Saint: KALLINIKOS THE PATRIARCH (# 95)
Edition: ‌SynaxCP ‌(AASS, ‌1902), ‌917-920.

[p. ‌917]

τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌μνήμη ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌Καλλινίκου ‌ἀρχιεπισκόπου ‌Κωνσταντινουπόλεως. ‌ ‌
[p. ‌918]οὗτος ‌πρότερον ‌μὲν ‌ἦν ‌πρεσβύτερος ‌καὶ ‌σκευοφύλαξ ‌τοῦ ‌ναοῦ ‌τῆς ‌ὑπεραγίας ‌Θεοτόκου ‌τῶν ‌Βλαχερνῶν·; ‌διὰ ‌δὲ ‌τὴν ‌προσοῦσαν ‌αὐτῷ ‌ἀρετὴν ‌προεβλήθη ‌ἀρχιεπίσκοπος ‌Κωνσταντινουπόλεως ‌κατὰ ‌τοὺς ‌χρόνους ‌'Ιουστινιανοῦ ‌τοῦ ‌νέου, ‌τοῦ ‌ἕκτου ‌ἀπεγγόνου ‌`Ηρακλείου·; ‌ὃς ‌αὐτῷ ‌πολλὰς ‌ἐπινοῶν ‌θλίψεις ‌ἐμήνυσέ ‌ποτε ‌δοῦναι ‌εὐχὴν ‌ἐπὶ ‌τῇ ‌καθαιρέσει ‌τοῦ ‌ναοῦ ‌τῆς ‌ἁγίας ‌Θεοτόκου ‌τῶν ‌Μητροπολίτου. ‌ὁ ‌δὲ ‌ἅγιος ‌ἀπεκρίνατο ‌μὴ ‌εἶναι ‌εὐχὴν ‌ἐπὶ ‌καταστροφῇ, ‌ἀλλὰ ‌μᾶλλον ‌ἐπὶ ‌οὑκοδομῇ·; ‌<<ἐπὶ ‌συστάσει ‌γάρ>> ‌φησίν, ‌<<ὁ ‌θεὸς ‌τὸν ‌κόσμον ‌ἐποίησεν, ‌οὐκ ‌ἐπὶ ‌καταλύσει.>> ‌τῶν ‌δὲ ‌ἀποσταλέντων ‌προσκειμένων ‌αὐτῷ ‌καὶ ‌διενοχλούντων ‌καὶ ‌ἐκβιαζομένων ‌τὸ ‌τοῦ ‌βασιλέως ‌ποιῆσαι ‌πρόσταγμα, ‌προσεφώνησεν ‌ὁ ‌μακάριος ‌<<δόξα ‌Χριστῷ ‌τῷ ‌θεῷ ‌τῷ ‌ἀνεχομένῳ>>, ‌καὶ ‌εὐθέως ‌ὁ ‌ναὸς ‌καθῃρέθη. ‌τοῦ ‌οὖν ‌βασιλέως ‌διὰ ‌τὴν ‌ἄμετρον ‌ἀταξίαν ‌καὶ ‌πλημμέλειαν ‌ἐκπεσόντος ‌τῆς ‌βασιλείας ‌καὶ ‌τὴν ‌`ρῖνα ‌καὶ ‌τὴν ‌γλῶτταν ‌τμηθέντος ‌καὶ ‌ἐν ‌Χερσῶνι ‌καθ' ‌ὑπερορίαν ‌σταλέντος, ‌ἐκεῖθέν ‌τε ‌ἀποδράντος ‌καὶ ‌τὴν ‌τῶν ‌Βουλγάρων ‌ὑποδυσαμένου ‌ὑσχὺν ‌καὶ ‌τοῖς ‌τείχεσι ‌Κωνσταντινουπόλεως ‌προσβαλόντος, ‌καὶ ‌δόλῳ ‌πείσαντος ‌τόν ‌τε ‌πατριάρχην ‌καὶ ‌τὴν ‌σύγκλητον ‌ἐλθεῖν ‌καὶ ‌ὑποδέξασθαι ‌αὐτόν, ‌εἶτα ‌καταψευσαμένου ‌τῶν ‌ὅρκων ‌οὓς ‌προέτεινε ‌προτεθέντος ‌τοῦ ‌τιμίου ‌σταυροῦ ‌καὶ ‌τῶν ‌πανσέπτων ‌εὐαγγελίων ‌καὶ ‌τοῦ ‌δεσποτικοῦ ‌σώματός ‌τε ‌καὶ ‌αἵματος. ‌καὶ ‌εὐθὺς ‌μετὰ ‌τὴν ‌κάθοδον ‌πάσης ‌τῆς ‌πόλεως ‌φόνων ‌ἐμπλησθείσης, ‌ἀνηρπάγη ‌ὑπὸ ‌τῶν ‌δορυφόρων ‌αὐτοῦ ‌ὁ ‌μακάριος ‌Καλλίνικος, ‌καὶ ‌ὑπερωρίσθη ‌ἐν ‌`Ρώμῃ, ‌
[p. ‌919]ὑποδείξαντος ‌αὐτῷ ‌τοῦ ‌'Ιουστινιανοῦ ‌τὴν ‌ἐκτμηθεῖσαν ‌`ρῖνα ‌καὶ ‌γλῶτταν ‌καὶ ‌συνωμοσίας ‌κατηγορήσαντος, ‌ὧν ‌οὐδὲν ‌μετεῖχεν ‌ὁ ‌τοῦ ‌θεοῦ ‌μέγας ‌ἀρχιερεύς. ‌ἀπαχθεὶς ‌δὲ ‌ἐν ‌`Ρώμῃ ‌ἐν ‌στοᾷ ‌τινι ‌θεμελίων ‌τοίχου ‌ἐμβάλλεται ‌καὶ ‌ἐπιχρίεται ‌ἔξωθεν·; ‌τοῦτο ‌γὰρ ‌ὁ ‌τύραννος ‌ἐκέλευσεν. ‌μετὰ ‌οὖν ‌τεσσαράκοντα ‌ἡμέρας ‌περιαιρεθέντος ‌τοῦ ‌χρίσματος, ‌
[p. ‌920]ἔτι ‌ζῶν ‌καὶ ‌ἐμπνέων ‌εὑρέθη·; ‌καὶ ‌μετὰ ‌τέσσαρας ‌ἡμέρας ‌πρὸς ‌κύριον ‌ἐξεδήμησε. ‌καὶ ‌κατετέθη ‌ἐν ‌τῷ ‌ναῷ ‌τῶν ‌ἁγίων ‌ἀποστόλων ‌Πέτρου ‌καὶ ‌Παύλου, ‌καθὼς ‌τῷ ‌τηνικαῦτα ‌πάπᾳ ‌τῆς ‌πόλεως ‌`Ρώμης ‌καθ' ‌ὕπνους ‌οἱ ‌ἅγιοι ‌ἀπόστολοι ‌ἐνεφάνισαν. ‌τελεῖται ‌δὲ ‌ἡ ‌αὐτοῦ ‌σύναξις ‌ἐν ‌τῇ ‌ἁγιωτάτῃ ‌μεγάλῃ ‌ἐκκλησίᾳ. ‌

******************************************************************