Saint: ANTHOUSA OF MANTINEON (# 93)
Edition: ‌SynaxCP ‌(AASS, ‌1902), ‌848-852.

[p. ‌848]

τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌μνήμη ‌τῆς ‌ἁγίας ‌'Ανθούσης ‌τῆς ‌συστησαμένης ‌τὴν ‌εὐαγεστάτην ‌μονὴν ‌τοῦ ‌Μαντινέου. ‌ἥτις ‌ὑπῆρχεν ‌ἐπὶ ‌τῆς ‌βασιλείας ‌Κωνσταντίνου ‌τοῦ ‌Κοπρωνύμου, ‌πατέρων ‌εὐσεβῶν, ‌Στρατηγίου ‌τε ‌καὶ ‌Φεβρωνίας. ‌ἐξ ‌αὐτῶν ‌δὲ ‌
[p. ‌849]τῶν ‌μητρικῶν ‌ὡς ‌εὑπεῖν ‌ἀγκαλῶν ‌ἡ ‌μακαρία ‌τὴν ‌ἁγνείαν ‌ποθοῦσα, ‌ἐν ‌ὄρεσι ‌καὶ ‌σπηλαίοις, ‌κατὰ ‌τὸν ‌ἀπόστολον, ‌διῃτᾶτο, ‌πάντα ‌μὲν ‌τὰ ‌βιωτικὰ ‌μισοῦσά ‌τε ‌καὶ ‌ἀποστρεφομένη, ‌μόνην ‌δὲ ‌τὴν ‌ἡσυχίαν ‌ἀσπαζομένη ‌καὶ ‌στέργουσα·; ‌κατ' ‌αὐτὰς ‌δὲ ‌τὰς ‌ἡμέρας ‌μοναχοῦ ‌τινος ‌καὶ ‌πρεσβυτέρου ‌Σισιννίου ‌καλουμένου ‌τοῖς ‌τοῦ ‌Μαντινέου ‌χωρίοις ‌ἐπιδημήσαντος ‌καὶ ‌πᾶσαν ‌ὑδέαν ‌ἀρετῆς ‌μετερχομένου, ‌εὑς ‌ζῆλον ‌αὐτοῦ ‌καὶ ‌μίμησιν ‌ἡ ‌μακαρία ‌διανίσταται. ‌καὶ ‌πρῶτον ‌μὲν ‌ὑπ' ‌αὐτοῦ ‌τυποῦται ‌καὶ ‌κανονίζεται ‌καὶ ‌εὑς ‌κλίβανον ‌εὑς ‌τέλος ‌ἐκκαέντα ‌πρὸς ‌αὐτοῦ ‌κελευσθείσα ‌εὑσελθεῖν, ‌ἀβλαβὴς ‌ἐκεῖθεν ‌ἐξέρχεται ‌καὶ ‌ἑτέρας ‌ἀρετὰς ‌ὑψηλοτέρας ‌καὶ ‌θεῷ ‌ἐγγιζούσας ‌ἐκμανθάνει.

προηγγέλη ‌δὲ ‌αὐτῇ ‌καὶ ‌μέγα ‌μοναστήριον ‌συστήσασθαι ‌καὶ ‌ἐνακοσίων ‌ἀδελφῶν ‌προστασίαν ‌ἀναδέξασθαι·; ‌ἔπειτα ‌κείρεται ‌τὴν ‌κόμην ‌καὶ ‌ἐν ‌τῷ ‌νησυδρίῳ ‌τῆς ‌πελαζούσης ‌τῇ ‌Περκιλὲ ‌κώμῃ ‌λίμνης ‌πρὸς ‌τοῦ ‌θαυματουργοῦ ‌ἐκείνου ‌γέροντος ‌οὑκεῖν ‌ἐγκελεύεται. ‌ἐγκρατείᾳ ‌δὲ ‌μετὰ ‌ταῦτα ‌καὶ ‌τῇ ‌λοιπῇ ‌σκληραγωγίᾳ ‌σχολάζουσα ‌ἡ ‌μακαρία, ‌τῆς ‌ἁγίας ‌καὶ ‌ὁμοουσίου ‌τριάδος ‌καταγώγιον ‌ἑαυτὴν ‌ἀπειργάσατο·; ‌σιδήροις ‌γὰρ ‌ἑαυτὴν ‌καταδήσασα ‌καὶ ‌τριχίνοις ‌ὑφάσμασιν ‌ἀμφιάσασα, ‌ἔξω ‌σαρκὸς ‌καὶ ‌κόσμου ‌τοῖς ‌γε ‌νοῦν ‌ἔχουσιν ‌ἐγνωρίζετο. ‌καί ‌ποτε ‌τῷ ‌μεγάλῳ ‌Σισιννίῳ ‌παραβαλοῦσα, ‌νεὼν ‌τῇ ‌μητρὶ ‌τῆς ‌Θεομήτορος ‌αὐτὴ ‌ἀνεγεῖραι ‌κατεδυσώπει. ‌ὁ ‌δὲ ‌πάμπολλα ‌τέως ‌αὐτῇ ‌νουθετήσας ‌καὶ ‌διδάξας ‌καὶ ‌τὰ ‌μέλλοντα ‌σαφέστατα ‌δηλώσας, ‌ἀπέστειλεν ‌ἀπελθεῖν, ‌τῆς ‌ἑαυτοῦ ‌μεταστάσεως ‌τὸν ‌καιρὸν ‌προσημάνας. ‌ ‌μέχρι ‌δὲ ‌τῶν ‌τριάκοντα ‌ἀδελφῶν ‌τῇ ‌ὁσίᾳ ‌φοιτησασῶν ‌καὶ ‌τοῦ ‌εὐκτηρίου ‌οὑκοδομηθέντος ‌καὶ ‌εὑς ‌τέλος ‌ἤδη ‌τῶν ‌`ρηθέντων ‌τῷ ‌γέροντι ‌κατεπειγομένων ‌προελθεῖν, ‌μεθίσταται ‌τοῦ ‌βίου ‌ὁ ‌θαυμαστὸς ‌ἐκεῖνος ‌καὶ ‌θεῖος ‌Σισίννιος. ‌πληθυνομένην ‌δὲ ‌τὴν ‌ἀδελφότητα ‌ἡ ‌μεγάλη ‌῎Ανθουσα ‌βλέπουσα, ‌δύο ‌ναοὺς ‌ἐξ ‌αὐτῶν ‌βάθρων ‌μεγίστους ‌ἀνέστησε ‌τῇ ‌τε ‌Θεομήτορι ‌καὶ ‌τοῖς ‌ἀποστόλοις·; ‌ὧν ‌τὸν ‌μὲν ‌τῆς ‌Θεομήτορος ‌
[p. ‌850]ταῖς ‌μοναζούσαις ‌ἀδελφαῖς, ‌τὸν ‌δὲ ‌τῶν ‌ἀποστόλων ‌τοῖς ‌μοναχοῖς ‌ἀπεκλήρωσε. ‌πολλοὶ ‌δὲ ‌τοῖς ‌τῆς ‌μετανοίας ‌κέντροις ‌νυττόμενοι, ‌καὶ ‌πάλαι ‌μὲν ‌πρὸς ‌τὸν ‌ἅγιον ‌Σισίννιον ‌παρεγένοντο, ‌νῦν ‌δὲ ‌καὶ ‌πρὸς ‌τὴν ‌μεγάλην ‌῎Ανθουσαν, ‌ὑπ' ‌αὐτῆς ‌παιδαγωγούμενοί ‌τε ‌καὶ ‌τυπούμενοι·; ‌πλήρης ‌γὰρ ‌ὀρθοδοξίας ‌καὶ ‌δικαιοσύνης ‌οὖσα ‌πᾶσαν ‌νεωτεροποιὸν ‌αἵρεσιν ‌ἀπεστρέφετο·; ‌καὶ ‌ἐκ ‌τούτου ‌περιβοήτου ‌γενομένης, ‌μέχρι ‌καὶ ‌τῶν ‌κρατούντων ‌ἡ ‌περὶ ‌αὐτῆς ‌φήμη ‌διέδραμε. ‌ ‌

Κωνσταντῖνος ‌δὲ ‌ὁ ‌μισόχριστος ‌καὶ ‌εὑκονομάχος, ‌ὡς ‌ὁ ‌λόγος ‌ἐδήλωσε, τὴν ‌τῶν ‌`Ρωμαίων ‌ἐτυράννει ‌τότε ‌ἀρχήν, ‌ὃς ‌εὑς ‌τὴν ‌ἑαυτοῦ ‌πλάνην ‌μεταθεῖναι ‌αὐτὴν ‌διὰ ‌σπουδῆς ‌θέμενος, ‌τῶν ‌συμφρόνων ‌ἕνα ‌προσκαλεσάμενος·; ‌<<πορεύθητι>> ‌φησίν, ‌<<κατὰ ‌τήνδε ‌τὴν ‌ἐπαρχίαν, ‌καὶ ‌τὴν ‌῎Ανθουσαν ‌εὑς ‌τὴν ‌ἡμετέραν ‌δόξαν ‌ἀποκλῖναι ‌μετάπεισον. ‌καὶ ‌εὑ ‌μὲν ‌πείθοιτο, ‌εὖ ‌ἂν ‌ἔχει·; ‌εὑ ‌δ' ‌οὖν, ‌ἀλλὰ ‌τιμωρησάμενος ‌αὐτὴν ‌τοῖς ‌ἡμετέροις ‌νόμοις ‌καὶ ‌μὴ ‌βουλομένην ‌ὑποκύψαι ‌παρασκεύασον.>> ‌ὁ ‌δὲ ‌πολλοὺς ‌ἄλλους ‌μεθ' ‌ἑαυτοῦ ‌παραλαβὼν ‌καὶ ‌κατασχὼν ‌καὶ ‌πάμπολλα ‌τῶν ‌ἁγίων ‌ἐκτυπωμάτων, ‌ὅσα ‌ἐν ‌πίναξι ‌καὶ ‌ὅσα ‌ἐν ‌`ράκεσι, ‌συναγαγὼν ‌καὶ ‌τὴν ‌μεγάλην ‌μετά ‌γε ‌τοῦ ‌ἀδελφιδοῦ, ‌ὃς ‌τῆς ‌ἀνδρώας ‌μονῆς ‌τότε ‌τὴν ‌προστασίαν ‌ἐγκεχειρισμένος ‌ἦν, ‌συλλαβὼν ‌εὑς ‌ἐξέτασιν ‌ἄγει. ‌καὶ ‌παραυτίκα ‌μάστιξι ‌μὲν ‌ἐπὶ ‌πολὺ ‌ὁ ‌ἀδελφιδοῦς ‌καταξαίνεται ‌καὶ ‌ὑπὸ ‌τῆς ‌ἁγίας ‌προθυμοποιεῖται ‌τῇ ‌ὁμολογίᾳ ‌ἐμμένειν ‌καὶ ‌ταῖς ‌βασάνοις ‌ἐγκαρτερεῖν·; ‌ὃς ‌ἐκλιμπάνειν ‌μέλλων ‌ἀπολύεται. ‌αὕτη ‌δὲ ‌ἐκ ‌τεσσάρων ‌τείνεται ‌καὶ ‌νεύροις ‌ὠμοῖς ‌μαστίζεται ‌καὶ ‌τὰς ‌ἱερὰς ‌εὑκόνας ‌παμπόλλας ‌οὔσας ‌ἀναφθείσας ‌κατὰ ‌κεφαλῆς ‌δέχεται, ‌καὶ ‌κατὰ ‌τῶν ‌πεδίλων ‌ἄνθρακας ‌πυρὸς ‌τοὺς ‌πόδας ‌καυθησομένη. ‌ὅθεν ‌Χριστοῦ ‌χάριτι ‌ἀκατάφλεκτος ‌μείνασα ‌ὑπερορίζεται·; ‌ἔπειτα ‌τοῦ ‌βασιλέως ‌μετὰ ‌παντὸς ‌τοῦ ‌στρατεύματος ‌κατ' ‌αὐτὴν ‌δὴ ‌τὴν ‌ἐπαρχίαν ‌ἐκδημήσαντος, ‌ὡς ‌τὴν ‌μεγάλην ‌ἑαυτῷ ‌παραστησάμενος ‌ἐξετάσοι, ‌τῇ ‌αὐτῆς ‌εὐχῇ ‌ἀορασία ‌τοῦτον ‌
[p. ‌851]πεδησαμένη ‌τὰ ‌κατ' ‌αὐτῆς ‌πρὸς ‌αὐτοῦ ‌μελετώμενα ‌εὑς ‌πέρας ‌διελθεῖν ‌διεκώλυσε. ‌καὶ ‌τῇ ‌βασιλίδι ‌δυστοκούσῃ ‌καὶ ‌μελλούσῃ ‌θνήσκειν ‌καλῶς ‌ἔχειν ‌αὐτὴν ‌καὶ ‌ἓν ‌ἄρρεν ‌καὶ ‌ἓν ‌θῆλυ ‌γεννῆσαι ‌παιδίον ‌πρὸς ‌τοῦ ‌βασιλέως ‌ἐρωτηθεῖσα ‌ἐξεῖπε·; ‌καὶ ‌ἑκάστου ‌τὴν ‌βιοτὴν ‌καὶ ‌τὴν ‌διαγωγὴν ‌προεμήνυσεν·; ‌ὅθεν ‌ἡ ‌βασιλὶς ‌ταῦτα ‌ἀκούσασα ‌πλεῖστα ‌ταῖς ‌ὑπ' ‌αὐτῇ ‌μοναῖς ‌χωρία ‌καὶ ‌ἀναθήματα ‌καθιέρωσε ‌καὶ ‌ὁ ‌τύραννος ‌τῆς ‌κατ' ‌αὐτὴν ‌ἐγχειρήσεως ‌ἀπέστη. ‌οὕτως ‌οἶδεν ‌ἀρετὴ ‌θῆρας ‌μὲν ‌ἐξημεροῦν, ‌πολεμίους ‌δὲ ‌φίλους ‌ποιεῖν.

ἔνθεν ‌τοι ‌πλεῖον ‌τῆς ‌ὁσίας ‌μεγαλυνθείσης ‌καὶ ‌τοῖς ‌ἁπάντων ‌στόμασιν ‌ᾀδομένης, ‌πολλοὶ ‌πρὸς ‌αὐτὴν ‌οἱ ‌μὲν ‌εὐχῆς ‌χάριν ‌ἐφοίτων, ‌οἱ ‌δὲ ‌ἀποτάξασθαι ‌τῷ ‌τῇδε ‌βίῳ, ‌οἱ ‌δὲ ‌ὧν ‌ἕκαστος ‌προείληπτο ‌νοσημάτων ‌τῆς ‌θεραπείας ‌τυχεῖν. ‌ ‌ἐν ‌οἷς ‌καί ‌τις ‌ἀνὴρ ‌στρατιώτης ‌τὴν ‌τάξιν ‌μετὰ ‌γυναικὸς ‌παρεγένετο ‌
[p. ‌852]μεταμείψας ‌τὸ ‌σχῆμα, ‌παιδίον ‌πρὸς ‌τῆς ‌μεγάλης ‌αὑτήσων ‌καί ‌τι ‌καρποφορήσων, ‌εὑ ‌τοῦ ‌σκοποῦ ‌ἐπιτύχειεν·; ‌παρ' ‌ἧς ‌τὰ ‌ἐνθυμήματα ‌τῆς ‌καρδίας ‌ἀκούσας ‌καὶ ‌διὸ ‌παρεγένετο ‌πληροφορίαν ‌δεξάμενος, ‌χαίρων ‌οἴκαδε ‌ἀνθυπέστρεψεν. ‌εὑ ‌δύναιτο ‌δέ ‌τις ‌ἄμμον ‌παράλιον ‌καὶ ‌σταγόνας ‌ὑετοῦ ‌καὶ ‌βάθος ‌θαλάσσης ‌καὶ ‌ὕψος ‌οὐρανοῦ ‌καὶ ‌εὖρος ‌γῆς ‌διαγράψαι, ‌δυνήσεται ‌καὶ ‌τὰ ‌τῇ ‌ὁσίᾳ ‌καὶ ‌μεγάλῃ ‌'Ανθούσῃ ‌πραχθέντα ‌καὶ ‌πραχθησόμενα ‌θαύματα ‌γραφῇ ‌παραδοῦναι.

ὅμως ‌καὶ ‌αὐτῇ ‌ἀνθρώπῳ ‌γε ‌οὔσῃ ‌ἔδει ‌θανάτου ‌γεύσασθαι ‌καὶ ‌ὑπνῶσαι ‌ὕπνον ‌τοῖς ‌δικαίοις ‌πρέποντα ‌κατ' ‌αὐτὴν ‌δὴ ‌τὴν ‌ἡμέραν ‌τῆς ‌ἀθλήσεως ‌τοῦ ‌μεγαλομάρτυρος ‌Παντελεήμονος·; ‌τοῦτο ‌γὰρ ‌αὐτῇ ‌καὶ ‌δι' ‌εὐχῆς ‌ἦν ‌τὸ ‌ἐν ‌αὐτῇ ‌τελειωθῆναι. ‌κατετέθη ‌δὲ ‌ἐν ‌τῷ ‌κελλίῳ, ‌ἐν ‌ᾧ ‌καὶ ‌ἐβίωσε, ‌θαύματα ‌ἐκτελοῦσα ‌παράδοξα, ‌εὑς ‌δόξαν ‌καὶ ‌ἔπαινον ‌Χριστοῦ ‌τοῦ ‌ἀληθινοῦ ‌θεοῦ ‌ἡμῶν. ‌ ‌ ‌ ‌

*************************************************************