουμένων ‌παράκλησις, ‌χειμαζομένων ‌λιμήν, ‌τῶν ‌ἐν ‌ἀνάγκαις ‌λύτρον. ‌σὲ ‌πᾶσα ‌ἡ ‌νῆσος ‌παραμύθιον ‌ἔχουσα, ‌τὸ ‌ἀπαράκλητον ‌τοῦ ‌τόπου ‌καὶ ‌τὰς ‌τῶν ‌ἐπιβούλων ‌ἐπιθέσεις ‌καὶ ‌πᾶσαν ‌βιωτικὴν ‌θλίψιν ‌ἀνωδύνως ‌φέρει·; ‌ἅμα ‌γὰρ ‌ἔρχεταί ‌τις ‌λυπούμενος, ‌τῇ ‌τιμίᾳ ‌σου ‌προσκυνήσας ‌σορῷ ‌καὶ ‌τῷ ‌ἁγίῳ ‌σου ‌προσψαύσας ‌λειψάνῳ, ‌πᾶσαν ‌ἀθυμίαν ‌ἀποθέμενος ‌καὶ ‌λύπην, ‌ὅλος ‌χάριτος ‌καὶ ‌ἡδονῆς ‌καὶ ‌εὐφροσύνης ‌πνευματικῆς ‌πληροῦται.

25. καὶ ‌νῦν, ‌παναοίδιμε ‌Θεόδωρε, ‌μὴ ‌παύσῃ ‌πρεσβεύων ‌ὑπὲρ ‌ἡμῶν ‌πρὸς ‌τὸν ‌κύριον·; ‌μέμνησο ‌τῆς ‌γῆς ‌ταύτης·; ‌ἐν ‌ταύτῃ ‌γὰρ ‌τὸν ‌θεὸν ‌ἐξεζήτησας ‌καὶ ‌εὗρες ‌καὶ ‌τῆς ‌αὐτοῦ ‌βασιλείας ‌ἔτυχες·; ‌ἐν ‌ταύτῃ
τοῖς ‌στεναγμοῖς ‌τῶν ‌δακρύων ‌σου ‌καὶ ‌ἱδρῶσι ‌τῶν ‌πόνων ‌σου ‌ὡς ‌πτεροῖς ‌κουφιζόμενος, ‌εὑς ‌τὰς ‌αὑωνίους ‌καὶ ‌μακαρίας ‌μονὰς ‌ἀνέδραμες, ‌ἔνθα ‌οἱ ‌τῶν ‌ἁγίων ‌δῆμοι ‌σκηνοῦσι ‌καὶ ‌ἡ ‌ἄληκτος ‌εὐφροσύνη ‌ἀναπέμπεται. ‌ ‌τοιγαροῦν ‌εὐαρεστήσας ‌θεῷ ‌καὶ ‌ἐν ‌αὐτῷ ‌κλῆρον ‌ἁγίων ‌λαβών, ‌ἱκεσίαν ‌ποίει ‌πάντοτε ‌ἀσίγητον ‌ὑπὲρ ‌ἡμῶν ‌τῶν ‌ἐπταισμένων ‌λυτρωθῆναι ‌καὶ ‌καταταγῆναι ‌ἐν ‌μερίδι ‌τῶν ‌δικαίων, ‌ὅτι ‌τῷ ‌πατρὶ ‌καὶ ‌τῷ ‌μονογενεῖ ‌αὐτοῦ ‌υἱῷ ‌σὺν ‌τῷ ‌παναγίῳ ‌καὶ ‌ἀγαθῷ ‌καὶ ‌ζωοποιῷ ‌αὐτοῦ ‌πνεύματι ‌πρέπει ‌πᾶσα ‌δόξα, ‌τιμὴ ‌καὶ ‌προσκύνησις ‌εὑς ‌τοὺς ‌αὑῶνας ‌τῶν ‌αὑώνων·; ‌ἀμήν.

*****************************************************************