Saint: STEPHEN OF CHENOLAKKOS (# 99)
Edition: ‌SynaxCP ‌(AASS, ‌1902), ‌392-394.

[p. ‌392]

τῇ ‌αὐτῇ ‌ἡμέρᾳ ‌μνήμη ‌τοῦ ‌ὁσίου ‌πατρὸς ‌ἡμῶν ‌Στεφάνου ‌τοῦ ‌κτίσαντος ‌τὴν ‌μονὴν ‌τοῦ ‌Χηνολάκκου. ‌οὗτος ‌ὑπῆρχεν ‌εὐγενὴς ‌τῶν ‌ἀφ' ‌ἡλίου ‌ἀνατολῶν ‌κατὰ ‌τὸν ‌μέγαν ‌'Ιώβ. ‌ἐξ ‌ἀρχῆς ‌δὲ ‌τὸν ‌ἀσκητικὸν ‌βίον ‌ζηλώσας ‌καὶ ‌ἐπὶ ‌τὰ ‌τῶν ‌ὁσίων ‌ἀνδρῶν ‌μοναστήρια ‌κατὰ ‌τὸν ‌'Ιορδάνην ‌καὶ ‌τὴν ‌ἔρημον ‌τοῦ ‌ἁγίου ‌Εὐθυμίου ‌καὶ ‌Σάβα ‌καὶ ‌Θεοδοσίου ‌καταφοιτήσας ‌καὶ ‌ἑκάστου ‌τὴν ‌διαγωγὴν ‌ἐκμαθών, ‌ὕστερον ‌κατέλαβε ‌τὴν ‌Κωνσταντινούπολιν ‌ἐπὶ ‌τῆς ‌βασιλείας ‌Λέοντος ‌τοῦ ‌'Ισαύρου. ‌ξενίας ‌δὲ ‌τυχὼν ‌παρὰ ‌τῷ ‌ἁγιωτάτῳ ‌πατριάρχῃ ‌Γερμανῷ ‌καὶ ‌παρ' ‌αὐτῷ ‌χρόνον ‌τινὰ ‌καταμείνας ‌καὶ ‌πλεῖστα ‌παρ' ‌αὐτοῦ ‌εὑς ‌ὠφέλειαν ‌προσλαβὼν ‌καὶ ‌ἐν ‌τοῖς ‌πρακτέοις ‌χρηστὸς ‌αὐτῷ ‌σύμβουλος ‌γεγονώς, ‌ἔνθα ‌νῦν ‌ἡ ‌τοῦ ‌Χηνολάκκου ‌μονὴ ‌συστᾶσα ‌παρ' ‌αὐτοῦ ‌κατεβίωσε, ‌πλήθη ‌μοναχῶν ‌συναθροίσας, ‌οὓς ‌παιδείᾳ ‌κυρίου ‌καὶ ‌νουθεσίᾳ ‌
[p. ‌393]ἐξέθρεψε ‌καὶ ‌εὑς ‌μέτρον ‌ἡλικίας ‌κατέστησε ‌τοῦ ‌Χριστοῦ ‌καὶ ‌πληρώματος. ‌καλῶς ‌δὲ ‌διανύσας ‌τὸν ‌βίον ‌καὶ ‌τῆς ‌ἐπιτεύξεως ‌τῆς ‌ἐκεῖθεν ‌ἐνθένδε ‌τὰς ‌ἀποδείξεις ‌λαβών, ‌τινῶν ‌ἐν ‌τῷ ‌μέλλειν ‌ἐκδημεῖν ‌[p. ‌394]προπεμπομένην ‌αὐτοῦ ‌τὴν ‌ψυχὴν ‌μετὰ ‌δόξης ‌διὰ ‌καθαρότητα ‌θεασαμένων ‌καὶ ‌πολλοῖς ‌τοῦτο ‌διηγησαμένων, ‌ἀπὸ ‌τῶν ‌προσκαίρων ‌πρὸς ‌τὰς ‌ἄνω ‌κατοικίας ‌μετέστη. ‌ ‌

*************************************************************