Saint: HYPATIOS AND ANDREW (# 96)
Edition: ‌SynaxCP ‌(AASS, ‌1902), ‌62-64.

[p. ‌62]

τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌μνήμη ‌τῶν ‌ὁσίων ‌πατέρων ‌ἡμῶν ‌καὶ ‌ὁμολογητῶν ‌`Υπατίου ‌καὶ ‌'Ανδρέου. ‌οὗτοι ‌χώρας ‌μὲν ‌ἐτύγχανον ‌τῶν ‌Θρᾳκησίων, ‌ὥρμηντο ‌δὲ ‌τῆς ‌ἐπαρχίας ‌Λυδῶν·; ‌καὶ ‌ἔν ‌τινι ‌φροντιστηρίῳ ‌παῖδες ‌ὄντες ‌φοιτήσαντες, ‌τὸν ‌μονήρη ‌βίον ‌ἠσπάσαντο·; ‌καὶ ‌`Υπάτιος ‌μὲν ‌τὸ ‌τῶν ‌μοναχῶν ‌σχῆμα ‌ὑπῆλθεν, ‌'Ανδρέας ‌δὲ ‌τὸν ‌ἀποστολικὸν ‌κλῆρον ‌ποθήσας, ‌ἱεροκήρυξ ‌τῆς ‌ἐκκλησίας ‌κατέστη·; ‌οὐ ‌νηστείαις ‌δὲ ‌μόνον ‌καὶ ‌ἀγρυπνίαις ‌καὶ ‌προσευχαῖς ‌τῶν ‌ἄλλων ‌ἀδελφῶν ‌ἐκράτουν, ‌ἀλλὰ ‌καὶ ‌πάσης ‌ταπεινοφροσύνης ‌καὶ ‌ἀγάπης ‌ὑπῆρχον ‌ἀνάπλεω. ‌μαθὼν ‌δὲ ‌τὰ ‌περὶ ‌αὐτῶν ‌ὁ ‌πρόεδρος ‌'Εφέσου ‌καὶ ‌πρὸς ‌ἑαυτὸν ‌ἀγαγών, ‌`Υπάτιον ‌μὲν ‌ἐπίσκοπον ‌χειροτονεῖ, ‌'Ανδρέαν ‌δὲ ‌πρεσβύτερον. ‌ἐπεὶ ‌δὲ ‌ὁ ‌τῆς ‌ἀσεβείας ‌ἀρχηγὸς ‌καὶ ‌μισάγιος ‌βασιλεὺς ‌Λέων ‌ὁ ‌῎Ισαυρος ‌ἀνέμαθε ‌τὰ ‌περὶ ‌αὐτῶν, ‌αὐτίκα ‌ἐκ ‌τῆς ‌Λυδίας ‌πρὸς ‌τὴν ‌βασιλεύουσαν ‌
[p. ‌63]αὐτοὺς ‌μετεστείλατο. ‌καὶ ‌εὐθέως ‌τῇ ‌εἱρκτῇ ‌ἐναπερρίφησαν·; ‌εἶτα ‌χερσὶ ‌παλαμναίαις ‌ἑλκόμενοι ‌καὶ ‌σπαραττόμενοι ‌καὶ ‌ξύλοις ‌τὰ ‌σώματα ‌τυπτόμενοι, ‌ἡμιθνῆτες ‌κατέπεσον·; ‌καὶ ‌μεθ' ‌ἡμέρας ‌πάλιν ‌ξυρῷ ‌ἀποσύρονται ‌τὸ ‌δέρμα ‌τῆς ‌κεφαλῆς·; ‌καὶ ‌τὰς ‌ἐπὶ ‌
[p. ‌64]τῶν ‌σανίδων ‌εὑκόνας ‌πυρπολουμένας ‌ἄνωθεν ‌τῶν ‌κρανίων ‌δέχονται·; ‌καὶ ‌πίσσῃ ‌χρισθέντες ‌τὰς ‌γενειάδας ‌καὶ ‌διὰ ‌μέσου ‌συρέντες ‌τῆς ‌πόλεως, ‌ἐπὶ ‌τὰ ‌μέρη ‌τοῦ ‌Ξηρολόφου ‌κατασφάττονται, ‌`ριφθέντες ‌βορὰ ‌τοῖς ‌κυσίν. ‌

*************************************************************