Saint: GEORGE LIMNAIOTES (# 94)
Edition: ‌SynaxCP ‌(AASS, ‌1902), ‌922.


[p. ‌922]

τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌ἄθλησις ‌τοῦ ‌ἁγίου ‌ὁσιομάρτυρος ‌Γεωργίου ‌τοῦ ‌Λιμναιώτου. ‌οὗτος ‌ὁ ‌μακάριος ‌ἐκ ‌νέας ‌τῆς ‌ἡλικίας ‌τὴν ‌ἀσκητικὴν ‌ἀγωγὴν ‌ἐν ‌τοῖς ‌κατ' ‌῎Ολυμπον ‌ὄρεσιν ‌ποιησάμενος ‌καὶ ‌πολλοὺς ‌ἀγῶνας ‌ἐνδειξάμενος ‌ἐπὶ ‌Λέοντος ‌τοῦ ‌'Ισαύρου, ‌τὰς ‌ἱερὰς ‌εὑκόνας ‌κατακλῶντος ‌καὶ ‌τὰ ‌τῶν ‌ἁγίων ‌λείψανα ‌κατακαίοντος, ‌παρρησιασάμενος ‌τὴν ‌εὐσέβειαν ‌καὶ ‌τὴν ‌τοῦ ‌τυράννου ‌διελέγξας ‌δυσσέβειαν ‌καὶ ‌ἀθεότητα ‌καὶ ‌τὴν ‌ἀληθῆ ‌πίστιν ‌ἀνακηρύξας, ‌ἐν ‌βαθυτάτῳ ‌γήρᾳ ‌(καὶ ‌γὰρ ‌ἦν, ‌ὥς ‌φασιν, ‌ἐτῶν ‌ἐνενήκοντα ‌πέντε), ‌πολλὰς ‌καὶ ‌πολυτρόπους ‌βασάνων ‌ὑδέας ‌ὑπέμεινεν·; ‌ἔσχατον ‌δὲ ‌τὴν ‌`ρῖνα ‌τμηθεὶς ‌καὶ ‌τὴν ‌κεφαλὴν ‌καταφλεχθείς, ‌εὐχαριστῶν ‌καὶ ‌προσευχόμενος ‌τῷ ‌θεῷ, ‌τὸ ‌πνεῦμα ‌παρέδωκεν.

*************************************************************